τευτον καταλεῖψαι, γραΐδων τάχα πολλῶν συνετῶν καὶ σπουδαίων ταύτην πολὺ μᾶλλον διαφέρουσαν. Τὴν νέαν τοίνυν τῇ ἡλικίᾳ, πρεσβύτιν δὲ τῇ γνώμῃ τῆς εὐσεβείας· ταύτην μὲν βίᾳ οἱ γεννήσαντες ἤγαγον πρὸς γάμον, ζεύξαντες αὐτὴν τῷ πρώτῳ τῆς Ῥώμης. Ἥτις ἀεὶ τοῖς διηγήμασι τῆς ἑαυτῆς μάμμης νυττομένη ἐπὶ τοσοῦτον ἐκεντρώθη, ὡς μηδὲ δυνηθῆναι ἐξυπηρετήσασθαι τῷ γάμῳ. Γενομένων γὰρ αὐτῇ δύο παιδίων ἀῤῥένων, καὶ τῶν δύο τελευτησάντων, εἰς τοσοῦτον μῖσος τοῦ γάμου ἤλασεν, ὡς εἰπεῖν τῷ ἑαυτῆς ἀνδρὶ Πινιανῷ, τῷ υἱῷ Σευήρου τοῦ ἀπὸ ἐπάρχων, ὅτι Εἰ μὲν αἱρήσαις συνοικῆσαί μοι κατὰ τὸν τῆς σωφροσύνης λόγον, καὶ δεσπότην σε οἶδα, καὶ κύριον τῆς ἐμῆς ζωῆς ὁμολογήσω σε· εἰ δὲ βάρος σοι τοῦτο ὡς νεωτέρῳ φαίνεται, πάντα μου λάβε τὰ πράγματα, καὶ μόνον τὸ σῶμά μου ἐλευθέρωσον, ἵνα πληροφορήσω μου κατὰ Θεὸν ἐπιθυμίαν, κληρονόμος γενομένη τῆς κατὰ Θεὸν ἀρετῆς τῆς ἐμῆς μάμμης, ἧς καὶ τὸ ὄνομα ἔχω. Εἰ γὰρ ἐβούλετο ἡμᾶς ὁ Θεὸς ἐν τῷ κόσμῳ τούτῳ διάγειν, καὶ τῶν ἐξ αὐτοῦ ἀπολαύειν, οὐκ ἄν μου ἔλαβεν ἄωρα τὰ τεχθέντα παιδία. Ἐπὶ πολὺν δὲ χρόνον ζυγομαχησάντων αὐτῶν εἰς ὕστερον ὁ Θεὸς κατοικτειρήσας τὸν νέον, ἐνέθηκεν καὶ τούτῳ ζῆλον θεοσεβείας, ὡς ἀποτάξασθαι πάσῃ τῇ ὕλῃ τοῦ κόσμου, ὡς πληρωθῆναι τὸ γεγραμμένον τοῦ Ἀποστόλου ῥητόν· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Γημαμένη οὖν δεκατριῶν ἐτῶν, καὶ συζήσασα τῷ ἀνδρὶ ἑπτὰ ἔτη, τῷ εἰκοστῷ ἔτει ἀπετάξατο. Καὶ πρῶτον μὲν πάντα αὐτῆς τὰ σηρικὰ ἡμιφόρια καλύμματα τοῖς θυσιαστηρίοις ἐδωρήσατο. Τοῦτο δὲ πεποίηκεν καὶ ἡ σεβασμιωτάτη Ὀλυμπιάς. Τὰ δὲ λοιπὰ σηρικὰ ἐνδύματα συγκόψασα, διάφορα ἐποίησεν ἐκκλησιαστικὰ ἔπιπλα. Τὸν δὲ ἄργυρον καὶ τὸν χρυσὸν ἐμπιστεύσασα Παύλῳ τινὶ πρεσβυτέρῳ, μοναχῷ Δαλματησίῳ, διὰ θαλάσσης ἀπέστειλεν ἐν τῇ Ἀνατολῇ, Αἰγύπτῳ, καὶ Θηβαΐδι νομίσματα μύρια· Ἀντιοχείᾳ καὶ τοῖς μέρεσιν αὐτῆς νομίσματα μύρια· Παλαιστίνῃ νομίσματα μύρια πεντακισχίλια· ταῖς ἐν ταῖς νήσοις ἐκκλησίαις, καὶ τοῖς ἐν ταῖς ἐξορίαις, νομίσματα μύρια· ταῖς κατὰ τὴν Δύσιν ἐκκλησίαις, καὶ μοναστηρίοις, καὶ ξενοδοχείοις, καὶ πᾶσι τοῖς δεομένοις, δι' ἑαυτῆς χορηγήσασα καὶ χορηγοῦσα τούτων τετραπλασίονα· ὡς ἐπὶ Θεοῦ ἐξαρπάσασα ἐκ τοῦ στόματος τοῦ λέοντος Ἀλαρίχου τῇ ἑαυτῆς πίστει. Ἠλευθέρωσεν δὲ τὰ βουληθέντα ἀνδράποδα, ἀλλ' ᾐρήσαντο μᾶλλον δουλεῦσαι τῷ ἀδελφῷ αὐτῆς, ᾧ παρεχώρησεν. Ἀλλ' ἡ ἀπὸ τριῶν νομισμάτων, πάντα τὰ κτήματα τὰ ἐν ταῖς Σπανίαις, καὶ Ἀκυτανίᾳ, καὶ Ταρακωνησίᾳ, καὶ Γαλλίαις διαπωλήσασα, τὰ ἐν Σικελίᾳ, καὶ Καμπανίᾳ, καὶ Ἀφρικῇ, ἑαυτῇ καταλέλοιπεν εἰς χορηγίαν μοναστηρίων, καὶ πάντων τῶν δεομένων. Αὕτη ἡ σοφία τῆς θεοφιλεστάτης, καὶ πρεσβυτικὸν νοῦν ἔνθεον ἀνειληφυίας, περὶ τῆς ὕλης τοῦ φορτίου τῶν χρημάτων, Μελανίης τῆς νέας.
as on a pillar, seeing that she far excelled perhaps many prudent and zealous old women. Her therefore, young in age, but an elder in the disposition of piety, her parents led by force to marriage, having yoked her to the foremost man of Rome. And being ever pricked by the narratives of her grandmother, she was goaded to such a degree that she could not even serve the marriage. For after two male children had been born to her, and both had died, she advanced to such a hatred of marriage as to say to her husband Pinianus, the son of Severus the former prefect: If indeed you choose to dwell with me according to the rule of chastity, I both know you as master and will confess you as lord of my life; but if this seems a burden to you as a young man, take all my goods, and set free my body alone, that I may fulfil my desire according to God, becoming heir to the virtue according to God of my grandmother, whose name also I bear. For if God had willed that we should spend our lives in this world and enjoy the things that come from it, He would not have taken untimely the children born to me. And after they had striven against the yoke with one another for a long time, afterwards God, having taken pity on the young man, put into him also a zeal for godliness, so that he renounced all the substance of the world, that the written saying of the Apostle might be fulfilled: For what knowest thou, O wife, whether thou shalt save thy husband? or what knowest thou, O husband, whether thou shalt save thy wife? (1 Cor. 7:16). Having been married therefore at thirteen years, and having lived with her husband for seven years, in her twentieth year she renounced the world. And first she presented all her silk half-mantles as coverings for the altars. And this the most venerable Olympias also did. And having cut up the rest of her silk garments, she made various ecclesiastical furnishings. And having entrusted her silver and gold to a certain presbyter Paul, a Dalmatian monk, she sent across the sea into the East, to Egypt, and the Thebaid ten thousand nomismata; to Antioch and its districts ten thousand nomismata; to Palestine fifteen thousand nomismata; to the churches in the islands, and to those in exile, ten thousand nomismata; having supplied and supplying by herself fourfold these amounts to the churches throughout the West, and monasteries, and hostels for strangers, and to all the needy, before God having snatched them by her faith out of the mouth of the lion Alaric. And she set free the slaves who wished it, though they chose rather to serve her brother, to whom she ceded them. Moreover, selling off for three nomismata all her estates in the Spains, and Aquitania, and Tarraconensis, and the Gauls, she left for herself those in Sicily, and Campania, and Africa for the support of monasteries and of all the needy. Such was the wisdom of the most God-beloved Melania the Younger, who had taken up a God-inspired elder's mind concerning the substance of the burden of wealth.