ὑπερβολὴν τῆς ἀτίμου τέχνης αὐτῶν. Τοῦτο δὲ τὸ κηποτάφιον γέγονεν παρ' αὐτοῦ τοῦ Ἰαννοῦ καὶ Ἰαμβροῦ τῶν ἀδελφῶν, δι' ὑπερβολὴν τῆς μαγικῆς τέχνης τὰ πρῶτα ἐχόντων κατ' ἐκεῖνο καιροῦ παρὰ τῷ Φαραώ. Ὡς οὖν πολλὴν κεκτημένοι τὴν δυναστείαν τὴν ἐν Αἰγύπτῳ ἐν τῷ τῆς ζωῆς αὐτῶν χρόνῳ, ἐκ τετραπέδων λίθων ἔκτισαν τὸ ἔργον ἐκεῖνο, ἐν αὐτῷ μνῆμα πεποιηκότες, καὶ χρυσὸν πολὺν ἀποθέμενοι. Ἐφύτευσαν δὲ καὶ δένδρα παντοῖα, καὶ φρέαρ ὕδατος μέγιστον ὤρυξαν· ὕπικμος γάρ ἐστιν ὁ τόπος. Ταῦτα δὲ πάντα ἐποίησαν, ἐλπίζοντες μετὰ τὴν ἐντεῦθεν ἐκεῖσε ἄφιξιν ἐν τούτῳ τῷ παραδείσῳ τρυφᾷν. Τέλος οὖν ἀγνοῶν τὴν ὁδὸν ἄγουσαν ἐπὶ τοῦτον τὸν τόπον ὁ τοῦ Χριστοῦ δοῦλος Μακάριος, στοχασμῷ μόνον ἠκολούθει τοῖς ἄστροις· καθάπερ οἱ ναυτικοὶ διαβαίνοντες τὰ πελάγη. Οὕτως οὗτος ὁ ἅγιος τὴν ἔρημον πᾶσαν διώδευσεν, καὶ λαβὼν δέμα καλάμων, ἕνα κατὰ μίλιον ἵστα χάριν σημείου, ἵνα εὕρῃ δι' αὐτῆς ὑποστρέψαι. Διοδεύσας οὖν ἐκείνην τὴν ἔρημον πᾶσαν ἐντὸς ἡμερῶν ἐννέα, καὶ γενόμενος πλησίον τοῦ κήπου ἐκείνου, ἐπικαταλαβούσης τῆς νυκτὸς μικρὸν ἐκαθεύδησεν. Ὁ οὖν ἄγριος δαίμων, ὁ ἀεὶ τοῖς ἀθληταῖς τοῦ Χριστοῦ ἀντιπράττων, συναγαγὼν ὅλους τοὺς καλάμους ἐκείνους τοῦ Μακαρίου καθεύδοντος ὡς ἀπὸ σημείου ἑνὸς τοῦ κηποταφίου πρὸς τῇ κεφαλῇ αὐτοῦ τεθεικὼς ἀπηλλάγη. Ἀναστὰς οὖν εὗρεν τοὺς καλάμους συνδεδεμένους, οὓς αὐτὸς χάριν σημείου κατέπηξεν. Τάχα δὲ καὶ τοῦτο τοῦ Θεοῦ συγχωρήσαντος εἰς μείζονα τούτου γυμνασίαν, ἵνα μὴ καλάμοις ἐπελπίζῃ ὁδηγοῦσι τοῦτον, ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ τοῦ διὰ στύλου νεφέλης ὁδηγήσαντος τὸν Ἰσραὴλ τεσσαράκοντα ἔτη ἐν τῇ φοβερᾷ ἐρήμῳ ἐκείνῃ. Ἔλεγεν δὲ ὁ ἅγιος, ὅτι Ἐγγίσαντός μου μόνον τῷ κηποταφίῳ, ἀπ' αὐτοῦ ἐξῆλθον εἰς συνάντησίν μου ἑβδομήκοντα δαίμονες παντοίῳ τῷ σχήματι, οἱ μὲν βοῶντες, οἱ δὲ πηδῶντες, οἱ δὲ μετὰ μεγάλου βρυγμοῦ τρίζοντες κατ' ἐμοῦ τοὺς ὀδόντας. Ἕτεροι δὲ ὡς κόρακες πτευσσόμενοι ἐτόλμων κατὰ τῆς ὄψεώς μου, λέγοντες· Τί θέλεις, Μακάριε, πειρασμὲ τῶν μοναχῶν; τί πρὸς ἡμᾶς παρεγένου; μὴ καὶ ἡμεῖς εἴς τινας τῶν μοναχῶν ἐνεργήσαμεν; Τὰ ἡμέτερα ἔχεις ἐκεῖ μετὰ τῶν σοι ὁμοίων, τὴν ἔρημον· κακεῖθεν τοὺς συγγενεῖς ἡμῶν ἐξεδιώξατε. Οὐδὲν κοινὸν ἡμεῖς ἔχομεν μετὰ σοῦ. Τί ἐπιβαίνεις ἡμῶν τοῖς τόποις; ὡς ἀναχωρητὴς ἀρκέσθητι τῇ ἐρήμῳ. Ἡμῖν τοῦτον τὸν τόπον οἱ κτίσαντες ἀπεκλήρωσαν. Οὐ δύνασαι αὐτὸς μεῖναι ἐνθάδε. Τί ζητεῖς εἰσελθεῖν εἰς τοῦτο τὸ κτῆμα, εἰς ὃ οὐδεὶς τῶν ἀνθρώπων τῶν ζώντων εἰσῆλθεν ἀφ' οὗπερ οἱ τοῦτο κτίσαντες ἀδελφοὶ ὑφ' ἡμῶν ἐνθάδε κατεκηδεύθησαν; καὶ ἔτι πολλὰ ταραττομένων τῶν δαιμόνων καὶ ὀλοφυρομένων, εἶπον αὐτοῖς, φησὶν ὁ Μακάριος, ὅτι Εἰσέλθω μόνον, καὶ ἱστορήσω, καὶ ἀπέρχομαι ἐντεῦθεν. Οἱ δὲ δαίμονες· Τοῦτο ἡμῖν ὁμολόγησον ἐπὶ τῆς σῆς συνειδήσεώς σου. Ὁ δὲ τοῦ Χριστοῦ δοῦλος· Τοῦτο ποιήσω. Οἱ δὲ δαίμονες ἄφαντοι γεγόνασι. ... Εἰσελθὼν οὖν, φησὶν, ἐθεασάμην τὰ πάντα, ἐν οἷς εὗρον καὶ κάδον χαλκοῦν ἁλύσει σιδηρᾷ κρεμάμενον κατὰ τοῦ φρέατος λοιπὸν τῷ χρόνῳ ἀναλωθέντα· καὶ
the excess of their dishonourable art. Now this garden-tomb was made by Jannes and Jambres themselves, the brothers who on account of the excess of their magical art held the first place at that time with Pharaoh. Having therefore acquired great power in Egypt during the time of their life, they built that work out of four-foot squared stones, having made a monument in it, and having laid away much gold. And they planted also trees of every kind, and dug a very great well of water; for the place is moist. And all these things they did, hoping after their departure hence thither to luxuriate in this paradise. Finally therefore, not knowing the way leading to this place, the servant of Christ Macarius followed the stars by conjecture alone, just as sailors crossing the seas. Thus this saint traversed the whole desert, and having taken a bundle of reeds, he set up one at every mile for the sake of a sign, in order that he might find how to return through it. Having therefore traversed all that desert within nine days, and having come near that garden, as night overtook him he slept a little. The wild demon therefore, who always opposes the athletes of Christ, having gathered all those reeds while Macarius was sleeping, from about one mile off the garden-tomb, and having placed them at his head, departed. Having risen therefore, he found the reeds bound together, which he himself had fixed for the sake of a sign. And perhaps God permitted this also for his greater training, in order that he might not place his hope in reeds guiding him, but in the grace of God Who through a pillar of cloud guided Israel forty years in that terrible desert. And the saint used to say: When I merely drew near to the garden-tomb, there came out from it to meet me seventy demons in every sort of shape, some shouting, others leaping, and others with great roaring gnashing their teeth against me. And others flying like ravens ventured against my face, saying: What do you want, Macarius, temptation of the monks? Why have you come to us? Have we also wrought against any of the monks? You have our possessions there with those like you, the desert; and from there you have driven out our kinsfolk. We have nothing in common with you. Why do you set foot in our places? As an anchorite, be content with the desert. Those who built this place allotted it to us. You yourself cannot remain here. Why do you seek to enter into this possession, into which no one of living men has entered since the brothers who built this were buried here by us? And while the demons were still greatly troubled and wailing much, I said to them, says Macarius: Let me only enter and view it, and I depart hence. And the demons said: Promise us this upon your own conscience. And the servant of Christ said: This I will do. And the demons vanished. ... Having entered therefore, says he, I beheld all things, among which I found also a bronze bucket hanging by an iron chain down the well, already worn away by time; and