Migne Reading Room

PG 34 · cols. 1154–1159 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:1154Read from the page
αὐτοὺς ὠφελεῖν, λυπουμένους τοὺς ἄνδρας ἀπέλυσεν. Ἕωθεν δὲ ἀναστὰς ἐπὶ τὴν ὁδὸν τοῦ θηρίου ἀπήρχετο. Ὡς δὲ ἔκλινε τὰ γόνατα εἰς προσευχὴν ἐπὶ τρίτον, ἤρχετο πρὸς αὐτὸν τὸ θηρίον, ῥοιζήματι μεγάλῳ ἆσθμα δεινὸν προπέμπον, καὶ φυσοῦν, καὶ συρίζον, καὶ πνοὴν πονηρὰν ἀποπέμπον. Ὁ δὲ οὐδὲν φοβηθεὶς, ἐπιστραφεὶς τὸν δράκοντα, εἶπεν, Χειρώσεταί σε ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ μέλλων τὸ μέγα κῆτος διαχειρώσασθαι. Καὶ τοῦτο εἰπόντος εὐθὺς ὁ δράκων ἐῤῥάγη, πάντα τὸν ἰὸν μετὰ τοῦ αἵματος διὰ τοῦ στόματος ἐξεμέσας. Ἐλθόντες δὲ οἱ ἄγροικοι μεθ' ἡμέρας, καὶ τὸ μέγα θαῦμα ἐκεῖνο θεασάμενοι, καὶ τὴν πνοὴν μὴ φέροντες, ἄμμον πολὺν ἐπὶ τὸ ζῶον ἐσώρευσαν, παρεστῶτος αὐτοῖς ἐκεῖ τοῦ Πατέρος. Οὐ γὰρ ἐτόλμων προσιέναι καίτοι νεκροῦ ὄντος τοῦ δράκοντος. Παῖς, φησὶν, ἄλλοτε ποιμαίνων, ἀθρόως ἔτι ζῶντα τὸν δράκοντα θεασάμενος, ἐν ἐκστάσει γενόμενος ἐλειποψύχησεν. Ἔκειτο οὖν ἄπνους ὁ παῖς ἐν τῷ χωρίῳ παρὰ τὴν ἔρημον πᾶσαν ἡμέραν. Εὑρόντες δὲ αὐτὸν πρὸς ἑσπέραν οἱ ἴδιοι μικρὸν ἐμπνέοντα, πεφυσημένον ὅλον ἐκ τῆς ἐκστάσεως, ἄγουσι πρὸς τὸν Πατέρα, ἀγνοοῦντες τὴν αἰτίαν τοῦ συμβάντος αὐτῷ. Εὐξαμένου δὲ αὐτοῦ καὶ ἐλαίῳ αὐτὸν χρίσαντος, ἀνέστη ὁ παῖς διηγούμενος τὸ ὁραθέν· ὅθεν μάλιστα κινηθεὶς ὁ ἀνὴρ, πρὸς τὴν ἀναίρεσιν ἐτράπη τοῦ δράκοντος.
to help them, dismissed the men grieving. But rising at dawn, he went off unto the way of the beast. And when he had bent his knees in prayer for the third time, the beast came towards him, sending forth a dreadful panting with a great rushing noise, both blowing and hissing, and emitting an evil breath. But he, nowise frightened, turning towards the dragon, said, Christ the Son of the living God, Who is about to vanquish the great sea-monster, shall subdue thee. And when he had said this, straightway the dragon burst asunder, having vomited forth all its venom together with blood through its mouth. And when the country folk came by day, and beheld that great miracle, and could not bear the stench, they heaped up much sand upon the creature, while the Father stood by them there. For they did not dare to approach, even though the dragon was dead. A boy, says he, at another time tending sheep, having suddenly beheld the dragon while it was still alive, fell into a shock and fainted away. The boy therefore lay breathless in the place beside the desert the whole day. And when his own people found him towards evening breathing a little, wholly swollen up from the shock, they bring him to the Father, ignorant of the cause of what had happened to him. And when he had prayed and anointed him with oil, the boy rose up relating what had been seen; whence the man, being especially moved, turned himself to the slaying of the dragon.
ΚΕΦΑΛ. ΝΔʹ.
Chapter LIV.
Περὶ ἀββᾶ Κόπρη πρεσβυτέρου.
Concerning Abba Copres the presbyter.
Ἦν δέ τις πρεσβύτερος ἔχων πλησίαν ἐκεῖ μοναστήριον ἐν τῇ ἐρήμῳ, Κόπρης λεγόμενος, ἀνὴρ ἅγιος, ἐτῶν σχεδὸν ἐνενήκοντα, ἡγούμενος ἀδελφῶν πεντήκοντα· ὃς καὶ αὐτὸς πλείστας δυνάμεις ἐποίει, θεραπεύων τὰς νόσους, καὶ ἰάσεις πολλὰς ἐπιτελῶν, καὶ δαίμονας ἀπελαύνων, καὶ πολλὰ θαύματα ἀποπραττόμενος, τινὰ μὲν καὶ ἐν ὄψεσιν ἡμετέραις. Ὡς γοῦν ἡμᾶς ἐθεάσατο, καὶ ὑπερεύξατο, καὶ τοὺς πόδας ἡμῶν νίψας, ἠρώτα ἡμᾶς τὰ ἐν τῷ κόσμῳ πραττόμενα· ἡμεῖς δὲ ἠξιοῦμεν αὐτὸν μᾶλλον ἡμῖν τῆς οἰκείας αὐτοῦ πολιτείας τὰς ἀρετὰς ὑφηγήσασθαι· καὶ πῶς αὐτῷ τὰ χαρίσματα ὁ Θεὸς ἐδωρήσατο, καὶ ἐκ ποίας μεθόδου ταύτης εἰλήφει τῆς χάριτος. Ὁ δὲ μηδὲν ὑπερήφανον λογισάμενος, ὑφηγεῖτο ἡμῖν τὸν ἑαυτοῦ βίον, καὶ τῶν αὐτοῦ προγενεστέρων καὶ μεγάλων καὶ πολλῶν μειζόνων αὐτοῦ γεγονότων, ὧν τὴν πολιτείαν αὐτὸς ἐμιμεῖτο. Οὐδὲν γὰρ, φησὶν, θαυμαστὸν τὸ ἐμὸν ἔργον, ὦ τέκνα, πρὸς τὸ τῶν Πατέρων ἡμῶν πολίτευμα. Καὶ ὡς ἦν ἔτι ταῦτα διηγούμενος Κόπρης ὁ πρεσβύτερος, ἀπονυστάξας, εἷς ἐξ ὑμῶν ἀδελφὸς ἀπιστίᾳ περὶ τῶν λεγομένων φερόμενος, ὁρᾷ βίβλον θαυμαστὴν ἐν ταῖς χερσὶ τοῦ ἀνδρὸς ἐπικειμένην χρυσοῖς γράμμασι γεγραμμένην, καὶ ἐφεστῶτα ἄνδρα τινὰ πολιὸν μετὰ ἀπειλῆς αὐτῷ λέγοντα· Οὐκ ἀκούεις προσεχῶς τοῦ ἀναγνώσματος, ἀλλὰ νυστάζεις; Ὁ δὲ ταραχθεὶς εὐθὺς ἡμῖν τὸ ἀκροώμενον καὶ ὀφθὲν Ῥωμαϊστὶ ἐξέφηνεν. Ἔτι δὲ τούτου λαλοῦντος πρὸς ἡμᾶς ταῦτα, ἐπῆλθέ τις ἀγροῖκος κάλαθον ἔχων μεστὴν ψάμμου· καὶ παρειστήκει ἐκδεχόμενος πληρῶσαι αὐτὸν τὴν διήγησιν. Ἐπυνθανόμεθα δὲ ἡμεῖς αὐτοῦ τοῦ πρεσβυτέρου, Τί
Now there was a certain presbyter having a monastery nearby there in the desert, called Copres, a holy man, nearly ninety years of age, superior over fifty brethren; who himself also wrought very many mighty works, healing diseases, and accomplishing many cures, and driving away demons, and working many miracles, some of them even before our own eyes. When therefore he beheld us, and prayed over us, and washed our feet, he asked us of the things being done in the world; whereas we begged him rather to relate to us the virtues of his own manner of life, and how God had bestowed the gifts upon him, and by what method he had received this grace. And he, reckoning nothing proud, related to us his own life, and that of his predecessors who were great and had been much greater than he, whose manner of life he himself imitated. For my work, O children, says he, is nothing wonderful in comparison with the way of life of our Fathers. And while Copres the presbyter was still relating these things, one brother among us [printed: you], having nodded off in sleep, being carried away by unbelief concerning the things that were spoken, sees a wonderful book lying in the hands of the man, written in golden letters, and a certain hoary-headed man standing by, saying to him with a threat: Dost thou not listen attentively to the reading, but noddest off? And he, being troubled, straightway declared to us in the Roman tongue that which had been heard and seen. And while he was still speaking these things to us, there came up a certain countryman holding a basket full of sand; and he stood by waiting for him to finish the narrative. And we inquired of the presbyter himself, What
Notes, col. 1154

On the reading

Printed ὑμῶν, for ἡμῶν.

PG 34:1155Read from the page
ἄρα θέλει ὁ ἀγροῖκος μετὰ τῆς ψάμμου; Ἀπεκρίνατο δὲ πρὸς ἡμᾶς ὁ Πατὴρ λέγων· Τέκνα, οὐκ ἐχρῆν μὲν ἡμᾶς καυχᾶσθαι πρὸς ὑμᾶς, οὐδὲ ἐξειπεῖν τὰ τῶν Πατέρων κατορθώματα, ἵνα μὴ ἐπαρθέντες κατὰ διάνοιαν, τὸν μισθὸν ἀπολέσωμεν. Διὰ δὲ τὴν ὑμῶν σπουδὴν καὶ ὠφέλειαν, ὅτι ἐκ τοσούτου μήκους, πρὸς ὑμᾶς ἐληλύθατε, οὐ ζημειώσω ὑμᾶς τῆς ὠφελείας, ἀλλ' ἅπερ δι' ἡμῶν ὁ Θεὸς ᾠκονόμησε, παρόντων τῶν ἀδελφῶν διηγήσομαι.
then does the countryman want with the sand? And the Father answered us, saying: Children, we ought not indeed to boast before you, nor to recount the virtuous deeds of the Fathers, lest being lifted up in mind we lose our reward. Yet on account of your zeal and profit, because from so great a distance you have come to us [printed: you], I will not deprive you of the profit, but whatsoever things God has dispensed through us, I will relate in the presence of the brethren.
Ἄκαρπος ἦν ἡ πλησίον ἡμῶν χώρα, καὶ οἱ κεκτημένοι αὐτὴν ἀγροῖκοι σπείραντες σίτον μόλις ἐν διπλῷ τὸ σπέρμα ἐθέριζον. Σκώληξ γὰρ γεννώμενος ἐν τῷ στάχυϊ ὅλον τὸν ἀμητὸν διέφθειρεν. Οἱ δὲ κατηχηθέντες γεωργοὶ παρ' ἡμῶν καὶ Χριστιανοὶ γεγονότες, ἠξίουν ἡμᾶς εὔχεσθαι ὑπὲρ τοῦ θερισμοῦ. Εἶπον οὖν πρὸς αὐτούς· Εἰ ἔχετε πίστιν πρὸς τὸν Θεὸν καὶ ἡ ἐρημικὴ αὕτη ψάμμος ὑμῖν καρποφορήσει· οἱ δὲ οὐδὲν ἀναβαλλόμενοι, τῆς ψάμμου ταύτης τῆς παρ' ἡμῶν πατουμένης τοὺς ἑαυτῶν κόλπους πληρώσαντες, εὐλογεῖν προσέφερον ἀξιοῦντες. Ἐγὼ δὲ ὡς ηὐξάμην αὐτοῖς κατὰ τὴν πίστιν αὐτῶν γενέσθαι, ἔσπειραν αὐτὴν σὺν τῷ σίτῳ ἐν ταῖς χώραις· καὶ ἐξαίφνης πολύκαρπος αὐτῶν ἡ χώρα γεγένηται παρὰ πᾶσαν γῆν Αἰγύπτου. Τοῦτο οὖν ποιεῖν ἔθος ἔχοντες, κατ' ἐνιαυτὸν ἡμῖν ἐνοχλοῦσιν. Ἕν δέ μοι μέγα, φησὶν, ὁ Θεὸς πολλῶν παρόντων θαῦμα παρέσχεν. Κατελθὼν γὰρ ἐγώ ποτε ἐν τῇ πόλει, εὗρον ἄνδρα τινὰ Μανιχαῖον, τοὺς δήμους ἀποπλανήσαντα· ὡς δὲ πείθειν αὐτὸν δημοσίᾳ οὐκ ἠδυνάμην, στραφεὶς πρὸς τὸ πλῆθος, εἶπον, Πυρὰν μεγάλην εἰς τὴν πλατεῖαν ἀνάψατε, καὶ εἰσερχώμεθα ἄμφω ἐν τῇ φλογί. Καὶ εἴ τις ἡμῶν ἀφλόγιστος διαμείνῃ, οὗτος ἔχει τὴν καλὴν πίστιν. Ὡς δὲ γέγονε τοῦτο, καὶ οἱ ὄχλοι ἐν σπουδῇ τὴν πυρὰν ἀνῆψαν, εἷλκον αὐτὸν μετ' ἐμοῦ εἰς τὸ πῦρ. Ὁ δέ φησιν, Ἕκαστος ἡμῶν κατὰ μόνας εἰσελθέτω, καὶ πρῶτος εἰσελθεῖν ὀφείλεις αὐτὸς ὁ προστάξας. Ὡς δὲ ἐν ὀνόματι τοῦ Χριστοῦ κατασφραγισάμενος εἰσελήλυθα, ἡ φλὸξ ὧδε κἀκεῖ διαμερισθεῖσα οὐ παρηνόχλησέ μοι, ἡμιώριον ἐν αὐτῇ διατρίψαντι. Ἰδόντες δὲ οἱ ὄχλοι τὸ θαῦμα ἀνεβόησαν, καὶ ἠνάγκαζον πάλιν κἀκεῖνον εἰς τὴν πυρὰν εἰσελθεῖν. Ὁ δὲ ὡς οὐκ ἤθελε δεδιὼς, λαβόντες αὐτὸν οἱ δῆμοι εἰς μέσον ὤθησαν, καὶ περιφλογισθεὶς ὅλως, ἀτίμως τῆς πόλεως ἐξεῤῥίφη, τῶν δήμων κραζόντων, Τὸν πλάνον ζῶντα καύσατε· ἐμὲ δὲ ἀναλαβόντες ὁ ὄχλος καὶ εὐφημοῦντες, εἰς τὴν ἐκκλησίαν προέπεμψαν.
The country near us was fruitless, and the countrymen who possessed it, when they sowed wheat, scarcely reaped double the seed. For a worm breeding in the ear destroyed the whole harvest. And the husbandmen, having been instructed in the faith by us and having become Christians, begged us to pray for the harvest. I said therefore to them: If you have faith towards God, even this desert sand shall bear fruit for you; and they, making no delay, having filled their bosoms with this sand that was trodden by us, brought it forward begging me to bless it. And when I had prayed for them that it might be done according to their faith, they sowed it together with the wheat in their fields; and suddenly their land became prolific beyond all the land of Egypt. Having therefore the custom of doing this, year by year they trouble us. And one great miracle, says he, God granted me in the presence of many. For having gone down once into the city, I found a certain Manichaean man, who had led the people astray; and as I was unable to persuade him publicly, turning to the multitude, I said, Kindle a great pyre in the broad street, and let us both enter into the flame. And whichever of us remains unburned, this man holds the good faith. And when this was done, and the crowds in haste kindled the pyre, they dragged him with me unto the fire. But he says, Let each of us enter in alone, and thou thyself who gavest the command oughtest to enter first. And when, having signed myself in the name of Christ, I entered in, the flame, parted this way and that, did not trouble me at all, though I spent half an hour in it. And upon seeing the miracle the crowds cried aloud, and compelled that man in turn to enter into the pyre. And as he was unwilling through fear, the people took him and thrust him into the midst, and having been wholly scorched all over, he was cast out dishonourably from the city, while the people cried out, Burn the deceiver alive; whereas the crowd, taking me up and praising me, escorted me into the church.
Ἄλλοτε δέ μου παριόντος διὰ ναοῦ τινος, τινὲς τῶν ἐθνῶν τοῖς εἰδώλοις αὐτῶν ἐθυσίαζον· εἶπον δὲ αὐτοῖς· Εἰ λογικοὶ ὄντες, ἀλόγοις τί θύετε; καὶ ὑμεῖς αὐτῶν ἐστε λοιπὸν ἀλογώτεροι. Οἱ δὲ ὡς καλῶς εἰπόντι εὐθέως μοι ἠκολούθησαν, τῷ Σωτῆρι πιστεύσαντες.
And at another time, as I was passing through a certain temple, some of the pagans were sacrificing to their idols; and I said to them: If you are rational beings, why do you sacrifice to things without reason? Consequently you yourselves are even more irrational than they. And they, as though I had spoken well, straightway followed me, believing in the Saviour.
Κήπου δέ μοί ποτε ἐν τῇ πλησίον χώρᾳ ὑπάρχοντος διὰ τὴν ἐρχομένην πρὸς ἡμᾶς ἀδελφότητα, καὶ ἑνός τινος αὐτὸν πένητος ἐργαζομένου, εἰσῆλθέ τις τῶν Ἑλλήνων συλῆσαι τὰ λάχανα. Ὡς δὲ συλήσας ἀπῆλθεν, ἕως τῆς τρίτης ἡμέρας ἑψεῖν αὐτὰ οὐκ ἐδυνάτο, ἀλλ' ἔμειναν ἐν τῷ λέβητι οἷά περ καὶ ἐλήφθησαν, μὴ θερμαινομένου ὅλως τοῦ ὕδατος. Ἐν ἑαυτῷ δὲ γενόμενος ὁ ἀνὴρ, ἀναλαβὼν τὰ λάχανα,
And when I once had a garden in the neighbouring country for the sake of the brotherhood that came to us, and a certain poor man was cultivating it, one of the pagans entered in to steal the herbs. And when he had stolen them and gone away, until the third day he was unable to boil them, but they remained in the cauldron just as they had been taken, the water not growing warm at all. And having come to himself, the man took up the herbs,
Notes, col. 1155

On the reading

Printed ὑμᾶς, for ἡμᾶς.

Printed ζημειώσω, for ζημιώσω.

Printed ἐδυνάτο, for ἐδύνατο.

PG 34:1156Read from the page
πρὸς ἡμᾶς διεκόμισεν, παρακαλῶν συγχωρηθῆναι αὐτῷ τὸ πλημμέλημα, καὶ γενέσθαι Χριστιανός. Ὅπερ καὶ γέγονεν. Ἦσαν γὰρ κατ' αὐτὴν τὴν ὥραν ξένοι πρὸς ἡμᾶς ἐλθόντες ἀδελφοὶ, δι' οὓς μάλιστα ἐπιτηδείως ἡμῖν τὰ λάχανα προσηνέχθη. Μεταλαβόντες οὖν ἐξ αὐτῶν, εὐχαριστήσαμεν τῷ Θεῷ, διπλῆν εὐφροσύνην ποιησάμενοι, τήν τε τοῦ ἀνθρώπου σωτηρίαν καὶ τὴν τῶν ἀδελφῶν ἀνάπαυσιν.
and brought them over to us, begging that the transgression might be forgiven him, and that he might become a Christian. Which very thing also came to pass. For there were at that very hour visiting brethren who had come to us, on whose account most seasonably the herbs were brought to us. Having partaken of them, therefore, we gave thanks to God, celebrating a twofold joy, both the salvation of the man and the refreshment of the brethren.
ΚΕΦΑΛ. ΝΕʹ.
Chapter LV.
Περὶ ἀββᾶ Σούρους.
Concerning Abba Sourous.
Ἀββᾶ Σούρους δέ ποτε καὶ ἀββᾶ Ἠσαΐας, καὶ ἀββᾶ Παῦλος συνέτυχον ἀλλήλοις, ἄνδρες εὐλαβεῖς καὶ ἀσκηταὶ, τὸν μέγαν ὁμολογητὴν ἀββᾶ Ἀνοὺβ ἐπισκεψόμενοι. Ἀπεῖχεν δὲ αὐτῶν τρεῖς μονὰς τὸ διάστημα. Καί φασι πρὸς ἀλλήλους· Ἐπιδειξάτω ἕκαστος ἡμῶν τὴν ἑαυτοῦ πολιτείαν, καὶ ὅπως παρὰ Θεοῦ ἐν τῷ βίῳ τούτῳ τετίμηται. Ἀββᾶ Σούρους δὲ πρὸς αὐτοὺς ἔφη· Αἰτοῦμαι παρὰ τοῦ Θεοῦ δῶρον, ἀκαμάτους ἡμᾶς φθάσαι ἐπὶ τοῦ τόπου ἐν δυνάμει τοῦ Πνεύματος· καὶ μόνον εὐξαμένου αὐτοῦ, πλοῖον ἕτοιμον εὑρέθη παραχρῆμα, καὶ ἄνεμος ἐπιτήδειος, καὶ ἐν ῥοπῇ εὑρέθησαν ἐπὶ τοῦ τόπου ἀνελθόντες κατὰ τοῦ ῥεύματος.
Once Abba Sourous and Abba Isaias and Abba Paul met with one another, devout men and ascetics, as they were going to visit the great confessor Abba Anoub. And the distance was three stages away from them. And they say to one another: Let each one of us display his own manner of life, and how he has been honoured by God in this life. And Abba Sourous said to them: I ask from God a gift, that we may arrive untired at the place in the power of the Spirit; and as soon as he had merely prayed, a boat was found ready on the spot, and a favourable wind, and in a moment they were found at the place, having gone up against the current.
ΚΕΦΑΛ. ΝϚʹ.
Chapter LVI.
Περὶ καὶ Ἀββᾶ Ἠσαΐου.
Concerning Abba Isaias also.
Ἠσαΐας δέ φησι πρὸς αὐτοὺς, Καὶ τί θαυμαστὸν, ὦ φίλοι, ἐὰν συναντήσῃ ἡμῖν ὁ ἀνὴρ ἑκάστου τὰς πολιτείας διαγορεύων;
And Isaias says to them, And what is wonderful, O friends, if the man should meet us declaring the manner of life of each one?
ΚΕΦΑΛ. ΝΖʹ.
Chapter LVII.
Περὶ καὶ ἀββᾶ Παύλου.
Concerning Abba Paul also.
Παῦλος δέ φησι πρὸς αὐτούς· Εἰ ἀπεκάλυψε καὶ ἡμῖν ὁ Θεὸς, ὅτι μετὰ τρεῖς ἡμέρας ἀναλαμβάνει τὸν ἄνθρωπον; Ὡς δὲ προῆλθον ἔμπροσθεν τοῦ τόπου, ὁ ἀνὴρ αὐτοῖς ἀπαντήσας ἠσπάζετο. Ὁ δὲ Παῦλός φησι πρὸς αὐτόν· Φράσον ἡμῖν τὰ σεαυτοῦ κατορθώματα· μεθαύριον γὰρ πρὸς Θεὸν ἀπελεύσῃ.
And Paul says to them: What if God has revealed to us also that after three days He is taking up the man? And when they had advanced in front of the place, the man met them and greeted them. And Paul says to him: Tell us thy virtuous deeds; for the day after tomorrow thou shalt depart unto God.
ΚΕΦΑΛ. ΝΗʹ.
Chapter LVIII.
Περὶ καὶ ἀββᾶ Ἀνούβ.
Concerning Abba Anoub also.
Εἶπε δὲ ἀββᾶ Ἀνοὺβ πρὸς αὐτούς· Εὐλογητὸς ὁ Θεὸς ὁ κἀμοὶ ταῦτα γνωρίσας, καὶ τὴν ὑμῶν παρουσίαν καὶ πολιτείαν. Εἰπὼν δὲ ἑκάστου τὰ κατορθώματα, καὶ τὰ ἑαυτοῦ λοιπὸν ἐξηγεῖτο, λέγων· Ἐξ οὗ τὸ Σωτῆρος ὄνομα ἐπὶ τῆς γῆς ὡμολόγησα, οὐ προῆλθε ψεῦδος ἐκ τοῦ στόματός μου, γήϊνον οὐδὲν διῃτήθην, τοῦ ἀγγέλου με ἡμέριον τρέφοντος τὴν οὐράνιον τροφήν· οὐδὲ ἑτέρου τινὸς ἐπιθυμία ἀνῆλθεν εἰς τὴν καρδίαν μου, πλὴν ἢ τοῦ Θεοῦ. Οὐδὲ ἀπέκρυψεν ὁ Θεός τι τῶν ἐπιγείων, ὃ οὐκ ἐγνώρισέ μοι. Οὐκ ἔληξε φῶς τοῖς ὀφθαλμοῖς μου· οὐκ ἐν ἡμέρᾳ ὕπνωσα, οὐκ ἐν νυκτὶ ἀνεπαυσάμην, τὸν Θεὸν ἐκζητῶν, ἀλλὰ ἄγγελός μοι παρῆν ἀεὶ, τὰς τοῦ κόσμου δυνάμεις ἐπιδεικνύων· τὸ φῶς τῆς διανοίας μου οὐκ ἐσβέσθη· πᾶν αἴτημα παρὰ Θεοῦ μου εὐθὺς ἐλάμβανον. Ἴδον πολλάκις μυριάδας ἀγγέλων τῷ Θεῷ παρεστώσας· ἶδον χοροὺς δικαίων· ἶδον μαρτύρων ἀθροίσματα· ἶδον πάντων τὸ ἔργον τῶν τὸν Θεὸν εὐφημούντων· ἶδον τὸν Σατανᾶν πυρὶ παραδιδόμενον· ἴδον τοὺς ἀγγέλους αὐτοῦ κολαζομένους· ἶδον τοὺς δικαίους αἰωνίως εὐφραινομένους. Ταῦτα δὲ καὶ ἄλλα πολ-
And Abba Anoub said to them: Blessed is God, Who has made these things known to me also, both your arrival and your manner of life. And having told the virtuous deeds of each one, thereafter he set forth his own also, saying: From the time that I confessed the name of the Saviour upon the earth, no falsehood has gone forth out of my mouth, I have subsisted on nothing earthly, as the angel daily nourishes me with heavenly nourishment; nor has the desire of anything else ascended into my heart, save of God alone. Neither has God hidden anything of earthly things which He has not made known to me. Light has not failed mine eyes; I have not slept by day, I have not rested by night, seeking out God, but an angel has always been present with me, showing me the powers of the world; the light of my mind has not been quenched; every request from my God I straightway received. I have oftentimes seen myriads of angels standing beside God; I have seen choirs of the righteous; I have seen companies of martyrs; I have seen the work of all those who praise God; I have seen Satan delivered over to fire; I have seen his angels being punished; I have seen the righteous rejoicing eternally. And while saying these and many other things
PG 34:1157Read from the page
Filioli mei, non oportebat me gloriari apud vos, neque ea enuntiare quae gesta sunt a Patribus ; ne mente elati amittamus mercedem : propter studium autem vestrum et utilitatem, quod tam procul ad nos venistis, non fraudabo vos utilitate ; sed quae per nos Servator gessit, narrabo praesentibus fratribus.
My little sons, I ought not to boast before you, nor to declare the things which were done by the Fathers; lest being lifted up in mind we lose our reward: yet on account of your zeal and profit, because you have come so far to us, I will not defraud you of profit; but the things which the Saviour has wrought through us, I will relate while the brethren are present.
Sterilis erat ager qui est prope nos, et rustici qui ipsum possidebant, seminantes, vix semen duplicatum metebant ; vermis enim nascens in spica, totam messem corrumpebat. Agricolae autem catechismo a nobis instituti, et effecti Christiani, rogarunt nos ut oraremus pro messe. Dixi autem eis : Si habetis fidem in Deum, vel arena deserti fructum vobis afferet. Ii autem nihil cunctati, cum hac arena, quae a nobis calcatur, sinus implessent, attulerunt, rogantes ut benediceremus. Postquam autem sum precatus ut illis fieret secundum ipsorum fidem, ipsi eam cum frumento seminarunt in arvis suis ; et repente eorum ager ita multiplicavit fructum, ut omnem superaret Aegyptum. Hoc ergo facere soliti, nobis quotannis exhibent molestiam. Unum autem, inquit, magnum miraculum praebuit mihi Deus multis praesentibus. Cum enim in civitatem aliquando descendissem, inveni quemdam virum Manichaeum qui populos seduxerat ; cum autem non possem ei publice persuadere, dixi conversus ad multitudinem : Magnum rogum in platea accendite, et ingrediamur in flammam ; et qui ex nobis illaesus a flamma manserit, is habet bonam fidem. Postquam autem hoc factum est, et turbae rogum cito accenderunt, ipsum mecum trahebant in ignem. Is autem dicit : Unusquisque seorsum ingrediatur, debesque primus ingredi qui jussisti. Cum autem in nomine Christi signatus essem ingressus, flamma in hanc et illam partem divisa, me nulla affecit molestia, cum semihoram in ea essem moratus. Turbae autem viso miraculo exclamarunt, et cogebant illum pyram pervadere, is autem nolebat, timore affectus. Cum eum autem accepissent populi, in medium protruserunt ; et totus flamma ambustus, ejectus est e civitate, clamantibus populis : Planum viventem exurite. Me autem turbae accipientes, et laudibus prosequentes, deduxerunt in ecclesiam.
The field which is near us was barren, and the country folk who possessed it, when they sowed, scarcely reaped double the seed; for a worm springing up in the ear corrupted the whole harvest. But the husbandmen, having been instructed in the catechism by us and made Christians, begged us to pray for the harvest. And I said to them: If you have faith in God, even the sand of the desert shall bring forth fruit for you. And they, nowise delaying, when they had filled their bosoms with this sand which is trodden by us, brought it, begging that we would bless it. And after I had prayed that it might be done unto them according to their faith, they sowed it with the wheat in their fields; and suddenly their field so multiplied its fruit that it surpassed all Egypt. Being accustomed therefore to do this, every year they cause us trouble. Moreover, says he, God granted me one great miracle while many were present. For when I had gone down once into the city, I found a certain Manichaean man who had seduced the peoples; and as I could not persuade him publicly, turning to the multitude I said: Kindle a great pyre in the street, and let us enter into the flame; and whichever of us remains unharmed by the flame, he has the good faith. And after this was done, and the crowds quickly kindled the pyre, they dragged him with me into the fire. But he says: Let each one enter separately, and thou who gavest the command oughtest to enter first. And when, having been signed in the name of Christ, I had entered, the flame divided to this side and that, and affected me with no harm, though I stayed half an hour in it. And when the crowds saw the miracle they cried out, and compelled him to pass through the pyre, but he was unwilling, being seized with fear. However, when the people had taken hold of him, they thrust him into the midst; and being wholly burned all over by the flame, he was cast out of the city, while the people cried out: Burn up the impostor alive. But the crowds, receiving me and escorting me with praises, led me into the church.
Cum autem ego aliquando per quoddam templum transirem, quidam ex gentibus suis idolis sacrificabant. Dixi autem eis : Cur cum sitis participes rationis, sacrificatis iis quae carent ratione : vosque estis de caetero iis magis expertes rationis ? Illi autem, ut qui recte dixissem, me statim sunt secuti, credentes Servatori.
And when I was once passing through a certain temple, some of the pagans were sacrificing to their idols. And I said to them: Why, when you are partakers of reason, do you sacrifice to those things which lack reason, and for the rest are yourselves even more devoid of reason than they? And they, as though I had spoken rightly, straightway followed me, believing in the Saviour.
Cum autem esset mihi aliquando hortus in agro propinquo, propter eam quae ad nos veniebat fraternitatem, et quidam pauper eum operaretur, ingressus est quidam gentilis, ut furaretur olera : ubi vero ea suffuratus recessisset, eaque tribus horis non potuisset coquere, sed mansissent in lebete qualia acceperat, utpote quod aqua minime calefieret, vir se colligens, accepta olera ad nos detulit, rogans ut sibi
And when I once had a garden in a neighbouring field, on account of the brotherhood that came to us, and a certain poor man was cultivating it, a certain pagan entered in to steal the herbs: but when he had stolen them and withdrawn, and for three hours had been unable to cook them, and instead they had remained in the cauldron such as he had taken them, inasmuch as the water did not grow warm at all, the man, collecting himself, took the herbs and brought them to us, begging that to him
PG 34:1158Read from the page
condonaretur erratum, et ut fieret Christianus, quod etiam factum est. Erant autem hac ipsa hora hospites fratres qui ad nos venerant : propter quos tempestive admodum ad nos allata sunt olera. Quae cum comedissemus, egimus Domino gratias, duplici accepta laetitia, et ex salute hominis, et ex refectione fratrum.
the fault might be pardoned, and that he might become a Christian, which also was done. Now there were at this very hour visiting brethren who had come to us: on account of whom the herbs were brought to us most seasonably. And when we had eaten them, we gave thanks to the Lord, having received a twofold joy, both from the salvation of the man and from the refreshment of the brethren.
CAPUT LV.
Chapter LV.
Vita abbatis Suri.
Life of Abba Surus.
Abbas autem Surus, inquit, et Isaias (Ruff., l. II, cap. 10), et Paulus sibi invicem repente occurrerunt ad fluvium, viri pii et egregii exercitatores, invisuri magnum abbatem Anuph. Distabat autem eorum intervallum tribus mansionibus ; et dicunt ad se invicem : Ostendat unusquisque nostrum suum vitae institutum, et quemadmodum fuit in hac vita a Deo honoratus. Abbas autem Surus dixit eis : Peto a Deo donum, ut nos virtute spiritus indefessi ad locum perveniamus ; et cum ipse solum orasset, inventum est protinus paratum navigium, et ventus secundus, et momento temporis inventi sunt in loco, cum adverso flumine navigassent.
Moreover, Abba Surus, says he, and Isaias (Rufinus, book II, chap. 10), and Paul suddenly met one another at the river, pious men and eminent ascetics, as they were going to visit the great Abba Anuph. Now the distance between them was three stages; and they say to one another: Let each one of us show his own rule of life, and how he has been honoured by God in this life. And Abba Surus said to them: I ask from God a gift, that by the power of the Spirit we may arrive unwearied at the place; and when he had merely prayed, there was straightway found a boat ready, and a favourable wind, and in a moment of time they were found at the place, having sailed against the current of the river.
CAPUT LVI.
Chapter LVI.
Vita abbatis Isaiae.
Life of Abba Isaias.
Isaias autem dicit eis : Et quid mirum, o amici, si vir nobis occurrerit, qui vitam narret uniuscujusque (Ruff., lib. II, cap. 10) ?
And Isaias says to them: And what wonder is it, O friends, if the man should meet us and narrate the life of each one (Rufinus, book II, chap. 10)?
CAPUT LVII.
Chapter LVII.
Vita abbatis Pauli.
Life of Abba Paul.
Paulus autem dicit eis : Si Deus nobis revelaverit quod post tres dies assumit hominem ? Cum autem paulo ulterius processissent, vir eis obviam factus eos salutat ; Paulus autem ei dicit : Dic nobis quae recte gessisti ; nam post crastinum diem abibis ad Deum (Ruffin., l. II, cap. 10).
And Paul says to them: What if God has revealed to us that after three days He is taking up the man? And when they had advanced a little further, the man, having met them, greets them; and Paul says to him: Tell us the things which thou hast rightly done; for after tomorrow thou shalt depart to God (Rufinus, book II, chap. 10).
CAPUT LVIII.
Chapter LVIII.
Vita abbatis Anuph.
Life of Abba Anuph.
Dixit autem eis Anuph : Benedictus Deus, qui mihi haec quoque signavit, et vestrum vitae institutum et adventum (Ruffin., l. II, cap. 10). Cum autem dixisset quae unusquisque eorum recte gesserat, exposuit deinceps, quae ipse fecerat, dicens : Ex quo Servatoris nomen professus sum in terra, ex ore meo non est egressum mendacium : humani cibi nihil sumpsi, me coelesti alimento alente quotidie angelo : nullius alterius rei cupiditas in cor meum ascendit, praeterquam Dei ; nihil ex rebus terrenis occultavit mihi Deus, quod non significaverit et ostenderit mihi. Non interdiu somnum cepi, non noctu requievi, Deum quaerens : Una mihi semper adfuit angelus, mundi ostendens potestates ; lumen cogitationis meae nunquam fuit exstinctum ; omnem petitionem accepi a Deo protinus. Vidi saepenumero Deo assistentes myriades angelorum, vidi choros justorum, vidi martyrum congeriem, vidi monachorum vitae institutionem ; vidi opus autem omnium Deum laudantium. Vidi Satanam igni traditum, vidi angelos ejus punitos, vidi justos laetantes in aeternum. Haec et multa alia narrans. tertio die tradit animam ; eamque sta-
And Anuph said to them: Blessed is God, Who has signified these things also to me, both your rule of life and your coming (Rufinus, book II, chap. 10). And when he had told the things which each one of them had rightly done, he set forth next the things which he himself had done, saying: From the time that I professed the name of the Saviour upon earth, no falsehood has gone forth out of my mouth; of human food I have taken nothing, as an angel feeds me daily with heavenly nourishment; the desire of no other thing has ascended into my heart, save of God; nothing of earthly things has God hidden from me, which He has not signified and shown to me. I have not taken sleep by day, I have not rested by night, seeking God: an angel has always been present with me, showing me the powers of the world; the light of my thought has never been quenched; every petition I have received from God forthwith. I have oftentimes seen myriads of angels standing beside God, I have seen choirs of the righteous, I have seen a company of martyrs, I have seen the way of life of monks; and I have seen the work of all who praise God. I have seen Satan delivered to the fire, I have seen his angels punished, I have seen the righteous rejoicing for ever. Relating these and many other things, on the third day he yields up his soul; and straight-
PG 34:1159Read from the page
tim suscipientes angeli et chori martyrum, in coelos sustulerunt, ipsis videntibus et hymnos audientibus.
way the angels and choirs of martyrs receiving it, bore it up into the heavens, while they themselves looked on and heard the hymns.
CAPUT LIX.
Chapter LIX.
Vita abbatis Hellenis.
Life of Abba Hellen.
Quidam autem alius pater, qui vocabatur abbas Hellen (Ruffin., lib. II, cap. 11), cum ab ineunte aetate se fortiter exercuisset, saepenumero ignem gestabat in sinu, incitans eos qui prope erant fratres ad ostendenda signa, dicens eis : Si vos vere exercetis, virtutis signa de caetero ostendite. Aliquando autem cum per se esset in solitudine, incessit eum mellis desiderium ; cum vero illico favos invenisset sub petra, dixit : Recede a me intemperans cupiditas ; scriptum est enim : Spiritu ambulate, et desiderium carnis non perficietis (Gal. V), eisque relictis abiit. Cum autem jam tres hebdomadas jejunasset in solitudine, inventis qui disjecti erant fructibus, dixit : Non comedam, neque attingam aliquid ex iis, ne fratrem meum scandalizem, nempe meam animam ; scriptum est enim : Non in alimento solum vivit homo (Matth. IV ; Lucae IV). Cum autem adhuc aliam jejunasset hebdomadam, postea dormitavit ; et veniens angelus in somnis, ei dixit : Surge et tolle ea quae inveniuntur, et comede. Is autem surrexit, et circumquaque aspiciens, videt fontem in orbem herbas delicatas germinasse. Cum autem et potum sumpsisset, et comedisset olera, affirmabat nihil unquam sibi fuisse jucundius. Cum parvam autem speluncam in loco invenisset, mansit illic paucos dies jejunus. Ubi autem egebat alimento, orabat flexis genibus : ei autem protinus apponebantur esculenta omnia, et panis calidus, et olivae, et varii fructus.
Now a certain other father, who was called Abba Hellen (Rufinus, book II, chap. 11), having mightily exercised himself from his early youth, oftentimes carried fire in his bosom, urging the brethren who were nearby to show forth signs, saying to them: If you truly exercise yourselves, show forth then the signs of virtue. And once when he was by himself in the desert, a desire for honey came upon him; and when on the spot he had found honeycombs under a rock, he said: Depart from me, intemperate desire; for it is written: Walk in the Spirit, and you shall not fulfil the desire of the flesh (Gal. 5:16); and leaving them behind he went away. And when he had already fasted three weeks in the desert, having found fruits that lay scattered about, he said: I will not eat, nor touch anything of them, lest I cause my brother to stumble, namely my soul; for it is written: Not on food alone doth man live (Matt. 4:4; Luke 4:4). And when he had fasted yet another week, afterwards he fell asleep; and an angel coming in his sleep said to him: Arise and take the things that are found, and eat. And he arose, and looking round about on every side, he sees a spring having sprouted tender herbs in a circle. And when he had both taken drink and eaten the herbs, he affirmed that nothing had ever been more pleasant to him. And having found a small cave in the place, he remained there a few days fasting. And whenever he needed nourishment, he prayed on bended knees: and straightway there were set before him all kinds of food to eat, both warm bread, and olives, and various fruits.
Aliquando autem invisit fratres suos ; et cum eos multum monuisset, contendebat in desertum, afferens quaedam ad usum necessaria. Cum autem vidisset quosdam onagros pascentes, ait ipsis : In nomine Jesu Christi, veniat unus ex vobis, et suscipiat onus meum. Is autem statim ad ipsum accessit. Cum autem supellectilem ei imposuisset, et ei insedisset, uno die pervenit ad speluncam. In sole vero ab eo positis panibus et fructibus, cum ad ea venissent ferae, ut solent ad fontem, et panes solum tetigissent, mortuae sunt.
And once he visited his brethren; and when he had admonished them much, he was hastening into the desert, bringing certain things necessary for use. And having seen certain wild asses grazing, he said to them: In the name of Jesus Christ, let one of you come and take up my burden. And one straightway came up to him. And when he had laid his gear upon it, and sat upon it, in a single day he reached the cave. Moreover, when the loaves and fruits had been set out by him in the sun, and wild beasts had come to them, as they are wont to come to the spring, and had merely touched the loaves, they died.
Accessit autem aliquando ad quosdam monachos, cum esset dies Dominicus, et dixit eis : Cur hodie non egistis synaxim ? Cum ii autem aperte dicerent : Eo quod non venerit presbyter, dixit eis : Ego ibo et eum vocabo. Ii autem dixerunt, non posse aliquem transmittere alveum propter altitudinem. Quinetiam dicebant eo in loco esse belluam maximam, nempe crocodilum, qui multos homines consumpserat. Is autem non cunctatus, statim surgens profectus est ad vadum : quem cum bellua statim tergo excepisset, ad partem ripae ulterioris transvexit. Cum autem in agro invenisset presbyterum, rogavit ne despiceret fraternitatem. Ille autem eum videns multis consutis pannis obsitum, rogavit undenam pannum habuisset, dicens : Habes vestem animae pulcherrimam, o frater : ejusque humilitatem et fru-
And once he came to certain monks, when it was the Lord's day, and said to them: Why have you not held the assembly today? And when they openly said: Because the presbyter has not come, he said to them: I will go and call him. But they said that no one was able to cross the channel on account of the depth. Nay more, they said that in that place there was a very great beast, namely a crocodile, which had destroyed many men. He, however, not delaying, straightway rising up set out for the ford: and when the beast had straightway received him upon its back, it carried him across to the side of the further bank. And when he had found the presbyter in the field, he begged him not to despise the brotherhood. And he, seeing him clad in many stitched rags, asked whence he had got the rag, saying: Thou hast a most fair garment of the soul, O brother; and admiring his humility and fru-