Migne Reading Room

PG 33 · cols. 697–708 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:697Read from the page
ὑποβάλλεται οὔτε τόπῳ, οὔτε γενεαλογεῖται · Τὴν γὰρ γενεὰν αὐτοῦ τίς διηγήσεται; Πνεῦμα ὁ Θεός · ὁ πνεῦμα ὢν, πνευματικῶς ἐγέννησεν ὡς ἀσώματος ἀπεριέργαστον καὶ ἀκατάληπτον γέννησιν. Ὁ Υἱὸς αὐτὸς λέγει περὶ τοῦ Πατρός · Κύριος εἶπε πρός μέ · Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Τὸ δὲ, σήμερον, οὐ πρόσφατον, ἀλλ' ἀΐδιον · τὸ, σήμερον, ἄχρονον, πρὸ πάντων τῶν αἰώνων · Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.
nor to place, nor is it reckoned by genealogy: For who shall declare His generation? (Isa. 53:8). God is a Spirit (John 4:24); He Who is a Spirit begot spiritually, as being incorporeal, an unsearchable and incomprehensible generation. The Son Himself says concerning the Father: The Lord said unto Me: Thou art My Son, today have I begotten Thee (Ps. 2:7). Now this word, today, is not recent, but eternal; this word, today, is timeless, before all the ages: From the womb before the morning star have I begotten Thee (Ps. 109:3).
Ϛʹ. Πίστευσον τοίνυν εἰς Ἰησοῦν Χριστὸν Υἱὸν Θεοῦ ζῶντος, Υἱὸν δὲ μονογενῆ, κατὰ τὸ Εὐαγγέλιον, τὸ λέγον · Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν · ἵνα ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον · καὶ πάλιν · Ὁ πιστεύων εἰς τὸν Υἱὸν, οὐ κρίνεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν · ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ, οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μένει ἐπ' αὐτὸν, ὅτι οὐκ ἐπίστευσεν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ. Περὶ οὗ μαρτυρῶν ὁ Ἰωάννης ἔλεγε · Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός · πλήρης χάριτος καὶ ἀληθείας · ὃν τρέμοντες οἱ δαίμονες, ἔλεγον · Ἔα, τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος;
6. Believe therefore in Jesus Christ, the Son of the living God, and the only-begotten Son, according to the Gospel which says: For God so loved the world, that He gave His only-begotten Son, that whosoever believes in Him should not perish, but have eternal life (John 3:16); and again: He who believes in the Son is not judged, but has passed out of death into life (John 3:18; 5:24); whereas he who disobeys the Son shall not see life, but the wrath of God abides upon him, because he has not believed in the only-begotten Son of God (John 3:36, 18). Bearing witness concerning Him, John said: And we beheld His glory, glory as of the Only-begotten from the Father, full of grace and truth (John 1:14); before Whom the demons trembling said: Let us alone; what have we to do with Thee, Jesus, Thou Son of the living God? (Luke 4:34; Mark 1:24).
Ζʹ. Υἱὸς τοίνυν τοῦ Θεοῦ ἐστι φύσει, καὶ οὐ θέσει, γεννηθεὶς ἐκ Πατρός. Καὶ ὁ μὲν ἀγαπῶν τὸν γεννή-
7. He is therefore the Son of God by nature, and not by adoption, having been begotten of the Father. And he who loves Him Who begot
PG 33:700Read from the page
σαντα, ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ· ὁ δὲ ἀθετῶν τὸν γεγεννημένον, ἀναπέμπει τὴν ὕβριν εἰς τὸν γεγεννηκότα. Γεννῶντα δὲ Θεὸν ὅταν ἀκούσῃς, μὴ καταπέσῃς εἰς σώματα, μὴ φθαρτὴν γέννησιν ὑπολάβῃς, ἵνα μὴ ἀσεβήσῃς. Πνεῦμα ὁ Θεός· πνευματικὴ ἡ γέννησις. Τὰ μὲν γὰρ σώματα γεννᾷ σώματα· καὶ χρεία τοῖς σώμασι γεννωμένοις χρόνον μεσιτεύειν. Μεσίτης δὲ τῆς ἐκ Πατρὸς Υἱοῦ γεννήσεως χρόνος οὐκ ἔστι. Καὶ ὧδε μὲν γεννᾶται τὸ γεννώμενον ἀτελές, ὁ Υἱὸς δὲ τοῦ Θεοῦ τέλειος ἐγεννήθη· ὅπερ γὰρ νῦν ἐστι, τοῦτο καὶ ἐξ ἀρχῆς ἐστι, γεγεννημένος ἀνάρχως. Ἡμεῖς γεννώμεθα, ἐξ ἀμαθείας νηπιώδους εἰς λογιότητα μεταβαίνοντες· ἀτελής, ἄνθρωπε, ἡ σὴ γέννησις· ἐκ προκοπῆς γὰρ ἡ πρόσληψις. Ἐκεῖ δὲ οὕτω μὴ νόμιζε, μηδὲ ἀσθένειαν κατηγόρει τοῦ γεγεννηκότος. Εἰ γὰρ ἀτελὲς μὲν ἐγέννησε, χρόνῳ δὲ τοῦτο προσέλαβε τὸ τέλειον, ἀσθένειαν κατηγορεῖς τοῦ γεγεννηκότος· εἴ γε ὁ χρόνος ὕστερον ἐχαρίσατο, κατὰ σὲ τοῦτο ἐξ ἀρχῆς ὁ γεννήτωρ οὐκ ἐχαρίσατο.
Him Who begot, loves also Him Who is begotten of Him (1 John 5:1); whereas he who rejects Him Who is begotten refers the insult back to Him Who begot. And when you hear of God begetting, do not sink down to bodily things, nor suppose a corruptible generation, lest you commit impiety. God is a Spirit (John 4:24); spiritual is the generation. For bodies indeed beget bodies, and for bodies that are begotten there is need for time to intervene. But time is not a mediator in the generation of the Son from the Father. And here indeed that which is begotten is begotten imperfect, whereas the Son of God was begotten perfect; for what He is now, this He also is from the beginning, begotten without beginning. We are begotten passing from infantile ignorance to reason; imperfect, O man, is your generation, for your attainment comes from progress. But in that case do not think thus, nor impute weakness to Him Who begot. For if He begot that which was imperfect, and this acquired perfection in time, you impute weakness to Him Who begot, if indeed what time afterwards bestowed, according to you the Begetter did not bestow from the beginning.
Ηʹ. Μὴ τοίνυν ἀνθρωπίνην εἶναι νομίσῃς τὴν γέννησιν, μηδὲ ὥσπερ ἐγέννησεν Ἀβραὰμ τὸν Ἰσαάκ. Ἀβραὰμ γὰρ τὸν Ἰσαὰκ ἐγέννησεν· ἀλλ' οὐχ ὅνπερ ἐβούλετο ἐγέννα, ἀλλ' ὅνπερ ἄλλος ἐχαρίζετο. Τοῦ δὲ Θεοῦ καὶ Πατρὸς γεννῶντος, οὔτε ἄγνοιά ἐστιν οὔτε σκέψις ἐν μέσῳ. Τὸ γὰρ εἰπεῖν, ὅτι ἠγνόει τὸ γεννώμενον, ἀσέβεια μεγίστη· καὶ τὸ εἰπεῖν, ὅτι χρόνοις σκεψάμενος, ὕστερον πατὴρ ἐγένετο, τῆς αὐτῆς ἀσεβείας ἐστίν. Οὐ γὰρ πρότερον ὢν ὁ Θεὸς ἄπαις, ὕστερον ἐν χρόνοις ἐγένετο πατήρ· ἀλλ' ἀεὶ ἔχει τὸν Υἱόν, γεννήσας αὐτὸν οὐχ ὡς ἄνθρωποι ἀνθρώπους, ἀλλ' ὡς αὐτὸς οἶδεν μόνος, ὁ γεννήσας αὐτὸν πρὸ πάντων τῶν αἰώνων Θεὸν ἀληθινόν.
Chapter VIII. Do not therefore suppose the generation to be human, nor as Abraham begot Isaac. For Abraham begot Isaac; yet he did not beget such a one as he wished, but such a one as Another granted. But when God and the Father begets, there is neither ignorance nor deliberation in between. For to say that He did not know what was being begotten is the greatest impiety; and to say that after deliberating in time He afterwards became a father belongs to the same impiety. For God was not previously childless, and afterwards in time became a Father; rather, He always has the Son, having begotten Him not as men beget men, but as He Himself alone knows, Who begot Him before all the ages as true God.
Θʹ. Θεὸς γὰρ ἀληθινὸς ὢν ὁ Πατήρ, ὅμοιον ἑαυτῷ ἐγέννα τὸν Υἱόν, Θεὸν ἀληθινόν· οὐχ ὡς διδάσκαλοι γεννῶσι μαθητάς, οὐχ ὡς Παῦλός φησί τισιν· Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ὧδε μὲν γὰρ ὁ μὴ κατὰ φύσιν υἱὸς ὤν,
Chapter IX. For being true God, the Father begot the Son like unto Himself, true God; not as teachers beget disciples, not as Paul says to some: For in Christ Jesus through the Gospel I have begotten you (1 Cor. 4:15). For here he who is not a son by nature
PG 33:701Read from the page
διὰ τῆς μαθητείας υἱὸς ἐγένετο· ἐκεῖ δὲ φυσικὸς υἱός, ἀληθὴς υἱός· οὐχ ὡς ὑμεῖς, οἱ φωτιζόμενοι, νῦν γίνεσθε υἱοὶ τοῦ Θεοῦ· γίνεσθε γὰρ καὶ ὑμεῖς υἱοί· ἀλλὰ θέσει κατὰ χάριν, ὡς γέγραπται· Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ἡμεῖς μὲν γεννώμεθα ἐξ ὕδατος καὶ πνεύματος· οὐχ οὕτω δὲ ἐγεννήθη Χριστὸς ἐκ Πατρός. Κατὰ τὸν καιρὸν γὰρ τοῦ βαπτίσματος προσφωνῶν, καὶ λέγων, Οὗτός ἐστιν ὁ Υἱός μου, οὐκ εἶπεν, Οὗτος νῦν γέγονεν Υἱός μου, ἀλλ' Οὗτός ἐστιν ὁ Υἱός μου· ἵνα δηλώσῃ, ὅτι καὶ πρὸ τῆς τοῦ βαπτίσματος ἐνεργείας Υἱὸς ἦν.
became a son through discipleship; whereas there He is a natural Son, a true Son; not as you, who are being illuminated, now become sons of God; for you also become sons, but by adoption according to grace, as it is written: But as many as received Him, to them He gave authority to become children of God, to those who believe in His name: who were begotten, not of blood, nor of the will of the flesh, nor of the will of man, but of God (John 1:12-13). And we indeed are begotten of water and Spirit (John 3:5); but not thus was Christ begotten of the Father. For at the time of baptism, addressing Him and saying, This is My Son (Matt. 3:17), He did not say, This one has now become My Son, but, This is My Son, that He might show that even before the operation of baptism He was the Son.
Ιʹ. Ἐγέννησεν ὁ Πατὴρ τὸν Υἱόν, οὐχ ὡς ἐν ἀνθρώποις γεννᾷ νοῦς λόγον. Ὁ μὲν γὰρ νοῦς ἐν ἡμῖν ἐνυπόστατός ἐστιν· ὁ δὲ λόγος, λαληθεὶς καὶ εἰς ἀέρα διαχυθεὶς ἀπόλλυται. Ἡμεῖς δὲ οἴδαμεν τὸν Χριστὸν γεννηθέντα λόγον οὐ προφορικόν, ἀλλὰ λόγον ἐνυπόστατον καὶ ζῶντα· οὐ χείλεσι λαληθέντα καὶ διαχυθέντα, ἀλλ' ἐκ Πατρὸς ἀϊδίως καὶ ἀνεκφράστως, καὶ ἐν ὑποστάσει γεννηθέντα. Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος ἐν δεξιᾷ καθεζόμενος. Λόγος νοῶν τοῦ Πατρὸς τὸ βούλημα, καὶ δημιουργῶν τὰ πάντα τῷ ἐκείνου νεύματι· Λόγος ὁ καταβὰς καὶ ἀναβάς· ὁ γὰρ προφορικὸς, λαλούμενος οὐ καταβαίνει οὐδὲ ἀναβαίνει· Λόγος λαλῶν, καὶ λέγων· Ἃ ἑώρακα παρὰ τῷ Πατρί μου, ταῦτα λαλῶ· Λόγος ἐξουσιαστικός, καὶ βασιλεύων τῶν πάντων· πάντα γὰρ τῷ Υἱῷ παραδέδωκεν ὁ Πατήρ.
Chapter X. The Father begot the Son, not as among men the mind begets a word. For the mind within us is substantial, whereas the word, once spoken and dispersed into the air, perishes. But we know Christ to have been begotten not as an uttered word, but as a substantial and living Word; not spoken with the lips and dispersed, but begotten from the Father eternally and ineffably, and in hypostasis. For in the beginning was the Word, and the Word was with God, and the Word was God (John 1:1), sitting at the right hand. A Word understanding the Father's will, and fashioning all things at His nod; a Word Who descended and ascended (Eph. 4:10)—for the uttered word, when spoken, neither descends nor ascends; a Word speaking and saying: The things that I have seen with My Father, these I speak (John 8:38); a Word possessing authority, and reigning over all things: for the Father has given all things into the Son's hand (John 13:3).
ΙΑʹ. Ἐγέννησε τοίνυν αὐτὸν ὁ Πατὴρ, οὐχ οὕ-
Chapter XI. The Father therefore begot Him, not in such a manner
PG 33:704Read from the page
τως ὡς ἄν τις νοήσειεν ἀνθρώπων, ἀλλ' ὡς οἶδεν αὐτὸς μόνος. Οὐ γὰρ τό, πῶς ἐγέννησεν, εἰπεῖν ἐπαγγελλόμεθα· ἀλλὰ τό, οὐχ οὕτως, διαβεβαιούμεθα. Καὶ οὐχ ἡμεῖς ἀγνοοῦμεν μόνον τὴν ἐκ Πατρὸς τοῦ Υἱοῦ γέννησιν, ἀλλὰ καὶ πᾶσα γεννητὴ φύσις. Ἐκδιήγησαι γῆ, ἐάν σοι φράσῃ; καὶ ἐὰν ἐξετάσῃς πάντα τὰ ὄντα ἐπὶ τῆς γῆς, οὐ δυνήσεται εἰπεῖν. Ἡ γὰρ γῆ τοῦ οἰκείου κεραμέως καὶ πλάστου τὴν ὑπόστασιν λέγειν οὐ δύναται. Οὐ μόνον δὲ γῆ οὐκ οἶδεν, ἀλλ' οὐδὲ ἥλιος· τετάρτῃ γὰρ ἡμέρᾳ ὁ ἥλιος ἐκτίσθη, τὰ ἐν ταῖς πρὸ αὐτοῦ τρισὶ μὴ γινώσκων· ὁ δὲ τὰ ἐν τρισὶν ἡμέραις, ταῖς πρὸ αὐτοῦ, μὴ εἰδώς, αὐτὸν τὸν ποιητὴν ἐξειπεῖν οὐ δυνήσεται. Οὐρανὸς τοῦτο οὐ διηγήσεται· νεύματι γὰρ Πατρὸς ὑπὸ τοῦ Χριστοῦ καὶ ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη. Οὐδὲ οἱ οὐρανοὶ τῶν οὐρανῶν διηγήσονται, οὐδὲ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν τοῦτο διηγήσεται. Τί τοίνυν ἀθυμεῖς ἀγνοῶν, ἄνθρωπε, ὅπερ ἀγνοοῦσι καὶ οἱ οὐρανοί; Οὐ μόνον δὲ οἱ οὐρανοὶ τὴν γέννησιν ἀγνοοῦσιν, ἀλλὰ καὶ πᾶσα ἀγγελικὴ φύσις. Εἰ γάρ τις (εἴ γε ἦν δυνατὸν) ἀναβὰς εἰς πρῶτον οὐρανόν, καὶ τῶν ἐκεῖ ἀγγέλων κατανοήσας τὴν κατάστασιν, προσελθὼν ἐρωτήσειε, πῶς ὁ Θεὸς ἐγέννησε τὸν ἑαυτοῦ Υἱόν, ἐροῦσιν ἴσως· Ἔχομεν ὑπὲρ ἡμᾶς μείζονας ἀνωτέρους, ἐκείνους ἐρώτησον. Ἀνάβηθι πρὸς δεύτερον οὐρανόν, καὶ τρίτον· φθάσον, εἰ δύνῃ, πρὸς θρόνους καὶ κυριότητας,
as any among men might conceive, but as He Himself alone knows. For we do not profess to tell how He begot, but we firmly maintain that it was not in such a manner. And not only are we ignorant of the generation of the Son from the Father, but so also is every created nature. Speak to the earth, if it may tell you (Job 12:8); and even if you inquire of all the things that are upon the earth, they will not be able to tell. For the earth cannot declare the substance of its own potter and fashioner. And not only does the earth not know, but neither does the sun; for on the fourth day the sun was created, not knowing the things done in the three days before it; and he who does not know the things done in the three days before him will not be able to declare the Maker Himself. Heaven will not relate this; for at the Father's nod heaven also was established like smoke by Christ (Isa. 51:6). Nor will the heavens of heavens relate it, nor will the waters that are above the heavens (Ps. 148:4) relate this. Why therefore are you disheartened, O man, at not knowing that of which even the heavens are ignorant? And not only are the heavens ignorant of this generation, but so also is all angelic nature. For if someone—if indeed it were possible—ascending into the first heaven, and perceiving the rank of the angels there, should approach and ask how God begot His own Son, they will perhaps say: We have greater and higher ones above us; ask them. Ascend to the second heaven, and the third; reach, if you can, unto thrones and dominions,
PG 33:705Read from the page
ἀρχάς τε καὶ ἐξουσίας· κἂν πρὸς ἐκείνους δέ τις φθάσειεν, ὅπερ ἀδύνατον, κἀκεῖνοι παραιτήσονται τὴν διήγησιν· οὐδὲ γὰρ οἴδασι.
principalities and powers (Col. 1:16); and even if someone should reach unto them, which is impossible, they too will decline the explanation, for neither do they know.
ΙΒʹ. Καὶ ἐγὼ τεθαύμακα ἀεὶ τῶν τολμηρῶν τὴν φιλοπραγμοσύνην, τῶν διὰ τῆς νομιζομένης εὐλαβείας εἰς ἀσέβειαν ἐκπιπτόντων. Θρόνους γὰρ καὶ κυριότητας, τὰ Χριστοῦ ποιήματα, καὶ ἀρχὰς καὶ ἐξουσίας ἀγνοοῦντες, αὐτὸν τὸν Ποιητὴν φιλοπραγμονεῖν ἐπιχειροῦσιν. Εἰπέ μοι πρῶτον, ὦ τολμηρότατε, τί διαφέρει θρόνος κυριότητος, καὶ τότε πολυπραγμόνει τὰ κατὰ Χριστόν. Εἰπέ μοι τί μέν ἐστιν ἀρχή, τί δὲ ἐξουσία, τί δὲ δύναμις, τί δὲ ἄγγελος· καὶ τότε τὸν Ποιητὴν πολυπραγμόνει· πάντα γὰρ δι' αὐτοῦ ἐγένετο. Ἀλλ' οὐ θέλεις ἐρωτῆσαι θρόνους ἢ κυριότητας, ἢ οὐ δύνασαι. Τί ἐστιν ἕτερον γινῶσκον τὰ βάθη τοῦ Θεοῦ, εἰ μὴ μόνον τὸ Πνεῦμα τὸ ἅγιον, τὸ λαλῆσαν τὰς θείας Γραφάς; ἀλλ' οὐδ' αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, περὶ τῆς ἐκ Πατρὸς τοῦ Υἱοῦ γεννήσεως ἐν ταῖς Γραφαῖς ἐλάλησεν. Τί τοίνυν πολυπραγμονεῖς, ἃ μηδὲ τὸ Πνεῦμα τὸ ἅγιον ἔγραψεν ἐν ταῖς Γραφαῖς; ὁ τὰ γεγραμμένα μὴ γινώσκων, τὰ μὴ γεγραμμένα πολυπραγμονεῖς; Πολλὰ ζητήματά ἐστιν ἐν ταῖς θείαις Γραφαῖς· τὸ γεγραμμένον οὐ καταλαμβάνομεν, τί τὸ μὴ γεγραμμένον πολυπραγμονοῦμεν; Αὔταρκες ἡμῖν εἰδέναι, ὅτι Θεὸς ἐγέννησεν Υἱὸν ἕνα μόνον.
Chapter XII. And I have always marvelled at the meddlesome curiosity of the audacious, who through their supposed reverence fall into impiety. For while being ignorant of thrones and dominions—the works of Christ—and principalities and powers, they attempt meddlesomely to pry into the Maker Himself. Tell me first, O most audacious man, how a throne differs from a dominion, and then pry into the things concerning Christ. Tell me what a principality is, and what a power, and what a might, and what an angel; and then pry into the Maker: for all things were made through Him (John 1:3). Yet you do not wish to question thrones or dominions, or rather you cannot. What else is there that knows the deep things of God, save only the Holy Spirit (1 Cor. 2:10), Who spoke the divine Scriptures (2 Pet. 1:21)? Yet not even the Holy Spirit Himself has spoken in the Scriptures concerning the generation of the Son from the Father. Why therefore do you pry into things which not even the Holy Spirit wrote in the Scriptures? Do you, who do not know the things that are written, pry into the things that are not written? There are many inquiries in the divine Scriptures; what is written we do not comprehend, why then do we pry into what is not written? It is sufficient for us to know that God begot one Son alone.
ΙΓʹ. Μὴ ἐπαισχυνθῇς ὁμολογῆσαι τὴν ἄγνοιαν, ἐπειδὴ μετὰ ἀγγέλων ἀγνοεῖς. Ὁ γεννήσας οἶδε μόνος τὸν γεννηθέντα· καὶ ὁ ἐξ αὐτοῦ γεγεννημένος οἶδε τὸν γεννήσαντα. Ὁ γεννήσας οἶδε τί ἐγέννησε· καὶ τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ μαρτυρεῖ ἐν ταῖς Γραφαῖς, ὅτι Θεὸς ὁ γεννηθεὶς ἄναρχος. Τίς γὰρ ἔγνω ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; Οὕτω δὲ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ὥσπερ γὰρ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτω καὶ τῷ Υἱῷ ἔδωκε ζωὴν ἔχειν ἐν ἑαυτῷ· καί, Ἵνα πάντες τιμῶσι τὸν Υἱόν, καθὼς τιμῶσι τὸν Πατέρα· καί, Ὥσπερ ὁ Πατὴρ οὓς θέλει ζωοποιεῖ,
Chapter XIII. Be not ashamed to confess your ignorance, since you are ignorant along with angels. He Who begot alone knows Him Who was begotten; and He Who is begotten of Him knows Him Who begot. He Who begot knows what He begot; and the Holy Spirit of God bears witness in the Scriptures that He Who was begotten without beginning is God. For what man knows the things of a man, save the spirit of the man which is in him? Even so the things of God no one knows, save the Spirit of God (1 Cor. 2:11). For just as the Father has life in Himself, so He has granted the Son also to have life in Himself (John 5:26); and, That all may honour the Son, just as they honour the Father (John 5:23); and, Just as the Father gives life to whom He wills,
PG 33:708Read from the page
οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Οὔτε ὁ γεννήσας ἐζημιώθη τι, οὔτε λείπει τι τῷ γεννηθέντι (οἶδα πολλάκις ταῦτα εἰρηκώς, ἀλλὰ πολλάκις ταῦτα εἴρηται ὑπὲρ τῆς ὑμῶν ἀσφαλείας)· οὔτε ὁ γεννήσας ἔχει πατέρα, οὔτε ὁ γεννηθεὶς ἀδελφὸν ἔχει· οὔτε ὁ γεννήσας εἰς υἱὸν μετεβλήθη, οὔτε ὁ γεννηθεὶς πατὴρ ἐγένετο. Ἐξ ἑνὸς μόνου Πατρός, εἷς μονογενὴς Υἱός. Οὔτε δύο ἀγέννητοι, οὔτε δύο μονογενεῖς· ἀλλ' εἷς ἐστι Πατὴρ ἀγέννητος (ἀγέννητος γάρ ἐστιν ὁ πατέρα μὴ ἔχων)· καὶ εἷς ἐστιν Υἱός, ἀϊδίως ἐκ Πατρὸς γεγεννημένος· οὐ χρόνοις γεγεννημένος, ἀλλὰ πρὸ αἰώνων γεννηθείς· οὐκ ἐκ προκοπῆς αὐξηθείς, ἀλλὰ τοῦτο γεννηθεὶς ὅπερ ἐστὶ νῦν.
so also the Son gives life to whom He wills (John 5:21). Neither did He Who begot suffer any loss, nor is anything lacking to Him Who was begotten (I know that I have said these things many times, yet they have been said many times for your safety); neither does He Who begot have a father, nor does He Who was begotten have a brother; neither was He Who begot changed into a son, nor did He Who was begotten become a father. Of one sole Father, there is one only-begotten Son: neither two unbegotten, nor two only-begotten; but there is one Father unbegotten (for unbegotten is He Who has no father); and there is one Son, eternally begotten of the Father; not begotten in times, but begotten before the ages; not increased by progress, but begotten that very thing which He now is.
ΙΔʹ. Πιστεύομεν τοίνυν εἰς τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα Θεὸν ἀληθινόν. Ὁ γὰρ ἀληθὴς Θεὸς οὐ γεννᾷ ψευδῆ, καθὼς εἴρηται. Οὐδὲ σκεψάμενος, ὕστερον ἐγέννησεν· ἀλλ' ἀϊδίως ἐγέννησε, καὶ πολὺ μᾶλλον τάχιον τῶν ἡμετέρων ῥημάτων ἢ νοημάτων, ἐγέννησεν. Ἡμεῖς μὲν γὰρ ἐν χρόνοις λαλοῦντες χρόνον ἀναλίσκομεν· ἐπὶ δὲ τῆς θείας δυνάμεως, ἄχρονος ἡ γέννησις. Καὶ καθὼς εἴρηται πολλάκις, οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸν Υἱὸν παρήγαγεν, οὐδὲ τὸν μὴ ὄντα εἰς υἱοθεσίαν ἤγαγεν· ἀλλ' ἀΐδιος ὢν ὁ Πατήρ, ἀϊδίως ἐγέννησε καὶ ἀνεκφράστως Υἱὸν ἕνα μόνον, ἀδελφὸν οὐκ ἔχοντα. Οὔτε δύο εἰσὶν ἀρχαί· ἀλλὰ κεφαλὴ τοῦ Υἱοῦ ὁ Πατήρ, μία ἡ ἀρχή. Πατὴρ γὰρ Υἱὸν ἐγέννησε Θεὸν ἀληθινόν, Ἐμμανουὴλ προσαγορευόμενον· ὁ δὲ Ἐμμανουὴλ μεθ' ἡμῶν ὁ Θεὸς ἑρμηνεύεται.
Chapter XIV. We believe therefore in the Son of God, the Only-begotten, begotten of the Father as true God. For the true God does not beget a false one, as has been said. Nor did He deliberate and afterwards beget; but He begot eternally, and far more swiftly than our words or thoughts did He beget. For we indeed, speaking in time, consume time; whereas in the case of the divine power, the generation is timeless. And as has been said many times, He did not bring the Son forth from non-existence into existence, nor did He lead Him Who was not into adoption; rather, the Father, being eternal, eternally and ineffably begot one sole Son, having no brother. Nor are there two principles; but the Father is the head of the Son (1 Cor. 11:3), the principle is one. For the Father begot the Son as true God, called Emmanuel (Isa. 7:14); and Emmanuel is interpreted, God with us (Matt. 1:23).