Migne Reading Room

PG 34 · cols. 1106–1111 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 34:1106Read from the page
τούτων μηδεμιᾷ προσφορὰν ἐπιτελεσθῆναι. Τὰς δὲ λοιπὰς ὡς συνειδυίας καὶ μὴ εἰρηνευσάσας τὴν συκοφαντωσαν, ἀλλὰ μᾶλλον πιστευσάσας τὰ εἰρημένα, ἑπταετίαν ἀφώρισεν ἀκοινωνήτους ποιήσας.
that for neither of these should an offering be celebrated. And the rest, as being aware of it and not having reconciled her who slandered, but rather having believed the things spoken, he separated for seven years, making them excommunicate.
ΚΕΦΑΛ. ΜΑʹ.
Chapter XLI.
Περὶ τῆς ὑποκρινομένης μωρίαν.
Concerning her who feigned folly.
Ἐν τούτῳ τῷ μοναστηρίῳ παρθένος τις ἦν μία Ἰσιδώρα καλουμένη, διὰ τὸν Χριστὸν ὑποκρινομένη μωρίαν καὶ δαιμονᾷν, προθεμένη δι' αὐτῶν κατορθῶσαι τὴν ἀρετὴν, εἰς ἄκρον ἑαυτὴν ταπεινοῦσα καὶ κατευτελίζουσα. Ταύτην ἐπὶ τοσοῦτον ἐβδελύξαντο αἱ λοιπαὶ, ὥστε μηδὲ συνεσθίειν αὐτῇ, καὶ τοῦτο ἐκείνης μετὰ χαρᾶς καταδεξαμένης. Ἀλωμένη οὖν περὶ τὸ μαγειρεῖον ἐκείνη πᾶσαν ἐποίει ὑπηρεσίαν πάσαις αὐταῖς, ὡς δούλη ὑπακούουσα εἰς πᾶσαν ὑπακοήν. Καὶ ἦν αὕτη ἡ μακαρῖτις (τὸ δὴ λεγόμενον) σπόγγος τῆς συνοδίας, ἔργῳ πληροῦσα τὸ γεγραμμένον ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ, τὸ, Ὁ θέλων ἐν ὑμῖν εἶναι μέγας, ἔστω πάντων δοῦλος καὶ πάντων διάκονος. Καὶ εἴ τις δοκεῖ σοφὸς εἶναι, ἐν τῷ αἰῶνι τούτῳ μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Τῶν οὖν ἄλλων παρθένων τὸ σχῆμα ἦν κεκαρμένων, ἐχουσῶν κουκούλλια ἐπὶ τῶν κεφαλῶν. Αὕτη δὲ ῥάκος ἀναδήσασα τὴν κεφαλὴν, οὕτως ἐποίει πᾶσαν αὐτῶν τὴν ὑπηρεσίαν. Ταύτην μασσωμένην οὐκ ἶδεν οὐ μία τῶν τετρακοσίων τὰ ἔτη τῆς ζωῆς αὐτῆς. Ἐπὶ τραπέζης οὐδέ ποτε ἐκαθέσθη, οὐδὲ κλάσματος ἄρτου μετέλαβέν ποτε, ἀλλὰ τὰς ψίχας σπογγολογοῦσα τῶν τραπεζῶν, καὶ τὰς χύτρας περιπλύνουσα, τούτοις ἠρκεῖτο, μὴ ὑποδησαμένη ποτὲ, μὴ ὑβρίσασά τινα, μὴ γογγύσασα μικρὸν ἢ μέγα ῥῆμα, καίπερ ὑβριζομένη, καὶ καταρωμένη, καὶ ὑπὸ τῶν πλειόνων μυσαττομένη.
In this monastery there was a certain virgin called Isidora, feigning folly and demon-possession for Christ's sake, having purposed through these things to achieve virtue, humbling and abasing herself to the uttermost. Her the rest abhorred to such a degree that they would not even eat with her, she welcoming this also with joy. Wandering about the kitchen therefore, she performed every service for them all, obeying like a bondmaid unto all obedience. And this blessed woman was (as the saying goes) the sponge of the community, fulfilling in deed that which is written in the holy Gospel: Whosoever will be great among you, let him be the servant of all and the minister of all (Matt. 20:26; Mark 10:43-44). And if anyone seems to be wise, let him become a fool in this world, that he may become wise (1 Cor. 3:18). Now the habit of the other virgins was that of women shorn, having cowls upon their heads. But she, having bound a rag upon her head, thus performed all their service. Not one of the four hundred ever saw her chewing during the years of her life. At a table she never sat down, nor did she ever partake of a piece of bread, but gathering up the crumbs from the tables with a sponge, and washing round the pots, she was content with these things, having never bound on shoes, having never insulted anyone, having never murmured a small or great word, although she was insulted, and cursed, and loathed by the most.
ΚΕΦΑΛ. ΜΒʹ.
Chapter XLII.
Περὶ τοῦ Πιτηρούμ.
Concerning Piterum.
Περὶ ταύτης τῆς ὁσίας τῷ ἁγίῳ Πιτηροὺμ παρέστη ὁ ἄγγελος ἐν τῷ Πορφυρίτῃ καθεζομένῳ ἀναχωρητῇ, ἀνδρὶ δοκιμωτάτῳ εἰς τὴν τῆς ἀσκήσεως ἀρετήν. Καὶ λέγει αὐτῷ· Διὰ τί μέγα φρονεῖς ἐπὶ τοῖς σαυτοῦ κατορθώμασιν ὡς εὐλαβὴς, καὶ ἐν τοιούτῳ καθεζόμενος τόπῳ; Θέλεις ἰδεῖν σου εὐλαβεστέραν γυναῖκα; ἄπελθε εἰς τὸ μοναστήριον τῶν γυναικῶν τῶν Ταβεννησιωτῶν, καὶ εὑρήσεις ἐκεῖ μίαν, διάδημα ἔχουσαν ἐπὶ τῆς κεφαλῆς αὐτῆς· ἐκείνη σου ἀμείνων ἐστί. Τοσούτῳ γὰρ ὄχλῳ πυκτεύουσα, καὶ διαφόρως πάσαις δουλεύουσα, τὴν ἑαυτῆς καρδίαν οὐδέποτε ἀπέστησεν τοῦ Θεοῦ, καίπερ παρὰ πασῶν καταφρονουμένη. Σὺ δὲ καθεζόμενος ὧδε ἀνὰ τὰς πόλεις πλανᾶσαι τῇ διανοίᾳ, ὁ μηδέποτε οἰκουμένην πατήσας. Ἀναστὰς δὲ ἐκ τούτου τοῦ τόπου ὁ μέγας Πιτηραὺμ, ἦλθεν ἕως τοῦ μοναστηρίου τῶν Ταβεννησιωτῶν, καὶ παρακαλεῖ τοὺς διδασκάλους διαβῆναι εἰς τὸ μοναστήριον τῶν γυναικῶν. Ὡς οὖν ἐπίδοξον τῶν Πατέρων καὶ ἐν τῇ ἀσκήσει γεγηρακότα θαῤῥοῦντες εἰσήγαγον αὐτὸν, διαπεράσαντες τὸν ποταμόν. Καὶ μετὰ τὸ εὔξασθαι αὐτοὺς, ἐπεζήτησεν ὁ μέγας πάσας τὰς παρθένους ἰδεῖν κατὰ πρόσωπον. Πασῶν οὖν ἐλθουσῶν ἐν τῷ μέσῳ ἐκείνη οὐ παρεφαίνετο. Τέλος λέγει αὐταῖς ὁ ἅγιος Πιτηρούμ· Φέρετέ μοι πάσας. Τῶν δὲ λεγουσῶν, Πάρεσμεν πᾶσαι· λέγει αὐταῖς, Λείπει μία, ἣν ἔδειξέν μοι ὁ ἄγγελος. Λέγουσιν αὐτῷ· Μίαν ἔχομεν σαλήν· ἐν τῷ μαγειρίῳ ἐστίν. Οὕτω γὰρ ἐκεῖ καλοῦσι τὰς πασχούσας. Λέγει ὁ μέγας· Ἀγάγετε κἀκείνην, ἄφετε ἴδω αὐ-
Concerning this saintly woman, the angel stood by the holy Piterum the anchorite as he sat in Porphyrites, a man most approved in the virtue of asceticism. And he says unto him: Why do you think highly of yourself over your own achievements as being devout, and sitting in such a place? Do you wish to see a woman more devout than yourself? Go away unto the monastery of the women of the Tabennesiotes, and you shall find there one having a diadem upon her head; she is better than you. For boxing with so great a crowd, and serving them all in diverse ways, she has never removed her heart from God, although despised by all. Whereas you, sitting here, wander through the cities in your mind, you who have never trodden the inhabited world. And having risen up from that place, the great Piteraum came as far as the monastery of the Tabennesiotes, and entreats the teachers that he may cross over unto the monastery of the women. Having confidence in him therefore as one renowned among the Fathers and grown old in asceticism, they brought him in, having crossed over the river. And after they had prayed, the great man sought to see all the virgins face to face. When all therefore had come into the midst, that woman did not appear. Finally the holy Piterum says unto them: Bring them all unto me. And when they said: We are all present; he says unto them: One is lacking, whom the angel showed me. They say unto him: We have one fool; she is in the kitchen. For thus do they there call women who are afflicted. The great man says: Bring her also, let me see her-
Notes, col. 1106

On the reading

Printed συκοφαντωσαν, for συκοφαντοῦσαν.

Printed ἶδεν, for εἶδεν.

Printed Πιτηραὺμ, for Πιτηροὺμ.

PG 34:1107Read from the page
τήν. Ἀπῆλθον οὖν φωνῆσαι αὐτήν. Ἡ δὲ οὐχ ὑπήκουσεν τότε αἰσθομένη τοῦ πράγματος· ἴσως γὰρ καὶ ἀπεκαλύφθη αὐτῇ. Σύρουσιν οὖν αὐτὴν μετὰ βίας ἄγουσαι καὶ λέγουσαι αὐτῇ· Ὁ ἅγιος Πιτηροὺμ ἰδεῖν σε θέλει. Ἦν γὰρ οὗτος ὀνομαστός. Ἀχθείσης οὖν αὐτῆς, ἐθεάσατο ὁ μέγας τὸ πρόσωπον αὐτῆς, καὶ τὸ ῥάκος ἐπὶ τῆς κεφαλῆς αὐτῆς καὶ τοῦ μετώπου. Καὶ πεσὼν αὐτοῦ εἰς τοὺς πόδας, λέγει αὐτῇ· Εὐλόγησόν με ἀμμᾶ. Πεσοῦσα δὲ καὶ αὐτὴ εἰς τοὺς πόδας αὐτοῦ, ἔλεγεν· Σύ με εὐλόγησον, κύριέ μου. Ἰδοῦσαι δὲ τοῦτο πᾶσαι, ἐξέστησαν λέγουσαι αὐτῷ· Ἀββᾶ, μὴ πάσχε ὕβριν· σαλὴ γάρ ἐστιν. Λέγει αὐταῖς πάσαις ὁ ἅγιος Πιτηρούμ· Ὑμεῖς ἐστε σαλαί. Αὕτη γὰρ καὶ ὑμῶν καὶ ἐμοῦ ἀμείνων οὖσα ἀμμᾶς ἐστιν (οὕτω γὰρ καλοῦσι τὰς πνευματικὰς μητέρας)· καὶ εὔχομαι ἄξιος αὐτῆς εὑρεθῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Ἀκούσασαι δὲ τούτων ἔπεσαν αὐτοῦ εἰς τοὺς πόδας, κλαίουσαι καὶ ἐξομολογούμεναι πᾶσαι, πῶς διαφόρως τὴν ἁγίαν ταύτην ἐλύπουν· ἡ μὲν λέγουσα· Ἐγὼ αὐτὴν ἀεὶ ἐχλεύαζον· καὶ ἄλλη· Ἐγὼ δὲ τὸ σχῆμα αὐτῆς ταπεινὸν κατεγέλων· καὶ ἑτέρα· Ἐγὼ αὐτὴν ὕβριζον σιωπῶσαν· καὶ πάλιν ἄλλη· Ἐγὼ τοῦ πίνακος τὸ ἀπόπλυμα πολλάκις αὐτῇ κατέχεα· ἄλλη· Πληγὰς αὐτῇ ἐγὼ ἔδωκα· καὶ ἑτέρα πάλιν· Ἐγὼ ἤμην κονδύλους αὐτῇ ἐντριψαμένη· ἄλλη πάλιν· Ἐγὼ πολλάκις τὴν ῥῖνα αὐτῆς ἐσινάπησα· καὶ ἁπαξαπλῶς, πᾶσαι διαφόρους ὕβρεις ἀπήγγελλον πεποιηκυῖαι εἰς αὐτήν. Δεξάμενος οὖν αὐτῶν τὴν ἐξομολόγησιν ὁ ἅγιος Πιτηροὺμ, καὶ εὐξάμενος ὑπὲρ αὐτῶν ἅμα αὐτῇ, καὶ ἐπὶ πολὺ παρακαλέσας τὴν τιμίαν τοῦ Χριστοῦ δούλην, οὕτως ἐξῆλθεν. Μετὰ δὲ ὀλίγας ἡμέρας ὑπὸ πασῶν τιμωμένη μεγάλως, καὶ παρὰ πασῶν θεραπευομένη, μὴ ἐνεγκοῦσα ἐκείνη ἡ μακαρῖτις τὴν δόξαν καὶ τὴν τιμὴν τὴν παρὰ πάσης τῆς ἀδελφότητος, καὶ τὰς ἀπολογίας, ἄχθος τοῦτο ἡγησαμένη, λάθρα ἐξῆλθεν τοῦ μοναστηρίου· καὶ ὅπου ἀπῆλθεν, ἢ ποῦ κατέδυ, ἢ ποῦ ἐτελεύτησεν, ἔγνω οὐδεὶς ἄχρι τῆς δεῦρο. Ταῦτά ἐστι τὰ ἐνάρετα ἔργα τῆς γενναίας παρθένου τῆς ταπεινόφρονος ταύτης καὶ μακαρίας.
They went off therefore to call her. But she did not obey, perceiving then the matter; for perhaps also it had been revealed unto her. They drag her therefore with force, leading her and saying unto her: The holy Piterum wishes to see you. For he was famous. When she had been brought therefore, the great man beheld her face, and the rag upon her head and her forehead. And falling down at his feet, he says unto her: Bless me, Amma. And she also falling down at his feet, said: Do you bless me, my lord. And when all the women saw this, they were amazed, saying unto him: Abba, suffer not an insult; for she is a fool. The holy Piterum says unto them all: You are fools. For she, being better both than you and than I, is an Ammas (for thus do they call spiritual mothers); and I pray to be found worthy of her in the day of judgement. And having heard these things, they all fell at his feet, weeping and confessing how in diverse ways they used to grieve this holy woman; one saying: I always mocked her; and another: And I laughed at her lowly habit; and another: I insulted her while she kept silence; and again another: I oftentimes poured out the washings of the platter upon her; another: I gave her blows; and another again: I was one who rubbed knuckles upon her; another again: I oftentimes smeared her nose with mustard; and in a word, they all declared diverse insults which they had done unto her. Having received their confession therefore, and having prayed for them together with her, and having entreated at great length the honourable handmaid of Christ, the holy Piterum thus went forth. And after a few days, being greatly honoured by all, and waited upon by all, that blessed woman, not enduring the glory and the honour from the whole sisterhood, and the apologies, accounting this a burden, went forth secretly from the monastery; and whither she went off, or where she hid herself, or where she died, no one has known unto this day. These are the virtuous works of this noble, humble-minded, and blessed virgin.
ΚΕΦΑΛ. ΜΓʹ.
Chapter XLIII.
Περὶ Ἰωάννου τοῦ Λυκοπολίτου.
Concerning John of Lycopolis.
Γέγονέν τις Ἰωάννης ὀνόματι ἐν Λυκῷ τῇ πόλει, ὃς ἐκ παιδίου ἔμαθεν τὴν τεκτονικήν· ᾧ ἀδελφὸς ὑπῆρχεν βαφεύς. Ὅς ὕστερον γενόμενος ἐτῶν εἰκοσιπέντε, ἀπετάξατο· καὶ διατρίψας ἐν διαφόροις μοναστηρίοις πέντε ἔτη, ἀνεχώρησε μόνος εἰς τὸ ὄρος τὸ Λυκῷ, εἰς αὐτὴν τὴν ἀκρώρειαν ποιήσας ἑαυτῷ τρεῖς θόλους. Καὶ εἰσελθὼν εἰς αὐτοὺς ἐνῳκοδόμησεν ἑαυτόν. Ἦν οὖν ὁ εἷς θόλος, ἔνθα προσηύχετο· ὁ δὲ ἕτερος, ἐν ᾧ εἰργάζετο, καὶ ἤσθιεν· ὁ ἄλλος, εἰς τὰς χρείας, τὰς τῆς σαρκός. Οὗτος τριάκοντα πληρώσας ἔτη ἐγκεκλεισμένος, καὶ διὰ θυρίδος λαμβάνων διὰ τοῦ διακονοῦντος τὰ πρὸς τὰς χρείας, κατηξιώθη χαρίσματος προῤῥήσεως. Ἐν οἷς καὶ τῷ μακαρίῳ Θεοδοσίῳ τῷ βασιλεῖ διαφόρους ἀπέστελλεν προῤῥήσεις, ὃς ἐκ τῶν ἔργων ἔκδηλος γέγονε πᾶσι προφητείας χάρισμα κεκτημένοις. Καὶ γὰρ πάντα τὰ ἐκ Θεοῦ ἐρχόμενα τῷ κόσμῳ, τῷ εὐσεβεστάτῳ βασιλεῖ προεμήνυεν Θεοδοσίῳ, καὶ τὰ ἐκβησόμενα πάλιν προαπήγγελλεν· τήν τε τῶν τυράννων αὐτῷ ἐπανά-
There was a certain man John by name in the city of Lyco, who from childhood learned the carpenter's craft, and who had a brother a dyer. Who afterwards, having become twenty-five years old, renounced the world; and having spent five years in diverse monasteries, he withdrew alone to the mountain of Lyco, having made for himself upon the very summit three vaulted chambers. And having entered into them, he walled himself in. Now the one chamber was where he prayed; the second, wherein he worked and ate; the other, for the needs of the flesh. Having completed thirty years shut up, and receiving through a window by means of him who ministered the things for his needs, this man was counted worthy of the gift of foreknowledge. Wherein also he used to send diverse foretellings unto the blessed Emperor Theodosius, who from his works became manifest unto all as possessing a gift of prophecy. For indeed all the things coming from God upon the world he foretold unto the most pious Emperor Theodosius, and again foreannounced the things that would come to pass: both the insurrection of the tyrants against him-
Notes, col. 1107

On the reading

Printed Ὅς, for Ὃς.

PG 34:1108Read from the page
στασιν καὶ τὴν ταχεῖαν αὐτῶν πάλιν ἀναίρεσιν, καὶ τὸν ἐπιβόσόντων αὐτῷ ἀφανισμόν. Καὶ στρατηλάτου δέ τινος πρὸς αὐτὸν ἐλθόντος πυθέσθαι εἰ περιγενήσεται τῶν Αἰθιόπων τῶν κατὰ τὴν Συήνην, ἥτις ἐστὶν ἀρχὴ τῆς Θηβαΐδος, τότε συνεισπεσόντων καὶ τὴν περίχωρον αὐτῆς ἐρημωσάντων, φήσαντος πρὸς αὐτὸν τοῦ Πατέρος, ὅτι Ἀνελθὼν αὐτὸς καταλήψῃ καὶ χειρώσῃ καὶ ὑποτάξεις, καὶ παρὰ τοῖς βασιλεῦσιν εὐδόκιμος ἔσῃ, γέγονέ τε οὕτως, καὶ τὰ συμβάντα τὴν πρόῤῥησιν ἐβεβαίωσεν. Ἔλεγε δὲ ὅτι καὶ οἰκείῳ θανάτῳ ὁ Χριστιανικώτατος Θεοδόσιος ὁ βασιλεὺς τελευτήσει. Εἶχε δὲ καί τινα ὑπερβολὴν ὁ ἀνὴρ προφητείας, ὡς ἐκ τῶν παραμενόντων αὐτῷ Πατέρων ἀκηκόαμεν· ὧν ὁ βίος δόκιμος παρὰ τοῖς ἐκεῖ πᾶσι πεφήμισται· καὶ ὅτι οὐδὲν κεχαρισμένον, ἀλλ' ἔλαττόν τι περὶ τοῦ ἀνδρὸς ὑφηγήσαντο. Τριβούνου γάρ τινος εἰσελθόντος εἰς αὐτὸν, καὶ ἱκετεύοντος συγχωρεῖν ἐλθεῖν πρὸς αὐτὸν τὴν αὐτοῦ γαμετὴν πολλὰ παθοῦσαν, καὶ θέλουσαν αὐτὸν θεάσασθαι, ἐπὶ τὴν Συήνην μέλλουσαν ἀνιέναι, ἵνα δὴ πρότερον περὶ αὐτῆς εὔξηται, καὶ εὐλογήσας αὐτὴν ἀπολύσῃ· ὁ τε μὴ ἑωρακὼς τεσσαρακοστὸν ἤδη ἔτος ἔχων ἐν τῷ σπηλαίῳ ἐνενηκονταέτης που ὑπάρχων, καὶ μήτε αὐτὸς ἐξελθών ποτε, μήτε γυναῖκα ὀφθῆναι αὐτῷ συγχωρῶν, παρῃτεῖτο θεάσασθαι τὴν ἐλευθέραν· ἀλλ' οὐδὲ ἀνήρ τις εἰσῆλθέ ποτε πρὸς αὐτόν. Ηὐλόγει γὰρ μόνον διὰ θυρίδος, καὶ ἠσπάζετο τοὺς προσιόντας, ἑκάστῳ ὑπὲρ τῆς ἰδίας σπουδῆς διαλεγόμενος. Ὡς οὖν ἐπέμενε δεόμενος ὁ τριβοῦνος, εἰ κελεύοι ἥξειν αὐτοῦ τὴν ἐλευθέραν (ἦν γὰρ ὡς ἀπὸ διαστήματος πέντε σημείων τῆς πόλεως ὁ ἀνὴρ εἰς τὴν ἔρημον ἐν τῷ ὄρει διάγων), οὐκ ἐπένευσεν· ἀλλὰ ἀδύνατον εἶναι λέγων, κατηφῆ τὸν ἄνδρα ἀπέπεμπεν. Ἡ δὲ ἐλευθέρα οὐκ ἐπαύετο ἡμέριον διοχλοῦσα καὶ ἐνομότως λέγουσα μηδαμοῦ ἀπιέναι, εἰ μὴ τὸν προφήτην θεάσοιτο. Ὡς δὲ ἀπηγγέλη τῷ μακαρίῳ Ἰωάννῃ παρὰ τοῦ ἀνδρὸς ὁ τῆς γυναικὸς ὅρκος, κατανοήσας τὴν πίστιν αὐτῆς ἔφη πρὸς τὸν τριβοῦνον, Ὀφθήσομαι αὐτῇ τῇ νυκτὶ ταύτῃ κατ' ὄναρ· καὶ μὴ προσθῇ ἰδεῖν ἔτι τὸ πρόσωπόν μου ἐν σαρκί. Ἀπήγγειλε δὲ τοὺς λόγους τοῦ Πατέρος τῇ γυναικὶ ὁ ἀνήρ. Καὶ δὴ καθ' ὕπνον ὁρᾷ ἡ γυνὴ τὸν προφήτην πρὸς αὐτὴν ἐρχόμενον, καί φησι· Τί μοι καὶ σοὶ, γύναι; τί τῶν ἐμῶν ὄψεων ἐπεθύμησας; μὴ γὰρ προφήτης εἰμὶ ἐγὼ, ἢ δικαίου τάξιν ἐπέχω; ἄνθρωπός εἰμι ἁμαρτωλὸς καὶ ὁμοιοπαθὴς ὑμῖν. Ὅμως ηὐξάμην ὑπὲρ σοῦ καὶ τοῦ οἴκου τοῦ ἀνδρός σου, ἵνα κατὰ τὴν πίστιν ὑμῶν γενηθῇ ὑμῖν. Πορεύεσθε οὖν ἐν εἰρήνῃ. Καὶ ταῦτα εἰπὼν ἀπηλλάγη. Ἔξυπνος δὲ ἡ γυνὴ γενομένη, ἀπήγγειλε τῷ ἀνδρὶ τὰ τοῦ προφήτου ῥήματα, καὶ τὸ σχῆμα διηγεῖτο, καὶ εὐχαριστηρίους αὐτῷ φωνὰς διὰ τοῦ ἀνδρὸς προσεπελύετο. Ἰδὼν δὲ αὐτὸν ὁ μακάριος Ἰωάννης προλαβὼν εἶπεν αὐτῷ· Ἰδοὺ, τὴν ἀξίωσίν σου ἐπλήρωσα. Ἰδὼν γὰρ αὐτὴν ἐπληροφόρησα τοῦ μηκέτι ἰδεῖν με, ἀλλὰ πυρεύεσθαι ἐν εἰρήνῃ.
and their swift destruction again, and the annihilation of the nations invading against him. And when a certain general had come unto him to inquire whether he would prevail over the Ethiopians about Syene, which is the beginning of the Thebaid, who had then broken in together and laid waste the region round about it, the Father having said unto him: Going up yourself you shall overtake and subdue and subject them, and you shall be held in high esteem with the emperors, both so it came to pass, and the events confirmed the prediction. And he said that the most Christian Emperor Theodosius would also die by a natural death. Moreover the man had also a certain pre-eminence of prophecy, as we have heard from the Fathers who remained beside him, whose life is famed as approved among all those who are there; and that they related nothing by way of favour, but rather somewhat less concerning the man. For when a certain tribune had come in unto him, and besought him to permit his wife, who had suffered many things and wished to behold him, as she was about to go up unto Syene, to come unto him, so that he might first pray for her, and having blessed her might dismiss her; he who had not seen a woman, having already his fortieth year in the cave and being about ninety years old, and neither ever going forth himself, nor permitting a woman to be seen by him, declined to behold the freewoman; nay, not even any man ever entered in unto him. For he used only to bless through a window, and greeted those who approached, conversing with each one on behalf of his own earnest concern. When therefore the tribune persisted in beseeching whether he would bid his freewoman come (for the man was living at a distance of about five miles from the city into the desert on the mountain), he did not consent; but saying that it was impossible, he sent the man away downcast. Yet the freewoman did not cease troubling him daily and saying under oath that she would depart nowhere unless she should behold the prophet. And when the oath of the woman was reported by her husband unto the blessed John, having perceived her faith he said unto the tribune: I shall appear unto her this night in a dream; and let her not seek any more to see my face in the flesh. And the husband reported the words of the Father unto his wife. And indeed in sleep the woman sees the prophet coming unto her, and he says: What have I to do with you, woman? Why did you desire the sight of me? For am I a prophet, or do I hold the rank of a righteous man? I am a sinful man and of like passions with you. Nevertheless I have prayed for you and for the house of your husband, that according to your faith it may be done unto you. Go therefore in peace. And having said these things he departed. And when the woman awoke, she reported unto her husband the words of the prophet, and described his appearance, and discharged expressions of thanksgiving unto him through her husband. And when the blessed John saw him, anticipating him he said unto him: Behold, I have fulfilled your request. For having seen her I satisfied her that she should see me no more, but go in peace.
Ἄλλου δὲ πραιποσίτου γυνὴ ἀπόντος ἐκυοφόρει. Καὶ δὴ γεννήσασα κατ' αὐτὴν τὴν ἡμέραν καθ' ἣν ὁ ἀνὴρ αὐτῆς τῷ Πατρὶ Ἰωάννῃ συνέτυχεν, ἔμελλε κινδυνεύειν λειποψυχήσασα. Ὁ δὲ ἅγιος εὐαγγελίζεται αὐτῷ, λέγων, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ ὅτι υἱός σοι σήμερον γεγέννηται, ἐδόξαζες ἂν
And the wife of another prefect was with child while he was absent. And having given birth on that very day whereon her husband met with Father John, she was about to be in danger, having fainted away. And the holy man brings glad tidings unto him, saying: If you knew the gift of God (John 4:10), and that a son has been born unto you today, you would glorify
Notes, col. 1108

On the reading

Printed ἐπιβόσόντων, for ἐπιβουλευσάντων.

Printed Πατέρος, for Πατρὸς.

Printed ὁ τε, for ὅ τε.

Printed πυρεύεσθαι, for πορεύεσθαι.

PG 34:1109Read from the page
lem, quae est in culina. Sic enim vocant illic eas quae non sunt sanae mentis. Dicit eis magnus : Illam quoque adducite, sinite ut eam videam. Iverunt itaque ad eam vocandam. Illa vero nequaquam obediit, ut quae rem sentiret, nam forte ipsi quoque fuerat revelatum. Eam ergo vi trahunt, ipsi dicentes : Sanctus Pitirum vult te videre, erat enim is magni nominis. Ea ergo adducta, vidit magnus ejus faciem, et pannum in capite et fronte ejus, et cadens ad pedes ejus, dicit ei : Benedic Amma. Cadens autem ad pedes ejus ipsa quoque dicebat : Tu mihi benedic, domine mi. Cum hoc autem cunctae vidissent, obstupuerunt, et ei dixerunt : Ne tibi fiat probrum ac vituperium, est enim Sale. Eis dicit sanctus Pitirum : Vos estis Sale, haec enim et me et vobis est melior; est Amma (sic enim vocant Matres spiritales), et quaeso ut ea dignus inveniar in hora judicii. Eae autem cum audiissent, ceciderunt ad pedes ejus flentes, et confitentes omnes quod beatam diversis modis afficerent contumelia. Alia quidem dicens : Ego hanc semper subsannabam; alia, Ego ejus humilem habitum irridebam; et alia, Ego eam tacentem afficiebam contumelia; et rursus alia, Ego quadrae eluviem saepe in eam effudi; alia, Ego ei plagas inflixi; alia rursus, Ego ea sum quae ei pugnos incussi; alia rursus, Ego sinapio ejus nares aspersi. Et ut semel dicam, significabant omnes se eam variis affecisse contumeliis. Cum harum ergo confessionem accepisset sanctus Pitirum, et pro eis simul cum ipsa orasset, et diu esset consolatus venerandam Christi servam, sic exiit. Paucis autem post diebus cum ab omnibus valde honoraretur, et ab omnibus observaretur, non ferens beata gloriam et honorem quo afficiebatur ab omni fraternitate, et excusationes onus esse arbitrans, clam exiit ex monasterio; et quonam iverit, aut quem locum subierit, aut ubi obierit, nemo cognovit in hodiernum diem. Haec sunt generosae et humilis virginis hujus ac beatae recte facta et opera.
lem, who is in the kitchen. For thus do they call there those women who are not of sound mind. The great man says to them: Bring her also, suffer that I may see her. They went therefore to call her. But she by no means obeyed, as perceiving the matter, for perchance unto herself also it had been revealed. They drag her therefore by force, saying to her: Saint Pitirum wishes to see you, for he was of great renown. When she therefore had been brought, the great man saw her face, and the rag upon her head and her forehead, and falling at her feet, he says to her: Bless, Amma. And falling at his feet she herself also said: Do you bless me, my lord. And when all the women had seen this, they were astonished, and said to him: Let no reproach and disgrace befall you, for she is a Sale. Unto them Saint Pitirum says: You are Sale, for she is better both than I and than you; she is an Amma (for thus do they call spiritual Mothers), and I pray that I may be found worthy of her in the hour of judgement. And when they had heard this, they fell at his feet weeping, and all confessing that in diverse ways they treated the blessed woman with insult. One indeed saying: I always mocked her; another: I laughed at her lowly habit; and another: I treated her with insult while she kept silence; and again another: I oftentimes poured out the washings of the trencher upon her; another: I inflicted blows upon her; another again: I am she who struck her with fists; another again: I sprinkled her nostrils with mustard. And to say it once for all, they all signified that they had treated her with various insults. When therefore Saint Pitirum had received the confession of these women, and had prayed for them together with her, and had long consoled the venerable handmaid of Christ, he thus went out. And a few days afterwards, when she was exceedingly honoured by all, and respected by all, the blessed woman, not bearing the glory and honour wherewith she was treated by the whole sisterhood, and reckoning their apologies to be a burden, went out secretly from the monastery; and whither she went, or what place she entered, or where she died, no one has known unto this day. These are the righteous deeds and works of this noble and humble and blessed virgin.
CAPUT XLIII.
Chapter XLIII.
De abbate Joanne urbis Lyco.
Concerning Abbot John of the city of Lyco.
Fuit quidam Joannes in urbe Lyco, qui a puero quidem didicit artem fabrilem, cui fuit frater tinctor (Ruff., lib. II, cap. 1). Postea autem cum esset circiter viginti quinque annos natus, saeculo renuntiavit; et cum quinque annos versatus esset in monasterio, secessit solus in montem Lyco, et in cacumine montis factis sibi tribus tholis, ingressus, seipsum inaedificavit. Atque erat quidem unus tholus ad corporis necessitates, unus autem ubi operabatur, alius vero ubi orabat. Is cum complesset triginta annos, inclusus, et ab eo qui ei ministrabat per fenestram accipiens quae erant ad usum necessaria, dignus est habitus gratia futurorum praedictionis, quem donum habere prophetiae planum factum est ex operibus. Etenim cuncta quae a Deo in mundum veniebant, in primis pio imperatori Theodosio prius significavit, et quae rursus eventura erant, prius annuntiavit; nempe et tyrannorum in eum insurrectionem,
There was a certain John in the city of Lyco, who from boyhood indeed learned the carpenter's craft, who had a brother a dyer (Rufinus, book II, chap. 1). Afterwards, when he was about twenty-five years old, he renounced the world; and when he had spent five years in a monastery, he withdrew alone to the mountain of Lyco, and having made for himself three vaulted chambers on the summit of the mountain, having entered in, he walled himself up. And one chamber indeed was for the necessities of the body, and one where he worked, and another where he prayed. When he had completed thirty years shut up, and receiving through a window from him who ministered to him the things that were necessary for his use, he was counted worthy of the grace of predicting things to come, and that he possessed the gift of prophecy was made plain from his works. For all the things that were coming from God into the world, he first signified especially unto the pious Emperor Theodosius, and the things that were again about to happen he foreannounced; namely both the insurrection of the tyrants against him,
PG 34:1110Read from the page
et rursus velocem eorum interitum, et quae in eum irruebant gentium deletionem : adeo ut cum quidam dux exercitus ad eum venisset sciscitatum an Aethiopes qui sunt in Syene esset superaturus, quae quidem est principium Thebaidis; ii autem tunc irruperant, et eorum finitimam regionem vastaverant; ei autem dixit Joannes : Si ascenderis, eos comprehendes, vincies, et subjunges, et clarus eris apud imperatores. Id etiam factum est, et quae acciderunt confirmarunt ejus praedictionem. Dicebat autem Christianissimum imperatorem Theodosium esse morte sua moriturum. Habuit autem hic vir admirabilem quoque, et quae modum superabat, prophetiam, ut audivimus ex Patribus qui cum eo versabantur, quorum vita fuit probata apud omnes qui illic erant. Quod autem de eo nihil narrarint ad gratiam, sed minus quam mereretur, hinc facile sciri potest. Nam cum ad eum venisset quidam tribunus, et supplex peteret ut permitteret uxorem suam ad eum venire, quae multa passa fuerat, et volebat eum videre, ventura Syenem ut pro ipsa prius oraret, et eam data benedictione dimitteret; is autem qui jam quadraginta annis non viderat mulierem in spelunca, cum esset nonagenarius, et nec ipse unquam esset egressus, nec sibi permitteret videre mulierem, recusabat videre ejus uxorem. Sed nec vir ullus ad eum unquam est ingressus. Solum enim benedicebat per fenestram, et salutabat eos qui accedebant, cum unoquoque disserens de eo quod volebat. Cum ergo instaret tribunus, rogans an juberet suam venire conjugem (degebat enim in solitudine quinto ab urbe lapide) is autem non annuisset, dicens id non posse fieri, tristem dimisit hominem. Uxor autem non cessabat die et nocte marito exhibere molestiam, et jurejurando affirmare se nusquam abituram nisi videret prophetam. Postquam autem beato Joanni a marito renuntiatum est jusjurandum uxoris, ejus fide intellecta, dicit ad ipsum : Hac nocte ab ea videbor in somnis; nec amplius pergat in carne videre meam faciem. Uxori autem renuntiavit maritus ea quae Pater dixerat. Videbat autem mulier in somnis prophetam ad ipsam venientem. Cui dicit : Quid tibi mecum rei est mulier? quid meam cupiisti videre faciem? nunquid enim propheta ego sum, aut justi locum obtineo? homo sum peccator, et similiter atque vos patibilis : oravi tamen pro te et domo mariti tui, ut fiat vobis secundum fidem vestram. Ite ergo in pace. Et cum haec dixisset, recessit. Cum autem excitata fuisset mulier, renuntiavit marito verba prophetae, et narravit figuram et habitum, et per maritum ei misit agendas gratias. Cum eum autem vidisset beatus Joannes, occupans ei dixit : Ecce implevi quod postulaveras; eam enim videns, monui ne me videret amplius, sed, Ite in pace.
and again their swift destruction, and the annihilation of the nations that were rushing against him: insomuch that when a certain commander of the army had come to him to inquire whether he would overcome the Ethiopians who are in Syene, which indeed is the beginning of the Thebaid—now they had then broken in, and had laid waste their neighbouring region—John said to him: If you go up, you shall seize them, bind them, and subjugate them, and you shall be famous before the emperors. That also came to pass, and the things that befell confirmed his prediction. And he used to say that the most Christian Emperor Theodosius would die a natural death. Moreover this man had also an admirable prophecy, and one that surpassed measure, as we heard from the Fathers who lived with him, whose life was approved among all who were there. And that they related nothing concerning him by way of favour, but less than he deserved, may easily be known from this. For when a certain tribune had come to him, and suppliantly asked that he would permit his wife to come to him, who had suffered many things, and wished to see him, as she was about to come to Syene, that he might first pray for her, and having given his blessing dismiss her; he who for forty years already had not seen a woman in the cave, being ninety years old, and having neither ever gone out himself, nor permitting himself to see a woman, refused to see his wife. Nay, neither did any man ever enter in unto him. For he only blessed through a window, and greeted those who approached, discoursing with each one concerning that which he wished. When therefore the tribune pressed him, asking whether he would bid his wife come (for he dwelt in the desert at the fifth milestone from the city), and he had not consented, saying that this could not be done, he sent the man away sorrowful. But the wife did not cease day and night to cause trouble to her husband, and to affirm with an oath that she would go nowhere unless she saw the prophet. And after the oath of his wife had been reported by the husband unto the blessed John, having understood her faith, he says unto him: This night I shall be seen by her in dreams; and let her not proceed any more to see my face in the flesh. And the husband reported unto his wife the things that the Father had said. And the woman saw in dreams the prophet coming unto her. Unto whom he says: What have you to do with me, woman? why did you desire to see my face? for am I a prophet, or do I hold the place of a righteous man? I am a sinful man, and subject to like passions as you: yet I have prayed for you and for the house of your husband, that it may be done unto you according to your faith. Go therefore in peace. And when he had said these things, he departed. And when the woman had been awakened, she reported to her husband the words of the prophet, and described his figure and habit, and through her husband sent thanks to be rendered unto him. And when the blessed John had seen him, anticipating him he said to him: Behold, I have fulfilled what you asked; for seeing her, I warned her not to see me any more, but, Go in peace.
Alterius autem praepositi uxor, absente marito, ferebat uterum. Cum autem peperisset, eo ipso die quo ejus maritus convenit Patrem Joannem, animi deliquio venit in periculum. Ei autem sanctus annuntiavit, dicens : Si scires donum Dei (Joann. IV), et
Moreover the wife of another prefect, while her husband was absent, was with child. And when she had given birth, on that very day whereon her husband met Father John, through a fainting of the soul she came into danger. And the holy man announced it to him, saying: If you knew the gift of God (John 4:10), and
PG 34:1111Read from the page
quod tibi natus sit hodie filius, Deum glorificares; sed mater ejus propemodum venit in periculum. Cum veneris igitur, invenies infantem septem dies natum : ei impone nomen Joannes. Cumque eum recte educaveris, et ad annum septimum venerit, mitte eum ad monachos qui sunt in solitudine. Et haec quidem ostendebat miracula iis qui veniebant ab exteris; suis autem civibus propter suum usum assidue ad ipsum venientibus et praesciebat et praedicebat futura; et quae ab unoquoque occulte facta fuerant, et de Nilo, et de futura anni fertilitate eis significabat. Similiter autem Dei quoque minas ad eos venientes prius annuntiabat, et ejus auctores arguebat. Atque ipse quidem beatus Joannes non peragebat aperte curationes; dans autem oleum, curavit multos ex iis qui laborabant.
that a son has been born to you today, you would glorify God; but his mother has well-nigh come into danger. When therefore you have come, you shall find the child seven days old: set upon him the name John. And when you have brought him up rightly, and he has come to his seventh year, send him to the monks who are in the desert. And these miracles indeed he showed to those who came from abroad; while to his own fellow-citizens coming continually to him on account of their own need he both foreknew and foretold things to come; and what had been done secretly by each one, both concerning the Nile and concerning the future fertility of the year he signified to them. In like manner also he foreannounced the threats of God coming upon them, and reproved the authors thereof. And the blessed John himself indeed did not perform healings openly; but giving oil, he healed many of those who were sick.
Senatorii enim cujusdam viri uxor, quae oculos amiserat, et habebat pupillas obductas albugine, rogavit maritum suum ut ad ipsum deduceretur. Cum is autem diceret, eum nunquam convenisse mulierem, ea autem rogaret ut ipsi solum significaretur, et pro ipsa id efficeret, ille sic fecit, et misit oleum. Cum tres autem dies solum inunxisset oculos, respexit, et Deo aperte egit gratias.
For the wife of a certain man of senatorial rank, who had lost her eyes and had her pupils covered over with a white film, entreated her husband that she might be led to him. And when he said that he had never met a woman, and she asked that it might only be signified to him, and that he would do this for her, he did so, and sent oil. And when she had anointed her eyes for three days only, she recovered her sight, and openly gave thanks to God.
Et quid opus est dicere de aliis ejus operibus quae ipsis oculis accepimus? Eramus enim septem fratres peregrini omnes in solitudine Nitriae, ego et beatus Evagrius, et Albinus, et Ammonius. Quaerebamus autem scire accurate quaenam esset hujus viri virtus. Dixit autem magnus Evagrius : Lubenter scirem ab aliquo qui norit examinare et mentem et orationem, cujusnam modi sit vir; si enim ego eum non potuero videre, ejus autem vitae institutum accurate audire potuero alio narrante, discam ut eum conveniam; quod si non didicero, non ibo usque ad montem. Cum hoc autem audiissem, et nemini quidquam dixissem, quievi unum diem, alio autem occlusi cellam; et cum me et ipsam Deo commendassem, profectus sum usque ad Thebaidem. Cum eo autem decem et octo dierum spatio pervenissem, partim quidem pedibus, partim vero navigando in flumine : erat autem tempus ascensus, in quo multi aegrotant, quod mihi quoque accidit. Cum venissem autem, inveni clausum ejus vestibulum; fratres enim posterius aedificarunt maximum vestibulum, quod capiebat viros circiter centum : quod clave claudentes, aperiebant tantum Sabbato et Dominica. Cum ergo didicissem causam propter quam erat clausum, silentium egi usque ad Sabbatum. Et cum venissem hora secunda, in congressione eum inveni assidentem in fenestra, per quam videbatur consolari eos qui accedebant. Cum me autem salutasset, dixit per interpretem : Cujasnam es regionis, et cur venisti? conjicio enim te esse ex conventu Evagrii. Dixi autem me esse hospitem ex Galatia, et confessus sum me esse ex sodalitate Evagrii. Interim autem dum loqueremur, ingressus est praeses regionis, Alypius nomine; quo accurrente, desiit mecum colloqui. Cum ergo parum secessissem, dedi eis locum
And what need is there to speak of his other works which we have received with our own eyes? For we were seven brethren, strangers all in the desert of Nitria, myself and the blessed Evagrius, and Albinus, and Ammonius. And we sought to know accurately what the virtue of this man was. And the great Evagrius said: I would gladly know from someone who knows how to examine both mind and speech, what manner of man he is; for even if I shall not be able to see him, yet shall be able to hear his rule of life accurately when another relates it, I shall learn so that I may meet him; but if I do not learn it, I shall not go as far as the mountain. Now when I had heard this, and had said nothing to anyone, I rested one day, and on the next shut up my cell; and having commended myself and it unto God, I set out even unto the Thebaid. And when I had arrived there in the space of eighteen days, partly indeed on foot, and partly sailing on the river—now it was the time of the rising of the river, wherein many fall sick, which befell me also—when I had come, I found his porch shut; for the brethren afterwards built a very large porch, which held about a hundred men: which shutting with a key, they opened only on Saturday and the Lord's day. Having learned therefore the cause on account of which it was shut, I kept silence until Saturday. And having come at the second hour, at the meeting I found him sitting at the window, through which he was seen to console those who approached. And when he had greeted me, he said through an interpreter: Of what country are you, and why have you come? for I conjecture that you are of the company of Evagrius. And I said that I was a stranger from Galatia, and confessed that I was of the fellowship of Evagrius. Meanwhile, as we were speaking, the governor of the region entered in, Alypius by name; on whose running up, he ceased conversing with me. When therefore I had withdrawn a little, I gave place to them