ποιμαίνων ἐν τοῖς κρίνοις, ἦλθον ποιμᾶναι ἐν τοῖς κήποις. Πρόβατον εὗρον ἀπολωλός· ἀλλ' ἐπὶ τοὺς ὤμους μου τοῦτο λαμβάνω. Πιστεύει γὰρ, ἐπειδὴ καὶ αὐτὸς εἶπεν· Ἐπλανήθην ὡς πρόβατον ἀπολωλός. Μνήσθητί μου, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.
feed among the lilies, I am come to tend the flock in the gardens. I have found the lost sheep, and I lay it upon My shoulders. For he believes, since he himself has said: I have gone astray like a lost sheep. Remember me, Lord, when Thou comest in Thy kingdom.
ΛΒʹ. Προανεφώνησα ἐν ᾌσμασι περὶ τούτου του κήπου πρὸς τὴν ἐμὴν νύμφην, καὶ ταῦτα εἶπον πρὸς αὐτήν· Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη (ἦν δὲ, ὅπου ἐσταυρώθη, κῆπος). Καὶ τί λαμβάνεις ἐκεῖθεν; Ἐτρύγησα σμύρναν μου, οἶνον ἐσμυρνισμένον πιὼν καὶ τὸ ὄξος· ἅτινα λαβὼν, εἶπε· Τετέλεσται. Πεπλήρωται γὰρ τὸ μυστήριον· πεπλήρωται τὰ γεγραμμένα· ἐλύθησαν αἱ ἁμαρτίαι. Χριστὸς γὰρ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν, διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου (τουτέστιν, οὐ ταύτης τῆς κτίσεως), οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων· διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους, ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ; καὶ πάλιν· Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ. Καὶ ἐπειδὴ ἡ σὰρξ αὐτοῦ, τὸ καταπέτασμα, ἠτιμάσθη· διὰ τοῦτο, τὸ καταπέτασμα τοῦ ναοῦ τὸ τυπικὸν διερρήξατο, καθὼς γέγραπται· Καὶ ἰδοὺ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, ἀπὸ ἄνωθεν ἕως κάτω· οὐδὲ γὰρ ὀλίγον αὐτοῦ περιελείφθη. Ἐπειδὴ γὰρ ὁ Δεσπότης εἶπεν, Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος, ὁ οἶκος περιερρήξατο.
32. I proclaimed beforehand in the Canticles concerning this garden to My bride, and spoke these words to her: I am come into My garden, My sister, My spouse (now in the place where He was crucified there was a garden). And what do You gather from thence? I have gathered My myrrh, having drunk wine mingled with myrrh and the vinegar; and having received these, He said: It is finished. For the mystery has been fulfilled; the things that are written have been fulfilled; sins have been loosed. For Christ being come a High Priest of the good things to come, through the greater and more perfect tabernacle, not made with hands (that is to say, not of this creation), neither by the blood of goats and calves, but by His own blood He entered in once for all into the holy place, having obtained eternal redemption. For if the blood of bulls and of goats, and the ashes of a heifer sprinkling the defiled, sanctifies to the purifying of the flesh, how much more the blood of Christ? And again: Having therefore, brethren, boldness to enter into the holiest by the blood of Jesus, by a new and living way which He has consecrated for us, through the veil, that is to say, His flesh. And because His flesh, the veil, was dishonoured, therefore the typical veil of the temple was rent asunder, even as it is written: And behold, the veil of the temple was rent in twain from the top to the bottom; for not even a small part of it was left unrent. For since the Master had said, Behold, your house is left unto you desolate, the house was rent all around.
ΛΓʹ. Ὑπέμεινε δὲ ταῦτα ὁ Σωτὴρ, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς. Ἐχθροὶ γὰρ ἦμεν Θεοῦ δι' ἁμαρτίας, καὶ ὥρισεν ὁ Θεὸς τὸν ἁμαρτάνοντα ἀποθνήσκειν. Ἔδει οὖν ἓν ἐκ τῶν δύο γενέσθαι· ἢ ἀληθεύοντα Θεὸν πάντας ἀνελεῖν, ἢ φιλανθρωπευόμενον παραλῦσαι τὴν ἀπό-
33. And the Saviour endured these things, having made peace through the blood of His cross, both for the things in the heavens and the things upon the earth. For we were enemies of God through sin, and God had appointed that the sinner should die. One of two things, therefore, had to come to pass: either that God, keeping His word true, should destroy all men, or that in His loving-kindness towards mankind He should annul the sen-