θορύβων τῶν πολιτικῶν, ἐκπίπτοντες τῆς ἐνθέου προθέσεως. Διά τοι ταῦτα πάντα τὰ κατορθώματα τῆς ἐναρέτου πολιτείας τούτων τῶν μακαρίων ἐντεῦθεν ἤδη βλέπουσι τοῖς νοητοῖς ὀφθαλμοῖς τὰ ἡτοιμασμένα αὐτοῖς παρὰ τῆς δόξης τοῦ Θεοῦ τὰ αἰώνια ἀγαθά.
the civic tumults, falling away from their God-inspired purpose. Wherefore, through all these achievements of the virtuous way of life of these blessed ones, already from hence they behold with their spiritual eyes the eternal good things prepared for them by the glory of God.
Ὁμοίως ἐν ταύτῃ τῇ πόλει εὑρήκαμεν μονάζοντα, χειροτονίαν μὲν πρεσβυτερίου μὴ καταδεξαμένῳ δέξασθαι, ἀπὸ στρατείας ἡγμένον ὀλίγου χρόνου. Ὃς εἰκοστὸν ἔτος ἄγων ἐν ἀσκήσει ταύτην εἶχε τὴν πολιτείαν· παραμένει μὲν τῷ ἐπισκόπῳ τῆς πόλεως ἀνδρὶ ἁγιωτάτῳ. Τοσοῦτον δέ ἐστι φιλάνθρωπος καὶ ἐλεήμων, ὡς καὶ τὰς πόλεις περιιέναι, καὶ ἐλεεῖν τοὺς δεομένους. Οὗτος οὐκ ἀμελεῖ οὐ φυλακῆς, οὐ νοσοκομείου, οὐ πτωχείου, οὐ πλουσίου, οὐ πένητος, ἀλλὰ πᾶσιν ἐπικουρεῖ· τοῖς μὲν πλουσίοις λόγους εὐσπλαγχνίας παρέχων καὶ ἐλέους, ὡς ἀσπλάγχνοις καὶ ἀνελεήμοσιν· τῶν δὲ ἐνδεῶν φροντίζων ἑκάστου τὰ πρὸς τὰς χρείας· τοὺς μαχομένους εἰρηνεύων, τοῖς γυμνοῖς χορηγῶν ἐνδύματα, τοῖς ἀσθενοῦσι τὰ ἀλεξιτήρια πρὸς θεραπείαν. Οἷα δὲ φιλεῖ γίνεσθαι ἐν πάσαις ταῖς πόλεσι ταῖς μεγάλαις, ἔστι καὶ ἐν αὐτῇ. Ἐν γὰρ τῇ στοᾷ τῆς ἐκκλησίας πλῆθος τῶν λωβῶν ἐστι κατακείμενον, ἐρανιζόμενον τὴν τροφὴν τὴν ἐφήμερον, τῶν μὲν ἀγάμων, τῶν δὲ γεγαμηκότων. Συνέβη οὖν μιᾷ τῶν ἡμερῶν ἐν νυκτὶ τίκτειν ἑνὸς τούτων τὴν γυναῖκα ἐν τῇ στοᾷ, καὶ τοῦτο ἐν χειμῶνι. Βοώσης οὖν αὐτῆς, καὶ κεντουμένης ὑπὸ τῆς ἀφορήτου ἐκείνης ὀδύνης, ἐπήκουσεν τῆς ὀλολυγῆς ὁ μακάριος οὗτος προσευχόμενος ἐν τῇ ἐκκλησίᾳ, καὶ καταλείψας τὰς συνήθεις αὐτοῦ προσευχὰς, ἐξελθὼν ἐπίδε, καὶ μηδένα εὑρὼν τὸν ταύτῃ παραστησόμενον ἐν τῇ ἀνάγκῃ ἐκείνῃ, αὐτὸς ἰατρίνης τόπον ἐπέσχεν, οὐ βδελυξάμενος τὸ μῦσος τὸ παρακολουθοῦν ταῖς τικτούσαις τῶν γυναικῶν, ἀναισθησίαν αὐτῷ χαρισαμένης τῆς βαθυτάτης ταύτης ἐλεημοσύνης τῆς παρ' αὐτοῦ γεγενημένης. Τούτου μὲν τοῦ φιλοχρίστου τὸ εἶδος τῶν ἱματίων, ὧν περιβέβληται, οὐκ ἔστιν ἄξιον ὀβολοῦ. Τὸ δὲ βρῶμα τῶν ἱματίων ἀμφήριστον· πυκτίῳ ἐγκύψαι οὐ καρτερεῖ, τῆς φιλανθρωπίας αὐτὸν ἀπελαυνούσης τῶν ἀναγνωσμάτων. Βιβλίον ἐάν τις αὐτῷ χαρίσηται τῶν ἀδελφῶν, παραχρῆμα τοῦτο πιπράσκει, τοῖς ἐνδεομένοις δὲ τὸ τίμημα διανέμων, ἐπιλέγων τοῦτο τοῖς ἐπισκήπτουσι, διὰ τί ταῦτα πωλεῖ, ὅτι Πόθεν ἔχω μου πεῖσαι τὸν διδάσκαλον, ὅτι τὴν τέχνην αὐτοῦ μεμάθηκα ἀκριβῶς, ἐὰν μὴ αὐτῷ ἐκείνῳ καταχρήσωμαι εἰς τὸ τῆς τέχνης κατόρθωμα; Ὁ ἀθάνατος οὗτος ἐν ταύτῃ παραμείνας τῇ πράξει ἄχρι τῆς δεῦρο ἀειθαλὲς μνήμης ὄνομα πάσῃ τῇ περιοίκῳ ἐκείνῃ κατέλιπεν, αὐτὸς τὴν αἰώνιον χαρὰν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ καρπούμενος· ἀπολαμβάνων τῶν μακαρίων πόνων τὰ ἄξια ἔπαθλα· πεινῶντας θρέψας ἐνθάδε, καὶ γυμνοῖς περιβόλαια χαρισάμενος, νυνὶ παρὰ τῷ μισθαποδότῃ τῶν καλῶν ἔργων παντοδαπῆς τρυφῆς ἀπολαύων.
Similarly in this city we found a monk, who had declined to accept ordination to the presbyterate, having come from military service a short time before. Leading his twentieth year in asceticism, he had this way of life: he remains beside the bishop of the city, a most holy man. And he is so philanthropic and merciful as even to go round the cities and show mercy to the needy. This man neglects neither prison, nor hospital for the sick, nor poorhouse, neither rich nor poor, but helps all: to the rich offering words of compassion and mercy, as to men without compassion and unmerciful; and for the destitute taking thought for the needs of each; making peace among those who fight, supplying garments to the naked, and remedies for healing to the sick. Now such things as are wont to happen in all the great cities exist in this one also. For in the portico of the church a multitude of the maimed lies prostrate, begging their daily food, some unmarried and others married. It happened therefore on one of the days at night that the wife of one of these was giving birth in the portico, and that in winter. As she was crying out, therefore, and being pierced by that unbearable pain, this blessed man heard her wailing while praying in the church, and leaving his customary prayers, he went out and looked upon her; and finding no one who would stand by her in that necessity, he himself filled the place of a midwife, not abhorring the defilement that attends women in childbirth, this deepest almsgiving wrought by him having granted him insensibility to it. Of this lover of Christ, the sort of garments wherewith he is clothed is not worth an obol. And his food vies with his garments; to bend over a book he does not endure, since philanthropy drives him away from readings. If any of the brethren presents him with a book, immediately he sells it, distributing the price to the destitute, adding this to those who reproach him as to why he sells these things: How shall I be able to persuade my Master that I have learned His art accurately, unless I make full use of that very thing for the accomplishment of the art? Having remained in this practice up to the present, this immortal man has left behind an ever-flourishing name of remembrance to all that surrounding region, himself reaping eternal joy in the kingdom of the heavens, receiving the worthy rewards of his blessed labours; having nourished the hungry here, and granted coverings to the naked, now beside the Rewarder of good works he enjoys every kind of delight.