Migne Reading Room

PG 33 · cols. 613–623 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:613Read from the page
Ζʹ. Ἀλλ' ἵνα μή τις ἐξ ἀφελείας ἢ κακεντρεχείας, ἀνθρώποις δικαίοις ἰσότιμον εἶναι τὸν Χριστὸν ὑπολάβῃ, ἐκ τοῦ λέγειν αὐτόν· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν· καλὸν ἐκεῖνο προδιαστείλασθαι, ὅτι τὸ μὲν τοῦ Πατρὸς ἕν ἐστιν ὄνομα, ποικίλη δὲ τῆς ἐνεργείας ἡ δύναμις. Καὶ τοῦτο αὐτὸς γινώσκων εἴρηκε ἀσφαλῶς· Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν· οὐκ εἰπὼν, πρὸς τὸν Πατέρα ἡμῶν· ἀλλὰ διελὼν, καὶ εἰπὼν πρῶτον τὸ οἰκεῖον, πρὸς τὸν Πατέρα μου, ὅπερ ἦν κατὰ φύσιν· εἶτ' ἐπαγαγὼν, καὶ Πατέρα ὑμῶν, ὅπερ ἦν κατὰ θέσιν. Εἰ γὰρ καὶ μάλιστα λέγειν ἐν προσευχαῖς κατηξιώθημεν, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀλλὰ κατὰ φιλανθρωπίαν ἡ δόσις. Οὐ γὰρ κατὰ φύσιν ἐκ τοῦ ἐν οὐρανοῖς Πατρὸς γεννηθέντες, Πατέρα καλοῦμεν αὐτόν· ἀλλ' ἐκ δουλείας εἰς υἱοθεσίαν πατρικῇ χάριτι, διὰ Υἱοῦ καὶ ἁγίου Πνεύματος μετενεχθέντες, ἀφάτῳ φιλανθρωπίᾳ λέγειν τοῦτο καταξιούμεθα.
VII. But lest anyone out of simplicity or perverse malice should suppose that Christ is of equal honour with righteous men, from His saying: I ascend unto My Father, and your Father (John 20:17), it is well to make this distinction beforehand, that while the name of Father is one, the power of its operation is manifold. And knowing this Himself, He has spoken securely: I go unto My Father, and your Father; not saying, unto our Father, but making a distinction, and saying first what was proper to Himself, unto My Father, which was by nature; and then adding, and your Father, which was by adoption. For even though we have been counted worthy in the highest degree to say in prayers, Our Father Who art in heaven (Matt. 6:9), yet the gift is of loving-kindness. For we do not call Him Father as having been begotten by nature from the Father Who is in heaven; but having been transferred from servitude into adoption by paternal grace, through the Son and the Holy Spirit, by ineffable loving-kindness we are counted worthy to say this.
Ηʹ. Εἰ δέ τις βούλεται μαθεῖν, ὅπως ἡμεῖς τὸν Θεὸν Πατέρα καλοῦμεν, ἀκουέτω τοῦ καλοῦ παιδαγωγοῦ Μωσέως, λέγοντος· Οὐκ αὐτὸς οὗτός σου Πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε; καὶ Ἠσαΐου τοῦ προφήτου· Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σύ· ἡμεῖς δὲ πηλὸς, ἔργα τῶν χειρῶν σου πάντες· σαφέστατα γὰρ ἐδήλωσεν ἡ προφητικὴ χάρις, ὅτι μὴ κατὰ φύσιν, ἀλλὰ κατὰ Θεοῦ χάριν καὶ θέσει, Πατέρα καλοῦμεν.
VIII. And if anyone wishes to learn how we call God Father, let him hear the good instructor Moses, who says: Did not this thy Father Himself purchase thee, and make thee, and create thee (Deut. 32:6)? and Isaiah the prophet: And now, O Lord, Thou art our Father; and we are clay, all of us the works of Thy hands (Isa. 64:8); for most clearly has the prophetic grace declared that not by nature, but by the grace of God and by adoption, we call Him Father.
Θʹ. Καὶ ἵνα γνῷς ἀκριβέστερον, ὅτι μὴ πάντως ἐν ταῖς θείαις Γραφαῖς ὁ κατὰ φύσιν πατὴρ μόνον καλεῖται πατὴρ, ἄκουε Παύλου λέγοντος· Ἐὰν γὰρ
IX. And that you may know more accurately that in the divine Scriptures not always only the father by nature is called father, hear Paul saying: For though
PG 33:616Read from the page
μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα· οὐ γὰρ τῷ γεννῆσαι κατὰ σάρκα, ἀλλὰ τῷ διδάξαι καὶ ἀναγεννῆσαι κατὰ Πνεῦμα, Παῦλος ἦν Κορινθίων πατήρ Ἄκουε δὲ καὶ τοῦ Ἰὼβ λέγοντος· Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων· πατέρα γὰρ ἑαυτὸν, οὐ τῷ γεννῆσαι πάντας, ἀλλὰ τῷ κηδεμονεῖν, ὠνόμασεν. Αὐτός τε ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, τῷ ξύλῳ κατὰ τὸν σταυροῦ καιρὸν τὴν σάρκα προσηλωμένος, ἰδὼν τὴν Μαριὰμ τὴν ἑαυτοῦ κατὰ σάρκα μητέρα, καὶ τὸν Ἰωάννην τὸν τῶν μαθητῶν προσφιλέστατον, φησὶ πρὸς ἐκεῖνον μὲν, Ἰδοὺ ἡ μήτηρ σου· πρὸς δὲ τὴν Μαριὰμ, Ἰδοὺ ὁ υἱός σου· τὴν ὀφειλομένην φιλοστοργίαν ἐκδιδάσκων, καὶ τὸ παρὰ τῷ Λουκᾷ εἰρημένον πλαγίως ἐπιλύων, τὸ, Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες· ὅπερ ἁρπάζουσιν αἱρεσιωτῶν παῖδες, ἐξ ἀνδρὸς αὐτὸν καὶ γυναικὸς γεγεννῆσθαι λέγοντες. Ὅνπερ γὰρ τρόπον ἡ Μαρία μήτηρ Ἰωάννου διὰ τὴν φιλοστοργίαν οὐ διὰ τὸ γεννῆσαι· οὕτω καὶ Ἰωσὴφ πατὴρ ἐκαλεῖτο τοῦ Χριστοῦ, οὐ διὰ τὸ γεννῆσαι (Οὐ γὰρ ἔγνω αὐτὴν, κατὰ τὸ Εὐαγγέλιον, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον), ἀλλὰ διὰ τὴν περὶ τὴν ἀνατροφὴν κηδεμονίαν γεγενημένην.
you have ten thousand instructors in Christ, yet not many fathers; for in Christ Jesus I begot you through the Gospel; for not by begetting according to the flesh, but by teaching and regenerating according to the Spirit, was Paul the father of the Corinthians. Hear also Job saying: I was a father of the helpless; for he called himself a father, not by having begotten all, but by caring for them. And the only-begotten Son of God Himself, when nailed in the flesh to the wood at the time of the cross, beholding Mary His own mother according to the flesh, and John the most beloved of the disciples, says unto the latter, Behold thy mother; and unto Mary, Behold thy son; teaching the natural affection due to her, and obliquely explaining that which is spoken in Luke, namely, And His father and His mother were marvelling; which the sons of heretics snatch at, saying that He was begotten of a man and a woman. For in the very same way in which Mary was the mother of John because of natural affection and not because of begetting, so also Joseph was called the father of Christ, not because of begetting (For he knew her not, according to the Gospel, until she brought forth her firstborn Son), but because of the care bestowed upon His nurture.
Ιʹ. Τοῦτο μὲν οὖν ὑμῖν ἐν παρεκβάσει νῦν ὡς ἐν ὑπομνήσει λελέχθω. Προσθῶμεν δὲ καὶ μαρτυρίαν ἑτέραν ἀποδεικτικὴν τοῦ καταχρηστικῶς ἀνθρώπων τὸν Θεὸν καλεῖσθαι πατέρα. Ὅταν γὰρ ἐν Ἠσαΐᾳ λέγηται πρὸς τὸν Θεόν· Σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ ἡ Σάῤῥα οὐκ ὠδίνησεν ἡμᾶς· ἄρα ἔτι περὶ τούτου ζητεῖν χρή; Κἂν ὁ Ψαλμῳδὸς λέγῃ· Ταραχθήτωσαν ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν· ἄρα οὐ πᾶσι πρόδηλον, ὅτι τῶν νεωστὶ τοὺς οἰκείους πατέρας ἀποβεβληκότων ὀρφανῶν πατὴρ ὁ Θεὸς καλούμενος, οὐ διὰ τὸ γεννᾷν ἐξ αὑτοῦ, ἀλλὰ διὰ τὸ κηδεμονεῖν καὶ ὑπερασπίζειν, ὠνόμασται; Ἀλλὰ τῶν μὲν ἀνθρώπων, καθὼς εἴρηται, καταχρηστικῶς ἐστι πατήρ· Χριστοῦ δὲ μό-
X. Let this then be said unto you now by way of digression, as a reminder. And let us add also another testimony demonstrative of the fact that God is called the father of men figuratively. For when in Isaiah it is said unto God: For Thou art our Father, because Abraham knew us not, and Sarah travailed not with us; is it then necessary to inquire further concerning this? And even if the Psalmist says: Let them be troubled from before His face, the Father of the orphans and Judge of the widows; is it not manifest unto all that when God is called the Father of orphans who have newly lost their own fathers, He is so named not because of begetting them out of Himself, but because of caring for them and defending them? Yet of men, as has been said, He is Father figuratively; whereas of Christ
PG 33:617Read from the page
νου κατὰ φύσιν ἐστὶ Πατὴρ ὁ Θεὸς, οὐ κατὰ θέσιν· καὶ τῶν μὲν ἀνθρώπων ἐν χρόνοις, Χριστοῦ δὲ πρὸ χρόνων, καθὼς αὐτός φησι· Καὶ νῦν δόξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί.
alone is God the Father by nature, and not by adoption; and of men in time, but of Christ before all ages, even as He Himself says: And now glorify Thou Me, O Father, with Thyself with the glory which I had, before the world was, with Thee.
ΙΑʹ. Πιστεύομεν τοίνυν εἰς ἕνα Θεὸν Πατέρα, τὸν ἀνεξιχνίαστον καὶ ἀνεκδιήγητον· ὃν ἀνθρώπων μὲν οὐδεὶς ἑώρακεν, ὁ Μονογενὴς δὲ μόνος ἐξηγήσατο. Ὁ γὰρ ὢν ἐκ τοῦ Θεοῦ, αὐτὸς ἑώρακε τὸν Θεόν· οὗ τὸ πρόσωπον οἱ ἄγγελοι διαπαντὸς βλέπουσιν ἐν τοῖς οὐρανοῖς· βλέπουσι δὲ, κατὰ τὸ μέτρον τῆς οἰκείας τάξεως ἕκαστος. Τὸ δὲ ἀκραιφνὲς τῆς τοῦ Πατρὸς θεωρίας εἰλικρινῶς, Υἱῷ σὺν ἁγίῳ Πνεύματι τετήρηται.
XI. We believe, therefore, in one God the Father, the unsearchable and ineffable; Whom no man has seen, but the Only-begotten alone has declared. For He Who is from God, He has seen God; Whose face the angels continually behold in the heavens; yet they behold it, each according to the measure of his own rank. But the pure fullness of the contemplation of the Father in sincerity is reserved for the Son together with the Holy Spirit.
ΙΒʹ. Ἐνταῦθα τοῦ λόγου γενόμενος, καὶ τῶν πρὸ βραχέως εἰρημένων ὑπομνησθεὶς, ἐν οἷς ὁ Θεὸς πατὴρ ἀνθρώπων ἀνηγορεύετο· μεγάλως πρὸς τὴν τῶν ἀνθρώπων ἀγνωμοσύνην ἐξίσταμαι. Ὁ μὲν γὰρ Θεὸς ἀφάτῳ φιλανθρωπίᾳ πατὴρ ἀνθρώπων καλεῖσθαι κατηξίωσεν· ὁ ἐν οὐρανοῖς, τῶν ἐπὶ γῆς· καὶ ὁ τῶν αἰώνων ποιητὴς, τῶν ἐν χρόνοις· καὶ ὁ τὴν γῆν κατέχων ἐν δρακὶ, τῶν ἐπὶ γῆς ὄντων ὡς ἀκρίδων. Ὁ δὲ ἄνθρωπος καταλιπὼν τὸν ἐπουράνιον Πατέρα, τῷ ξύλῳ εἶπε· Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ· Σὺ ἐγέννησάς με. Καί μοι δοκεῖ, διὰ τοῦτο πρὸς τὴν ἀνθρωπότητα λέγει ὁ Ψαλμῳδός· Καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, ὃν εἵλου πατέρα, ὃν ἐπεσπάσω πρὸς τὴν ἀπώλειαν.
XII. Having reached this point of the discourse, and calling to mind the things spoken a little before, wherein God was proclaimed the Father of men, I am greatly amazed at the ingratitude of men. For God, in His ineffable love towards mankind, deigned to be called the Father of men: He Who is in the heavens, of those upon earth; and the Maker of the ages, of those in time; and He Who holds the earth in His grasp, of those upon the earth who are as grasshoppers. Yet man, forsaking the heavenly Father, said unto the wood: Thou art my father; and unto the stone: Thou hast begotten me. And it seems to me that for this cause the Psalmist says unto humanity: And forget thy people, and the house of thy father, whom thou hast chosen as father, whom thou hast drawn unto thyself for destruction.
ΙΓʹ. Οὐ μόνον δὲ ξύλα καὶ λίθους, ἔνιοι δὲ καὶ τὸν Σατανᾶν αὐτὸν ἤδη εἵλοντο πατέρα, τὸν ψυχοφθό-
XIII. And not only stocks and stones, but some have even already chosen Satan himself as father, the soul-destroying
PG 33:620Read from the page
ρον· πρὸς οὓς ἐλεγκτικῶς ἔλεγεν ὁ Κύριος· Ὑμεῖς τὰ ἔργα τοῦ πατρὸς ὑμῶν ποιεῖτε· τοῦ διαβόλου, πατρὸς ὄντος ἀνθρώπων, οὐ κατὰ φύσιν, ἀλλὰ κατὰ ἀπάτην. Ὅν γὰρ τρόπον, διὰ τῆς εὐσεβοῦς διδασκαλίας, Παῦλος Κορινθίων πατὴρ ἐκαλεῖτο, οὕτω καὶ ὁ διάβολος τῶν ἐκ προαιρέσεως αὐτῷ συντρεχόντων καλεῖται πατήρ. Οὐ γὰρ ἀνεξόμεθα τῶν κακῶς ἐκλαμβανόντων τὸ εἰρημένον ἐκεῖνο, τὸ, Ἐκ τούτου γινώσκομεν τὰ τέκνα τοῦ Θεοῦ, καὶ τὰ τέκνα τοῦ διαβόλου· ὡς ὄντων φύσει τινῶν, καὶ σωζομένων καὶ ἀπολλυμένων ἐν ἀνθρώποις. Οὔτε γὰρ ἐπάναγκες, ἀλλ' ἐκ προαιρέσεως εἰς τὴν τοιαύτην ἁγίαν υἱοθεσίαν ἐρχόμεθα· οὔτε ἐκ φύσεως ὁ προδότης Ἰούδας, υἱὸς ἦν διαβόλου καὶ τῆς ἀπωλείας· ἢ γὰρ ἂν οὐθ' ὅλως ἐξ ἀρχῆς ἐν ὀνόματι Χριστοῦ δαίμονας ἀπήλασε· Σατανᾶς γὰρ Σατανᾶν οὐκ ἐκβάλλει· οὐδ' ἂν πάλιν ὁ Παῦλος ἐκ τοῦ διώκειν εἰς τὸ κηρύττειν μετέβαινεν. Ἀλλ' αὐτεξούσιος ἡ υἱοθεσία, καθὼς φησιν ὁ Ἰωάννης· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· οὐ γὰρ πρὸ τῆς πίστεως, ἀλλ' ἐκ τῆς πίστεως τέκνα Θεοῦ γενέσθαι κατηξιώθησαν αὐτεξουσίως.
one; unto whom the Lord said in reproof: You do the works of your father; the devil being the father of men, not by nature, but by deceit. For in the same manner as, through pious instruction, Paul was called the father of the Corinthians, so also the devil is called the father of those who of their own choice run together with him. For we shall not endure those who wrongly interpret that saying, By this we know the children of God, and the children of the devil; as though there were among men some who by nature are either saved or perish. For neither of necessity, but of deliberate choice do we come into such a holy adoption of sons; nor was the traitor Judas by nature a son of the devil and of perdition; else he would never at all from the beginning have cast out demons in the name of Christ; for Satan casts not out Satan; nor again would Paul have passed over from persecuting to preaching. But the adoption of sons is of free will, even as John says: But as many as received Him, to them gave He power to become children of God, to those who believe in His name; for not before faith, but from faith were they counted worthy of their own free will to become children of God.
ΙΔʹ. Τοῦτο τοίνυν γινώσκοντες, πνευματικῶς ἀναστρέψωμεν, ἵνα τῆς υἱοθεσίας τοῦ Θεοῦ καταξιωθῶμεν. Ὅσοι γὰρ Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν. Οὐδὲν γὰρ ὄφελος ἡμῖν τὴν Χριστιανῶν κεκτῆσθαι προσηγορίαν, μὴ καὶ τῶν ἔργων ἐπακολουθούντων, μή ποτε καὶ πρὸς ἡμᾶς ῥηθῇ τὸ, Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε. Εἰ γὰρ Πατέρα ἐπικαλούμεθα, τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ἡμῶν χρόνον ἀναστραφῶμεν, μὴ ἀγαπῶντες τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐὰν γάρ τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ
XIV. Knowing this, therefore, let us conduct ourselves spiritually, that we may be counted worthy of the adoption of God. For as many as are led by the Spirit of God, these are sons of God. For it is of no profit to us to possess the title of Christians unless the works also follow, lest perchance unto us also that word be spoken, If you were the children of Abraham, you would do the works of Abraham. For if we call upon the Father, Who without respect of persons judges according to each man's work, let us pass the time of our sojourning in fear, loving not the world, neither the things that are in the world. For if any man love the world, the love of the
PG 33:621Read from the page
Πατρὸς ἐν αὐτῷ. Ὥστε, τέκνα ἀγαπητὰ, δόξαν τῷ ἐν οὐρανοῖς Πατρὶ διὰ τῶν ἔργων προσενέγκωμεν· ὅπως ἴδωσι ἡμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Πᾶσαν τὴν μέριμναν ἡμῶν ἐπ' αὐτὸν ἐπιῤῥίψωμεν· οἶδε γὰρ ὁ Πατὴρ ἡμῶν ὧν χρείαν ἔχομεν.
Father is not in him. Wherefore, beloved children, let us offer glory through our works unto the Father Who is in the heavens; that men may see our good works, and glorify our Father Who is in the heavens. Let us cast all our care upon Him; for our Father knows of what things we have need.
ΙΕʹ. Τιμῶντες δὲ τὸν ἐπουράνιον Πατέρα, καὶ τοὺς τῆς σαρκὸς ἡμῶν πατέρας τιμήσωμεν· ἐπειδὴ σαφῶς ἐν νόμῳ καὶ προφήταις αὐτὸς ὥρισεν ὁ Κύριος, λέγων· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Καὶ τοῦ παραγγέλματος τούτου ἀκουέτωσαν μάλιστα τῶν παρόντων οἱ πατέρας καὶ μητέρας κεκτημένοι. Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν κατὰ πάντα· τοῦτο γὰρ εὐάρεστόν ἐστι τῷ Κυρίῳ. Οὐ γὰρ εἶπεν ὁ Κύριος· Ὁ φιλῶν πατέρα ἢ μητέρα οὐκ ἔστι μου ἄξιος· μὴ τὸ καλῶς γεγραμμένον αὐτὸς ἐξ ἀγνοίας ἐκλάβῃς κακῶς· ἀλλὰ τὸ, ὑπὲρ ἐμὲ, προσέθηκεν. Ὅταν γὰρ τῷ ἐν οὐρανοῖς Πατρὶ οἱ ἐπὶ γῆς πατέρες φρονῶσιν ἐναντία, τότε δεῖ τῷ ῥήματι ἐπακολουθεῖν. Ὅταν δὲ μηδὲν ἡμῖν εἰς εὐσέβειαν αὐτῶν ἐμποδιζόντων, ἀγνωμοσύνῃ φερόμενοι, καὶ τῶν εἰς ἡμᾶς αὐτῶν εὐεργεσιῶν ἀμνημονοῦντες καταφρονῶμεν· τότε χώραν ἕξει τὸ λόγιον, τὸ λέγον· Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω.
XV. And whilst honouring the heavenly Father, let us honour also the fathers of our flesh; seeing that the Lord Himself has clearly ordained in the law and the prophets, saying: Honour thy father and thy mother, that it may be well with thee, and that thou mayest be long-lived upon the earth. And let those especially among the persons present who have fathers and mothers hear this commandment. Children, obey your parents in all things; for this is well-pleasing unto the Lord. For the Lord did not say: He that loves father or mother is not worthy of Me; lest through ignorance thou shouldest wrongly take that which has been well written; but He added the words, more than Me. For when our fathers upon earth are minded contrarily unto the Father Who is in the heavens, then must we follow the saying. But when, though they hinder us in nothing with respect to godliness, we, carried away by ingratitude and unmindful of their benefits towards us, despise them; then shall the oracle have place which says: He that reviles father or mother, let him surely die the death.
ΙϚʹ. Χριστιανῶν εὐσέβεια ἐνάρετος πρώτη, τὸ τιμᾷν τοὺς γεννήτορας, τὸ τοὺς πόνους ἀμείψασθαι τῶν φύντων, καὶ πάσῃ δυνάμει τὰ πρὸς ἀνάπαυσιν αὐτοῖς ἐπενεγκεῖν· κἂν γὰρ τὰ πλεῖστα τούτοις ἀποδῶμεν, ἀλλ' ἀντιγεννῆσαι τούτους οὐδέποτε δυνησόμεθα· ἵνα καὶ αὐτοὶ τῆς παρ' ἡμῶν ἀναπαύσεως ἀπολαύσαντες, εὐλογίαις ἡμᾶς στηρίξωσιν, ἃς ὁ πτερνιστὴς Ἰακὼβ ἐμφρόνως ἥρπασε· καὶ τὴν ἀγαθὴν ἡμῶν προαίρεσιν ὁ ἐν οὐρανοῖς Πατὴρ ἀποδεξάμενος, καταξιώσειεν ἡμᾶς μετὰ τῶν δικαίων λάμπειν ὡς ὁ ἥλιος, ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς ἡμῶν· ᾧ ἡ δόξα, σὺν τῷ Μονογενεῖ καὶ Σωτῆρι Ἰησοῦ Χριστῷ, σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
XVI. The first virtuous piety of Christians is to honour their parents, to requite the labours of those who begot them, and with all their power to contribute towards their comfort; for even though we repay them the greatest things, yet we shall never be able to beget them in return; so that they also, enjoying the comfort provided by us, may strengthen us with those blessings which Jacob the supplanter prudently seized; and may the Father Who is in the heavens, accepting our good purpose, count us worthy to shine forth with the righteous as the sun, in the kingdom of our Father; to Whom be the glory, together with the Only-begotten and Saviour Jesus Christ, together with the Holy and life-giving Spirit, now and ever, and unto the ages of the ages. Amen.
PG 33:623Read from the page
CATECHESIS OCTAVA.
EIGHTH CATECHESIS.
De omnipotentia, seu ad omnia pertinente providentia Dei.
On the omnipotence, or all-embracing providence of God.
ADMONITIO.
ADMONITION.
I. Explanat auctor in hac oratione eam Dei dotem qua dicitur apud Graecos παντοκράτωρ, id est omnia sub imperio tenens et ad arbitrium moderans : quam vocem Latini in Symbolo Omnipotentis vocabulo reddere solent : quanquam hoc aliam menti subjicit significationem, ab ea quae voci Graecae respondet (num. 1). Igitur contra gentiles, Judaeos et haereticos omnes duplex principium agnoscentes, maxime Manichaeos, defendit Dei providentiam, dominium, et potestatem ad omnia pertinentem (n. 2 et 3); coelestia, terrestria; animam, corpus; idololatras, haereticos, diabolum ipsum; cujus malitia quam tolerat, utitur ad sua consilia perficienda, et promovendam hominum utilitatem (n. 4). Trinitati videlicet, quae sola servitutis expers est, serviunt res omnes creatae; peccatores, quos prae patientia perfert Deus, ab ipso tandem punientur (n. 5). Regnorum et opum Arbiter et Dominus est : eaque occasione Manichaeos, divitias diabolo auctori deputantes, et creatorem Deum blasphemis verbis caedentes, gravissima oratione refellens Cyrillus sermonem absolvit (n. 6, 7 et 8).
I. The author explains in this discourse that attribute of God whereby He is called amongst the Greeks pantokrator, that is, holding all things under His rule and governing them at His pleasure: which word the Latins in the Creed are wont to render by the term Almighty: although this suggests to the mind another signification than that which corresponds to the Greek word (number 1). Therefore against the Gentiles, the Jews, and all heretics who acknowledge a twofold principle, chiefly the Manichaeans, he defends the providence, dominion, and power of God extending unto all things (numbers 2 and 3); things heavenly and earthly; soul and body; idolaters, heretics, and the devil himself; whose malice, which He tolerates, He uses to accomplish His own counsels and to promote the benefit of men (number 4). For all created things serve the Trinity, Which alone is exempt from servitude; sinners, whom God bears with out of patience, shall at length be punished by Him (number 5). He is the Arbiter and Lord of kingdoms and of wealth: and on that occasion Cyril, refuting in a most weighty discourse the Manichaeans, who ascribe riches to the devil as their author and assail the Creator God with blasphemous words, brings the sermon to a close (numbers 6, 7, and 8).
II. In hac oratione postquam gentiles paucis refellit, Manichaeos potissimum tota oratione oppugnat : qui in divinam potestatem multis modis peccabant : 1° ab ea subtrahendo corpora, quorum auctorem ab animarum conditore diversum existimabant; 2° diabolum etiam e divinis operibus excipiendo, eumque uti potestatem Deo contrariam coaeternamque, atque in suo imperio summe dominantem admittendo; 3° universi gubernationem criminando, in qua summam ordinis perturbationem quae bono Deo aliena esset, reperiri calumniabantur; ut videre est in Tito Bostrensi lib. II cont. Manich. Quamobrem Cyrillus Dei patientiam in ferendis malis commendare studet; 4° tandem divitias et opes a diabolo auctore et datore esse contendendo. Contra Arianos perspicue trium S. Trinitatis personarum commune imperium et dignitatem defendit. Praeclare quoque de divitiarum usu; et prudenter de relicta diabolo in res hujus mundi potestate disserit.
II. In this discourse, after refuting the Gentiles in a few words, he attacks the Manichaeans above all throughout the whole discourse: who sinned against the divine power in many ways: first, by withdrawing from it bodies, whose author they deemed diverse from the Creator of souls; secondly, by excepting the devil also from the divine works, and admitting him as a power contrary to God and coeternal, and ruling supremely in his own empire; thirdly, by slandering the government of the universe, in which they calumniously alleged that there is found the utmost confusion of order, such as would be foreign to the good God; as may be seen in Titus of Bostra, Book II against the Manichaeans. Wherefore Cyril studies to commend the patience of God in bearing with evils; fourthly, finally, by contending that riches and wealth are from the devil as their author and giver. Against the Arians he clearly defends the common rule and dignity of the three Persons of the Holy Trinity. He also discourses nobly concerning the use of riches; and prudently concerning the power left to the devil over the things of this world.
III. Nos porro Latinorum consuetudinem secuti, consecratum omnium symbolorum usu Omnipotentis vocabulum mutare noluimus; admonentes tamen aliud Graeca voce significari, et in hac catechesi explicari, quam quod Latina vox sonet. Nam omnipotens significat eum qui omnia potest, cuique factu impossibile nihil; eoque sensu Augustinus, aliique omnes ferme Latini Patres hanc Symboli vocem explanant. At Graecis alia vox est ad declarandam omnipotentiam Dei, nempe παντοδύναμος. Ista autem παντοκράτωρ significat Deum omnia sub imperio tenere ac moderari : ita ipse Cyrillus hujus vocabuli vim reddit num. 3 : Παντοκράτωρ ἐστὶν, ὁ πάντων κρατῶν, ὁ πάντων ἐξουσιάζων· quae vox satis per istam reddetur omnitenens, si Latina esset. Id optime vidit Rufinus, qui ex Graecis, et omnium maxime ex Cyrillo, suam Symboli explanationem adornans, retenta Latina quae in usu erat voce, sensum ejus et etymologiam ad vim Graecae vocis accommodavit, aiens Omnipotentem ab eo dici Deum, quod omnium teneat potentatum. Praeiverat huic expositioni Tertullianus, de Filio dicens contra Praxean cap. 17 : Suo jure Deus omnipotens, qua sermo Dei omnipotentis, quamque omnium accepit potestatem. His exemplis freti consuetam vocem mutare religioni habuimus.
III. Moreover, we, following the custom of the Latins, have been unwilling to alter the word Almighty, consecrated by the usage of all the creeds; admonishing, however, that another thing is signified by the Greek word, and explained in this catechesis, than what the Latin word sounds. For almighty signifies Him Who can do all things, and to Whom nothing is impossible to do; and in that sense Augustine, and almost all other Latin Fathers, explain this word of the Creed. But the Greeks have another word to declare the omnipotence of God, namely pantodynamo. Whereas this word pantokrator signifies that God holds and governs all things under His rule: thus Cyril himself renders the force of this word in number 3: The Ruler of all is He Who holds all things, Who exercises authority over all things; which word would be sufficiently rendered by omnitenens, all-holding, if it were Latin. This was excellently seen by Rufinus, who, preparing his explanation of the Creed from the Greeks, and most of all from Cyril, whilst retaining the Latin word that was in use, accommodated its sense and etymology to the force of the Greek word, saying that God is called Almighty from this, that He holds the dominion of all things. Tertullian had preceded this exposition, saying of the Son against Praxeas, chapter 17: God almighty in His own right, as the Word of God almighty, and through the power over all things which He received. Relying on these examples, we have scrupled to alter the customary word.
IV. Habita est haec catechesis proxima die post praecedentem, ut ab ipso ejus exordio significat Cyrillus, dum praecedenti die de Patre se sermonem habuisse commemorat. Emendata a nobis est ad codd. Coislin., Ottob., Colb., Roe, Casaub. et Bodl. adjunctis variantibus lectionibus antiqui ms. in libro S. Genovefae notatis.
IV. This catechesis was delivered on the next day after the preceding one, as Cyril signifies from its very opening, whilst he mentions that on the preceding day he had delivered a discourse concerning the Father. It has been emended by us according to the Coislin, Ottobonian, Colbert, Roe, Casaubon, and Bodleian codices, with the addition of the variant readings of an ancient manuscript noted in the book of St Genevieve.