Migne Reading Room

PG 34 · cols. 1236–1249 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:1236Read from the page
ᾗ συντετύχηκα τῇ δούλῃ τοῦ Θεοῦ ὀνόματι Ἀματαλίδι, γραΐδι ὀγδοήκοντα ἔτη ἐχούσῃ ἐν τῇ ἀσκήσει, ὡς καὶ αὐτὴ καὶ αἱ γειτνιῶσαι αὐτῇ διηγοῦντο, ᾗ συνῴκουν ἑξήκοντα νεάνιδες παρθένοι τὸν τῆς ἀσκήσεως καθαρῶς ἐξανύουσαι δρόμον τῇ ταύτης τῆς καλογήρου διδασκαλίᾳ. Αἵτινες τοσοῦτον αὐτὴν ἠγάπων πᾶσαι, ὡς μηδὲ κλεῖδα ἐφεστᾶναι ἐν τῷ μοναστηρίῳ ἐκείνῳ ὡς ἐν τοῖς ἄλλοις· ἀλλὰ κρατεῖσθαι πάσας ὑπὸ τῆς ἀμέτρου ταύτης ἀγάπης, καὶ τῆς ἐνθέου διδασκαλίας, εἰς ἀφθαρσίαν μετασχηματιζόμεναι. Εἰς τοσοῦτον δὲ ἤλασεν ἀπαθείας ἡ γραῦς, ὡς εἰσελθόντι μοι καὶ καθεσθέντι ἐλθοῦσα συγκαθεσθῆναί μοι, καὶ τὰς χεῖρας αὐτῆς ἐπιθεῖναι τοῖς ὤμοις μου, ὑπερβολῇ παῤῥησίας τῆς εἰς Χριστόν.
which I met with the handmaid of God named Amatalis, an old woman having eighty years in asceticism, as both she herself and the women neighbouring her related, with whom dwelt sixty young virgins purely accomplishing the course of asceticism by the teaching of this holy old woman. Who all loved her so much that not even a key was set over that monastery as in the others; but all were held fast by her measureless love and godly teaching, being transformed unto incorruption. And to such a degree of passionlessness had the old woman advanced that when I entered and sat down she came and sat down beside me, and laid her hands upon my shoulders, in the abundance of her boldness in Christ.
ΚΕΦΑΛ. ΡΛΗʹ. Περὶ Ταὼρ παρθένου.
Chapter 138. Concerning Taor the virgin.
Ἐν τούτῳ τῷ μοναστηρίῳ παρθένος μαθήτρια ταύτης, Ταὼρ ὀνόματι, ἔχουσα τριάκοντα ἔτη ἐν τῷ μηναστηρίῳ. Ἱμάτιον καινὸν, ἢ ὠμοφόριον, ἢ ὑπόδημα οὐδέποτε λαβεῖν ἠθέλησεν, λέγουσα, ὅτι Οὐ χρείαν ἔχω, ἵνα μὴ καὶ προελθεῖν ἀναγκασθῶ. Αἱ μὲν γὰρ ἄλλαι πᾶσαι κατὰ Κυριακὴν προέρχονται ἐν τῇ ἐκκλησίᾳ χάριν τῆς κοινωνίας· ἐκείνη δὲ ῥακοδυτοῦσα ἀδιαλείπτως ἐν τῇ μονῇ ἐν τῷ ἔργῳ καθεζομένη. Οὕτω δὲ εὐφυεστάτην εἶχεν τὴν ὄψιν, ὥς ἐγγὺς γίνεσθαι καὶ τὸν πάνυ στεῤῥὸν ἀπατᾶσθαι τῷ ταύτης κάλλει, εἰ μὴ φρουρὸν εἶχεν ὑπερβάλλοντα τὴν σωφροσύνην, εἰς αἰδὼ καὶ φόβον ἄγουσα τῇ κοσμιότητι τοῦ ἤθους καὶ τὸν εἰς ἄγαν ἀκόλαστον ὀφθαλμόν.
In this monastery there was a virgin, a disciple of hers, Taor by name, having thirty years in the monastery. A new cloak, or shoulder-wrap, or shoe she never wished to receive, saying: I have no need, lest I also be compelled to go forth. For all the others go forth every Lord's day to the church for the sake of the communion; while she, clad in rags, sits unceasingly in the convent at her work. And she had so very comely a countenance that even a very steadfast man would come near to being beguiled by her beauty, had she not had chastity as an surpassing guard, leading unto shame and fear by the modesty of her character even the exceedingly licentious eye.
ΚΕΦΑΛ. ΡΛΘʹ. Περὶ παρθένου τινὸς, καὶ Κολλούθου.
Chapter 139. Concerning a certain virgin, and Colluthus.
Ἄλλη τις αὖ τῇ ἀληθείᾳ παρθένος τῷ τῆς ἀσκήσεως ἔργῳ νηφόντως προσέχουσα, ἐμοὶ γειτνιῶσα· ἧς τὴν ὄψιν μὲν οὐχ ἑώρακα. Προῆλθε γὰρ αὕτη, ὡς ἔλεγον οἱ εἰδότες, οὐδέποτε ἀφ' οὗ ἀπετάξατο, πληρώσασα ἑξήκοντα ἔτη ἐν τῇ ἀσκήσει μετὰ τῆς ἰδίας μητρός. Εἰς ὕστερον δὲ μελλούσης αὐτῆς μεταβαίνειν τὸν βίον πρὸς τὴν ζωὴν τὴν ἀκήρατον, παραστὰς τῇ ἀνδρείᾳ ὁ κατὰ τὸν τόπον ἐκεῖνον ἅγιος μάρτυς Κόλλουθος, λέγει αὐτῇ· Σήμερον μέλλεις ὁδεύειν πρὸς τὸν Δεσπότην σου, καὶ ὁρᾷν ἅπαντας τοὺς ἁγίους. Ἐλθοῦσα οὖν ἀρίστησον μεθ' ἡμῶν ἐν τῷ μοναστηρίῳ. Ἀναστᾶσα οὖν ὄρθρου ἡ μακαρία, καὶ ἐνδυσαμένη, καὶ λαβοῦσα ἄρτον, καὶ ἐλαίας, καὶ λεπτολάχανα ἐν τῇ ἑαυτοῦ σπυρίδι, ἐξελθοῦσα ἀπῆλθεν εἰς τὸ μαρτύριον ἡ τοσαῦτα ἔτη μὴ προελθοῦσα. Καὶ προσευξαμένη, καὶ καθεσθεῖσα, καιρὸν ἐπιτήδειον πρὸς τὸ γεύσασθαι ἐπετήρει διὰ πάσης ἡμέρας. Παραγενομένης δὲ τῆς ἐννάτης, καὶ τῆς τοῦ φαγεῖν ὥρας ἐνστάσης, μηδενὸς ἔνδον ὑπάρχοντος, τεθεικυῖα τὰ βρώματα προσκαλεῖται τὸν μάρτυρα, λέγουσα· Εὐλόγησόν μου τὰ βρώματα, ἅγιε Κόλλουθε, καὶ συνοδευσάτωσάν μοι αἱ πρεσβεῖαί σου. Καὶ καθεσθεῖσα ἔφαγεν. Καὶ πάλιν προσευξαμένη ἦλθεν περὶ ἡλίου δυσμὰς εἰς τὸν οἶκον· καὶ δίδωσι τῇ ἑαυτῆς μητρὶ σύγγραμμα Κλήμεντος τοῦ Στρωματέως εἰς τὸν προφήτην Ἀμὼς, καὶ λέγει αὐτῇ· Δὸς τοῦτο τῷ ἐπισκόπῳ τῷ ἐξωρισμένῳ, καὶ εἰπὲ αὐτῷ· Εὖξαι περὶ ἐμοῦ· ὁδεύω γὰρ πρὸς τὸν Κύριόν μου. Καὶ ἐτελεύτησεν ἐν αὐτῇ τῇ νυκτὶ, μὴ πυρέξασα, μὴ κεφαλαλγήσασα, ἀλλ' ἑαυτὴν ἐνταφιάσασα, εἰς χεῖρας Θεοῦ τὸ πνεῦμα παρέθετο.
Another certain woman again, in truth a virgin, soberly attending to the work of asceticism, was a neighbour to me; whose face indeed I did not see. For she never went forth, as those who knew said, from the time when she renounced the world, having fulfilled sixty years in asceticism with her own mother. And afterwards, when she was about to pass from this life unto the undefiled life, the holy martyr of that place, Colluthus, standing by the courageous woman, says to her: Today thou art about to journey to thy Master, and to see all the saints. Come therefore and dine with us in the shrine. Having risen therefore at dawn, the blessed woman, having clothed herself, and having taken bread, and olives, and fine herbs in her basket, went out and departed into the martyr's shrine, she who for so many years had not gone forth. And having prayed, and having sat down, she watched throughout the whole day for a fitting season to taste food. And when the ninth hour arrived, and the hour of eating was at hand, no one being within, having set out the food she calls upon the martyr, saying: Bless my food, holy Colluthus, and let thine intercessions journey with me. And having sat down she ate. And having prayed again, she came about sunset to the house; and she gives to her mother a treatise of Clement the Stromatist on the prophet Amos, and says to her: Give this to the exiled bishop, and say to him: Pray for me; for I am journeying to my Lord. And she died in that very night, having neither suffered fever nor had a headache, but having prepared herself for burial, she commended her spirit into the hands of God.
Notes, col. 1236

On the reading

Printed μηναστηρίῳ, for μοναστηρίῳ.

Printed ἑαυτοῦ, for ἑαυτῆς.

PG 34:1241Read from the page
ΚΕΦΑΛ. ΡΜʹ. Περὶ τῆς ἀπατηθείσης παρθένου, καὶ μεταγνούσης.
Chapter 140. Concerning the virgin who was beguiled and repented.
Ἀσκητρία τις παρθένος συνοικοῦσα ἄλλαις δυσὶ παρθένοις ἠσκήθη ἐπὶ ἔτη ἐννέα ἢ δέκα. Αὕτη δελεασθεῖσα παρὰ ψάλτου τινὸς τούτῳ συνεφθάρη, καὶ λαβοῦσα κατὰ γαστρὸς ἔτεκεν. Εἰς ἄκρον δὲ μῖσος ἐλθοῦσα τοῦ ταύτην ἀπατήσαντος κατενύγη τὴν ψυχὴν εἰς βάθος, καὶ εἰς τοσοῦτον ἔφθασεν μέτρον μετανοίας, ὡς ἂν ἀποκαρτερήσασαν ταύτην τῇ ἐγκρατείᾳ, καὶ λιμῷ θέλειν ἑαυτὴν ἀποκτεῖναι· τοῦτο προσευχομένη μετὰ δακρύων, καὶ τοῦ Θεοῦ δεομένη, καὶ λέγουσα, ὅτι Ὁ Θεὸς ὁ μέγας, ὁ βαστάζων πάντων ἡμῶν τὰ ἁμαρτήματα, καὶ παντὸς τοῦ κόσμου τὴν ἄμετρον κακίαν, ὁ μὴ βουλόμενος τὸν θάνατον τῶν ἁμαρτωλῶν, καὶ τὴν ἀπώλειαν τῶν πεσόντων, ἀλλ' ἐλεῶν πᾶσαν τὴν κτίσιν· σὸν γάρ ἐστι θέλημα τὸ σώζεσθαι πάντας. Εἰ οὖν καὶ ἐμὲ τὴν ἀπολομένην σωθῆναι θέλεις, ἐν τούτῳ μοι δεῖξον τὴν σὴν ἀγαθωσύνην, καὶ νῦν δὸς φθάσαι ἐπ' ἐμοὶ τὰ θαυμάσιά σου, καὶ κέλευσον συναχθῆναι τὸν καρπὸν τῆς ἐμῆς ἀνομίας· τὸ συλληφθὲν ἐν ἀσελγείᾳ, καὶ γεννηθὲν ἐν ἁμαρτίᾳ τῆς ἐμῆς ἀπωλείας. Ἐὰν γὰρ τοῦτο μὴ γένηται, ἢ ἀγχόνῃ ἔχω χρήσασθαι, ἢ ἑαυτὴν δισκεῦσαι. Ἕνεκεν τούτου δεομένη εἰσηκούσθη. Τὸ γὰρ τεχθὲν οὐ μετὰ πολὺ ἐτελεύτησεν. Ἀπὸ οὖν τῆς ἡμέρας ἐκείνης τῷ μὲν ταύτην αἰχμαλωτίσαντι οὐκέτι συνέτυχεν, ἔκδοτον δὲ ἑαυτὴν εἰς ἄκραν ἐγκράτειαν δέδωκεν· νοσούσαις καὶ λελωβημέναις ἐξυπηρετήσατο ἐπὶ τριάκοντα ἔτη. Οὕτως τὸν Θεὸν δυσωπήσασα, καὶ ἵλεων ἑαυτῇ καταστήσασα, ὡς ἀποκαλυφθῆναί τινι τῶν ἁγίων πρεσβυτέρων, ὅτι Ἡ δεῖνά μοι μᾶλλον εὐηρέστησεν ἐν τῇ μετανοίᾳ, ἢ ἐν τῇ παρθενίᾳ. Ταῦτα δὲ γράφω, ἵνα μὴ καταφρονῶμεν τῶν πολλὰ ἁμαρτανόντων, καὶ ἐκ καρδίας μετανοούντων· καθὼς καὶ ἡ μακαρία αὕτη τὴν ἑαυτῆς καρδίαν συντρίψασα, καὶ ἐν ταπεινοφροσύνῃ τὴν ἑαυτῆς ζωὴν καθυποτάξασα, οὐκ ἐξουδενώθη παρὰ τοῦ Δεσπότου τῶν μετανοούντων.
A certain ascetic virgin dwelling together with two other virgins practised asceticism for nine or ten years. She, having been enticed by a certain reader-chanter, was corrupted by him, and having conceived in the womb gave birth. And having come to an extreme hatred of him who had beguiled her, she was pricked to the depth of her soul, and reached so great a measure of repentance that she would have starved herself to death by abstinence, and wished to kill herself by hunger; praying for this with tears, and beseeching God, and saying: O great God, Who bearest the sins of us all, and the measureless wickedness of all the world, Who willest not the death of sinners, and the destruction of the fallen, but hast mercy on all creation; for it is Thy will that all be saved. If therefore Thou willest that even I who am lost be saved, in this show me Thy goodness, and grant now that Thy wonders may come upon me, and command that the fruit of mine iniquity be gathered away—that which was conceived in wantonness, and born in the sin of my perdition. For if this come not to pass, I shall either use a noose, or hurl myself down. Beseeching on this account, she was heard. For that which was born died not long after. From that day therefore she no longer met with him who had taken her captive, but gave herself up wholly to extreme continence; she ministered to sick and leprous women for thirty years. Having thus entreated God, and rendered Him propitious to herself, so that it was revealed to a certain one of the holy presbyters: Such a woman pleased Me more in her repentance than in her virginity. And these things I write, that we may not despise those who sin much and repent from the heart; even as this blessed woman also, having bruised her own heart, and having subjected her own life in humility, was not despised by the Master of the penitent.
ΚΕΦΑΛ. ΡΜΑʹ. Περὶ τῆς συκοφαντησάσης ἀναγνώστην τινά.
Chapter 141. Concerning her who slandered a certain reader.
⟨Π⟩ρεσβυτέρου τινὸς θυγάτηρ παρθένος ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, ἐκπεσοῦσα παρὰ τοῦ ταύτην φθείραντος, ἐδιδάχθη ἀναγνώστην τινὰ τῆς πόλεως συκοφαντῆσαι, κἀκείνῳ περιθεῖναι τὴν διεφθαρμένην αἰτίαν. Καὶ γενομένη πρὸς γαστρὸς, ἐταζομένη παρὰ τοῦ ἰδίου πατρὸς, κατεῖπεν τοῦ ἀναγνώστου. Ἀκούσας δὲ τοῦτο ὁ πρεσβύτερος, καὶ ταραχθεὶς, ἀνήνεγκεν τῷ ἐπισκόπῳ. Μαθὼν τοῦτο ὁ ἐπίσκοπος, συνεκρότησεν τὸ ἱερατεῖον· καὶ ποιήσαντες κληθῆναι τὸν ἀναγνώστην ἐβασάνιζον τὴν ὑπόθεσιν τοῦ πράγματος. Ἐρωτώμενος τοίνυν ὁ ἀναγνώστης παρὰ τοῦ ἐπισκόπου, οὐχ ὡμολόγει· τὸ γὰρ μὴ πραχθὲν παρ' αὐτοῦ πῶς ἔνι καὶ ῥηθῆναι; Ἀγανακτῶν οὖν ὁ ἐπίσκοπος, μετὰ ἐμβριθεστάτης φωνῆς ἔλεγεν τούτῳ· Οὐχ ὁμολογεῖς σου τὸ πταῖσμα, καὶ μετανοεῖς, ἄθλιε καὶ ταλαίπωρε, καὶ ἀκαθαρσίας μεμεστωμένε; Ἀπεκρίνατο ὁ ἀναγνώστης· Ἐγὼ δέομαί σου, τὸ ὂν εἶπον, ὅτι ἐν τούτῳ πρᾶγμα οὐκ ἔχω· ἀναίτιος γάρ εἰμι καὶ τῆς ἐννοίας τῆς πρὸς ἐκείνην. Εἰ δὲ θέλετε ἀκοῦσαι τὸ μὴ ὂν ἵνα εἴπω, πέπραχα. Τοῦτο αὐτοῦ εἰρηκότος, καθεῖλεν τοῦτον τοῦ ἀναγνώστου. Μετὰ τοῦτο προσπεσὼν παρεκάλει τὸν ἐπίσκοπον, λέγων· Εἰ τοῦτό σοι ἔδοξεν, κύριε ἐπίσκοπε, ἐπειδὴ εἶπον, Ναὶ, ἔπταισα, εἶναί με
The virgin daughter of a certain presbyter in Caesarea of Palestine, having fallen through him who corrupted her, was taught to slander a certain reader of the city, and to lay upon him the blame of her corruption. And having become pregnant, when examined by her own father, she accused the reader. And the presbyter, having heard this and being troubled, reported it to the bishop. Having learned this, the bishop assembled the clergy; and having caused the reader to be summoned, they examined the matter of the affair. Being questioned therefore by the bishop, the reader did not confess; for how is it possible even to speak of that which was not done by him? Being indignant therefore, the bishop with a most stern voice said to him: Do you not confess your fault, and repent, wretched and miserable man, and filled with uncleanness? The reader answered: I beseech you, I spoke the truth, that in this I have no part; for I am guiltless even of the thought towards her. But if you wish to hear that which is not, that I should say it: I have done it. When he had said this, he deposed him from the office of reader. After this, falling down he entreated the bishop, saying: If this seemed good to you, lord bishop, since I said, Yea, I stumbled, that I should be
PG 34:1242Read from the page
χωρὶς τοῦ τιμίου βήματος, καὶ μὴ εἶναί με ἄξιον τοῦ εἶναι κληρικὸν τῆς σῆς ἁγιωσύνης, κέλευσόν μοι αὐτὴν ἀπὸ τοῦ νῦν δοθῆναι εἰς γυναῖκα. Οὔτε γὰρ λοιπὸν ἐγὼ κληρικὸς, οὔτε δὲ ἐκείνη παρθένος. Ἀκούσας δὲ ταῦτα ὁ ἐπίσκοπος, καὶ ὁ πρεσβύτερος ὁ πατὴρ αὐτῆς, ἔκδοτον αὐτὴν δεδώκασι τῷ ἀναγνώστῃ, προσδοκήσαντες διακεῖσθαι τὸν νεώτερον περὶ αὐτὴν, καὶ ἄλλως μὴ δύνασθαι ἀποκοπῆναι τῆς συνηθείας. Λαβὼν δὲ αὐτὴν ὁ νεώτερος εἰς τὰς χεῖρας, καὶ παρὰ τοῦ ἐπισκόπου, καὶ παρὰ τοῦ πατρὸς αὐτῆς, παρακαλέσας δὲ αὐτὴν, ἀπαγαγὼν ταύτην παρέθετο μοναστηρίῳ γυναικῶν, παρακαλέσας τὴν αὐτόθι διάκονον τῆς ἀδελφότητος μέχρι τῶν ἡμερῶν τοῦ τοκετοῦ αὐτῆς ἀνασχέσθαι ταύτης. Καὶ καταλιπὼν αὐτὴν ἐν τῷ μοναστηρίῳ ὁ ἀναγνώστης, ἀπελθὼν ἑαυτὸν ἐγκαθεῖρξεν εἰς κελλίον αὐχμηρὸν, ἀναλαβὼν πολιτείαν σκληραγωγίας ἀκροτάτην, προσελθὼν τῷ Χριστῷ ἐν καρδίᾳ συντετριμμένῃ, μετὰ πολλῶν δακρύων καὶ στεναγμῶν, λέγων· Σὺ οἶδας, Κύριε, τὰς ἐμὰς πράξεις, ὁ ἐπιστάμενος πάντα ὃν οὐδὲν λέληθεν. Οὐδὲ ἔστι τις τόπος ἀπόκρυφος ἐν ᾧ τις ἀποκρυβήσεται τῆς σῆς παντεφόρου δυνάμεως. Ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσθαι, σὺ μόνος βλέπεις βάθη λογισμῶν, καὶ πᾶσα ἔννοια παρὰ σοῦ ὁρᾶται ὀφθαλμοφανῶς· σὺ ὢν ἐταστὴς ἐνθυμήσεως ὀξὺς δικάζεις ἀκριβῶς· σὺ ἀδικουμένων βοηθός· αὐτὸς εἶ συκοφαντουμένων ἔκδικος ἀπαραλόγιστος, ᾧ οὐδὲν ἀρέσκει τῶν ἀδίκων. Πᾶσα δὲ ῥοπὴ ζυγοῦ δικαιοσύνης παρὰ σοί. Πάρεστι γὰρ πάντοτέ σοι φῶς ἀπρόσιτον, καὶ πᾶν ἔργον ἀνθρώπων ἐνώπιόν σού ἐστιν. Τῆς οὖν σῆς ἐστι δικαίας καὶ ἀπαραλλάκτου κρίσεως ἀποφῆναι καὶ τὴν δίκην τὴν ἐμήν. Προσευχομένου τοῦ νεανίσκου ἐκτενῶς, καὶ τῇ νηστείᾳ προσκαρτεροῦντος ἐμμελῶς, ἐντὸς ὀλίγου χρόνου παρεγένοντο αἱ ἡμέραι τοῦ τοκετοῦ αὐτῆς. Καὶ ἐνστάσης τῆς ὥρας, παρεγένετο καὶ ἡ δικαία κρίσις τοῦ Θεοῦ φέρουσα ἀπότομον ὀδύνην καὶ ἀφόρητον τῇ συκοφαντησάσῃ· καὶ στεναγμῶν πλῆθος ἀμέτρητον, ὠδῖνες πόνων ἀνεκδιήγητοι, καταχθονίων κολαστηρίων ὁράσεις φοβεραὶ, ταύτην τὴν ἀθλίαν πολιορκοῦσαι ἰσχυρῶς· καὶ τὸ βρέφος τῆς γαστρὸς τῷ ὄγκῳ οὐ προέκυπτεν. Παρῆλθεν ἡμέρα πρώτη, καὶ δευτέρα, καὶ ὠδῖνες ἀφορητότεραι· ἐπέστη τρίτη, καὶ τετάρτη, καὶ τὸ ἄλγος πολλαπλασίως χαλεπώτερον· διεδέξατο πέμπτη καὶ ἕκτη σὺν ἑβδόμῃ σκοτεινῇ, καὶ ἡ ταλαίπωρος γυνὴ ἀπὸ πολλῆς ἀνίας τῷ ᾅδῃ προσωμίλει· ἐν ταύταις ὅλαις ταῖς ἡμέραις μηδ' ὅλως τροφῆς προσλαβομένη, μηδὲ τὸ τυχὸν ὕπνου μετασχοῦσα· ἀλλ' οἰμωγαῖς βασάνων πόνους ἀνηκέστους διαδεχομένων, μετὰ ταῦτα πάντα ταῖς προσευχαῖς τοῦ νεανίσκου, ἡ τῆς διεφθαρμένης καὶ ψευδηγόρου ἀμείλικτος καρδία τοῖς ἀνυποίστοις πόνοις, καὶ ἡ ἐξομολόγησις συνεξῆλθεν γοεραῖς φωναῖς βοῶσα· Οἴμοι τῇ ἀθλίᾳ, κινδυνεύω ἀπολέσθαι δυσὶ κακοῖς περιπεσοῦσα, συκοφαντίᾳ καὶ πορνείᾳ· ἀπώλεσά μου τὴν παρθενίαν, διχοστασίᾳ παρεδόθην· ὑπὸ ἑτέρου καταφθαρεῖσα, τοῦ ἀναγνώστου κατηγόρησα. Ἀκούσασαι δὲ ταῦτα αἱ παρθένοι τοῦ μοναστηρίου τῷ πατρὶ αὐτῆς ἀπήγγειλαν τὰ πάντα. Ὁ δὲ πατὴρ αὐτῆς αἰδούμενος τοὺς πάντας ὡς μὴ καταγνωσθῆναι ἐπὶ τῇ συκοφαντίᾳ, τοῖς εἰρημένοις οὐ πιστεύσας, ἡσύχασεν τὰ ὅλα. Ὡς δὲ ἡ δικαία κρίσις ἐφεστῶσα ἡ δικάζουσα τὰ πάντα, πάλιν ἐπαλλήλους τῇ ἀθλίᾳ ταύτῃ ἔτικτεν ὠδῖνας· λοιπὸν μὴ δυναμένης ἢ ζῆσαι ἢ ἀποθανεῖν· καὶ τοῦ τοκετοῦ μὴ ἐκφυγούσης, ἐπιφαίνει ἡ ἡμέρα ἡ
apart from the honourable sanctuary, and that I should not be worthy to be a cleric of thy holiness, command that she be given to me from now on as a wife. For henceforth neither am I a cleric, nor is she a virgin. And having heard these things, the bishop and the presbyter her father gave her up to the reader, expecting that the young man was affectionately disposed towards her, and could not otherwise be cut off from the intimacy. And the young man, having received her into his hands both from the bishop and from her father, and having comforted her, led her away and placed her in a monastery of women, having entreated the deaconess of the sisterhood there to bear with her until the days of her childbirth. And leaving her in the monastery, the reader went away and shut himself up in a squalid cell, taking up a most extreme way of life of austerity, approaching Christ with a contrite heart, with many tears and groanings, saying: Thou knowest, O Lord, my deeds, Who understandest all things and from Whom nothing is hidden. Nor is there any secret place wherein anyone shall be hidden from Thine all-seeing power. Thou Who knowest all things before they come to be, Thou alone beholdest the depths of thoughts, and every intent is seen manifestly by Thee; Thou, being a keen searcher of purpose, judgest strictly; Thou art the helper of the wronged; Thou Thyself art the undeceived avenger of the slandered, Whom nothing of unrighteous things pleases. And every turn of the scale of righteousness is with Thee. For unapproachable light is ever present with Thee, and every work of men is before Thee. It belongs therefore to Thy righteous and unchangeable judgement to declare my cause also. While the young man prayed earnestly, and persevered assiduously in fasting, within a short time the days of her childbirth arrived. And when the hour was at hand, there arrived also the righteous judgement of God bringing sharp and unbearable pain upon her who had slandered; and an unmeasured multitude of groanings, unutterable pangs of travails, fearful visions of subterranean places of punishment besieging this wretched woman mightily; and the babe came not forth because of the bulk of the womb. The first day passed, and the second, and the travails were more unbearable; the third came on, and the fourth, and the anguish was manifoldly more grievous; the fifth and sixth succeeded together with a dark seventh, and the miserable woman from great distress was conversing with Hades; in all these days having partaken of no food at all, nor shared in the least sleep; but with wailings of torments succeeding incurable pains, after all these things, through the prayers of the young man, the relentless heart of the corrupted and false-speaking woman yielded to the unendurable pains, and confession came forth together with mournful cries as she shouted: Woe is me, the wretched one! I am in danger of perishing, having fallen into two evils, slander and fornication; I have lost my virginity, I have been delivered up to dissension; having been corrupted by another, I accused the reader. And having heard these things, the virgins of the monastery reported all things to her father. But her father, being ashamed before all lest he be condemned for the slander, not believing the things spoken, kept the whole matter quiet. And as the righteous judgement standing over her, which judges all things, again brought forth successive travails upon this wretched woman—she being henceforth able neither to live nor to die, and not escaping the childbirth—there dawns the day, the
PG 34:1243Read from the page
ὀγδόη, καὶ πάλιν ἡ ἐννάτη, βαθυτάτῳ σκότῳ τῶν ἀλήκτων στρόφων ταύτην ἀμαυρῶσαι. Ὡς οὖν οὐκ ἔφερεν ἡ συνοδία τὰς μεγάλας ταύτης οἰμωγὰς, δρομαῖαι ἀπελθοῦσαι ἀναγγέλλουσι τῷ ἐπισκόπῳ, ὅτι Ἔστιν ἐννάτη σήμερον ἡμέρα ὅτι ἡ δεῖνα ἐξομολογεῖται ὅτι Τοῦδε τοῦ ἀναγνώστου κατεστάθην, καὶ ἀποκυῆσαι οὐκ ἰσχύω· ἐσυκοφάντησα γὰρ τοῦτον. Ὁ δὲ ἐπίσκοπος ἀκούσας παρὰ τῶν παρθένων πάντα τὰ ῥηθέντα, πέμπει πρὸς τὸν ἀναγνώστην δύο διακόνους, δηλῶν αὐτῷ πάντα, καὶ ἵνα εὔξηται ἐκεῖνος ῥυσθῆναι τῆς ἀνάγκης τὴν ταλαίπωρον γυναῖκα. Ὁ δὲ γενναῖος οὗτος νεανίσκος οὐδὲ ἀπόκρισιν αὐτοῖς δέδωκεν, μηδὲ τὴν θύραν ἀνοίξας· ἀλλ' ἀφ' ἧς ἡμέρας εἰς τὴν κέλλαν εἰσῆλθεν, τὸν συνήθη κανόνα τῆς νηστείας ἐκπληρῶν, καὶ ταῖς δεήσεσιν ἱκετεύων τὸν Θεόν. Κατακαμφθεὶς δὲ ὁ πατὴρ πρὸς οἶκτον τῆς ἰδίας θυγατρὸς, ἐλθὼν πρὸς τὸν ἐπίσκοπον ἐδεήθη αὐτοῦ σφόδρα εὐχὴν ταύτης γενέσθαι ἐν τῇ Ἐκκλησίᾳ· καὶ γινομένης ὑπὸ πάντων προσευχῆς πρὸς τὸν Δεσπότην, οὐδ' οὕτως ἡ ἀθλία τῆς ἀνάγκης ἐλυτρώθη. Αἱ γὰρ εὐχαὶ τοῦ συκοφαντηθέντος δυσωποῦσαι τὸν Δεσπότην, ἀπετείχισαν τὰς τούτων μὴ παραδεχθῆναι. Τούτων οὕτω γεγονότων, ἀναστὰς ὁ ἐπίσκοπος ἐπορεύθη εἰς τὴν κέλλαν ἐν ᾗ ἦν ὁ ἀναγνώστης· καὶ κρούσαντος τὴν θύραν οὐκ ἤθελεν ἀνοῖξαι. Ἐπὶ πολὺ δὲ τοῦ ἐπισκόπου ἔξω παρεστῶτος, κἀκείνου ἔνδον ὄντος, κελεύει ὁ ἐπίσκοπος τὴν θύραν ἐπαρθῆναι. Καὶ εἰσελθόντες εὗρον τὸν νεανίσκον τῇ προσευχῇ προσκαρτεροῦντα, ἐπὶ τοῦ ἐδάφους ἐφαπλωμένον· καὶ πολὺ παρακαλέσας τοῦτον ἤγειρεν, λέγων· Ἀδελφὲ Εὐστάθιε ἀναγνῶστα, φανερωθείσης τῆς συκοφαντίας, Θεοῦ οἰκονομίᾳ, τῶν σῶν εὐχῶν εἰσακουσθεισῶν, κατοικτειρήσας τὴν εἰς σὲ ἡμαρτηκυῖαν πολὺ καταικισθεῖσαν ταῖς μάστιξι τῶν βασάνων, λῦσον τὰς ἁμαρτίας· ταῖς γὰρ σαῖς εὐχαῖς τοιαῦτα πάσχει· καὶ εἰπὲ πρὸς τὸν Δεσπότην, ἵνα αὐτὴν ἐλευθερώσῃ τοῦ τοκετοῦ τῆς κοιλίας. Τοῦ δὲ ἀοιδίμου ἀναγνώστου ἅμα τῷ ἐπισκόπῳ ἐκτενῶς προσευξαμένου, παραχρῆμα ἡ ἀθλία ἠλευθερώθη τῆς ἀνάγκης, ἀποκυήσασα παιδίον, ἱκετεύουσα τοὺς πάντας ἀφεθῆναι αὐτῇ τὴν ἀνομίαν ταῖς πρεσβείαις τοῦ δικαίου· ὃν λοιπὸν οἱ πάντες εἶχον τὸν γενναῖον ἐν τάξει τῶν μαρτύρων. Πάσης γὰρ μερίμνης ἑαυτὸν ἐλευθερώσας εἰς ἄκραν πολιτείαν τῆς ἀρετῆς ἀνῆλθεν, ὡς καὶ χαρίσματος πνευματικοῦ τοῦτον ἀξιωθῆναι. Ταῦτα δὲ ἐγράψαμεν, ἵνα μηδεὶς συκοφαντήσας περιπαγῇ τοῖς δικτύοις τοῦ ἐχθροῦ, καὶ ἐμπέσῃ εἰς ὀδύνας ἀφορήτους τέως τῆς σαρκὸς, καθὰ καὶ ἡ προγραφεῖσα ψευδοτόκος· μετὰ δὲ τὴν ἐντεῦθεν τοῦ σώματος ἀπαλλαγὴν παραδοθεὶς κολαστηρίοις αἰωνίοις καὶ ἀτελευτήτοις. Ὁ γὰρ συκοφαντῶν παροργίζει τὸν Θεόν. Ὁ δὲ συκοφαντούμενος καὶ ὑποφέρων εὐλαβῶς, καὶ εὐχαῖς ἐπιτρέπων τὴν φανέρωσιν, ἀναμένων τὴν δικαίαν κρίσιν τοῦ Θεοῦ, καθὼς καὶ ὁ στεφανίτης τοῦ Χριστοῦ ὁ καὶ ἐνταῦθα, κατὰ κράτος δοξασθεὶς, καὶ τῶν αἰωνίων στεφάνων καταξιωθείς. Μάθωμεν οὖν ἀκριβῶς τὴν ἀήττητον δύναμιν τῆς εὐχῆς τῆς καὶ τοὺς ἐν πίστει στηριζούσης, καὶ τοὺς ἐν ἁμαρτίαις ἐλεούσης, καὶ τοῖς τὴν ἀρετὴν κατορθοῦσι βοηθούσης, καὶ τὴν κτίσιν πᾶσαν κρατούσης, καὶ τὸν κτίστην πάντων δυσωπούσης, καὶ τοὺς κατορθοῦντας τὴν ἀρίστην πολιτείαν στεφανούσης
eighth, and again the ninth, to darken her with the deepest gloom of unceasing griping pains. Since therefore the community could not bear her great wailings, departing at a run they report to the bishop: Today is the ninth day since such a woman confesses: I was set against such a reader, and I am not strong enough to bring forth; for I slandered him. And the bishop, having heard from the virgins all the things spoken, sends two deacons to the reader, making known all things to him, and that he should pray that the miserable woman might be delivered from her distress. But this noble young man did not even give them an answer, nor open the door; but from the day he entered into the cell, he was fulfilling the customary rule of fasting, and entreating God with supplications. And her father, bent down to pity for his own daughter, having come to the bishop besought him earnestly that prayer should be made for her in the Church; and when prayer was made by all to the Master, not even so was the wretched woman ransomed from her distress. For the prayers of the slandered man, entreating the Master, walled off their prayers so as not to be accepted. When these things had thus come to pass, the bishop rose up and went to the cell in which the reader was; and when he knocked at the door he would not open. And when the bishop had stood outside for a long time, and he remained within, the bishop commands the door to be lifted off. And having entered, they found the young man persevering in prayer, stretched out upon the ground; and having entreated him much he raised him up, saying: Brother Eustathius, reader, since the slander has been made manifest by the providence of God, thy prayers having been heard, take pity on her who sinned against thee and has been greatly tormented by the scourges of tortures, and loose her sins; for through thy prayers she suffers such things; and speak to the Master, that He may set her free from the childbirth of the womb. And when the renowned reader prayed earnestly together with the bishop, immediately the wretched woman was set free from her distress, having brought forth a little child, entreating all that her iniquity might be forgiven her through the intercessions of the righteous man; whom henceforth all held, noble as he was, in the rank of the martyrs. For having freed himself from every care, he ascended to an extreme way of life of virtue, so that he was counted worthy also of a spiritual gift. And these things we have written, that no one having slandered may be entangled in the nets of the enemy, and fall into unbearable pains of the flesh for the present, even as the aforesaid false mother also; and after the departure of the body from hence be delivered up to eternal and endless places of punishment. For he who slanders provokes God to wrath. Whereas he who is slandered and endures devoutly, and commits the manifestation to prayers, awaiting the righteous judgement of God, even as the crowned champion of Christ here also, is mightily glorified, and counted worthy of the eternal crowns. Let us learn therefore accurately the invincible power of prayer, which both establishes those in faith, and has mercy on those in sins, and helps those who successfully practise virtue, and upholds all creation, and entreats the Creator of all, and crowns those who successfully practise the noblest way of life,
PG 34:1244Read from the page
καὶ τοὺς συκοφάντας φανερούσης, καὶ τοῖς ταύτῃ προσκαρτεροῦσιν οὐρανῶν βασιλείαν δωρουμένης.
and makes manifest slanderers, and bestows the kingdom of heaven upon those who persevere therein.
ΚΕΦΑΛ. ΡΜΒʹ. Περὶ Σαλβίας.
Chapter 142. Concerning Salvia.
Κατ' ἐκεῖνο καιροῦ συνέβη ἅμα ὁδεύειν ἡμᾶς ἀπο Αἰλίας ἐπὶ τὴν Αἴγυπτον, προπέμποντας τὴν μακαρίαν Σαλβίαν, τὴν παρθένον γυναῖκα, ἀδελφὴν δὲ Ῥουφίνου τοῦ ἀπὸ ἐπάρχων.
At that season it happened that we were journeying together from Aelia unto Egypt, escorting the blessed Salvia, the virgin woman, and sister of Rufinus the former prefect.
ΚΕΦΑΛ. ΡΜΓʹ. Περὶ Ἰουβίνου.
Chapter 143. Concerning Jubinus.
Ἐν οἷς ἦν σὺν ἡμῖν καὶ Ἰουβῖνος, τότε μὲν διάκονος, νυνὶ δὲ ἐπίσκοπος γεγονὼς τῆς Ἀσκάλωνος Ἐκκλησίας, ἀνὴρ εὐλαβὴς καὶ φιλόλογος. Σφοδροτάτου οὖν καύματος καταλαβόντος ἡμᾶς, καταντήσαντας εἰς τὸ Πηλούσιον, ἔτυχε τὸν Ἰουβῖνον νιπτῆρα λαβόντα νίψασθαι τὰς χεῖρας καὶ τοὺς πόδας πυγμῇ ψυχροτάτου ὄντος τοῦ ὕδατος, καὶ μετὰ τὸ νίψασθαι δερμοτύλῳ ἐπαναπαύσασθαι ῥιφέντι κατὰ τοῦ ἐδάφους. Ἐπιστᾶσα δὲ τούτῳ ἡ μακαρῖτις Σαλβία, ὡς μήτηρ σοφὴ υἱοῦ κηδομένη γνησίου, ἐπέσκηπτεν αὐτοῦ τῇ ἁπαλότητι τοῦ σώματος, λέγουσα αὐτῷ· Πῶς θαρσεῖς σου τῷ σώματι, τοιαύτην ἄγων τὴν ἡλικίαν, καὶ ἔτι ζέοντός σου τοῦ αἵματος; οὕτως σου φιλοκαλεῖς τὸ σαρκίον, ὡς μὴ αἰσθόμενος τῶν ἐξ αὐτοῦ σοι τικτομένων βλαβερῶν; Θάρσει, λέγουσα, τέκνον, ὅτι ἑξηκοστὸν νῦν ἄγουσα ἔτος τῆς ἡλικίας ἐκτὸς τῶν ἄκρων χειρῶν, καὶ αὐτὸ διὰ κοινωνίαν, οὐκ ὄψις μου ἥψατο ὕδατος, οὐ ποῦς, οὐδ' ἄλλο τι τῶν μελῶν, καίπερ διαφόροις ληφθείσης ἀῤῥωστίαις, καὶ ὑπὸ τῶν ἰατρῶν ἀναγκαζομένης λουτρῷ χρήσασθαι, οὐκ ἠνεσχόμην ἀποδοῦναι τῇ σαρκὶ τὸ ἔθος· οὐκ ἐπὶ κλίνης ἐκαθεύδησα, οὐ λεκτικίῳ ὥδευσά που.
Among whom there was with us also Jubinus, at that time a deacon, and now become bishop of the Church of Ascalon, a devout and scholarly man. Very vehement heat therefore having overtaken us when we arrived at Pelusium, it happened that Jubinus took a basin to wash his hands and his feet thoroughly, the water being very cold, and after washing rested upon a skin rug flung down upon the ground. And standing over him, the blessed Salvia, like a wise mother caring for a true son, rebuked the softness of his body, saying to him: How art thou bold with thy body, passing through such an age, and thy blood still boiling? Dost thou thus pamper thy little flesh, as not perceiving the harmful things gendered for thee from it? Take courage, child, said she, for passing now the sixtieth year of mine age, except for the tips of my hands, and that on account of the communion, neither hath my face touched water, nor my foot, nor any other of my members; although seized by various infirmities, and compelled by the physicians to use a bath, I did not endure to yield the custom to the flesh; I have not slept upon a bed, I have not journeyed anywhere in a litter.
Αὕτη λογιωτάτη γέγονεν, ἣ καὶ τὸν θεῖον Λόγον φιλήσασα τὰς νύκτας εἰς ἡμέρας ἀνέστρεψεν δαψιλῶς ἐλαίῳ ταύτας καταλάμπουσα, πᾶν σύγγραμμα τῶν ἀρχαίων ὑπομνηματιστῶν διελθοῦσα· ἐν οἷς Ὠριγένους μυριάδας τριακοσίας, Γρηγορίου καὶ Πιερίου καὶ Στεφάνου, καὶ Βασιλείου, καὶ ἑτέρων τινῶν σπουδαιοτάτων μυριάδας εἴκοσι πέντε· οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν παρελθοῦσα ταῦτα, ἀλλὰ πεπονημένως, ἕκαστον βιβλίον ἕβδομον ἢ ὄγδοον διελθοῦσα. Διὸ καὶ ἠδυνήθη ψευδωνύμου γνώσεως ἐλευθερωθεῖσα πτερωθῆναι πρῶτον τῇ χάριτι τοῦ Θεοῦ, εἶτα καὶ τῇ δυνάμει τῶν λογίων τοῦ Πνεύματος, ἐλπίσι χρησταῖς ἑαυτὴν ὄρνιν ἐργασαμένη πνευματικὴν, καὶ διαπεράσασα τὸν τούτου τοῦ βίου ζόφον ἀνέπτη πρὸς τὸν Χριστὸν, τὰς ἀθανάτους ἀμοιβὰς παρ' αὐτοῦ ἀποληψομένη.
She became most learned, who having also loved the divine Word turned the nights into days, abundantly illuminating them with oil, having gone through every treatise of the ancient commentators; among which were three million lines of Origen, and two hundred and fifty thousand lines of Gregory, and Pierius, and Stephen, and Basil, and certain other most earnest men; not simply nor casually passing through these, but laboriously, having gone through each book a seventh or eighth time. Wherefore also, having been freed from falsely-called knowledge, she was able to be winged first by the grace of God, and then also by the power of the oracles of the Spirit, by good hopes having made herself a spiritual bird, and having crossed over the gloom of this life she flew up to Christ, to receive from Him the immortal rewards.
ΚΕΦΑΛ. ΡΜΔʹ. Περὶ Ὀλυμπιάδος.
Chapter 144. Concerning Olympias.
Ταύτης κατ' ἴχνος βαίνουσα καὶ κατὰ πᾶσαν ἀρετὴν τῆς ἐνθέου πνευματικῆς πολιτείας ἡ σεμνοπρεπεστάτη Ὀλυμπιὰς, καὶ ζηλωτικωτάτη τῆς εἰς οὐρανὸν φερούσης ὁδοῦ, ἐν πᾶσιν ἀκολουθήσασα τῇ γνώμῃ τῶν θείων Γραφῶν, θυγάτηρ γεγονυῖα τὸ κατὰ σάρκα Σελεύκου τοῦ ἀπὸ κομήτων, ἀληθινὸν δὲ τέκνον Θεοῦ κατὰ Πνεῦμα, ἐκγόνη δὲ Ἀβλαβίου τοῦ ἀπὸ ἐπάρχων, νύμφη δὲ πρὸς ὀλίγας ἡμέρας Νεβριδίου τοῦ ἀπὸ ἐπάρχων πόλεως Κωνσταντίνου· αὕτη δὲ τῇ ἀληθείᾳ γυνὴ οὐδενός. Λέγεται γὰρ ἀμίαντος κεκοιμῆσθαι παρθένος σύμβιος γεγονυῖα τοῦ θείου
Walking in her footsteps and in every virtue of the godly spiritual way of life, the most venerable Olympias, most zealous also for the way that leads to heaven, having followed in all things the mind of the divine Scriptures, having become according to the flesh the daughter of Seleucus the former count, and a true child of God according to the Spirit, and granddaughter of Ablabius the former prefect, and bride for a few days of Nebridius the former prefect of the city of Constantine; yet in truth the wife of no man. For she is said to have fallen asleep an undefiled virgin, having become the consort of the divine
Notes, col. 1244

On the reading

Printed ἐπαναπαύσασθσι, for ἐπαναπαύσασθαι.

Printed ἀπο, for ἀπὸ.

PG 34:1249Read from the page
λόγου, σύνευνος δὲ πάσης ἀληθοῦς ταπεινοφροσύνης· κοινωνὸς δὲ καὶ διάκονος πάντων τῶν δεομένων. Αὕτη πάντα τὸν ἄπειρον ἐκεῖνον καὶ ἀμέτρητον πλοῦτον διασκορπίσασα, πᾶσιν ἁπλῶς καὶ ἀδιακρίτως ἐπήρκεσεν. Οὔτε γὰρ πόλις, οὐ χώρα, οὐκ ἔρημος, οὐ νῆσος, οὐκ ἐσχατιὰ ἄμοιρος ἔμεινεν τῶν ταύτης ἐπιδόσεων τῆς ἀοιδίμου · ἀλλ' ἐπήρκεσεν καὶ ἐκκλησίαις εἰς ἀναθέματα ἱερουργικὰ, καὶ μοναστηρίοις, καὶ κοινοβίοις, καὶ πτωχοτροφείοις, καὶ φυλακαῖς, καὶ τοῖς ἐν ἐξορίαις, καὶ πᾶσαν ἁπλῶς τὴν οἰκουμένην κατασπείρασα ταῖς ἐλεημοσύναις. Αὕτη ἡ μακαρία εἰς τὸν ἀκρότατον ὅρον ἐξεπήδησεν τῆς ταπεινοφροσύνης, εἰς ὃν οὐκ ἦν ἐφευρεθῆναί τι πλέον · ἀκενόδοξος βίος, ἀσχημάτιστον εἶδος · ἄπλαστον ἦθος · ἀκαλλώπιστος ὄψις · ἄϋλον σῶμα · ἀπέρπερος νοῦς · ἄτυφος γνώμη · ἀτάρακτος καρδία · ἄϋπνος ἀγρυπνία · ἀπερίεργον πνεῦμα · ἀμέτρητος ἀγάπη · ἀκατάληπτος κοινωνία · εὐκαταφρόνητος ἐσθής · ἐγκράτεια ἄμετρος · εὐθύτης διανοίας εἰς Θεόν · ἐλπίδες ἀένναοι · ἐλεημοσύναι ἀνεκδιήγητοι · πάντων ταπεινῶν ἐγκαλλώπισμα · πολλοὺς πειρασμοὺς ἐξαντλήσασα ἐξ ἐνεργείας τοῦ ἐθελοκάκου καὶ ἀπειροκάλου. Οὐ μικροὺς ἀγῶνας ἀγωνισαμένη ὑπὲρ ἀληθείας Θεοῦ · ἀμέτροις δακρύοις νύκτωρ καὶ μεθ' ἡμέραν ἀνενδεῶς συμβιώσασα · ὑποταττομένη πάσῃ φύσει ἀνθρωπίνῃ διὰ τὸν Κύριον · μετὰ πάσης εὐλαβείας ὑποκλινομένη τοῖς ἐπισκόποις τοῖς ἁγίοις · σέβουσα τὸ πρεσβυτέριον · τιμῶσα τὸν κλῆρον. Αἰδουμένη τὴν ἄσκησιν· ἀποδεχομένη παρθενίαν· χηρείᾳ ἐπαρκοῦσα· ὀρφανίαν ἀνατρεφομένη · γήρως ὑπερασπίζουσα · ἀσθενοῦντας ἐπισκεπτομένη · ἁμαρτωλοῖς συμπενθοῦσα · πεπλανημένους ὁδηγοῦσα · τοὺς πάντας ἐλεοῦσα · τοὺς πενομένους ἀφειδῶς οἰκτείρουσα· πολλάς τε τῶν ἀπίστων κατηχήσασα γυναῖκας, καὶ τὰ πρὸς τὴν ζωὴν ἐπικουρήσασα, ἀείμνηστον χρηστότητος ὄνομα διὰ παντὸς τοῦ βίου κατηλέησεν. Ἀπὸ δουλείας εἰς ἐλευθερίαν τῶν οἰκετῶν μυρίων ἑσμὸν ἀνακαλεσαμένη, ἰσοτίμους τῆς ἰδίας εὐγενείας ἀπέφηνεν · μᾶλλον δὲ εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ εὐγενέστεροι τῷ σχήματι τῆς ἁγίας ταύτης ἐδείκνυντο. Οὐδὲ γὰρ εὐτελέστερόν τι τῶν ἐνδυμάτων ταύτης εὑρεθῆναι ἐδυνάτο. Τῶν γὰρ πάνυ ῥακοδυτούντων ἀνάξια ἦν τὰ τῆς ὁσίας ταύτης σκεπάσματα. Τοιαύτη δὲ παρ' αὐτῆς ἡπιότης ἐτρέφετο, ὡς καὶ αὐτῶν τῶν παιδίων ὑπερακοντίσαι τὸ ἀφελές. Ψόγος οὐδεὶς οὐδέποτε οὐδὲ τῶν πέλας παρὰ τῇ χριστοφόρῳ ταύτῃ ηὑρίσκετο · ἀλλὰ πᾶς ὁ ταύτης ἀβίωτος βίος ἐν κατανύξει καὶ συχνῇ δακρύων ὑπῆρχεν ροῇ · καὶ ἦν ἰδεῖν μᾶλλον πηγὴν τὰ ἑαυτῆς νάματα ἐπιλείπουσαν ἐν τοῖς καύμασιν, ἢ τοὺς ἀμετεωρίστους ταύτης, καὶ ἀεὶ τὸν Χριστὸν ὁρῶντας ὀφθαλμοὺς διαλιμπάνειν δακρύων ποτέ. Καὶ τί μέλλω; ὅσον γὰρ ἂν παρέξω τῇ ἐμῇ διανοίᾳ σχολὴν τοὺς ταύτης ἄθλους τῆς πεπετρωμένης ψυχῆς καὶ ἀρετὰς διηγούμενος, πολὺ κατόπιν οἱ λόγοι τῶν ἔργων εὑρεθήσονται. Καὶ μή τις νομίσῃ μὲ κεκομψευμένως λέγειν τὰ περὶ τῆς ἀπαθεστάτης ταύτης, καὶ λοιπὸν ὅλης τοῦ ἁγίου Πνεύματος τιμίου σκεύους Ὀλυμπιάδος τῆς σεμνοτάτης · ἀλλ' αὐτόπτην γεγενημένον καὶ θεωροῦντα τὸν τῆς μακαρίας ταύτης βίον καὶ ἀγγελικὴν πολιτείαν, ὡς ἅτε πνευματικὸν γνήσιον φίλον καὶ συγγενῶν οἰκειότατον · ὥς
of the word, and consort of all true humility; a sharer also and minister of all those in need. Having dispersed all that boundless and immeasurable wealth, she succoured all men simply and without distinction. For neither city, nor country, nor desert, nor island, nor remotest border remained without a share in the bounties of this renowned woman; nay, she supplied also churches for liturgical offerings, and monasteries, and cenobia, and poorhouses, and prisons, and those in exile, having simply sown the whole inhabited earth with her almsdeeds. This blessed woman leaped forth to the highest bound of humility, beyond which nothing further could be found: a life free from vainglory, an unfeigned appearance; an unstudied character; an unadorned countenance; an immaterial body; an unboastful mind; an unpretentious judgement; an untroubled heart; a sleepless vigil; an unmeddling spirit; immeasurable charity; incomprehensible fellowship; contemptible attire; immeasurable continence; uprightness of mind towards God; unfailing hopes; unspeakable almsdeeds; the ornament of all the lowly; having drained to the dregs many temptations from the working of him who is wilfully evil and ignorant of all good. Having striven in no small contests on behalf of the truth of God; having lived unfailingly night and day in immeasurable tears; subjecting herself to every human nature for the Lord's sake; bowing down with all reverence to the holy bishops; reverencing the presbytery; honouring the clergy. Respecting asceticism; welcoming virginity; succouring widowhood; rearing up orphanhood; defending old age; visiting the sick; mourning with sinners; guiding those who had gone astray; having mercy upon all; unsparingly pitying the poor; and having instructed in the faith many women of the unbelievers, and supplied them with the necessities of life, through her whole life she left behind an ever-remembered name of kindness. Having recalled from slavery into freedom a swarm of ten thousand household servants, she declared them equal in honour to her own nobility; or rather, if one must speak the truth, they were shown to be even nobler by the habit of this holy woman. For nothing more paltry than her garments could be found. For the coverings of this saintly woman were unworthy even of those clad altogether in rags. And such gentleness was fostered by her as to outstrip even the simplicity of little children themselves. No blame whatever, not even from her neighbours, was ever found with this Christ-bearing woman; but all her unlivable life was spent in compunction and a continual stream of tears; and one might rather see a fountain failing of its own waters in the summer heats than her undistracted eyes, which ever beheld Christ, ever ceasing from tears. And why do I delay? For however much leisure I grant to my mind in recounting the struggles of her rock-like soul and her virtues, my words will be found far behind her deeds. And let no one suppose that I speak with studied elegance the things concerning this most passionless woman, who was moreover wholly a precious vessel of the Holy Spirit, the most venerable Olympias; but as one who had been an eyewitness and beheld the life and angelic way of life of this blessed woman, inasmuch as I was a genuine spiritual friend and most intimate with her kinsfolk; so that
Notes, col. 1249

On the reading

Printed ἐδυνάτο, for ἐδύνατο.

Printed ροῇ, for ῥοῇ.