Migne Reading Room

PG 34 · cols. 417–428 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:417Read from the page
εὐδαίμων ἡ τοιαύτη ψυχή, ἥτις ἡττηθεῖσα τῷ πνευματικῷ ἔρωτι, ἀξίως ἐνυμφεύθη τῷ θεῷ λόγῳ. λεγέτω τοίνυν αὐτή, λεγέτω· ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτωνα εὐφροσύνης περιέθηκέ μοι, ὡς νυμφίῳ μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. ταύτης γὰρ τὸ κάλλος ἐπιθυμήσας ὁ βασιλεὺς τῆς δόξης κατηξίωσεν αὐτὴν χρηματίζεσθαι οὐ μόνον ναὸν θεοῦ, ἀλλὰ καὶ θυγατέρα βασιλέως καὶ βασιλίδα· ναὸν μὲν θεοῦ ὡς οἰκειωθεῖσαν τῷ ἁγίῳ πνεύματι· θυγατέρα δὲ βασιλέως ὡς τεκνοποιηθεῖσαν παρὰ τοῦ πατρὸς τῶν φώτων· καὶ βασιλίδα ὡς συναφθεῖσαν τῇ θεότητι τῆς δόξης τοῦ μονογενοῦς. καθ' ὃν γὰρ τρόπον ὁ κύριος, εἷς ὢν κατ' οὐσίαν, πολυώνυμος γέγονε κατὰ τροπολογίαν ἕνεκεν τῆς οἰκονομίας σωτηρίας τῶν ἀνθρώπων (πῇ μὲν πέτρα ὀνομασθεὶς καὶ θύρα, πῇ δὲ ἀξίνη καὶ ὁδός, καὶ αὖθις ἄμπελος καὶ ἄρτος, πέτρα μὲν διὰ τὸ ἐν τῇ ῥώμῃ αὐτοῦ ἄσειστόν τε καὶ ἀπρόσιτον· θύρα δὲ διὰ τὸ αὐτὸν εἶναι εἴσοδον τῆς αἰωνίου ζωῆς· ἀξίνη δὲ διὰ τὸ ἐκκόπτειν αὐτὸν τὰς τῆς κακίας ῥίζας· καὶ ὁδὸς διὰ τὸ ἄγειν αὐτὸν τοὺς ἀξίους ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν· καὶ ἄμπελος, ὅτι ἐξ αὐτοῦ ὁ εὐφραίνων καρδίαν ἀνθρώπου οἶνος καρποφορεῖται· ὁμοίως δὲ καὶ ἄρτος, ὅτι στηρίζων καρδίαν λογικοῦ ζώου)· τὸν αὐτὸν τρόπον καὶ ἡ οἰκειωθεῖσα τῷ θεῷ λόγῳ ἄμωμος ψυχὴ μονότροπος τυγχάνουσα κατὰ πολλὰς προκοπὰς τῶν πνευματικῶν ἀρετῶν καὶ τῶν δωρεῶν ἀξιωθήσεται. εἴρηται δέ μοι ταῦτα ἕνεκεν τοῦ οὐ μόνον τριχῇ νοεῖσθαι τὸν χρηματισμὸν τῆς νύμφης, ἀλλὰ καὶ πολλαχῶς. γίνωσκε δέ, ὅτι τοῦτο κόπος ἐστὶν ἐνώπιον ἡμῶν, ἕως οὗ εἰσέλθωμεν εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ πρὸς τὸν θεὸν τὸν εὐφραίνοντα τὴν νεότητα ἡμῶν. βούλεται γὰρ ἡμᾶς ὁ σωτὴρ ἐν σαρκὶ ὄντας καὶ τῆς ἀπαθείας αὐτοῦ καταξιωθῆναι, καὶ τοῦ ἁγιασμοῦ πληρωθῆναι, ἵνα θαῤῥοῦντες λέγωμεν· ἐν σαρκὶ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα· τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρωμάτων· λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ. χρὴ τοίνυν ἐντεῦθεν ἤδη προσηλῶσαι ἡμᾶς τῷ σταυρῷ τὰ πάθη τῆς ἁμαρτίας κατὰ τὴν τοῦ προφήτου εὐχήν· καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου. σὰρξ γὰρ καὶ αἷμα, περὶ ὧν λέγει ὁ ἀπόστολος μὴ δύνασθαι βασιλείαν θεοῦ κληρονομῆσαι, οὐ τοῦτό ἐστι τὸ ὁρώμενον
happy is such a soul, which, overcome by spiritual love, has been worthily espoused to God the Word. Let it say therefore, let it say: Let my soul rejoice in the Lord; for He has clothed me with a garment of salvation, and a tunic of gladness has He put around me, as a bridegroom with a mitre, and as a bride has He adorned me with adornment (Isa. 61:10). For the King of glory, having desired her beauty, counted her worthy to be styled not only a temple of God, but also a daughter of the King and a queen: a temple of God, as having been made akin to the Holy Spirit; a daughter of the King, as having been begotten as a child by the Father of lights; and a queen, as having been joined to the divinity of the glory of the Only-begotten. For in the same manner as the Lord, being One in essence, has become of many names by tropology for the sake of the dispensation of the salvation of men (in one way being named a rock and a door, in another an axe and a way, and again a vine and bread: a rock because of what is unshaken and unapproachable in His strength; a door because He Himself is the entrance of eternal life; an axe because He cuts out the roots of wickedness; and a way because He leads the worthy unto the knowledge of the truth; and a vine, because from Him the wine that gladdens the heart of man bears fruit; and likewise bread, because He strengthens the heart of the rational creature); in the same manner also the blameless soul that has been made akin to God the Word, being single-minded, will be counted worthy according to many advances of spiritual virtues and gifts. And these things have been said by me for the sake of the bride's title being understood not only in three ways, but also in many ways. And know that this is a labour before us, until we enter into the sanctuary of God (Ps. 72:16-17), unto God Who gladdens our youth (Ps. 42:4). For the Saviour wills that we, even while in the flesh, should both be counted worthy of His impassibility and be filled with sanctification, so that with confidence we may say: Walking in the flesh, we do not war according to the flesh; for the weapons of our warfare are not carnal, but mighty to God for the pulling down of strongholds; pulling down reasonings and every high thing lifted up against the knowledge of God (2 Cor. 10:3-5). We ought therefore henceforth already to nail to the cross the passions of sin according to the prayer of the prophet: Nail Thou my flesh out of Thy fear (Ps. 118:120). For flesh and blood, concerning which the Apostle says that they cannot inherit the kingdom of God (1 Cor. 15:50), is not this visible
Notes, col. 417

On the reading

Printed χιτωνα, for χιτῶνα.

PG 34:420Read from the page
Εἰ οὖν ὁμολογοῦμεν, μὴ φυσικὴν εἶναι τὴν ἐνέργειαν ταύτην, ἀλλ' ἐκ τῶν ἀντικειμένων δυνάμεων, δυνησόμεθα, κατ' αὐτῶν ἀναλαβόντες τὴν Χριστοῦ πανοπλίαν, ἀντιστῆναι ταῖς μεθοδείαις αὐτῶν, δωρουμένου ἡμῖν δύναμιν τοῦ σωτῆρος πρὸς τὸ πατεῖν ἡμᾶς ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου· ἵνα θαῤῥῶμεν λέγειν ἐν σαρκὶ ὄντες· ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ, μὴ εἰσακουσάτω κύριος. καί· ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυνα· τοῦτ' ἔστιν, ἄνευ πάθους τινὸς σαρκικοῦ τὴν ἐν οὐρανοῖς πολιτείαν ῥᾳδίως βαίνω, κατὰ σκοπὸν διώκων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. παντὸς γὰρ πάθους ἀλλοτριωθέντες τολμήσωμεν λέγειν· οὐ μόνον τὴν πίστιν τετήρηκα, ἀλλὰ καὶ τὸν δρόμον τετέλεκα. οὐ γὰρ πιστεύειν μόνον δεῖ Χριστῷ, ἀλλὰ καὶ συμπάσχειν αὐτῷ, κατὰ τὸ εἰρημένον· ὑμῖν γὰρ ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. τὸ γὰρ μόνον πιστεύειν θεῷ τῶν τὰ ἐπίγεια φρονούντων ἐστίν, ἵνα μὴ λέγω, ὅτι καὶ τῶν ἀκαθάρτων πνευμάτων τῶν λεγόντων· οἴδαμέν σε τίς εἶ, υἱὲ τοῦ θεοῦ· ἑκάτερα γὰρ τὰ μέρη ἐχθρὰ ὑπάρχει τοῦ σταυροῦ τοῦ Χριστοῦ· ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. ὁρᾷς, ὅτι οὐ μόνον αἱ ἀποστατικαὶ δυνάμεις ἐχθροὶ τοῦ σταυροῦ τυγχάνουσιν, ἀλλὰ καὶ οἱ τὰ ἐπίγεια φρονοῦντες; τὸ δὲ συμπάσχειν Χριστῷ καὶ συνδοξάζεσθαι μόνον τῶν ἑαυτοὺς σταυρωσάντων τῶν τοῦ κόσμου τούτου καὶ τὰ τοῦ κυρίου στίγματα ἐν τοῖς οἰκείοις σώμασι βασταζόντων ἐστίν. δεῖ γὰρ τοὺς ὀρθῶς φιλοσοφεῖν ἐγνωκότας, καὶ τὰς ψυχὰς ἐκ τῶν τῆς κακίας μολυσμῶν λυτρουμένους, ἀκριβῶς εἰδέναι τὸν τῆς φιλοσοφίας σκοπόν, ὅπως μεμαθηκότες τῆς τε πορείας τὸν πόνον, καὶ τοῦ δρόμου τὸ πέρας ῥίψωσι μὲν πάντες τὴν αὐθάδειαν, καὶ τὸ φρονεῖν ἐπὶ τοῖς κατορθώμασι, τήν τε ἑαυτῶν ψυχὴν μετὰ τοῦ βίου κατὰ τὸ πρόσταγμα τῆς γραφῆς ἀρνησάμενοι πρὸς ἕνα βλέπωσι πλοῦτον, ὃν τῆς εἰς Χριστὸν ἀγάπης ἆθλον τοῖς ἀγαπῶσιν ἔθηκεν ὁ θεός, καλῶν εἰς αὐτὸν πάντας τοὺς τὸν ἀγῶνα τοῦ λαβεῖν προθύμως ὑφισταμένους· οἷς ἐξαρκεῖ πρὸς τὴν τοῦ τοιούτου πορείαν ἐφόδιον ὁ σταυρὸς τοῦ Χριστοῦ, ὃν δεῖ μετ' εὐφροσύνης καὶ ἀγαθῆς ἐλπίδος βαστάζοντας ἀκολουθεῖν τῷ σωτῆρι θεῷ, νόμον καὶ ὁδὸν τοῦ βίου τὴν ἐκείνου ποιούμενοι οἰκονομίαν· καθὼς εἶπεν αὐτὸς ὁ ἀπόστολος· μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ. καὶ πάλιν· δι' ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν,
If therefore we confess that this working is not natural, but from the opposing powers, we shall be able, having taken up the panoply of Christ against them, to withstand their wiles (Eph. 6:11, 13), the Saviour granting us power to tread upon serpents and scorpions and over all the power of the enemy (Luke 10:19); so that we may be bold to say while we are in the flesh: If I beheld iniquity in my heart, let not the Lord hear me (Ps. 65:18); and: Without iniquity I ran and directed my course (Ps. 58:5); that is, without any carnal passion I easily walk the citizenship that is in the heavens, pressing on towards the mark for the prize of the high calling (Phil. 3:14). For having been alienated from every passion, let us dare to say: Not only have I kept the faith, but I have also finished the course (2 Tim. 4:7). For one must not only believe in Christ, but also suffer with Him, according to that which is said: For unto you it is given not only to believe on Christ, but also to suffer for His sake (Phil. 1:29). For merely to believe in God belongs to those who mind earthly things, not to say also to the unclean spirits who say: We know Thee Who Thou art, O Son of God (Luke 4:34); for both parties are enemies of the cross of Christ: whose end is destruction, whose god is their belly, and whose glory is in their shame, who mind earthly things (Phil. 3:19). Do you see that not only the apostate powers happen to be enemies of the cross, but also those who mind earthly things? Whereas to suffer with Christ and to be glorified together with Him belongs only to those who have crucified themselves from the things of this world and who bear the marks of the Lord in their own bodies (Gal. 6:17). For those who have known how to practise true philosophy rightly, and who are ransoming their souls from the defilements of vice, must accurately know the aim of philosophy, so that having learned both the toil of the journey and the end of the course, they may all cast away self-will and high-mindedness over their right deeds, and having denied their own soul together with their life according to the commandment of Scripture (Matt. 16:24; Luke 9:24), may look towards one wealth, which God has set as the prize of love towards Christ for those who love Him, calling unto it all who eagerly undergo the contest of receiving it; for whom the cross of Christ suffices as provision for the journey of such a one, bearing which with gladness and good hope they must follow God the Saviour, making His dispensation the law and way of life; even as the Apostle himself said: Be ye imitators of me, even as I also am of Christ (1 Cor. 4:16); and again: Let us run with patience the race that is set before us, looking unto Jesus the Author and Perfecter of faith, Who for the joy that was set before Him endured the cross,
PG 34:421Read from the page
αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ θεοῦ κεκάθικε. δέος γάρ, μὴ τοῖς παρὰ τοῦ πνεύματος δωρήμασιν ἐπαιρόμενοι, καὶ τὸ κατορθῶσαί τι δι' ἀρετὴν ἀφορμὴν λαβόντες εἰς τὸ φρονεῖν καὶ σεμνύνεσθαι, πρὶν εἰς τέλος τῶν ἐλπιζομένων ἐλθεῖν, ἐκπέσωμεν τῆς ὁρμῆς, ἀχρεῖον ἑαυτοῖς καὶ τὸν προλαβόντα πόνον τῇ αὐθαδείᾳ ποιήσαντες, καὶ ἀνάξιοι φανέντες τῆς τελειότητος, εἰς ἣν ἡ τοῦ πνεύματος εἵλκυσεν ἡμᾶς χάρις. δεῖ οὖν μηδαμοῦ τὸν τοῦ πόνου τόνον ἐκλύειν, μηδὲ ἐξίστασθαι τῶν προκειμένων ἀγώνων, μηδὲ τοῖς κατόπιν, εἴ τι πέπρακται, σπουδαῖον κατέχειν, ἀλλ' ἐκείνων μὲν λήθην λαμβάνειν, ἐπὶ δὲ τῶν ἔμπροσθεν κατὰ τὸν ἀπόστολον ἐπεκτείνεσθαι, καὶ συντρίβειν ταῖς τῶν πόνων φροντίσι τὴν καρδίαν, ἀκόρεστον ἔχοντας τὴν τῆς δικαιοσύνης ἐπιθυμίαν, ἧς μόνης χρὴ πεινῆν καὶ διψῆν τοὺς εἰς τὸ τέλειον φθάσαι ζητοῦντας. ταπεινοὺς δεῖ καὶ περιδεεῖς γινομένους ὡς πόῤῥω που τῶν ἐπηγγελμένων τυγχάνοντας καὶ τῆς τελείας τοῦ Χριστοῦ μακρὰν ἀπῳκισμένους ἀγάπης. ὁ γὰρ ἐκείνης ἐρῶν, καὶ πρὸς τὴν ἄνω βλέπων ἐπαγγελίαν, οὔτε νηστεύων, οὔτε ἀγρυπνῶν, οὔτε ἄλλο τι τῶν τῆς ἀρετῆς σπουδάζων ἵσταται τοῖς προλαβοῦσι κατορθώμασιν ἐπηρμένος· ἀλλὰ μεστὸς ὢν τοῦ θείου πόθου, καὶ πρὸς τὸν καλοῦντα συντόνως βλέπων, πᾶν μὲν, ὅ τι ἂν ἀγωνίσηται, πρὸς τὸ τυχεῖν ἐκείνου μικρὸν ἡγεῖται καὶ τῶν ἄθλων. φιλονεικεῖ δὲ μέχρι τῆς τοῦ βίου τούτου τελευτῆς, πόνοις πόνους, καὶ ἀρετὰς ἀρεταῖς συνάπτων, μέχρις ἂν τίμιον ἑαυτὸν τῷ θεῷ καταστήσῃ διὰ τῶν ἔργων, οὐκ ἔχων ἐν τῷ συνειδότι τὸ νομίζειν ἄξιον ἑαυτὸν πεποιηκέναι θεῷ. τοῦτο γάρ ἐστι κατόρθωμα μέγιστον φιλοσοφίας, τὸ μέγαν ὄντα τοῖς ἔργοις συστέλλεσθαι τῇ καρδίᾳ καὶ καταγινώσκειν τοῦ βίου, κάτω που ῥίψαντα τῷ πρὸς τὸν θεὸν φόβῳ τὴν οἴησιν, ὅπως ἀπολαύσῃ τῆς ἐπαγγελίας, καθὼς ἂν πιστεύσας ἠράσθη ταύτης, οὐ καθὼς ἂν πονέσας εἰργάσατο· μεγάλων γὰρ ὄντων τῶν δωρεῶν οὐκ ἔστι πόνους
having despised the shame, and has sat down at the right hand of the throne of God (Heb. 12:1-2). For there is fear lest, being lifted up by the gifts from the Spirit, and taking the achieving of something through virtue as an occasion for high-mindedness and boasting, before coming to the end of the things hoped for, we should fall from our impulse, having by self-will made even the preceding labour useless to ourselves, and having appeared unworthy of the perfection unto which the grace of the Spirit drew us. One must therefore nowhere slacken the tension of labour, nor draw back from the contests set before us, nor cleave to the things behind, if anything worthy has been done, but forget those things, and stretch forward to the things before according to the Apostle (Phil. 3:13), and bruise the heart with the cares of labours, having an insatiable desire for righteousness, for which alone those who seek to attain unto perfection ought to hunger and thirst. We must become humble and fearful as happening to be somewhere far off from the things promised and settled far away from the perfect love of Christ. For he who loves that love, and looks towards the promise above, neither when fasting, nor keeping vigil, nor practising any other of the things of virtue, stands lifted up by his preceding right deeds; but being full of divine longing, and looking intently towards Him Who calls, he counts everything whatsoever he may have contended in as small in comparison with obtaining Him and the prizes. And he strives earnestly until the end of this life, joining labours to labours and virtues to virtues, until he presents himself precious to God through his works, not having in his conscience the thought that he has made himself worthy of God. For this is the greatest achievement of philosophy, that while being great in works one should contract oneself in heart and condemn one's life, having cast down somewhere below one's self-conceit through the fear towards God, so that he may enjoy the promise according as he believed and loved it, not according as he laboured and wrought; for since the gifts are great, it is not possible to find labours
Τὰ μὲν δὴ κατὰ τὴν ἐλπίδα τοῦ σκοποῦ τοῖς φιλοσόφως ζῆν ᾑρημένοις ἱκανῶς εἰρῆσθαι νομίζω. δεῖ δὲ λοιπὸν προσθεῖναι τοῖς εἰρημένοις, ὅπως μὲν χρὴ συνεῖναι τοῖς τοιούτοις ἀλλήλοις, ὁποίους δὲ ἀγαπᾶν πόνους, ὅπως δεῖ τρέχειν μετ' ἀλλήλων, ἕως ἂν ἐπὶ τὴν ἄνω πόλιν ἀφίκωνται.
The things, then, concerning the hope of the aim for those who have chosen to live philosophically I think have been sufficiently spoken. For the rest, we must add to the things spoken how such persons ought to live together with one another, and what sort of labours to love, and how they must run together with one another until they arrive at the city above.
Δεῖ τοίνυν τὸν τὰ τοῦ βίου τούτου σεμνὰ καθαρῶς ἀτιμάζοντα, καὶ ἀρνούμενον μὲν τοὺς συγγενεῖς, ἀρνούμενον δὲ πᾶσαν τὴν κάτω δόξαν, καὶ ὁρῶντα [τὰ] τῆς οὐρανίας τιμῆς, καὶ τοῖς κατὰ θεὸν ἀδελφοῖς πνευματικῶς συναπτόμενον, ἀρνήσασθαι μετὰ τοῦ βίου καὶ τὴν ἑαυτοῦ ψυχήν. ἄρνησις δὲ ψυχῆς τὸ μηδαμοῦ ζητεῖν τὸ ἑαυτοῦ θέλημα, θεραπεύειν μᾶλλον δὲ ἑαυτοῦ θέλημα, ποιεῖν τὸν ἐφεστῶτα τοῦ θεοῦ λό-
It is necessary, therefore, that he who purely dishonours the venerable things of this life, and denies his kinsfolk, and denies all glory below, and looks upon [the things] of heavenly honour, and is spiritually joined to the brethren according to God, should deny together with his life his own soul also. Now the denial of the soul is nowhere to seek one's own will, or rather to heal one's own will, to make the presiding Word of God
PG 34:424Read from the page
γον, καὶ τούτῳ κεχρῆσθαι καθάπερ ἀγαθῷ κυβερνήτῃ, τὸ κοινὸν τῆς ἀδελφότητος πλήρωμα μεθ' ὁμονοίας ἐπὶ τὸν λιμένα τοῦ θελήματος τοῦ θεοῦ εὐθύνοντι. κεκτῆσθαι δὲ οὐδὲν χρὴ ἢ ὀνομάζειν ἴδιον παρὰ τὸ κοινόν, πλὴν τοῦ τὸ σῶμα καλύπτοντος ἱματίου. εἰ γὰρ μηδὲν ἔχει τούτων, ἀλλὰ γυμνὸς εἴη τῆς καθ' ἑαυτὸν τοῦ βίου φροντίδος, τῆς κοινῆς ἔσται χρείας θεραπευτής, καὶ τὸ παρὰ τῶν προεστώτων ἐπιτασσόμενον μεθ' ἡδονῆς καὶ ἐλπίδος προθύμως ἐπιτελῶν, καθάπερ εὔνους καὶ ἁπλοῦς δοῦλος τοῦ Χριστοῦ, πρὸς τὴν κοινὴν τῶν ἀδελφῶν χρείαν ἠγορασμένος. τοῦτο γὰρ ὁ κύριος βούλεται καὶ παραινεῖ λέγων· ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος καὶ μέγας, ἔστω πάντων ἔσχατος, καὶ πάντων διάκονος, καὶ πάντων δοῦλος. χρὴ οὖν τὴν δουλείαν παρὰ τοῖς ἀνθρώποις ἄκαρπον εἶναι, καὶ μηδεμίαν φέρουσαν τῷ δουλεύοντι τιμὴν μηδὲ δόξαν, ὅπως μὴ παρὰ τὸ γεγραμμένον ἀνθρωπάρεσκος φαίνοιτο, σχηματίζων ἑαυτὸν ἐν ὀφθαλμοδουλείᾳ, μηδὲ ἀνθρώποις, ἀλλ' ὡς αὐτῷ τῷ κυρίῳ δουλεύων, καὶ τὴν τεθλιμμένην βαδίζων ὁδόν. ἑνὶ τῷ ἐκείνου ζυγῷ προθύμως ὑποθεὶς τὸν αὐχένα, καὶ βαστάζων διὰ τέλους, ἐν ἡδονῇ φέρεται πρὸς τὸ τέλος μετὰ ἀγαθῆς ἐλπίδος. δεῖ οὖν ὑποτετάχθαι πᾶσι, καὶ καθάπερ δανείου χρεώστην θεραπεύειν τοὺς ἀδελφούς, τὰς ὑπὲρ πάντων φροντίδας ἐναποθέμενον τῇ ψυχῇ, καὶ ἀποπληροῦντα τὴν ὀφειλομένην ἀγάπην. χρὴ δὲ καὶ τοὺς προεστῶτας τοῦ πνευματικοῦ χοροῦ τὸ μέγεθος τῆς αὐτῶν σκοποῦντας φροντίδος καὶ τῆς ἐφεδρευούσης τὴν πίστιν κακίας λογιζομένους τὰς τέχνας, ἀξίως τῆς ἐπιστασίας ἀγωνίζεσθαι, μὴ πρὸς τὴν ἐξουσίαν ἀναιροῦντας φρόνημα. κίνδυνος γὰρ ἐνταῦθα. καί τινες ἤδη δοκοῦντες ἑτέρων προεστάναι, καὶ τούτους ἐπὶ τὴν οὐράνιον εὐθύνειν ζωήν, ἔλαθον ὑπὸ φρονήματος ἑαυτοὺς ἀπολέσαντες. δεῖ οὖν ἐν τῇ ἐπιστασίᾳ μείζονα μὲν τῶν ἄλλων τοὺς προεστῶτας πονεῖν, ταπεινότερα δὲ τῶν ἀρχομένων φρονεῖν, καὶ τύπον δουλείας τὸν ἑαυτοῦ βίον παρέχειν τοῖς ἀδελφοῖς, παρακαταθήκην θεοῦ νομίζοντας ἔχειν, οὓς ἐπιστεύθησαν. εἰ γὰρ οὕτως ἔχοιεν, συγκροτοῦντες τὸν ἱερὸν τῇ θεραπείᾳ χορόν, καὶ τὴν μὲν διδαχὴν κατὰ τὴν ἑκάστου χρείαν ἐν φανερῷ ποιούμενοι, πρὸς τὸ σώζειν τὴν ἑκάστου πρέπουσαν τάξιν, ἐν τῷ κρυπτῷ δὲ κατὰ διάνοιαν τὴν ταπεινοφροσύνην, καθάπερ εὐγνώμονες δοῦλοι τηροῦντες τὴν πίστιν, μέγαν ἑαυτοῖς ἐργάζονται τῷ τοιούτῳ βίῳ μισθόν. οὕτως οὖν [δεῖ] ἐπιμελεῖσθαι αὐτῶν, ὡς ἂν χρηστοὶ παιδαγωγοὶ παίδων ἁπαλῶν, οὓς ἐπιστεύθησαν παρὰ τῶν πατέρων αὐτῶν. ἐκεῖνοι γάρ, τῶν παίδων τὰς ἕξεις σκοποῦντες, τῷ μὲν πληγάς, τῷ δὲ νουθεσίας, τῷ δὲ ἔπαινον, τῷ δὲ ἄλλο τι τοιοῦτον προσάγουσιν, οὐδὲν οὔτε πρὸς χάριν οὔτε πρὸς ἀπέχθειαν τούτων ποιοῦντες, ἀλλ' ὡς ἀνῆκε τοῦ πράγματος, καὶ
and to use Him even as a good pilot, steering the common fullness of the brotherhood with concord unto the haven of the will of God. And one ought to possess nothing or call anything one's own beside what is common, save the garment that covers the body. For if he has none of these things, but should be stripped of care for his own life, he will be a minister of the common need, eagerly fulfilling with pleasure and hope that which is enjoined by the superiors, even as a well-disposed and simple servant of Christ, bought for the common need of the brethren. For this the Lord wills and exhorts, saying: Whosoever will be first and great among you, let him be last of all, and minister of all, and servant of all (Mark 9:34; 10:43-44; Matt. 20:26-27; 23:11). Service among men ought therefore to be unfruitful, and bringing neither honour nor glory to him who serves, lest contrary to what is written he should appear a men-pleaser, fashioning himself in eye-service, nor serving men, but as serving the Lord Himself (Eph. 6:6-7; Col. 3:22), and walking the straitened way. Having eagerly placed his neck under His one yoke, and bearing it throughout, he is borne on in pleasure towards the end with good hope. One must therefore be subject to all, and even as a debtor of a loan serve the brethren, laying up cares for all in his soul, and fulfilling the love that is owed. And the superiors of the spiritual choir also, considering the greatness of their care and reckoning the wiles of the malice that lies in wait against the faith, ought to contend worthily of their oversight, not lifting up their mind towards authority. For herein is danger. And some already, thinking to preside over others and to steer them unto the heavenly life, have unawares destroyed themselves through high-mindedness. In their oversight, therefore, the superiors must labour more than the others, yet think more humbly than those who are ruled, and present their own life as a pattern of service to the brethren, accounting those with whom they have been entrusted to be a deposit of God. For if they should be thus disposed, holding together the sacred choir by their service, and making their teaching openly according to the need of each for the preserving of the fitting order of each, while in secret according to their mind keeping humility of mind even as grateful servants keeping the faith, they work out for themselves a great reward by such a life. Thus therefore [one must] care for them, as good tutors of tender children with whom they have been entrusted by their fathers. For they, looking at the habits of the children, apply to one blows, to another admonitions, to another praise, and to another something else of this sort, doing none of these things either for favour or for enmity, but as befits the matter and
PG 34:425Read from the page
ὁ τοῦ παιδὸς ἀπαιτεῖ τρόπος, εἰς τὸ γενέσθαι αὐτοὺς τοῦ βίου τούτου σεμνούς. [οὕτω] καὶ ἡμᾶς χρὴ πᾶν μῖσος κατὰ τοῦ ἀδελφοῦ καὶ πᾶσαν αὐθάδειαν ἀποθεμένους πρὸς τὴν ἑκάστῳ δύναμιν καὶ γνώμην ἁρμόζειν τὸν λόγον. τὸ μὲν ἐπιτίμησον, τὸ δὲ νουθέτησον, ἄλλον παρακάλεσον, πρὸς τὴν ἑκάστου χρείαν, καθάπερ ἰατρὸς ἀγαθὸς προσάγων τὸ φάρμακον. ἐκεῖνος μὲν γάρ, πρὸς τὰ πάθη σκοπῶν, τῷ μὲν πρᾷον, τῷ δὲ σφοδρότερον ἐπέθηκε φάρμακον, οὐδενὶ τῶν θεραπείας δεομένων ἀχθόμενος, ἀλλὰ ταῖς πληγαῖς καὶ τοῖς σωμασιν ἁρμόζων τὴν τέχνην. σὺ δὲ ἀκολούθει τῇ χρείᾳ τοῦ πράγματος, ὅπως τὴν ψυχὴν τοῦ πρὸς σὲ βλέποντος μαθητοῦ καλῶς ἐκπαιδεύσας λαμπρὰν τὴν ἐκείνης ἀρετὴν προσαγάγῃς τῷ πατρί, κληρονόμον ἄξιον τῆς ἐκείνου δωρεᾶς. ἐὰν οὕτως ἔχητε πρὸς ἀλλήλους, οἵ τε ἐφεστῶτες καὶ οἱ τούτοις χρώμενοι διδασκάλοις, οἱ μὲν πειθόμενοι μετὰ χαρᾶς τοῖς ἐπιταττομένοις, οἱ δὲ μεθ' ἡδονῆς τοὺς ἀδελφοὺς ἐπὶ τὸ τέλειον προσαγόμενοι, καὶ ταῖς τιμαῖς ἀλλήλους προηγῆσθε, τὴν τῶν ἀγγέλων ἐπὶ γῆς ζήσεσθε βίον. μηδεὶς οὖν ἐν ὑμῖν γνωριζέσθω τῦφος, ἀλλὰ ἁπλότης καὶ ὁμόνοια καὶ διάθεσις ἄδολος συγκροτείτω τὸν χορόν. πειθέτω δὲ ἕκαστος ἑαυτόν, ὡς οὐ τοῦ συνόντος ἀδελφοῦ μόνον ἔσται καταδεέστερος, ἀλλὰ καὶ παντὸς ἀνθρώπου. τοῦτο γὰρ γινώσκων μαθητὴς ὄντως ἔσται Χριστοῦ· ὁ γὰρ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. καὶ πάλιν· ὁ θέλων ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καθὼς καί· ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. καὶ ὁ ἀπόστολος· οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν, κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. εἰδότες οὖν τῆς τε ταπεινότητος τοὺς καρπούς, καὶ τὴν ζημίαν τοῦ τύφου, μιμήσασθε τὸν δεσπότην, ἀγαπῶντες ἀλλήλους, καὶ μήτε θάνατον, μήτε ἄλλην τινὰ τιμωρίαν εἰς ἀγαθὸν μετ' ἀλλήλων ὀκνεῖτε, ἀλλ' ἣν ἐβάδισεν ἐν ἡμῖν ὁδὸν ὁ σωτήρ, ταύτην ὑμεῖς πρὸς ἐκεῖνον βαδίζοντες, ἐν σώματι καὶ ψυχῇ μιᾷ χωρεῖτε πρὸς τὴν ἄνω κλῆσιν, ἀγαπῶντες τὸν θεὸν καὶ ἀλλήλους· ἀγάπη γὰρ καὶ φόβος ὁ πρὸς τὸν κύριον τὸ πρῶτον τοῦ νόμου ἐστὶ πλήρωμα. δεῖ οὖν ἕκαστον ὑμῶν καθάπερ ἰσχυράν τινα καὶ στερεὰν κρηπῖδα τὸν φόβον τε καὶ τὴν ἀγάπην ἐν τῇ ἑαυτοῦ τιθέναι ψυχῇ, καὶ ταύτην ἐπάρδειν ἔργοις τε ἀγαθοῖς καὶ εὐχῇ διαρκεῖ. οὐ γὰρ ἁπλῶς, οὐδὲ αὐτομάτως ἡμῖν ἡ πρὸς θεὸν ἀγάπη ἐγγίνεσθαι πέφυκεν, ἀλλὰ διὰ πολλῶν πόνων, καὶ μεγάλων φροντίδων, καὶ συνεργείας τῆς τοῦ Χριστοῦ, καθὼς
as the character of the child requires, so that they may become honourable men of this life. [Thus] we also, having put away all hatred against a brother and all self-will, ought to adapt our word to the strength and disposition of each. One rebuke, another admonish, another exhort, according to the need of each, even as a good physician applying the medicine. For he, looking at the passions, applies to one a gentle medicine, and to another a stronger one, being vexed with none of those who need healing, but adapting his art to the wounds and the bodies. And do you follow the need of the matter, so that having trained well the soul of the disciple who looks towards you, you may present its shining virtue to the Father, a worthy heir of His gift. If you are thus disposed towards one another, both those who preside and those who use them as teachers, the one obeying with joy the things enjoined, and the others with pleasure leading the brethren on unto perfection, and if in honours you prefer one another (Rom. 12:10), you will live upon earth the life of the angels. Let no pride therefore be known among you, but let simplicity and concord and a guileless disposition hold the choir together. And let each persuade himself that he will be inferior not only to the brother who lives with him, but also to every man. For knowing this he will truly be a disciple of Christ; for he who exalts himself shall be abased, and he who humbles himself shall be exalted (Luke 14:11). And again: Whosoever will be first among you, shall be last of all and minister of all (Mark 9:34). Even as also: The Son of Man came not to be ministered unto, but to minister, and to give His soul a ransom for many (Matt. 20:28). And the Apostle: For we preach not ourselves, but Christ Jesus as Lord, and ourselves as your servants for Jesus' sake (2 Cor. 4:5). Knowing therefore both the fruits of humility and the loss of pride, imitate the Master, loving one another, and shrink neither from death nor from any other punishment with one another for good, but walking towards Him along that way which the Saviour walked among us, advance in one body and soul towards the high calling, loving God and one another; for love and fear towards the Lord is the first fulfilment of the law. Each of you must therefore lay fear and love in his own soul even as a strong and firm foundation, and water it with good works and continual prayer. For love towards God is not wont to arise in us simply or of its own accord, but through many labours, and great cares, and the cooperation of Christ, even as
Notes, col. 425

On the reading

Printed σωμασιν, for σώμασιν.

PG 34:428Read from the page
εἴρηκεν ἡ σοφία· ἐὰν γὰρ ζητήσῃς αὐτήν, φησιν, ὡς ἀργύριον, καὶ ὡς θησαυροὺς ἐξερευνήσῃς αὐτήν, τότε συνήσεις φόβον κυρίου καὶ ἐπίγνωσιν θεοῦ εὑρήσεις. θεοῦ δὲ ἐπίγνωσιν εὑρὼν καὶ φόβον συνείς, ῥᾳδίως καὶ τὸ ἐφεξῆς κατορθώσεις, τὸ ἀγαπᾶν λέγω τὸν πλησίον. τοῦ γὰρ πρώτου καὶ μεγάλου πόνου κτισθέντος, τὸ δεύτερον ἔλαττον ὂν ἀπονώτερον ἕπεται τοῦ πρώτου. ἐκείνου δὲ μὴ ὄντος οὐδὲ τὸ δεύτερον ἂν γένοιτο καθαρῶς. ὁ γὰρ θεὸν μὴ ἀγαπῶν ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης καρδίας, πῶς ἂν ὑγιῶς καὶ ἀδόλως ἐπιμελοῖτο τῆς τῶν ἀδελφῶν ἀγάπης, ἐκείνων μὴ πληρῶν τὴν ἀγάπην, δι' ὧν ἐπιμελεῖται ταύτης τούτων; τὸν γὰρ οὕτως ἔχοντα, καὶ μὴ τὴν ψυχὴν ὅλην ἀποδόντα θεῷ, μηδὲ πρὸς τὴν ἐκείνου κεκωνωμένον ἀγάπην εὑρὼν ἐξωπλισμένον ὁ τῆς κακίας τεχνίτης χειροῦται ῥᾳδίως λογισμοῖς πονηροῖς ὑποσκελίζων, νῦν μὲν βαρέα φαίνεσθαι ποιῶν τὰ τῆς γραφῆς ἐπιτάγματα καὶ ἐπαχθῆ τὴν εἰς τοὺς ἀδελφοὺς θεραπείαν, νῦν δὲ ἐπαίρων εἰς ἀλαζονείαν ἢ τῦφον ἀπ' αὐτῆς τῆς εἰς τοὺς ὁμοδούλους διακονίας, καὶ πείθων αὐτόν, ὡς, ὅτι ἐπλήρωσε τὰς ἐντολὰς τοῦ κυρίου, καὶ ἔστι μέγας ἐν οὐρανοῖς. οὐ μικρὸν δὲ τοῦτο ἀδίκημα· δεῖ γὰρ τὸν εὔνουν καὶ σπουδαῖον δοῦλον τῷ δεσπότῃ πιστεύειν τῆς εὐνοίας τὴν κρίσιν, ἀλλὰ μὴ αὑτὸν ἀντὶ τοῦ δεσπότου δικαστὴν καὶ ἐπαινέτην τῆς αὑτοῦ γενέσθαι πολιτείας. εἰ γὰρ αὐτὸς γένοιτο κριτής, τὸν ἀληθινὸν παρωσάμενος, οὐδὲ τὴν μισθὸν ἐκεῖθεν ἕξει, πρὸ τῆς ἐκείνου κρίσεως ἑαυτὸν τοῖς ἐπαίνοις καὶ τῇ οἰήσει ἀποπληρώσας. δεῖ γὰρ κατὰ τὸ λόγιον Παύλου τὸ πνεῦμα τοῦ θεοῦ συμμαρτυρεῖν τῷ πνεύματι ἡμῶν, ἀλλὰ μὴ τῇ ἡμετέρᾳ κρίσει τὰ ἡμέτερα δοκιμάζεσθαι. οὐ γάρ, φησίν, ὁ ἑαυτὸν συνιστῶν ἔσται δόκιμος, ἀλλ' ὃν ὁ κύριος συνίστησιν. ὁ δὲ μὴ ἀναμένων, ἀλλὰ φθάνων τὴν ἐκείνου κρίσιν, εἰς τὰς ἀνθρωπίνας ἐκπίπτει δόξας, τιμὴν ἑαυτῷ τὴν παρὰ τῶν ἀδελφῶν ἐκ τῶν ἰδίων πόνων πραγματευόμενος, καὶ ποιῶν τὸ τῶν ἀπίστων· ἄπιστος γὰρ ὁ τὰς ἀνθρωπίνας ἀντὶ τῶν οὐρανίων θηρεύων τιμάς· ὡς αὐτός πού φησιν ὁ κύριος· πῶς δύνασθε ὑμεῖς πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου θεοῦ οὐ ζητεῖτε; τισὶν οὖν ἐοικέναι μοι δοκοῦσιν, οἳ τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἐκτὸς περικαθαίρουσιν, ἐντὸς δὲ μεστοῖς παντοίας οὖσι κακίας. ὁρᾶτε οὖν, μή τι πάθοιτε τοιοῦτο, ἀλλὰ ἄνω δόντες τὰς ψυχάς, καὶ μίαν ἔχοντες φροντίδα τοῦ ἀρέσαι τῷ κυρίῳ, καὶ μηδέποτε τῆς τῶν οὐρανῶν ἐκπίπτειν μνήμης, μηδὲ δέξασθαι τὰς τοῦ βίου τούτου τιμάς, οὕτω τρέχετε, κρύπτοντες τῷ λόγῳ τοὺς ὑπὲρ τῆς ἀρετῆς
Wisdom has spoken: For if you seek her as silver, she says, and search for her as for treasures, then shall you understand the fear of the Lord and find the knowledge of God (Prov. 2:4-5). And having found the knowledge of God and understood His fear, you will easily achieve what follows next also, I mean loving your neighbour. For when the first and great labour has been established, the second, being lesser, follows the first with less toil; whereas when that is not present, neither could the second come about purely. For he who does not love God with all his soul and with all his heart, how could he soundly and without guile take care of the love of the brethren, when he does not fulfil the love of those things through which he takes care of this love towards them? For finding him who is thus disposed, and who has not given his whole soul to God, nor been armed and conjoined towards His love, the artificer of malice easily subdues him, tripping him up with evil thoughts, now making the commandments of Scripture appear heavy and the service towards the brethren burdensome, and now lifting him up into boasting or pride from the very ministry towards his fellow-servants, and persuading him that he has fulfilled the commandments of the Lord and is great in the heavens. And this is no small iniquity; for the well-disposed and earnest servant must entrust the judgement of his goodwill to the Master, and not make himself instead of the Master the judge and praiser of his own conduct. For if he himself should become judge, having thrust aside the true Judge, he will not even have his reward from thence, having before His judgement filled himself with praises and self-conceit. For according to the oracle of Paul, the Spirit of God must bear witness with our spirit (Rom. 8:16), and our things must not be approved by our own judgement. For not he who commends himself, says he, shall be approved, but whom the Lord commends (2 Cor. 10:18). Whereas he who does not wait for, but anticipates His judgement, falls out into human glories, procuring for himself honour from the brethren out of his own labours, and doing the part of unbelievers; for an unbeliever is he who hunts after human honours instead of heavenly ones; even as the Lord Himself says somewhere: How can ye believe, who receive glory from one another, and seek not the glory that is from the only God? (John 5:44). To whom then do they seem to me to be like, who cleanse the outside of the cup and of the platter, while within they are full of all manner of wickedness? (Matt. 23:25). See therefore lest you suffer any such thing, but having given your souls above, and having one care, to please the Lord, and never to fall from the remembrance of the heavens, nor to receive the honours of this life, so run, hiding with the word the contests on behalf of virtue
Notes, col. 428

On the reading

Printed τὴν μισθὸν, for τὸν μισθὸν.