δεξάμενοι. Τοῦτο δὲ ἐν σοὶ τὸ πρὶν οὐκ ἐξεφάνη, ἵνα μὴ ἐπαρθεὶς ζημιωθῇς τῆς ἀξίας. Ἐπιζήσας δὲ μίαν ἡμέραν μόνον, πρεσβυτέρων τινῶν κατὰ ἀποκάλυψιν πρὸς αὐτὸν ἐληλυθότων, πάντα αὐτοῖς ὑφηγησάμενος, παρέδωκε τὴν ψυχήν. Ἐμφανῶς δὲ αὐτὸν οἱ πρεσβύτεροι ἐθεάσαντο σὺν χοροῖς δικαίων καὶ ἀγγέλων ἀναλαμβανόμενον, καὶ ὑμνούντων τὸν Θεόν.
having welcomed you. And this was not manifested in you before, lest being lifted up you should suffer loss of your dignity. And having lived on for one day only, when certain presbyters had come to him by revelation, having related all things to them, he gave up his soul. And manifestly the presbyters beheld him being taken up with choirs of the righteous and of angels singing hymns to God.
Γέγονε δέ τις κατὰ τὴν Θηβαΐδα μοναχὸς, ὀνόματι Ἀπολλώνιος. Οὗτος πλείστας δυνάμεις τῆς πολιτείας αὐτοῦ ἐπεδείξατο· ἦν δὲ καὶ τοῦ ὀνόματος τῆς διακονίας ἠξιωμένος. Ὑπερβάλλων δὲ πάσαις ἀρεταῖς τοὺς πώποτε εὐδοκιμήσαντας ἐν τῷ καιρῷ τοῦ διωγμοῦ, παραθαρσύνων τοὺς Χριστοῦ ὁμολογητὰς, πολλοὺς μάρτυρας ἀπετέλεσε. Καὶ αὐτὸς δὲ συλληφθεὶς ἐν τῇ εἱρκτῇ ἐφυλάττετο· πρὸς ὃν ἤρχοντο τῶν Ἑλλήνων οἱ φαυλότεροι, καὶ λόγους αὐτῷ παρωξυσμοῦ καὶ βλασφημίας προσεπῆγον.
Now there was a certain monk in the Thebaid, Apollonius by name. This man displayed very many mighty works of his way of life; and he had also been deemed worthy of the title of the diaconate. And surpassing in all virtues those who had ever been approved at the time of the persecution, encouraging the confessors of Christ, he made many martyrs. And having been arrested himself also, he was kept under guard in the prison; to whom the baser sort of the Greeks used to come, and brought against him words of provocation and blasphemy.
Ἦν δέ τις ἐξ αὐτῶν χοραύλης ἀνὴρ, διαβόητος ἐν τοῖς ἀτοπήμασιν, ὃς προσελθὼν αὐτὸν ὕβριζεν, ἀνόσιον λέγων, καὶ ἐπιθέτην, καὶ πλάνον, καὶ παρὰ πάντας τοὺς ἀνθρώπους μισούμενον, καὶ ὀφείλοντα θᾶττον ἀποθανεῖν. Πρὸς ὃν φησιν ὁ Ἀπολλώνιος· Ἐλεήσαι σε Κύριος, ἄνθρωπε, καὶ μηδέν σοι τῶν παρὰ σοῦ εἰρημένων εἰς ἁμαρτίαν λογίσηται. Ταῦτα δὲ ἀκούσας ὁ χοραύλης ἐκεῖνος, Φιλήμων ὀνόματι, ἐδάκνετο ταῖς φρεσὶν ὑπὸ τῶν λόγων τοῦ ἀνδρὸς κατανυγείς. Ὁρμήσας δὲ εὐθὺς ἐπὶ τὸ βῆμα, τῷ δικαστῇ παρειστήκει, καί φησιν αὐτῷ ἐπὶ τοῦ δήμου· Ἄδικα πράττεις, ὦ δικαστὰ, θεοφιλεῖς καὶ ἀναιτίους ἄνδρας κολάζων. Οὐδὲν γὰρ φαῦλον οἱ Χριστιανοὶ ποιοῦσιν, οὐδὲ λέγουσιν, ἀλλὰ καὶ τοὺς ἐχθροὺς αὐτῶν εὐλογοῦσιν. Ὁ δὲ, ταῦτα αὐτοῦ λέγοντος, τὰ πρῶτα μὲν ᾤετο αὐτὸν εἰρωνεύεσθαι καὶ γελοιάζειν, ὡς δὲ ἐπιμένοντα εἶδεν· Μέμηνας, φησὶν, ὦ ἄνθρωπε, πρὸς αὐτὸν, καὶ ἐκ φρενῶν γέγονας ἐξάπινα. Ὁ δὲ, Οὐ μαίνομαι, φησὶν, ἀδικώτατε δικαστά. Χριστιανὸς γάρ εἰμι. Ὁ δὲ πολλαῖς κολακείαις ἅμα τῷ ὄχλῳ πείθειν αὐτὸν ἐπειρᾶτο. Ὡς δὲ ἀμετάθετον εἶδε, παντοίας βασάνους αὐτῷ προσῆγεν. Τὸν δὲ Ἀπολλώνιον ἀνάρπαστον ποιησάμενος, καὶ πολλαῖς αἰκίαις περιβαλὼν, ὡς πλάνον αὐτὸν ἐβάσανιζεν. Ὁ δὲ Ἀπολλώνιος πρὸς αὐτὸν ἔφη· Εὐξαίμην ἂν καὶ σὲ, δικαστὰ, καὶ πάντα τοὺς συμπαρόντας μοι ταύτῃ τῇ πλάνῃ μου ἐξακολουθῆσαι. Ὁ δὲ τοῦ ταῦτα λέγοντος ἀμφοτέρους πυρὶ παραδοθῆναι προστάττει ἐν ὄψεσι παντὸς τοῦ πλήθους. Ὡς δὲ ἐν τῇ φλογὶ ἦσαν, παρόντος τοῦ δικαστοῦ, φωνὴν ἀφίησι πρὸς τὸν Θεὸν ὁ μακάριος Ἀπολλώνιος εἰς ὑπήκοον παντὸς τοῦ δήμου καὶ τοῦ δικαστοῦ· Μὴ παραδῷς, Δέσποτα, τοῖς θηρίοις ψυχὰς ἐξομολογουμένας σοι, ἀλλὰ σαυτὸν ἐμφανῶς ἡμῖν ἐπίδειξον. Καὶ δὴ νεφέλη δροσοειδὴς καὶ φωτεινὴ ἐπελθοῦσα ἐκάλυψε τοὺς ἄνδρας, τὸ πῦρ ἀποσβέσασα. Θαυμάσαντες δὲ οἱ δῆμοι καὶ ὁ δικαστὴς, ἐβόων, Εἷς ὁ Θεὸς τῶν Χριστιανῶν. Ἀναγγέλλει δέ τις ταῦτα τῶν κακούργων τῷ τῆς Ἀλεξανδρείας ἐπάρχῳ· ὃς ὠμούς τινας καὶ ἀγρίους προτέκτορας καὶ ταξεώτας ἐπιλεξάμενος, ἐξαπέστειλε πρὸς τὸ δεσμίου, πάντας ἀχθῆναι τοὺς περὶ τὸν δικαστὴν καὶ
And there was a certain man among them, a choral flute-player, notorious in his wickednesses, who came up and reviled him, calling him unholy, and an impostor, and a deceiver, and hated beyond all men, and one who ought speedily to die. To whom Apollonius says: May the Lord have mercy on you, man, and may He reckon nothing of the things spoken by you unto sin for you. And having heard these things, that choral flute-player, Philemon by name, was stung in his mind, being pricked to the heart by the words of the man. And rushing straightway to the judgement-seat, he stood before the judge, and says to him in the presence of the people: Unjustly do you act, O judge, punishing God-loving and guiltless men. For the Christians neither do nor say anything base, but even bless their enemies. And while he was saying these things, at first indeed he supposed that he was speaking ironically and jesting, but when he saw him persisting: You are mad, says he to him, O man, and have suddenly gone out of your mind. And he says: I am not mad, most unjust judge. For I am a Christian. And he with many flatteries together with the crowd tried to persuade him. But when he saw him immovable, he applied to him all manner of tortures. And having had Apollonius seized and subjected to many outrages, he tortured him as a deceiver. And Apollonius said to him: I would pray that both you, judge, and all who are present with me should follow this error of mine. And as he said these things, he commands both of them to be delivered to fire in the sight of all the multitude. And when they were in the flame, in the presence of the judge, the blessed Apollonius utters a voice unto God in the hearing of all the people and of the judge: Deliver not to the wild beasts, O Master, souls that confess Thee, but manifestly show Thyself to us. And indeed a dewy and shining cloud came upon them and covered the men, quenching the fire. And marvelling, the crowds and the judge cried out, One is the God of the Christians. But a certain one of the evildoers reports these things to the prefect of Alexandria; who, having chosen out certain cruel and savage bodyguards and officials, sent them forth against the prisoner, that all those around the judge and