Migne Reading Room

PG 33 · cols. 433–444 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:433Read from the page
τῶν τεσσάρων τοῦ κόσμου στοιχείων τῶν φαινομένων τὸ κάλλιστον. Ἀγγέλων ἐνδιαίτημα ὁ οὐρανὸς, ἀλλ' ἐξ ὑδάτων οὐρανοί· γῆ τὸ τῶν ἀνθρώπων χωρίον, ἀλλ' ἐξ ὑδάτων ἡ γῆ· καὶ πρὸ πάσης τῶν γενητῶν τῆς ἑξαημέρου κατασκευῆς, Πνεῦμα τοῦ Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Ἀρχὴ τοῦ κόσμου τὸ ὕδωρ, καὶ ἀρχὴ τῶν Εὐαγγελίων ὁ Ἰορδάνης· ἐλευθερία τῷ Ἰσραὴλ ἀπὸ τοῦ Φαραὼ διὰ τῆς θαλάσσης, καὶ ἐλευθερία ἁμαρτιῶν τῷ κόσμῳ διὰ τοῦ λουτροῦ τοῦ ὕδατος ἐν ῥήματι Θεοῦ. Ὅπου διαθήκη πρός τινας, ἐκεῖ καὶ ὕδωρ. Μετὰ τὸν κατακλυσμὸν, ἐτέθη διαθήκη πρὸς Νῶε· διαθήκη τῷ Ἰσραὴλ ἐξ ὄρους Σινᾶ· ἀλλὰ μετὰ ὕδατος, καὶ ἐρίου κοκκίνου, καὶ ὑσσώπου. Ἠλίας ἀναλαμβάνεται, ἀλλ' οὐ χωρὶς ὕδατος· πρῶτον γὰρ διαβαίνει τὸν Ἰορδάνην, εἶτα ἱππηλατεῖ τὸν οὐρανόν. Πρῶτον ὁ ἀρχιερεὺς λούεται, εἶτα θυμιᾷ· πρῶτον γὰρ Ἀαρὼν ἐλούσατο, εἶτα γέγονεν ἀρχιερεύς· πῶς γὰρ ἐνεχώρει τῶν ἄλλων ὑπερεύχεσθαι, τὸν δι' ὕδατος οὔπω κεκαθαρισμένον; Καὶ σύμβολον ἔκειτο τοῦ βαπτίσματος, λουτὴρ ἔνδον ἀποκείμενος τῆς σκηνῆς.
the fairest of the four visible elements of the world. Heaven is the dwelling-place of angels, yet the heavens are from the waters; earth is the place of men, yet the earth is from the waters; and before all the six days' formation of created things, the Spirit of God moved upon the face of the water (Gen. 1:2). Water is the beginning of the world, and the Jordan is the beginning of the Gospels; deliverance for Israel from Pharaoh was through the sea, and deliverance from sins for the world is through the laver of water in the word of God (Eph. 5:26). Wherever a covenant is made with any, there water also is found. After the flood, a covenant was established with Noah (Gen. 9:9); a covenant was made for Israel from Mount Sinai, yet with water, and scarlet wool, and hyssop (Heb. 9:19). Elijah is taken up, yet not without water; for first he crosses the Jordan, then mounts by chariot into heaven (4 Kings 2:8, 11). First the high priest washes himself, then he offers incense; for Aaron first washed himself, and then became high priest (Lev. 8:6); for how could he pray on behalf of the others who had not yet been cleansed by water? And as a symbol of baptism there stood the laver placed within the tabernacle (Exod. 40:7).
ϛʹ. Παλαιᾶς τὸ τέλος, καὶ τῆς Καινῆς Διαθήκης ἀρχὴ τὸ βάπτισμα. Ἰωάννης γὰρ ἦν ἀρχηγὸς, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐδὲ εἷς· τέλος μὲν προφητῶν· Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου. Τῶν δὲ εὐαγγελικῶν πραγμάτων
6. Baptism is the end of the Old Testament, and the beginning of the New. For its leader was John, than whom no one among those born of women is greater (Matt. 11:11): the end indeed of the prophets, For all the prophets and the law prophesied until John (Matt. 11:13), and of the gospel dispensation
PG 33:436Read from the page
ἀπαρχή· Ἀρχὴ γὰρ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ, φησὶ, καὶ τὰ ἑξῆς· Ἐγένετο Ἰωάννης ἐν τῇ ἐρήμῳ βαπτίζων. Κἂν Ἠλίαν τὸν Θεσβίτην εἴποις τὸν ἀναληφθέντα, ἀλλ' οὐκ ἔστι μείζων Ἰωάννου· μετετέθη ὁ Ἐνὼχ, ἀλλ' οὐκ ἔστι μείζων Ἰωάννου· Μωσῆς μέγιστος νομοθέτης, καὶ πάντες θαυμαστοὶ οἱ προφῆται, ἀλλ' οὐ μείζονες Ἰωάννου. Οὐκ ἐγὼ προφήτας προφήταις τολμῶ συγκρίνειν· ἀλλ' ὁ Δεσπότης αὐτῶν τε καὶ ἡμῶν, ὁ Κύριος Ἰησοῦς ἀπεφήνατο· Μείζων ἐν γεννητοῖς γυναικῶν Ἰωάννου οὐκ ἐγήγερται· οὐκ ἐν γεννητοῖς παρθένων, ἀλλὰ γυναικῶν. Τῷ μεγάλῳ δούλῳ πρὸς τοὺς συνδούλους ἡ σύγκρισις· τῷ υἱῷ δὲ πρὸς οἰκέτας ἀσύγκριτος ἡ ὑπεροχὴ καὶ ἡ χάρις. Βλέπεις πηλίκον ἄνθρωπον ἀρχηγὸν ταύτης τῆς χάριτος ὁ Θεὸς εἵλατο; ἀκτήμονα καὶ φιλέρημον, οὐ μισάνθρωπον· ἀκρίδας ἐσθίοντα καὶ πτεροφυήσαντα τὴν ψυχήν· μέλιτος ἐμφορούμενον, καὶ μέλιτος ἡδύτερά τε καὶ ὠφελιμώτερα λαλοῦντα· ἔνδυμα περικείμενον ἀπὸ τριχῶν καμήλου, καὶ τῆς ἀσκήσεως τὸν τύπον ἐν ἑαυτῷ δεικνύντα· ὃς καὶ ὑπὸ Πνεύματος ἁγίου, ἔτι ἐν γαστρὶ μητρὸς κυοφορούμενος, ἡγιάσθη. Ἡγιάσθη Ἱερεμίας, ἀλλ' οὐκ ἐπροφήτευσεν ἐν γαστρί· μόνος δὲ Ἰωάννης κυοφορούμενος ἐσκίρτησεν ἐν ἀγαλλιάσει, καὶ σαρκὸς ὀφθαλμοῖς μὴ βλέπων, τὸν Δεσπότην ἐγνώριζε τῷ Πνεύματι· ἐπειδὴ γὰρ μεγάλου βαπτίσματος ἦν ἡ χάρις, ἐδεῖτο καὶ μεγάλου τοῦ προστάτου.
the first-fruits; for it says, The beginning of the Gospel of Jesus Christ, and what follows: John was in the wilderness baptizing (Mark 1:1, 4). Even if you name Elijah the Tishbite who was taken up, yet he is not greater than John; Enoch was translated, yet he is not greater than John; Moses was the greatest lawgiver, and all the prophets were admirable, yet they are not greater than John. It is not I who dare to compare prophets with prophets; but both their Master and ours, the Lord Jesus Himself, declared: Among those born of women there has not risen one greater than John (Matt. 11:11)—not among those born of virgins, but of women. The comparison is of the great servant with his fellow-servants; but the pre-eminence and grace of the Son in comparison with household servants is incomparable. Do you see how great a man God chose as the leader of this grace? One possessing nothing and loving the desert, yet no hater of mankind; eating locusts and furnishing his soul with wings; feeding on honey, and speaking things sweeter and more profitable than honey; clad in a garment of camel's hair, and showing forth in himself the pattern of the ascetic life; who also was sanctified by the Holy Spirit while yet borne in his mother's womb (Luke 1:15). Jeremiah was sanctified, yet he did not prophesy in the womb (Jer. 1:5); John alone while borne in the womb leaped in exultation (Luke 1:44), and though not seeing with eyes of flesh, recognized the Master by the Spirit; for since the grace of baptism was great, it required a great president also.
Ζʹ. Οὗτος ἐβάπτιζεν ἐν τῷ Ἰορδάνῃ, καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἱεροσόλυμα, βαπτισμάτων ἀπαρχῆς ἀπολαύουσα· τὸ γὰρ ἁπάντων ἀγα-
7. This man baptized in the Jordan, and there went out to him all Jerusalem (Matt. 3:5), enjoying the first-fruits of baptisms; for of all good things the pre-
PG 33:437Read from the page
θῶν ἀξίωμα ἐν Ἱεροσολύμοις. Ἀλλὰ γνῶτε, Ἱεροσολυμῖται, πῶς οἱ ἐξερχόμενοι ἐβαπτίζοντο ὑπ' αὐτοῦ· Ἐξομολογούμενοι, φησὶ, τὰς ἁμαρτίας αὐτῶν. Πρῶτον ἐδείκνυον τὰ τραύματα, εἶτα ἐπῆγεν ἐκεῖνος τὰ ἰατρεύματα, καὶ τοῖς πιστεύουσιν ἐδίδου λύτρωσιν αἰωνίου πυρός. Καὶ εἰ θέλεις αὐτὸ τοῦτο πεισθῆναι, ὅτι λύτρωσίς ἐστι τὸ βάπτισμα Ἰωάννου πυρὸς ἀπειλῆς, ἄκουε λέγοντος αὐτοῦ· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Μὴ οὖν ἔσο λοιπὸν ἔχιδνα, ἀλλὰ ἐχίδνης γέννημά ποτε γενόμενος, ἀπόδυσαι, φησὶ, τῆς πρώτης ἁμαρτητικῆς ζωῆς τὴν ὑπόστασιν. Πᾶς γὰρ ὄφις εἰς στενὸν ἐνδύνας, ἀποτίθεται τὸ γῆρας, καὶ τὴν παλαιότητα διὰ τῆς ἀποθλίψεως ἐκδυσάμενος, νεάζει λοιπὸν τῷ σώματι. Οὕτως εἴσελθε, φησὶν, καὶ σὺ διὰ τῆς στενῆς καὶ τεθλιμμένης θύρας· ἀποθλίψας ἑαυτὸν διὰ τῆς νηστείας, ἐκβίασαί σου τὴν ἀπώλειαν. Ἀπόδυσαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ εἰπὲ τὸ ἐν ᾌσμασιν ἐκεῖνο· Ἐξεδυσάμην τὸν χιτῶνά μου, πῶς ἐνδύσομαι αὐτόν; Ἀλλ' ἴσως ἔστι τις ἐν ὑμῖν ὑποκριτὴς, ἀνθρωπάρεσκος, καὶ τὸ μὲν εὐλαβὲς ὑποκρινόμενος, μὴ ἀπὸ καρδίας δὲ πιστεύων, Σίμωνος ἔχων τοῦ Μάγου τὴν ὑπόκρισιν, οὐχ ἵνα μεταλάβῃ τῆς χάριτος προσελθὼν, ἀλλ' ἵνα πολυπραγμονήσῃ τὸ διδόμενον· ἀκουέτω καὶ οὗτος παρὰ Ἰωάννου· Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Ἀδυσώπητος ὁ δικαστὴς, ἄφελε τὴν ὑπόκρισιν.
rogative is in Jerusalem. Yet know, O men of Jerusalem, how those who went out were baptized by him: Confessing, it says, their sins (Matt. 3:6). First they showed their wounds, then he applied the remedies, and to those who believed he granted redemption from eternal fire. And if you wish to be persuaded of this very thing, that the baptism of John is a redemption from the threat of fire, hear him saying: Brood of vipers, who has warned you to flee from the wrath to come (Matt. 3:7)? Be not therefore a viper any longer, but having once been the offspring of a viper, put off, he says, the substance of your former sinful life. For every serpent, by creeping into a narrow cleft, puts off its slough, and stripping off its old age by squeezing through, is renewed thereafter in body. So enter, he says, you also through the narrow and straitened gate (Matt. 7:13-14); squeezing yourself through by fasting, force away your destruction. Put off the old man with his deeds (Col. 3:9), and say that word in the Canticles: I have put off my coat, how shall I put it on (Cant. 5:3)? But perhaps there is someone among you who is a hypocrite, a men-pleaser, feigning reverence indeed, yet not believing from the heart, having the hypocrisy of Simon Magus, coming forward not in order to partake of grace, but to pry curiously into what is given; let this man also hear from John: And now also the axe is laid to the root of the trees. Every tree therefore that does not bring forth good fruit is cut down and cast into the fire (Matt. 3:10). Inexorable is the Judge; put away hypocrisy.
Ηʹ. Τί οὖν δεῖ ποίειν; καὶ τίνες εἰσὶν οἱ καρποὶ τῆς μετανοίας; Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι (ἀξιόπιστος ἦν ὁ διδάσκων, ἐπειδὴ καὶ πρῶτος ἐπετέλει τὸ διδασκόμενον· οὐκ ἐδυσωπεῖτο λέγειν· οὐ γὰρ ἐπεῖχεν ἡ συνείδησις κωλύουσα τὴν γλῶσσαν)· καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω. Πνεύματος ἁγίου χάριτος ἀπολαῦσαι θέλεις, καὶ
8. What then must we do? And what are the fruits of repentance? He who has two coats, let him impart to him who has none (Luke 3:11) (worthy of credit was the teacher, since he was also the first to practise what he taught; he was not ashamed to speak, for his conscience did not check or hinder his tongue); and he who has food, let him do likewise. Do you wish to enjoy the grace of the Holy Spirit, and
Notes, col. 437

On the reading

Printed ποίειν, for ποιεῖν.

PG 33:440Read from the page
βρωμάτων αἰσθητῶν πένητας οὐκ ἀξιοῖς; τὰ μεγάλα ζητεῖς, καὶ μικρῶν οὐ μεταδίδως; κἂν τελώνης, κἂν πόρνος ᾖς, ἔλπιζε τὴν σωτηρίαν. Οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ· καὶ μάρτυς ὁ Παῦλος λέγων· Οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε οἱ καθεξῆς, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Καὶ ταῦτά τινες ἦτε· ἀλλὰ ἀπελούσασθε, ἀλλὰ ἡγιάσθητε· οὐκ εἶπε, Τινές ἐστε, ἀλλὰ, ταῦτά τινες ἦτε. Ἡ ἐν τῇ ἀγνοίᾳ ἁμαρτία συγχωρεῖται, ἡ δὲ ἐπίμονος κακία καταδικάζεται.
do you not deem the poor worthy of sensible meats? Do you seek the great things, and not impart of the small? Even if you be a publican, even if you be a fornicator, hope for salvation. The publicans and the harlots go before you into the kingdom of God (Matt. 21:31); and Paul is a witness, saying: Neither fornicators, nor idolaters, nor the rest that follow, shall inherit the kingdom of God. And such were some of you: but you were washed, but you were sanctified (1 Cor. 6:9-11); he did not say, Some of you are, but, such were some of you. The sin committed in ignorance is pardoned, whereas persistent malice is condemned.
Θʹ. Ἔχεις καύχημα τοῦ βαπτίσματος, αὐτὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ· τί γάρ μοι λοιπόν ἐστι λέγειν περὶ ἀνθρώπου; μέγας Ἰωάννης, ἀλλὰ τί πρὸς τὸν Κύριον; μεγαλόφωνος ἡ φωνὴ, ἀλλὰ τί πρὸς τὸν Λόγον; κάλλιστος ὁ κῆρυξ, ἀλλὰ τί πρὸς τὸν βασιλέα; καλὸς ὁ βαπτίζων ἐν ὕδατι, ἀλλὰ τί πρὸς τὸν βαπτίζοντα ἐν Πνεύματι ἁγίῳ καὶ πυρί; Πνεύματι ἁγίῳ καὶ πυρὶ τοὺς ἀποστόλους ἐβάπτισεν ὁ Σωτὴρ, ὅτε ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας· καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός. Καὶ ἐκάθισεν ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου.
IX. You have as the boast of baptism the only-begotten Son of God Himself; for what further remains for me to say concerning a man? John is great, yet what is he in comparison with the Lord? Loud-sounding is the voice, yet what in comparison with the Word (John 1:23)? Most noble is the herald, yet what in comparison with the King? Good is he who baptizes with water, yet what in comparison with Him Who baptizes with the Holy Spirit and with fire (Matt. 3:11)? With the Holy Spirit and with fire the Saviour baptized the apostles, when suddenly there came a sound from heaven, as of a rushing mighty wind, and it filled all the house where they were sitting. And there appeared unto them cloven tongues as of fire, and it sat upon each one of them, and they were all filled with the Holy Spirit (Acts 2:2-4).
Ιʹ. Εἴ τις μὴ λάβῃ τὸ βάπτισμα, σωτηρίαν οὐκ ἔχει· πλὴν μόνων μαρτύρων, οἳ καὶ χωρὶς τοῦ ὕδατος λαμβάνουσι τὴν βασιλείαν. Λυτρούμενος γὰρ τὴν οἰκουμένην ὁ Σωτὴρ διὰ τοῦ σταυροῦ, καὶ τὴν πλευρὰν νυγεὶς, ἐξήγαγεν αἷμα καὶ ὕδωρ· ἵνα οἱ μὲν ἐν καιροῖς εἰρήνης ἐν ὕδατι βαπτισθῶσιν, οἱ δὲ ἐν καιροῖς διωγμῶν ἐν οἰκείοις αἵμασι βαπτισθῶσι. Καὶ τὸ μαρτύριον γὰρ οἶδε βάπτισμα καλεῖν ὁ Σωτὴρ, λέγων· Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; καὶ οἱ μὲν μάρτυρες ὁμολογοῦσι, θέατρον τῷ κόσμῳ γενόμενοι καὶ ἀγγέλοις καὶ ἀνθρώποις· σὺ δὲ μετ'
X. If anyone receive not baptism, he does not have salvation; except the martyrs alone, who even without the water receive the kingdom. For the Saviour, redeeming the world through the cross, and being pierced in His side, brought forth blood and water (John 19:34); that some in times of peace might be baptized in water, and others in times of persecution might be baptized in their own blood. For the Saviour knows also how to call martyrdom a baptism, saying: Are you able to drink the cup which I drink, and to be baptized with the baptism wherewith I am baptized (Mark 10:38)? And the martyrs indeed confess, being made a spectacle unto the world, both to angels and to men (1 Cor. 4:9); and you after
PG 33:441Read from the page
ὀλίγον ὁμολογήσεις· ἀλλὰ οὔπω σοι περὶ τούτων ἀκούειν καιρός.
a little while shall confess; however, it is not yet the season for you to hear concerning these things.
ΙΑʹ. Ἡγίασε τὸ βάπτισμα ὁ Ἰησοῦς, βαπτισθεὶς αὐτός. Εἰ ὁ Υἱὸς τοῦ Θεοῦ ἐβαπτίσθη, τίς ἐστι βαπτίσματος καταφρονῶν εὐσεβής; Ἐβαπτίσθη δὲ, οὐχ ἵνα ἁμαρτιῶν λάβῃ συγχώρησιν (ἀναμάρτητος γὰρ ἦν)· ἀλλὰ ἀναμάρτητος ὢν ἐβαπτίσθη, ἵνα χάριν θείαν καὶ ἀξίαν παράσχῃ τοῖς βαπτιζομένοις. Ὥσπερ γὰρ, ἐπειδὴ τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα τῆς ἐνσάρκου παρουσίας αὐτοῦ κοινωνοὶ γενόμενοι, καὶ τῆς θείας αὐτοῦ χάριτος κοινωνοὶ γενώμεθα· οὕτως ἐβαπτίσθη Ἰησοῦς, ἵνα καὶ διὰ τούτου πάλιν ἡμεῖς τῇ κοινωνίᾳ, λάβωμεν μετα τῆς σωτηρίας τὴν ἀξίαν. Ὁ δράκων ἦν ἐν τοῖς ὕδασι κατὰ τὸν Ἰὼβ, ὁ δεχόμενος τὸν Ἰορδάνην ἐν τῷ στόματι αὐτοῦ. Ἐπεὶ οὖν ἔδει συντρίψαι τὰς κεφαλὰς τοῦ δράκοντος, καταβὰς ἐν τοῖς ὕδασιν ἔδησε τὸν ἰσχυρὸν, ἵνα ἐξουσίαν λάβωμεν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων· οὐ μικρὸν ἦν τὸ θηρίον, ἀλλὰ φοβερόν. Πάσα ναῦς ἁλιευτικὴ βύρσαν μίαν οὐρᾶς αὐτοῦ ἐνεγκεῖν οὐκ ἠδύνατο· ἔμπροσθεν αὐτοῦ ἔτρεχεν ἡ ἀπώλεια, λυμαινομένη τοὺς ἀπαντῶντας. Προσέδραμεν ἡ ζωὴ, ἵνα λοιπὸν ὁ θάνατος φιμωθῇ, ἵνα οἱ σωθέντες ἅπαντες εἴπωμεν· Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; διὰ τοῦ βαπτίσματος λύεται τοῦ θανάτου τὸ κέντρον.
XI. Jesus sanctified baptism by being baptized Himself. If the Son of God was baptized, what godly man is there who despises baptism? Yet He was baptized, not that He might receive forgiveness of sins (for He was sinless); but being sinless He was baptized, that He might bestow divine grace and dignity upon those who are baptized. For just as, since the children have partaken of blood and flesh, He Himself also likewise partook of the same (Heb. 2:14), that having become partakers of His incarnate presence, we might become partakers also of His divine grace; so Jesus was baptized, that through this again we, by participation, might receive dignity together with salvation. The dragon was in the waters according to Job, he that receives the Jordan in his mouth (Job 40:18). Since, therefore, it was necessary to crush the heads of the dragon (Ps. 73:14), descending into the waters He bound the strong one (Matt. 12:29), that we might receive authority to tread upon serpents and scorpions (Luke 10:19). Not small was the beast, but terrible. Every fishing-vessel was unable to carry a single skin of his tail (Job 40:26); before him ran destruction (Job 41:13), ravaging those who met him. Life ran towards him, that henceforth death might be muzzled, that all we who are saved might say: Where, O death, is your sting? where, O Hades, is your victory (1 Cor. 15:55)? By baptism the sting of death is loosed.
ΙΒʹ. Κατέρχῃ μὲν γὰρ εἰς τὸ ὕδωρ φορῶν τὰς ἁμαρτίας· ἀλλ' ἡ τῆς χάριτος ἐπίκλησις σφραγίσασα
XII. For you go down indeed into the water bearing your sins; but the invocation of grace, having sealed
Notes, col. 441

On the reading

Printed μετα, for μετὰ.

Printed Πάσα, for Πᾶσα.

PG 33:444Read from the page
τὴν ψυχὴν, οὐ συγχωρεῖ λοιπὸν ὑπὸ τοῦ φοβεροῦ καταποθῆναι δράκοντος. Νεκρὸς ἐν ἁμαρτίαις καταβὰς, ἀναβαίνεις ζωοποιηθεὶς ἐν δικαιοσύνῃ· εἰ γὰρ σύμφυτος ἐγένου τῷ ὁμοιώματι τοῦ θανάτου τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως καταξιωθήσῃ. Ὥσπερ γὰρ Ἰησοῦς τὰς οἰκουμενικὰς ἁμαρτίας ἀναλαβὼν ἀπέθανεν, ἵνα θανατώσας τὴν ἁμαρτίαν ἀναστήσῃ σε ἐν δικαιοσύνῃ· οὕτω καὶ σὺ καταβὰς εἰς τὸ ὕδωρ, καὶ τρόπον τινὰ ἐν τοῖς ὕδασι ταφεὶς, ὥσπερ ἐκεῖνος ἐν τῇ πέτρᾳ, ἐγείρῃ πάλιν ἐν καινότητι ζωῆς περιπατῶν.
your soul, no longer suffers you to be swallowed up by the terrible dragon. Having gone down dead in sins, you come up quickened in righteousness; for if you have been planted together in the likeness of the death of the Saviour, you shall be counted worthy also of the resurrection (Rom. 6:5). For just as Jesus took upon Himself the sins of the world and died, that by putting sin to death He might raise you up in righteousness; so you also, having gone down into the water, and having in a manner been buried in the waters, just as He was in the rock, are raised again walking in newness of life (Rom. 6:4).
ΙΓʹ. Εἶθ' ὅταν τῆς χάριτος καταξιωθῇς, τότε σοι πρὸς τὰς ἀντικειμένας δυνάμεις παλαίειν δίδωσι τὴν ἐξουσίαν. Ὥσπερ γὰρ μετὰ τὸ βάπτισμα τεσσαράκοντα ἡμέρας ἐπειράζετο· (οὐχ ὅτι καὶ πρὸ τούτου νικᾷν οὐκ ἠδύνατο, ἀλλὰ ὅτι πάντα τάξει καὶ ἀκολουθίᾳ πράττειν ἐβούλετο), οὕτω καὶ σὺ πρὸ τοῦ βαπτίσματος τοῖς ἀντικειμένοις παλαίειν μὴ τολμήσας, λαβὼν δὲ τὴν χάριν, καὶ λοιπὸν θαρσῶν τοῖς τῆς δικαιοσύνης ὅπλοις, ἀγωνίζου τότε, καὶ εἰ θέλεις εὐαγγελίζου.
XIII. Then, when you have been counted worthy of grace, He then gives you the authority to wrestle against the opposing powers. For just as after His baptism He was tempted for forty days (not that He was unable to conquer even before this, but because He willed to do all things in order and sequence), so you also, having not dared before baptism to wrestle with the adversaries, yet once you have received the grace, and are henceforth confident in the armour of righteousness (2 Cor. 6:7), contend then, and if you will, preach the Gospel.
ΙΔʹ. Ἰησοῦς Χριστὸς Θεοῦ Υἱὸς ἦν· ἀλλ' οὐ πρὸ τοῦ βαπτίσματος εὐηγγελίσατο. Εἰ ὁ Δεσπότης αὐτὸς μετήρχετο κατὰ τάξιν τὸν καιρὸν, ἆρά γε οἱ δοῦλοι τολμᾷν ἀτάκτως ὀφείλομεν; Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν, ὅτε κατῆλθεν ἐπ' αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερά· οὐχ ἵνα Ἰησοῦς τοῦτο ἴδῃ πρῶτος (ᾔδει γὰρ καὶ πρὸ τοῦ σωματικῶς ἐλθεῖν), ἀλλὰ ἵνα θεωρήσῃ ὁ βαπτίζων Ἰωάννης. Ἐγὼ γὰρ, φησὶν, οὐκ ᾔδειν αὐτόν· ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον, καὶ μένον ἐπ' αὐτὸν, ἐκεινός ἐστιν. Ἐὰν καὶ αὐτὸς ἔχῃς ἀνυπόκριτον εὐλάβειαν, κατέρχεται καὶ ἐπὶ σὲ
XIV. Jesus Christ was the Son of God; yet He did not preach the Gospel before His baptism. If the Master Himself pursued the season according to order, ought we, the servants, to venture out of order? From that time Jesus began to preach (Matt. 4:17), when the Holy Spirit descended upon Him in bodily form as a dove (Luke 3:22); not that Jesus might see this first (for He knew even before He came in bodily fashion), but that John who baptized might behold it. For I, says he, knew Him not; but He Who sent me to baptize with water, He said unto me: Upon Whomsoever you shall see the Spirit descending, and remaining upon Him, the same is He (John 1:33). If you yourself also have unfeigned godliness, there comes down upon you also
Notes, col. 444

On the reading

Printed ἐκεινός, for ἐκεῖνός.