Migne Reading Room

PG 33 · cols. 793–804 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:793Read from the page
ὡς, ἐκπλησσόμενον τὸν προφήτην καὶ περὶ τούτου λέγειν· Ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; καὶ αὐτὸν τὸν Κύριον ἐν προφήταις λέγειν· Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ, ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς· διὰ τοῦτο ἐμίσησα αὐτήν. Οὐκ ἐγὼ παρῃτησάμην, ἀλλ' αὐτοί με παρῃτήσαντο· διὰ τοῦτο ἀκολούθως λέγω· Ἐγκαταλέλοιπα τὸν οἶκόν μου.
so that the prophet, being astonished concerning this as well, says: Against Whom have you opened your mouth, and against Whom have you let loose your tongue? And the Lord Himself says in the prophets: My inheritance has become to Me as a lion in a forest; she has uttered her voice against Me; therefore I have hated her. It was not I Who rejected them, but they themselves rejected Me; therefore consequently I say: I have forsaken My house.
ΙϚʹ. Κρινόμενος ἐσιώπα ὡς ὑπερπάσχειν τὸν Πιλᾶτον, καὶ λέγειν· Οὐκ ἀκούεις τί οὗτοί σου καταμαρτυροῦσιν; οὐχ ὅτι ᾔδει τὸν κρινόμενον, ἀλλ' ἐφοβήθη τὸ τῆς ἑαυτοῦ γυναικὸς ἐνύπνιον τὸ ἀποσταλέν. Καὶ ὁ Ἰησοῦς ἐσιώπα. Λέγει ὁ Ψαλμῳδός· Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς· καὶ πάλιν· Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Ἤκουσας τὰ περὶ τούτου καὶ πρότερον, εἴ γε μνημονεύεις.
16. While being judged He kept silent, so that Pilate was moved on His behalf, and said: Do You not hear what these men testify against You? Not that he knew Him Who was being judged, but he feared the dream of his own wife that had been sent. And Jesus kept silent. The Psalmist says: And I became as a man who does not hear, and who has no reproofs in his mouth; and again: But I, as a deaf man, did not hear, and as a mute man not opening his mouth. You heard the things concerning this previously as well, if indeed you remember.
ΙΖʹ. Ἀλλ' οἱ στρατιῶται περιχυθέντες αὐτῷ καταπαίζουσι· καὶ γίνεται παίγνιον αὐτοῖς ὁ Κύριος, καὶ καταπαίζεται ὁ Δεσπότης· Εἴδοσάν με, καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν. Καὶ ὁ τύπος γίνεται τῆς βασιλείας· καταπαίζουσι μὲν γὰρ, γονυπετοῦσι δέ. Καὶ σταυροῦσι προενδύσαντες αὐτὸν πορφύραν στρατιῶται, καὶ στέφανον ἐπιτιθέασιν αὐτοῦ τῇ κεφαλῇ· τί γὰρ, εἰ καὶ ἀκάνθινον; Πᾶς βασιλεὺς ὑπὸ στρατιωτῶν ἀναγορεύεται· ἔδει καὶ Ἰησοῦν τυπικῶς ὑπὸ στρατιωτῶν στεφανωθῆναι· ὡς διὰ τοῦτο τὴν Γραφὴν ἐν Ἄσμασι λέγειν· Ἐξέλθετε, καὶ ἴδετε, θυγατέρες Ἱερουσαλὴμ, ἐν τῷ βασιλεῖ Σολομῶν ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ. Μυστήριον δὲ ἦν καὶ ὁ στέφανος· λύσις γὰρ ἦν τῶν ἁμαρτιῶν, ἀπόλυσις τῆς ἀποφάσεως.
17. Yet the soldiers, pouring round Him, mock Him; and the Lord becomes a plaything to them, and the Master is mocked: They looked upon Me, and shook their heads. And the figure of the kingdom comes to pass: for they mock indeed, yet they fall on their knees. And the soldiers crucify Him after first clothing Him in purple, and they place a crown upon His head; for what of it, even if it be of thorns? Every king is proclaimed by soldiers; it was necessary that Jesus also be crowned figuratively by soldiers; so that on this account the Scripture says in the Songs: Go forth, and see, O daughters of Jerusalem, upon King Solomon, in the crown wherewith his mother crowned him. And the crown too was a mystery: for it was a loosing of sins, a release from the sentence.
ΙΗʹ. Ἔλαβε καταδίκην ὁ Ἀδάμ· Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Διὰ τοῦτο Ἰησοῦς λαμβάνει τὰς ἀκάνθας, ἵνα λύσῃ τὴν καταδίκην· καὶ διὰ τοῦτο ἐτάφη ἐν τῇ γῇ, ἵνα ἡ κατηραμένη γῆ ἀντὶ κατάρας δέξηται τὴν εὐλογίαν. Κατὰ τὸν καιρὸν τῆς ἁμαρτίας, συκῆς φύλλα περιεβάλλοντο· διὰ τοῦτο καὶ Ἰησοῦς τέλος σημείων τὴν συκῆν ἔδωκε. Μέλλων γὰρ εἰς τὸ πάθος χωρεῖν, καταρᾶται τὴν συκῆν· οὐ πᾶσαν συκῆν, ἀλλ' ἐκείνην μόνην διὰ τὸν τύπον, λέγων· Μηκέτι ἐκ σοῦ καρπόν τις φάγῃ· λελύσθω ἡ καταδίκη. Καὶ ἐπειδὴ τότε συκῆς φύλλα περιεβάλλοντο,
18. Adam received condemnation: Cursed is the earth in your works; thorns and thistles shall it bring forth to you. Therefore Jesus takes the thorns, so that He may loose the condemnation; and therefore He was buried in the earth, so that the cursed earth might receive blessing instead of a curse. At the time of the sin, they clothed themselves with fig leaves; therefore Jesus also gave the fig tree as the end of His signs. For when He was about to go to the Passion, He curses the fig tree—not every fig tree, but that one alone on account of the figure—saying: May no one eat fruit from you any longer; let the condemnation be loosed. And since at that time they clothed themselves with fig leaves,
PG 33:796Read from the page
ἦλθεν ἐν καιρῷ ἐν ᾧ βρῶσις οὐχ εὑρίσκεται. Τίς οὐκ οἶδεν, ὅτι ἐν καιρῷ χειμῶνος συκῆ οὐ καρποφορεῖ, ἀλλὰ φύλλα περίκειται μόνον; Ὅπερ πάντες ᾔδεισαν, τοῦτο Ἰησοῦς ἄρα οὐκ ᾔδει; ἀλλ' εἰδὼς, ἤρχετο ὡς ζητήσων· οὐκ ἀγνοῶν, ὅτι οὐχ εὑρίσκει· ἀλλὰ τὸν τύπον τῆς κατάρας μέχρι τῶν φύλλων μόνον ποιούμενος.
He came at a season in which food is not found. Who does not know that in the season of winter a fig tree does not bear fruit, but is clothed with leaves only? What all men knew, did Jesus then not know this? Rather, knowing it, He came as though about to seek, not being ignorant that He would not find, but extending the figure of the curse as far as the leaves only.
ΙΘʹ. Καὶ ἐπειδὴ τῶν κατὰ παράδεισον ἡψάμεθα πραγμάτων, τεθαύμακα ἀληθῶς τὴν ἀλήθειαν τῶν τύπων. Ἐν παραδείσῳ ἡ ἀπόπτωσις, καὶ ἐν κήπῳ ἡ σωτηρία· ἀπὸ ξύλου ἡ ἁμαρτία, καὶ μέχρι ξύλου ἡ ἁμαρτία· δειλινὸν τοῦ Κυρίου περιπατοῦντος ἐκρύβησαν, καὶ δειλινὸν ὑπὸ τοῦ Κυρίου εἰς παράδεισον ὁ λῃστὴς εἰσάγεται. Ἀλλ' ἐρεῖ μοί τις· Εὑρεσιλογεῖς· δεῖξόν μοι ἀπὸ προφήτου τοῦ σταυροῦ τὸ ξύλον· ἐὰν μὴ μαρτυρίαν ἀπὸ προφήτου παράσχῃς, οὐ πείθομαι. Ἄκουε τοίνυν ἀπὸ Ἱερεμίου, καὶ πιστοποιοῦ· Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι· οὐκ ἔγνων; (Οὕτω γὰρ ἀνάγνωθι ἐπερωτηματικῶς ὡς εἶπον. Ὁ γὰρ λέγων, Οἶδατε, ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι· ἆρ' οὐκ ᾔδει;) Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι· οὐκ ἔγνων; (ποῖον ἀρνίον; Ἰωάννης ὁ Βαπτιστὴς ἑρμηνευέτω, λέγων· Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.) Ἐπ' ἐμὲ ἐλογίσαντο πονηρὸν λογισμὸν, λέγοντες· (ὁ τοὺς λογισμοὺς εἰδὼς, τὸ ἀποβησόμενον ἄρ' οὐκ ᾔδει;) καὶ τί ἔλεγον; Δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ. Καὶ ἐάν σε ὁ Κύριος καταξιώσῃ, εἰς τὸ ἔμπροσθεν γνώσῃ, ὅτι τὸ σῶμα αὐτοῦ κατὰ τὸ Εὐαγγέλιον τύπον ἔφερεν ἄρτου. Δεῦτε τοίνυν, ξύλον ἐμβάλωμεν εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων· (ζωὴ οὐκ ἐκτρίβεται, τί κάμνετε μάτην;) καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι. Ματαία
19. And since we have touched upon the matters relating to paradise, I have truly marvelled at the truth of the figures. In paradise was the fall, and in a garden is salvation; from a tree came sin, and even unto a tree lasted sin; in the afternoon, when the Lord was walking, they hid themselves, and in the afternoon the robber is brought by the Lord into paradise. Yet someone will say to me: You are inventing subtleties; show me the wood of the cross from a prophet; unless you provide testimony from a prophet, I am not persuaded. Hear therefore from Jeremiah, and be assured: I as an innocent lamb led to be sacrificed: did I not know it? (For read it thus interrogatively, as I said. For He Who said, You know that after two days the Passover takes place, and the Son of Man is delivered up to be crucified—did He not know?) I as an innocent lamb led to be sacrificed: did I not know it? (What sort of lamb? Let John the Baptist interpret, saying: Behold the Lamb of God, Who takes away the sin of the world.) Against Me they devised an evil device, saying (He Who knows the thoughts, did He not know what would come to pass?): and what did they say? Come, and let us cast wood into His bread. And if the Lord should count you worthy, hereafter you shall know that His body according to the Gospel bore the figure of bread. Come therefore, let us cast wood into His bread, and let us wipe Him out from the land of the living (life is not wiped out; why do you labour in vain?), and let His name be remembered no more. Vain is
Notes, col. 796

On the reading

Printed Οἶδατε, for Οἴδατε.

PG 33:797Read from the page
ἡ βουλὴ ὑμῶν· πρὸ γὰρ ἡλίου τὸ ὄνομα αὐτοῦ ἐν τῇ Ἐκκλησίᾳ μένει. Καὶ ὅτι γε ζωὴ ἦν ἡ ἐπὶ τοῦ ξύλου κρεμασθεῖσα, Μωσῆς ἀποκλαιόμενός φησι· Καὶ ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου, καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτὸς, καὶ οὐ πιστεύσεις τῇ ζωῇ σου· καὶ τὸ ἀναγνωσθὲν ἀρτίως· Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν;
your counsel; for before the sun His name abides in the Church. And that it was indeed life which was hung upon the wood, Moses lamenting says: And your life shall be hanging before your eyes, and you shall fear day and night, and you shall not believe in your life; and that which was read just now: Lord, who has believed our report?
Κʹ. Τοῦτον τὸν τύπον ἐπετέλει Μωσῆς σταυρῶν τὸν ὄφιν· ἵν' ὁ δακνόμενος ὑπὸ τοῦ ζῶντος ὄφεως, καὶ βλέπων τὸν χαλκοῦν ὄφιν, σωθῇ πιστεύσας. Εἶτα, χαλκοῦς μὲν ὄφις ἐσταυρωμένος σώζει, Υἱὸς δὲ Θεοῦ σαρκωθεὶς ἐσταυρωμένος οὐ σώζει; Πάντοτε διὰ ξύλου ἡ ζωή. Ἐπὶ τοῦ Νῶε μὲν γὰρ διὰ κιβωτοῦ ξυλίνης ἡ ζωοποίησις· ἡ δὲ θάλασσα ἐπὶ Μωσέως τὸν τύπον τῆς ῥάβδου θεασαμένη, ἐδυσωπήθη τὸν κρούσαντα. Εἶτα, ἡ Μωσέως ῥάβδος ἰσχύει, καὶ ὁ τοῦ Σωτῆρος σταυρὸς ἀδυνατεῖ; Παρίημι δὲ τὰ πολλὰ τῶν τύπων, συμμετρίας ἕνεκεν. Τὸ ξύλον ἐπὶ Μωσέως ἐγλύκανε τὸ ὕδωρ, καὶ ἐκ πλευρᾶς Ἰησοῦ τὸ ὕδωρ ἔῤῥευσεν ἐπὶ ξύλου.
20. Moses fulfilled this figure by fixing the serpent upon a cross, so that he who was bitten by the living serpent, and looked upon the bronze serpent, might be saved by believing. Then, does a bronze serpent crucified save, and does the Son of God incarnate and crucified not save? Always through wood comes life. For in the time of Noah the preservation of life was through a wooden ark; and the sea in the time of Moses, beholding the figure of the rod, stood in awe of him who struck it. Then, does the rod of Moses prevail, and is the cross of the Saviour powerless? Yet I pass over the greater part of the figures, for the sake of due proportion. The wood in the time of Moses sweetened the water, and from the side of Jesus the water flowed upon the wood.
ΚΑʹ. Ἀρχὴ σημείων ἐπὶ Μωσέως αἷμα καὶ ὕδωρ, καὶ τὸ τελευταῖον πάντων τῶν σημείων Ἰησοῦ τὸ αὐτό. Πρῶτον Μωσῆς τὸν ποταμὸν μετέβαλεν εἰς αἷμα· καὶ ὁ Ἰησοῦς, τὸ τέλος, ὕδωρ ἐξήνεγκεν ἐκ πλευρᾶς μετὰ αἵματος. Διὰ τὰς δύο φωνὰς ἴσως, τοῦ τε κρίνοντος, καὶ τῶν ἐπιβοώντων· ἢ διὰ τοὺς πιστεύοντας, καὶ τοὺς ἀπιστοῦντας. Ὁ μὲν Πιλᾶτος ἔλεγεν· Ἀθῶός εἰμι, καὶ ὕδατι ἀπενίπτετο τὰς χεῖρας· οἱ δὲ ἐπιβοῶντες ἔλεγον· Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς. Ἦν οὖν τὰ δύο ἐκ τῆς πλευρᾶς· τὸ ὕδωρ ἴσως τῷ κρίνοντι, τοῖς δὲ ἐπιβοῶσι τὸ αἷμα. Καὶ πάλιν ἄλλως νοητέον· Ἰουδαίοις μὲν τὸ αἷμα, Χριστιανοῖς δὲ τὸ ὕδωρ· ἐκείνοις μὲν γὰρ ὡς ἐπιβούλοις, ἡ ἐκ τοῦ αἵματος καταδίκη· σοὶ δὲ τῷ πιστεύοντι νῦν, ἡ διὰ ὕδατος σωτηρία· οὐδὲν γὰρ εἰκῆ γέγονεν. Ἀπέδωκαν οἱ ἐξηγηταὶ Πατέρες ἡμῶν καὶ ἄλλην τοῦ πράγματος αἰτίαν. Ἐπειδὴ γὰρ διπλῆ τίς ἐστι τοῦ σωτηρίου βαπτίσματος ἐν Εὐαγγελίοις ἡ δύναμις, μία μὲν ἡ τοῖς φωτιζομένοις δωρουμένη δι' ὕδατος, δευτέρα δὲ ἡ ἐπὶ τῶν
21. The beginning of signs in the time of Moses was blood and water, and the last of all the signs of Jesus was the same. First Moses turned the river into blood; and Jesus, at the end, brought forth water from His side with blood. Perhaps on account of the two voices, both of the one judging and of those crying out against Him; or on account of those who believe and those who disbelieve. For Pilate said: I am innocent, and washed his hands with water; whereas those crying out said: His blood be upon us. There were therefore the two from His side: the water perhaps for him who judged, and the blood for those who cried out. And again it must be understood in another way: blood for the Jews, and water for the Christians; for to them as plotters belongs the condemnation from the blood, whereas to you who now believe belongs the salvation through water; for nothing has come to pass in vain. Our Fathers the expositors have also given another reason for the matter. For since the power of saving baptism in the Gospels is twofold, one that which is granted through water to those who are illuminated, and the second that which in the case of the
PG 33:800Read from the page
ἁγίων μαρτύρων ἐν διωγμοῖς δι' οἰκείου αἵματος· ἐξῆλθεν ἐκ τῆς σωτηρίου πλευρᾶς αἷμα καὶ ὕδωρ, τῆς ὑπὲρ Χριστοῦ γινομένης ὁμολογίας, ἔν τε φωτίσματι καὶ μαρτυρίου καιροῖς βεβαιοῦσα τὴν χάριν. Ἔστι καὶ ἄλλη τῆς πλευρᾶς αἰτία. Γυνὴ γέγονεν ἀρχηγὸς ἁμαρτίας, ἡ πλασθεῖσα ἐκ πλευρᾶς· ἀλλ' ὁ ἐλθὼν Ἰησοῦς ἀνδράσιν ὁμοῦ καὶ γυναιξὶ χαρίσασθαι τὴν ἀμνηστίαν, ἐνύγη τὴν πλευρὰν ὑπὲρ γυναικῶν, ἵνα λύσῃ τὴν ἁμαρτίαν.
holy martyrs in persecutions is through their own blood, there came forth from the saving side blood and water, confirming the grace of the confession made for Christ both in illumination and in seasons of martyrdom. There is also another reason for the side. A woman became the originator of sin, she who was fashioned from a side; but Jesus, Who came to grant amnesty to men and women alike, was pierced in the side on behalf of women, so that He might loose the sin.
ΚΒʹ. Καὶ εἴ τις ἐρευνήσειε, εὑρήσει καὶ ἄλλας αἰτίας. Ἀλλ' αὐτάρκη καὶ ταῦτα λέγεσθαι, διὰ τὸ τοῦ καιροῦ στενὸν, καὶ διὰ τὸ μὴ προσκορῆ γενέσθαι τὴν ἀκρόασιν τοῖς ἀκούουσι. Καίτοιγε οὐκ ἔστι ποτὲ καμεῖν ἀκούοντας τὰ περὶ τοῦ Δεσπότου στεφανουμένου, καὶ μάλιστα ἐν τῷ παναγίῳ τούτῳ Γολγοθᾷ. Ἄλλοι μὲν γὰρ ἀκούουσι μόνον, ἡμεῖς δὲ καὶ βλέπομεν, καὶ ψηλαφῶμεν. Μηδεὶς καμνέτω· λάβε τὰ ὅπλα κατὰ τῶν ἐναντίων ὑπὲρ αὐτοῦ τοῦ σταυροῦ· τρόπαιον στῆσον τὴν πίστιν τοῦ σταυροῦ κατὰ τῶν ἀντιλεγόντων. Ὅταν γὰρ μέλλῃς περὶ τοῦ σταυροῦ τοῦ Χριστοῦ συζητεῖν πρὸς ἀπίστους, προαπόστειλον τῇ χειρὶ τὸ σημεῖον τοῦ σταυροῦ τοῦ Χριστοῦ, καὶ φιμοῦται ὁ ἀντιλέγων. Μὴ ἐπαισχυνθῇς τὸν σταυρὸν ὁμολογεῖν· ἄγγελοι γὰρ ἐγκαυχῶνται λέγοντες· Οἴδαμεν τίνα ζητεῖτε, Ἰησοῦν τὸν ἐσταυρωμένον. Ἆρ' οὐ δύνασαι εἰπεῖν, ὦ ἄγγελε· Οἶδα ὃν ζητεῖτε, τὸν ἐμὸν Δεσπότην; ἀλλ', Ἐγὼ, φησὶ μετὰ παῤῥησίας, οἶδα τὸν ἐσταυρωμένον. Στέφανος γάρ ἐστιν ὁ σταυρὸς, οὐκ ἀτιμία.
22. And if anyone should search, he will find other reasons as well. Yet even these are sufficient to be said, because of the narrowness of the time, and so that the hearing may not become tedious to the listeners. And yet it is never possible for those listening to grow weary of the things concerning the Master being crowned, and especially in this all-holy Golgotha. For others only hear, whereas we both see and touch. Let no one grow weary: take up weapons against the adversaries on behalf of the cross itself; set up the faith of the cross as a trophy against gainsayers. For when you are about to dispute concerning the cross of Christ with unbelievers, first make with your hand the sign of the cross of Christ, and the gainsayer is silenced. Be not ashamed to confess the cross; for angels boast, saying: We know Whom you seek, Jesus the Crucified. Could you not say, O angel: I know Whom you seek, my Master? Rather, I, he says with boldness, know the Crucified. For the cross is a crown, not a dishonour.
ΚΓʹ. Ἡμεῖς δὲ λοιπὸν ἀναδράμωμεν ἐπὶ τὴν εἰρημένην ἐκ τῶν προφητῶν ἀπόδειξιν. Ἐσταυρώθη ὁ Κύριος, εἴληφας τὰς μαρτυρίας. Ὁρᾷς τοῦ Γολγοθᾶ τὸν τόπον. . . Ἐπιβοᾷς ἐπαίνῳ, ὡς συντιθέμενος. Βλέπε μήποτε ἐν καιρῷ διωγμοῦ ἀρνήσῃ. Μὴ ἐν καιρῷ εἰρήνης ἐπευφραίνου τῷ σταυρῷ μόνον, ἀλλὰ καὶ ἐν καιρῷ διωγμοῦ τὴν αὐτὴν ἔχε πίστιν· μὴ ἐν καιρῷ εἰρήνης Ἰησοῦ φίλος, καὶ ἐν καιρῷ πολέμων ἐχθρός. Λαμβάνεις νῦν ἄφεσιν τῶν σῶν ἁμαρτημάτων, καὶ πνευματικῆς δωρεᾶς τοῦ βασιλέως τὰ χαρίσματα· ὅταν ἔλθῃ πόλεμος, ὑπεραγώνισαι γενναίως
23. But for the rest let us run back to the demonstration from the prophets spoken of before. The Lord was crucified; you have received the testimonies. You see the place of Golgotha... You cry out in praise, as assenting. See to it that you never deny Him in a season of persecution. Do not rejoice in the cross in a season of peace only, but in a season of persecution also hold the same faith; do not be a friend of Jesus in a season of peace, and an enemy in a season of wars. You receive now remission of your sins, and the gifts of the spiritual bounty of the King; when war comes, contend nobly on behalf
PG 33:801Read from the page
τοῦ σοῦ βασιλέως. Ἰησοῦς ἐσταυρώθη ὑπὲρ σοῦ ὁ ἀναμάρτητος, καὶ σὺ ὑπὲρ τοῦ σταυρωθέντος ὑπὲρ σοῦ οὐ σταυροῦσαι; Οὐ χάριν δίδως· προείληφας γάρ· ἀλλὰ χάριν ἀποδίδως, ἀποδιδοὺς τὸ χρέος τῷ ἐν τῷ Γολγοθᾷ σταυρωθέντι διὰ σέ. Γολγοθᾶς δὲ ἑρμηνεύεται Κρανίου τόπος. Τίνες ἄρα οἱ προφητικῶς τὸν τόπον τοῦ Γολγοθᾶ τοῦτον ὀνομάσαντες, ἐν ᾧ ἡ ἀληθὴς κεφαλὴ Χριστὸς τὸν σταυρὸν ὑπέμεινε; καθὼς ὁ Ἀπόστολός φησιν· Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου· καὶ μετ' ὀλίγα· Καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας· καὶ πάλιν· Παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστι· καὶ πάλιν· Ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας. Ἡ κεφαλὴ ἐν τῷ τοῦ Κρανίου τόπῳ πέπονθεν. Ὢ μεγάλης προφητικῆς ὀνομασίας! μονονουχὶ καὶ τὸ ὄνομα ὑπομιμνήσκει σε λέγον· Μὴ προσχῇς ὡς ψιλῷ ἀνθρώπῳ τῷ στραυρωθέντι. Ἡ κεφαλὴ πάσης ἀρχῆς ἐστι καὶ ἐξουσίας. Κεφαλὴ μὲν πάσης ἐξουσίας ἡ σταυρωθεῖσα· κεφαλὴν δὲ ἔχουσα τὸν Πατέρα. Κεφαλὴ γὰρ τοῦ ἀνδρὸς ὁ Χριστὸς, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ Θεός.
of your King. Jesus the sinless was crucified for you, and will you not be crucified for Him Who was crucified for you? You are not bestowing a favour, for you have received first; rather, you are returning a favour, repaying the debt to Him Who was crucified in Golgotha on your account. Now Golgotha is interpreted Place of a Skull. Who then were those who prophetically named this place Golgotha, in which the true Head, Christ, endured the cross? Even as the Apostle says: Who is the image of the invisible God; and a little further on: And He Himself is the head of the body, the Church; and again: The head of every man is Christ; and again: Who is the head of all principality and power. The Head suffered in the Place of a Skull. O great prophetic naming! Almost the name itself reminds you, saying: Do not regard Him Who was crucified as a mere man. He is the Head of all principality and power. That Head which was crucified is the head of all power, yet having the Father as His Head. For the head of the man is Christ, and the head of Christ is God.
ΚΔʹ. Χριστὸς τοίνυν ὑπὲρ ἡμῶν ἐσταυρώθη, ὁ κριθεὶς ἐν νυκτὶ, ψύχους ὄντος, καὶ ἀνθρακιᾶς διὰ τοῦτο παρακειμένης. Ἐσταυρώθη τρίτην ὥραν· ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἕως ἐννάτης· ἀπὸ δὲ ἐννάτης πάλιν φῶς. Ἆρα καὶ ταῦτα γέγραπται; ζητήσωμεν. Λέγει τοίνυν ὁ Ζαχαρίας· Καὶ ἔσται, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν (τὸ ψῦχος δι' ὃ Πέτρος ἐθερμαίνετο·) καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ (τί γάρ; τὰς ἄλλας οὐκ οἶδε; Πολλαὶ ἡμέραι, ἀλλ' αὕτη ἡ ἡμέρα τῆς ὑπομονῆς τοῦ Κυρίου, ἣν ἐποίησεν ὁ Κύριος)· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ· καὶ οὐχ ἡμέρα, καὶ οὐ νύξ. Τί τὸ αἴνιγμα ὃ λέγει ὁ προφήτης; ἡ ἡμέρα ἐκείνη οὔτε ἡμέρα ἐστὶν, οὔτε νύξ· τί οὖν αὐτὴν ὀνομάσομεν; Ἑρμηνεύει τὸ Εὐαγγέλιον, τὸ πρᾶγμα διηγούμενον. Οὐκ ἦν ἡμέρα· οὐ γὰρ ἐξ ἀνατολῆς ἐπὶ δύσιν ὁμοίως ἔλαμψεν ὁ ἥλιος, ἀλλὰ ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐννάτης σκότος ἐγένετο ἐν ἡμέρᾳ μέσῃ. Μεσέμβολον ἦν ἄρα τὸ σκότος· ὠνόμασε δὲ ὁ Θεὸς τὸ σκότος νύκτα. Διὰ τοῦτο οὔτε ἡμέρα ἦν, οὔτε νύξ. Οὔτε γὰρ
24. Christ therefore was crucified for us, having been judged at night, when it was cold, and a charcoal fire was therefore set beside them. He was crucified at the third hour; and from the sixth hour darkness came on until the ninth; and from the ninth hour there was light again. Are these things also written? Let us seek. Zechariah therefore says: And it shall be, in that day there shall not be light, and cold and frost shall be for one day (the cold on account of which Peter was warming himself); and that day is known to the Lord (Why? Does He not know the others? Many are the days, but this is the day of the Lord's patience, which the Lord made); and that day is known to the Lord, and neither day, nor night. What is the riddle which the prophet speaks? That day is neither day, nor night; what then shall we call it? The Gospel interprets it, recounting the event. It was not day: for the sun did not shine alike from east to west, but from the sixth hour until the ninth hour darkness came on in the midst of the day. The darkness therefore was interposed midway; and God called the darkness night. Therefore it was neither day, nor night. For neither
Notes, col. 801

On the reading

Printed στραυρωθέντι, for σταυρωθέντι.

PG 33:804Read from the page
ὅλη φῶς ἦν, ἵνα κληθῇ ἡμέρα· οὔτε ὅλη σκότος, ἵνα κληθῇ νύξ· ἀλλὰ μετὰ τὴν ἐννάτην ἔλαμψεν ὁ ἥλιος. Προλέγει καὶ τοῦτο ὁ προφήτης· εἰπὼν γὰρ, Καὶ οὐχ ἡμέρα, καὶ οὐ νὺξ, προσέθηκε· Καὶ πρὸς ἑσπέραν ἔσται φῶς. Βλέπεις προφητῶν ἀκρίβειαν; βλέπεις ἀλήθειαν τῶν προγεγραμμένων;
was the whole of it light, so that it might be called day; nor the whole of it darkness, so that it might be called night; but after the ninth hour the sun shone forth. The prophet foretells this also; for having said, And neither day, nor night, he added: And towards evening there shall be light. Do you see the precision of the prophets? Do you see the truth of the things written beforehand?
ΚΕʹ. Ἀλλὰ ζητεῖς σαφῶς κατὰ ποιαν ὁ ἥλιος ὥραν ἐξέλιπεν; ἆρα πέμπτην ὥραν, ἢ ὀγδόην, ἢ δεκάτην; Εἰπὲ τὴν ἀκρίβειαν Ἰουδαίοις τοῖς ἀνηκόοις, ὦ προφῆτα· πότε δύνει ὁ ἥλιος; Φησὶ τοίνυν Ἀμὼς ὁ προφήτης· Καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος ὁ Θεὸς, δύσεται ὁ ἥλιος μεσημβρίας. (ἀπὸ γὰρ ὥρας ἕκτης σκότος ἐγένετο·) καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς. Ποῖος καιρὸς, ὦ προφῆτα, οὗτος, καὶ ποία ἡμέρα; Καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος· ἐν ἀζύμοις γὰρ ἦν τὸ πραχθὲν, καὶ τῇ τοῦ πάσχα ἑορτῇ· εἶθ' ἑξῆς φησι· Καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ, καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης. Ἐν ἀζύμων γὰρ ἡμέρᾳ καὶ ἑορτῇ αἱ μὲν γυναῖκες αὐτῶν ἐκόπτοντο καὶ ἔκλαιον, ὠδυνῶντο δὲ ἀποκρυβέντες οἱ ἀπόστολοι. Θαυμαστὸν μὲν οὖν τὸ προφητευθέν.
25. But do you seek clearly at what hour the sun failed—whether at the fifth hour, or the eighth, or the tenth? Tell the exact truth to the disobedient Jews, O prophet: when does the sun set? Amos the prophet therefore says: And it shall be in that day, says the Lord God, the sun shall set at midday (for from the sixth hour darkness came on), and the light shall grow dark upon the earth in the daytime. What season is this, O prophet, and what sort of day? And I will turn your feasts into mourning—for what was done took place during Unleavened Bread, and at the feast of the Passover—then next he says: And I will make Him as the mourning of a beloved, and those with Him as a day of grief. For on the day and feast of Unleavened Bread their women beat their breasts and wept, while the apostles, having hidden themselves, were in grief. Wonderful therefore is that which was prophesied.
ΚϚʹ. Ἀλλὰ, Δός μοι καὶ ἕτερον, ἐρεῖ τις, σημεῖον· ποῖόν ἐστι σημεῖον ἄλλο ἀκριβὲς ἐπὶ τῷ γεγενημένῳ; Ἐσταυρώθη ὁ Ἰησοῦς· μονοχίτων δὲ ἦν, καὶ ἑνὶ περιβολαίῳ κεχρημένος. Ἀλλ' οἱ στρατιῶται διεμερίσαντο τὸ περιβόλαιον εἰς τέσσαρα σχισθέν· ὁ δὲ χιτὼν οὐκ ἐσχίσθη· εἰς οὐδὲν γὰρ ἔτι σχισθεὶς ἐχρησίμευσε· καὶ λαχμὸς περὶ τούτου γίνεται τοῖς στρατιώταις. Καὶ τὸ μὲν μερίζονται, περὶ τούτου δὲ λαγχάνουσιν· ἆρα καὶ τοῦτο γέγραπται; Οἴδασιν οἱ σπουδαῖοι τῆς Ἐκκλησίας ψαλμῳδοὶ, οἱ τὰς ἀγγελι-
26. Yet someone will say: Give me another sign also; what other exact sign is there of what has come to pass? Jesus was crucified; and He had a single tunic, and was wearing one cloak. Yet the soldiers divided the cloak, torn into four parts; whereas the tunic was not torn—for if torn it would have been useful for nothing further—and a lot concerning this is cast by the soldiers. And the one they divide, while for this they cast lots; is this also written? The zealous psalmists of the Church know, who imitate the angelic
Notes, col. 804

On the reading

Printed ποιαν, for ποίαν.