Migne Reading Room

PG 33 · cols. 625–635 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:625Read from the page
ΚΑΤΗΧΗΣΙΣ Ηʹ
CATECHESIS VIII
ΦΩΤΙΖΟΜΕΝΩΝ.
OF THOSE TO BE ILLUMINATED.
Ἐν Ἱεροσολύμοις σχεδιασθεῖσα, εἰς τὸ, Παντοκράτορα· καὶ ἀνάγνωσις ἐκ τοῦ Ἱερεμίου· Ὁ Θεὸς ὁ μέγας, καὶ ὁ ἰσχυρὸς Κύριος· ὁ μέγας τῇ βουλῇ, καὶ δυνατὸς τοῖς ἔργοις, ὁ παντοκράτωρ, ὁ μεγαλώνυμος Κύριος, καὶ τὰ ἑξῆς.
Delivered extempore in Jerusalem, on the word, Ruler of all; and the reading from Jeremiah: The great God, and the strong Lord; great in counsel, and mighty in works, the Ruler of all, the Lord of great name, and what follows (Jer. 32:18-19).
Αʹ. Διὰ μὲν τοῦ πιστεύειν εἰς ἕνα Θεὸν, πᾶσαν πολύθεον πλάνην ἐκκόπτομεν, ὅπλῳ τούτῳ κεχρημένοι πρὸς Ἕλληνας, καὶ πᾶσαν ἐναντίαν αἱρετικῶν δύναμιν· διὰ δὲ τοῦ προστιθέναι, εἰς ἕνα Θεὸν Πατέρα, πρὸς τοὺς ἐκ περιτομῆς μαχόμεθα, τοὺς ἀρνουμένους τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ. Καθὼς γὰρ εἴρηται τῇ χθὲς ἡμέρᾳ, καὶ πρὶν τρανῶσαι τὰ περὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τῷ εἰπεῖν, ὅτι Πατήρ, ἤδη ἐδηλώσαμεν, ὅτι Υἱοῦ ἐστι Πατήρ· ἵνα ὥσπερ νοοῦμεν, ὅτι Θεός ἐστιν, οὕτω νοήσωμεν, ὅτι καὶ Υἱὸν ἔχει. Προστίθεμεν δὲ πρὸς ἐκείνοις, ὅτι καὶ παντοκράτωρ ἐστί· τοῦτο δὲ καὶ διὰ Ἕλληνας καὶ Ἰουδαίους ὁμοῦ καὶ πάντας αἱρετικούς φαμεν.
Chapter I. By believing in one God, we cut off all polytheistic error, using this weapon against the Greeks, and against every opposing power of heretics; and by adding, in one God the Father, we contend against those of the circumcision, who deny the only-begotten Son of God. For as was said yesterday, even before making plain the things concerning our Lord Jesus Christ, by saying Father, we already declared that He is the Father of a Son; so that just as we understand that He is God, so we may understand that He also hath a Son. And to those things we add that He is also the Ruler of all; and this we say on account of both Greeks and Jews together, and all heretics.
Βʹ. Ἑλλήνων μὲν γάρ τινες, ψυχὴν τοῦ κόσμου τὸν Θεὸν εἶπον· καὶ ἕτεροι, τὴν ἐξουσίαν αὐτοῦ φθάνειν εἰς οὐρανὸν μόνον, μηκέτι δὲ καὶ εἰς γῆν. Καί τινες
Chapter II. For some of the Greeks said that God is the soul of the world; and others, that His authority reaches unto heaven only, and no longer unto earth also. And some
PG 33:628Read from the page
πλανηθέντες μετ' ἐκείνων, κακῶς τῷ ῥητῷ συγχρησάμενοι τῷ λέγοντι, Καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν, ἐτόλμησαν τὴν τοῦ Θεοῦ πρόνοιαν ἕως νεφελῶν περιγράψαι καὶ οὐρανοῦ, ἀπαλλοτριῶσαι δὲ τοῦ Θεοῦ τὰ ἐπὶ γῆς· ἐπιλαθόμενοι τοῦ ψαλμοῦ τοῦ λέγοντος· Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Εἰ γὰρ ὑψηλότερον μὲν οὐρανοῦ οὐδέν ἐστι, βαθύτερον δὲ τῆς γῆς ὁ ᾅδης, ὁ τὰ κατώτερα κρατῶν, ἅπτεται καὶ τῆς γῆς.
having gone astray with them, misusing the text which says, And Thy truth unto the clouds, have dared to circumscribe the providence of God by the clouds and heaven, and to alienate from God the things upon earth; forgetting the psalm which says: If I ascend into heaven, Thou art there; if I descend into Hades, Thou art present. For if nothing is higher than heaven, and Hades is deeper than the earth, He Who holds the lower parts touches the earth also.
Γʹ. Αἱρετικοὶ δὲ πάλιν, καθὼς εἴρηται τὸ πρότερον, οὐκ οἶδασιν ἕνα παντοκράτορα Θεόν. Παντοκράτωρ γάρ ἐστιν ὁ πάντων κρατῶν, ὁ πάντων ἐξουσιάζων. Οἱ δὲ λέγοντες, τὸν μὲν εἶναι τῆς ψυχῆς δεσπότην, τὸν δέ τινα τοῦ σώματος, οὐδέτερον αὐτῶν τέλειον λέγουσι, τῷ λείπειν ἑκάτερον θατέρῳ. Ὁ γὰρ ψυχῆς ἐξουσίαν ἔχων, σώματος δὲ ἐξουσίαν μὴ ἔχων, πῶς παντοκράτωρ; καὶ ὁ δεσπόζων σωμάτων, μὴ ἐξουσιάζων δὲ πνευμάτων, πῶς παντοκράτωρ; Ἀλλ' ἀπελέγχει τούτους ὁ Κύριος, ἀπεναντίας λέγων· Φοβήθητε μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Εἰ γὰρ μὴ ἔχει ἑκατέρων τὴν ἐξουσίαν, πῶς ἀμφότερα ὑποβάλλει τῇ τιμωρίᾳ ὁ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Πατήρ; πῶς γὰρ δυνήσεται τὸ ἀλλότριον σῶμα λαβὼν, βαλεῖν εἰς γέενναν, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσῃ;
III. Again, heretics, even as has been said before, know not one Almighty God. For the Almighty is He Who rules over all things, He Who has authority over all things. But those who say that one is Lord of the soul, and another someone of the body, declare neither of them to be perfect, because each lacks the other. For how is he almighty who has authority over the soul, but has not authority over the body? And how is he almighty who is master of bodies, yet has not authority over spirits? But the Lord refutes these men, saying on the contrary: Fear rather Him Who is able to destroy both soul and body in Gehenna. For if He has not authority over both, how does the Father of our Lord Jesus Christ subject both to punishment? For how shall He be able to take the body that belongs to another and cast it into Gehenna, unless He first bind the strong man, and plunder his vessels?
Δʹ. Αλλ' ἡ θεία Γραφὴ καὶ τὰ τῆς ἀληθείας δόγματα ἕνα Θεὸν οἶδε, πάντων μὲν κρατοῦντα τῇ δυνάμει, πολλῶν δὲ ἀνεχόμενον διὰ τὸ θέλειν. Κρατεῖ γὰρ καὶ τῶν εἰδωλολατρῶν, ἀλλ' ἀνέχεται δι' ἀνεξικακίαν· κρατεῖ καὶ τῶν ἀθετούντων αὐτὸν αἱρετικῶν, ἀλλ' ἀνέχεται διὰ μακροθυμίαν· κρατεῖ καὶ τοῦ διαβόλου, ἀλλ' ἀνέχεται διὰ μακροθυμίαν· οὐ γὰρ ἀδυνατῶν
IV. But divine Scripture and the doctrines of truth know one God, Who rules over all things by His power, yet bears with many things by His will. For He rules even over idolaters, yet bears with them through forbearance; He rules also over the heretics who reject Him, yet bears with them through long-suffering; He rules also over the devil, yet bears with him through long-suffering; for not as being powerless
Notes, col. 628

On the reading

Printed Αλλ', for Ἀλλ'.

PG 33:629Read from the page
ἀνέχεται, ὡς νικώμενος. Ἀρχὴ γάρ ἐστι πλάσματος Κυρίου, πεποιημένος ἐγκαταπαίζεσθαι, οὐχ ὑπ' αὐτοῦ (ἀνάξιος γάρ ἐστιν), ἀλλ' ὑπὸ τῶν ἀγγέλων τῶν ὑπ' αὐτοῦ πεποιημένων. Συνεχώρησε δὲ αὐτῷ καὶ τὸ ζῇν, ἵνα δύο γένηται πράγματα, αὐτός τε μειζόνως ἀσχημονῇ νικώμενος, καὶ οἱ ἄνθρωποι στεφανωθῶσιν. Ὢ πανόσφου θείας προνοίας! ἥτις τὴν πονηρὰν προαίρεσιν εἰς ὑπόθεσιν σωτηρίας λαμβάνει τῶν πιστῶν. Ὥσπερ γὰρ τὴν μισάδελφον τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ προαίρεσιν ἔλαβεν εἰς ὑπόθεσιν τῆς ἰδίας οἰκονομίας, καὶ συγχωρήσας αὐτοῖς κατὰ μῖσος πωλῆσαι τὸν ἀδελφὸν, ὑπόθεσιν ἔλαβε τοῦ βασιλεῦσαι τοῦτον ὃν ἤθελεν· οὕτω συνεχώρησε παλαίειν τῷ διαβόλῳ, ἵνα οἱ νικῶντες στεφανωθῶσι· καὶ ἵνα νίκης γενομένης, ὁ μὲν μεῖζον ἀσχημονῆται, ὑπὸ τῶν ἡττόνων νικώμενος· ἄνθρωποι δὲ μεγάλως εὐδοκιμῶσι, τόν ποτε ἀρχάγγελον νικήσαντες.
does He bear with him, as though overcome. For he is the beginning of the Lord's creation, made to be mocked, not by Him (for he is unworthy), but by the angels who were made by Him. And He permitted him also to live, in order that two things might come to pass: that he himself might be the more greatly put to shame when overcome, and that men might be crowned. O all-wise divine providence! which takes the evil purpose as an occasion of salvation for the faithful. For just as He took the brother-hating purpose of the brethren of Joseph as an occasion for His own dispensation, and by permitting them out of hatred to sell their brother, took occasion to make him king whom He willed; so He permitted the devil to wrestle, in order that those who overcome might be crowned; and that when victory is won, he might be the more put to shame, being overcome by inferiors, whilst men might win great renown through having conquered him who was once an archangel.
Εʹ. Οὐδὲν οὖν ὑπεξῄρηται τῆς τοῦ Θεοῦ δυνάμεως· περὶ αὐτοῦ γὰρ λέγει ἡ Γραφή· Ὅτι τὰ σύμπαντα δοῦλα σά. Τὰ σύμπαντα μὲν, δοῦλα αὐτοῦ· εἷς δὲ αὐτοῦ μόνος Υἱὸς, καὶ ἓν τὸ ἅγιον αὐτοῦ Πνεῦμα, ἐκτὸς τούτων πάντων· καὶ τὰ σύμπαντα δοῦλα, διὰ τοῦ ἑνὸς Υἱοῦ ἐν ἁγίῳ Πνεύματι, δουλεύει τῷ Δεσπότῃ. Κρατεῖ τοίνυν τῶν πάντων ὁ Θεὸς, καὶ ἀνέχεται καὶ φονέων, καὶ ληστῶν, καὶ πόρνων διὰ μακροθυμίαν, ὁρίσας καιρὸν τῆς προθεσμίας, καθ' ὃν ἀποδίδωσιν ἑκάστῳ· ἵνα, πολυχρόνιον λαβόντες τὴν προθεσμίαν, ἀμετανόητον δὲ ἔχοντες τὴν καρδίαν, μειζόνως καταδικασθῶσι. Βασιλεῖς εἰσιν ἀνθρώπων, οἱ ἐπὶ γῆς βασιλεύοντες, ἀλλ' οὐκ ἄνευ τῆς ἄνωθεν ἐξουσίας· καὶ ἔγνω ποτὲ τοῦτο τῇ πείρᾳ ὁ Ναβουχοδονόσορ, εἰπών· Ὅτι ἡ βασιλεία αὐτοῦ, βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς πᾶσαν γενεὰν καὶ γενεάν.
V. Nothing, therefore, is exempted from the power of God; for concerning Him the Scripture says: For all things are Thy servants. All things indeed are His servants; but His one only Son, and His one Holy Spirit, are outside all these; and all the things that are servants, through the one Son in the Holy Spirit, serve the Master. God therefore rules over all things, and through long-suffering bears even with murderers, and robbers, and fornicators, having appointed a time of respite according to which He renders unto each; so that, having received a long respite, yet keeping an impenitent heart, they may be the more severely condemned. Kings of men are those who reign upon earth, yet not without the authority from above; and Nebuchadnezzar once knew this by experience, saying: For His kingdom is an everlasting kingdom, and His authority unto every generation and generation.
Notes, col. 629

On the reading

Printed πανόσφου, for πανσόφου.

PG 33:632Read from the page
Ϛʹ. Οὐκ ἔστῖν ὁ πλοῦτος, καὶ τὸ χρυσίον καὶ τὸ ἀργύριον τοῦ διαβόλου, καθὼς νομίζουσί τινες. Τοῦ γὰρ πιστοῦ ὅλος ὁ κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός· διαβόλου δὲ οὐδὲν ἀπιστότερον· καὶ φανερῶς διὰ τοῦ προφήτου λέγει ὁ Θεός· Ἐμὸν τὸ χρυσίον καὶ ἐμὸν τὸ ἀργύριον, καὶ ᾧτινι θέλω δίδωμι αὐτό. Σὺ μόνον χρῆσαι καλῶς, καὶ οὐκ ἔστι μεμπτὸν τὸ ἀργύριον· ὅταν δὲ σὺ τῷ καλῷ χρήσῃ κακῶς, τότε, μὴ θέλων μέμψασθαι τὴν σὴν διοίκησιν, ἀνάγεις τὴν μέμψιν ἐπὶ τὸν Δημιουργὸν ἀσεβῶς. Δύναταί τις καὶ διὰ χρημάτων δικαιωθῆναι. Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· πάντως ὅτι ἀπὸ χρημάτων. Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· πάντως ὅτι διὰ χρημάτων. Καὶ θέλεις γνῶναι, ὅτι δύναται θύρα γενέσθαι βασιλείας οὐρανῶν τὰ χρήματα; Πώλησόν σου, φησὶ, τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς.
VI. Riches, and gold, and silver are not the devil's, as some suppose. For the whole world of wealth belongs to the faithful man, but to the faithless man not even an obol; and nothing is more faithless than the devil; and manifestly God says through the prophet: Mine is the gold and Mine is the silver, and to whomsoever I will I give it. Do thou only use it well, and silver is not blameworthy; but when thou usest that which is good badly, then, being unwilling to blame thine own stewardship, thou impiously referrest the blame unto the Creator. A man can also be justified through wealth. I was hungry, and you gave Me to eat: assuredly from wealth. I was naked, and you clothed Me: assuredly through wealth. And wilt thou know that wealth can become a door of the kingdom of the heavens? Sell, says He, thy possessions, and give to the poor, and thou shalt have treasure in the heavens.
Notes, col. 632

On the reading

Printed ἔστῖν, for ἔστιν.

PG 33:633Read from the page
Ζʹ. Ταῦτα δέ μοι λέλεκται διὰ τοὺς αἱρετικοὺς, τοὺς ἀναθεματίζοντας τὰ κτήματα, καὶ τὰ χρήματα, καὶ τὰ σώματα. Οὔτε γὰρ δοῦλον βούλομαί σε χρημάτων εἶναι, οὔτε ὡς ἐχθροῖς προσέχειν τοῖς εἰς ὑπηρεσίαν ὑπὸ τοῦ Θεοῦ σοι δοθεῖσι. Μὴ τοίνυν ποτὲ εἴπῃς τοῦ διαβόλου εἶναι τὰ χρήματα· κἂν γὰρ λέγῃ, Ταῦτα πάντα σοι δώσω, ὅτι ἐμοὶ παραδέδοται, δύναται μέν τις αὐτοῦ καὶ ἀθετῆσαι τὸ ῥῆμα· τῷ ψεύστῃ γὰρ οὐ δεῖ πιστεύειν. Τάχα δὲ καὶ ἀναγκασθεὶς ὑπὸ τῆς τοῦ παρόντος δυνάμεως, εἶπε τὴν ἀλήθειαν· οὐ γὰρ εἶπε, Ταῦτα πάντα σοι δώσω, ὅτι ἐμά ἐστιν· ἀλλ', ὅτι ἐμοὶ παραδέδοται· οὐ γὰρ τὴν δεσποτείαν ἥρπασεν, ἀλλὰ τὸ ἐγκεχειρῆσθαι καὶ οἰκονομεῖν τέως ὡμολόγησε. Ζητείσθω δὲ κατὰ καιρὸν ὑπὸ τῶν ἐξηγουμένων, πότερον ψεύδεται ἢ ἀληθεύει.
VII. Now these things have been spoken by me on account of the heretics, who anathematize possessions, and wealth, and bodies. For I would neither have thee be a slave of wealth, nor regard as enemies the things given unto thee by God for service. Never, therefore, say that wealth belongs to the devil; for even though he say, All these things will I give Thee, for they have been delivered unto me, one may indeed reject his word also; for one must not believe the liar. Yet perhaps, compelled by the power of Him Who was present, he spoke the truth; for he said not, All these things will I give Thee, because they are mine; but, because they have been delivered unto me; for he did not grasp the dominion, but confessed that for a season they had been entrusted to him to administer. Let it, however, be inquired in due season by the expositors whether he lies or speaks the truth.
Ηʹ. Εἷς τοίνυν ἐστὶν ὁ Θεὸς, ὁ Πατὴρ, ὁ παντοκράτωρ, ὃν ἐτόλμησαν αἱρετικῶν παῖδες δυσφημεῖν. Ἐτόλμησαν γὰρ δυσφημῆσαι τὸν Κύριον Σαβαὼθ, τὸν καθήμενον ἐπάνω τῶν χερουβίμ· ἐτόλμησαν βλασφημῆσαι τὸν Ἀδωναῖ Κύριον· ἐτόλμησαν βλασφημῆσαι τὸν ἐπὶ προφήταις παντοκράτορα Θεόν. Σὺ δὲ ἕνα προσκύνει τὸν παντοκράτορα Θεὸν, τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Φεῦγε τὴν πολύθεον πλάνην, καὶ φεῦγε πᾶσαν αἵρεσιν, καὶ λέγε κατὰ τὸν Ἰώβ· Κύριον δὲ τὸν παντοκράτορα ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Καὶ τὸ, Ἐπὶ τούτοις πᾶσιν, τιμὴ παρὰ παντο-
VIII. One, therefore, is God, the Father, the Almighty, Whom the sons of heretics have dared to defame. For they have dared to defame the Lord Sabaoth, Who sits above the cherubim; they have dared to blaspheme the Lord Adonai; they have dared to blaspheme the Almighty God spoken of in the prophets. But do thou worship the one Almighty God, the Father of our Lord Jesus Christ. Flee the polytheistic error, and flee every heresy, and say according to Job: But I will call upon the Almighty Lord, Who does great and unsearchable things, glorious also and marvellous, whereof there is no number. And that saying, Upon all these things, honour from the Almigh-
PG 33:635Read from the page
κράτορος· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ruler of all (Job 35:22); to Whom be the glory unto the ages of the ages. Amen.
CATECHESIS NONA.
NINTH CATECHESIS.
De Deo omnium conditore.
On God the Creator of all things.
PRAELOQUIUM.
PRELIMINARY DISCOURSE.
I. Deum Domini nostri Jesu Christi Patrem, rerum omnium conditorem et effectorem esse, divinaque sapientia dignum esse opus universi, in hac catechesi demonstrat. Ac primo Deum, nec carnis oculis visibilem, nec ab ullo unquam mortali visum (n. 1), ita ex suis operibus cognosci ait, ut tamen a nemine penitus comprehendi queat (n. 2, 3). Tum adversus haereticos Christi Patrem a mundi creatore distinguentes (n. 4), et hujus universi opificium detrectantes, pulchritudinem ejus atque ordinem admirabili artificio exponit; coeli, solis, et siderum naturam et usum; noctis ac diei et quatuor anni tempestatum statas vices, breviter, sed eleganter describit (n. 5, 6 et 8); obiter refellens Manichaeos lucem et tenebras diversis conditoribus deputantes (n. 7). Percurrit eorum quae meteora vocamus, terrae et maris, ac multiplicium animalium admirabilitatem et varietates (n. 9, 10, etc.). Postremo ad explicandam humani corporis fabricam, in quam peccatorum nostrorum causas rejicere injustum et calumniosum sit, devectus, orationem grata Conditoris laudum celebratione concludit (n. 16).
I. In this catechesis he demonstrates that God, the Father of our Lord Jesus Christ, is the Creator and Maker of all things, and that the work of the universe is worthy of divine wisdom. And first he says that God, neither visible to the eyes of the flesh nor ever seen by any mortal (number 1), is so known from His works that nevertheless He cannot be thoroughly comprehended by anyone (numbers 2, 3). Then against the heretics who distinguish the Father of Christ from the Creator of the world (number 4), and disparage the workmanship of this universe, he sets forth its beauty and order with admirable skill; the nature and use of heaven, the sun, and the stars; and the stated changes of night and day and of the four seasons of the year, he briefly yet elegantly describes (numbers 5, 6, and 8); refuting in passing the Manichaeans who assign light and darkness to diverse creators (number 7). He runs through the wonderfulness and varieties of those things which we call meteors, of earth and sea, and of manifold living creatures (numbers 9, 10, and following). Lastly, passing on to explain the structure of the human body, upon which it would be unjust and calumnious to cast the causes of our sins, he concludes the discourse with a grateful celebration of the praises of the Creator (number 16).
II. Mirari licet in hac catechesi elegantem et compendiariam totius orbis partium descriptionem : quae nullis Patrum lucubrationibus de hoc argumento data opera susceptis, sive copia, sive elegantia concedat; easque omnes, id effari liceat, brevitate et compendio superet. Manichaeos hic, ut fere ubique alias, potissimum respicit; qui pessime de omnibus creaturis et eorum auctore loquebantur; sed orationis principio usque ad num. 5 exclusive, Gnosticos oppugnat, et certa quidem ratione, ut deinde tota liberius decurreret oratio. Cum enim illi alium Veteris Testamenti Deum et conditorem mundi, alium Novi Patrem dicerent; in argumentum sumebant, quod Deus antiqui foederis cognitus, et oculis visus esset, uti in his Scripturis refertur : alter vero invisibilis et incomprehensus, ex illo Evangelii, S. Pauli et Joannis evangelistae dicto, Deum nemo vidit unquam; aliisque, in quibus dicitur Patrem Christi nemini praeter Filium notum esse. Hanc fuisse Gnosticorum argumentationem certiores nos faciunt Irenaeus, lib. IV, cap. 6 et 20; Didymus, in I Joan. Epist. ad cap. IV, 12, etc. Ante igitur quam Cyrillus dignam esse auctore suo mundi fabricam demonstrare aggrederetur, prius illi eorum haereticorum amolienda fuit objectio. Quapropter contra eos constituit, et ex Veteri quidem Testamento, primo Deum carnis oculis conspici non posse; 2° nec a quoquam vivente homine cerni; nec ab ipso Ezechiele visum aliud quam divinae gloriae similitudinem : quod etiam luculenter demonstrat Irenaeus, lib. IV, cap. 20, n. 10; 3° Deum ex creaturis suis, proportione tamen quadam animo informata, posse cognosci; quod adversus assertam illorum omnimodam Dei Patris ignorationem dictum; 4° a nemine tamen comprehendi posse; contra audaciam illorum, Deum Veteris Testamenti plane perspectum asserentium. Haec ratio hujus Cyrillianae orationis principii, quod a reliquo velut sermone avulsum et alienum non satis considerantibus videri possit.
II. One may admire in this catechesis an elegant and compendious description of the parts of the whole world: which yields neither in abundance nor in elegance to any treatises of the Fathers purposely undertaken on this subject; and surpasses them all, if one may say so, in brevity and conciseness. Here, as almost everywhere else, he has chiefly in view the Manichaeans, who spoke most wickedly of all creatures and their Author; but from the beginning of the discourse up to number 5 exclusively, he attacks the Gnostics, and for a sure reason indeed, so that thereafter the whole discourse might run its course more freely. For since they said that the God of the Old Testament and Creator of the world was one, and the Father of the New was another; they took as an argument that the God of the ancient covenant was known and seen with the eyes, as is related in these Scriptures: whereas the other is invisible and incomprehensible, according to that saying of the Gospel, of St Paul, and of John the Evangelist, No man hath seen God at any time (John 1:18); and other passages, in which it is said that the Father of Christ is known to no one save the Son. That this was the argumentation of the Gnostics, Irenaeus informs us in Book IV, chapters 6 and 20; and Didymus, on the First Epistle of John, at chapter 4, verse 12, and elsewhere. Before Cyril, therefore, set out to demonstrate that the fabric of the world is worthy of its Author, he had first to remove the objection of those heretics. Wherefore against them he establishes, and from the Old Testament indeed, first, that God cannot be beheld with the eyes of the flesh; secondly, that neither can He be seen by any living man; and that nothing else was seen by Ezekiel himself than the likeness of the divine glory: which Irenaeus also clearly demonstrates in Book IV, chapter 20, number 10; thirdly, that God can be known from His creatures, yet through a certain proportion formed in the mind; which is said against their asserted total ignorance of God the Father; fourthly, that nevertheless He cannot be comprehended by anyone; against the audacity of those who assert that the God of the Old Testament was thoroughly perceived. This is the rationale of the beginning of this Cyrillian discourse, which to those who do not sufficiently consider it might seem as though torn away and foreign from the rest of the sermon.
III. Habetur haec oratio in mss. S. Basilii operibus, sub nomine homiliae ejusdem Patris, de hoc argumento, quod Deus sit incomprehensus; sed nonnullis ad id argumentum identidem mutatis et accommodatis additisque, praesertim in fine. Jam dudum Basil⟨i⟩i nomine his mutationibus interpolata prodivit. Nam Metaphrastes, dum ex variis Basilii locis eas 24 conciones informat, quae operum ejus tomo III excusae sunt; in concione 15 longum hujus orationis fragmentum citat, tanquam ex homilia Basilii quod incomprehensibilis sit Deus; ut omittam eam sub ejus nomine ita reperiri in mss. 700 aut 800 annorum. Duos ejusmodi codices ex R. PP. Basilianorum bibliotheca consuluit et exscripsit Romae noster D. Bern. de Montfaucon; cujus labore in hac catechesi usus sum. Harum varietatum nonnullas in notis observavi; sed totam extremam partem, quae insignibus varietatibus et additamentis interpolata est, ad calcem edendam judicavi.
III. This discourse is contained in manuscript works of St Basil, under the title of a homily of the same Father, on this subject, that God is incomprehensible; but with certain things repeatedly altered and accommodated to that subject and added, especially at the end. Long ago it came forth under the name of Basil interpolated with these alterations. For Metaphrastes, whilst framing from various passages of Basil those twenty-four discourses which are printed in Volume III of his works, cites in discourse 15 a long fragment of this oration, as though from the homily of Basil that God is incomprehensible; not to mention that it is thus found under his name in manuscripts of seven hundred or eight hundred years. Two such codices from the library of the Reverend Basilian Fathers were consulted and transcribed at Rome by our Dom Bernard de Montfaucon; of whose labour I have made use in this catechesis. Some of these variant readings I have noted in the annotations; but the whole concluding part, which is interpolated with notable variations and additions, I have judged proper to publish at the end.