Migne Reading Room

PG 33 · cols. 349–360 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:349Read from the page
καὶ κασσιτέρῳ, καὶ σιδήρῳ, καὶ μολύβδῳ. Ζητοῦμεν τὸν χρυσὸν μόνον ἔχειν· χρυσὸς μὴ δύναται ἄνευ πυρὸς καθαρθῆναι τὰ ἀνοίκεια· οὕτως ἄνευ ἐπορκισμῶν οὐ δύναται καθαρθῆναι ψυχή· εἰσὶ δὲ θεῖοι ἐκ θείων Γραφῶν συνεκλελεγμένοι. Ἐσκέπασταί σου τὸ πρόσωπον, ἵνα σχολάσῃ λοιπὸν ἡ διάνοια· ἵνα μὴ τὸ βλέμμα ῥεμβόμενον, ποιήσῃ ῥέμβεσθαι καὶ τὴν καρδίαν. Τῶν δὲ ὀφθαλμῶν ἐσκεπασμένων, οὐκ ἐμποδίζεται τὰ ὦτα δέξασθαι τὸ σωτήριον. Ὃν γὰρ τρόπον οἱ τῆς χρυσοχοϊκῆς ἐργασίας ἔμπειροι, διά τινων λεπτῶν ὀργάνων τὸ πνεῦμα τῷ πυρὶ παρεμβάλλοντες, καὶ τὸ ἐν τῇ χώνῃ κεκρυμμένον χρυσίον ἀναφυσῶντες, τὴν παρακειμένην ἐρεθίζοντες φλόγα εὑρίσκουσι τὸ ζητούμενον· οὕτω τῶν ἐπορκιζόντων, διὰ Πνεύματος θείου ἐμβαλλόντων τὸν φόβον, καὶ ὥσπερ ἐν χώνῃ, τῷ σώματι, τὴν ψυχὴν ἀναζωπυρούντων· φεύγει μὲν ὁ ἐχθρὸς δαίμων, παραμένει δὲ ἡ σωτηρία, καὶ παραμένει ἡ ἐλπὶς τῆς αἰωνίου ζωῆς, καὶ λοιπὸν ἡ ψυχὴ καθαρθεῖσα τῶν ἁμαρτημάτων ἔχει τὴν σωτηρίαν. Παραμένωμεν τοίνυν τῇ ἐλπίδι, ἀδελφοὶ, καὶ δῶμεν ἑαυτοὺς, καὶ ἐλπίσωμεν· ἵνα ὁ Θεὸς τῶν ὅλων, τὴν ἡμετέραν προαίρεσιν ἰδὼν, καθάρῃ μὲν ἡμᾶς τῶν ἁμαρτιῶν, ἐλπίδας δὲ ἡμῖν ἀγαθὰς παράσχῃ τῶν πραγμάτων, τῷ δὲ ἐκλήθης.
and tin, and iron, and lead. We seek to have the gold alone; gold cannot without fire be purged of foreign matters; even so without exorcisms a soul cannot be purged; and they are divine, collected together out of the divine Scriptures. Your face has been veiled, in order that your mind may henceforth be at leisure, lest a roving glance make your heart rove also. Yet when the eyes are veiled, the ears are not hindered from receiving the means of salvation. For just as those skilled in the goldsmith's craft, injecting their breath into the fire through certain slender instruments and blowing up the gold hidden in the crucible, stirring up the flame that lies around it, find what they seek; even so when the exorcists infuse fear through the divine Spirit and rekindle the soul within the body as though in a crucible, the hostile demon flees, while salvation abides, and the hope of eternal life abides, and henceforth the soul, purged of its sins, possesses salvation. Let us therefore abide in hope, brethren, and give ourselves up, and hope, so that the God of all, beholding our purpose, may purge us from sins, and grant us good hopes of our undertakings, and you were called.
Ιʹ. Παράμενε ταῖς κατηχήσεσιν, εἰ καὶ πολλὰ παρατείνωμεν λέγοντες, μή ποτε ἡ διάνοιά σου ἐκλυθῇ. Ὅπλα γὰρ λαμβάνεις κατὰ ἀντικειμένης ἐνεργείας· ὅπλα λαμβάνεις κατὰ αἱρέσεων, κατὰ Ἰουδαίων, καὶ Σαμαρειτῶν, καὶ ἐθνῶν. Πολλοὺς ἐχθροὺς ἔχεις, πολλὰ βέλη λάμβανε· πρὸς πολλοὺς γὰρ ἀκοντίζεις, καὶ χρεία σοι μαθεῖν πῶς κατακοντίσῃς τὸν Ἕλληνα, πῶς ἀγωνίσῃ πρὸς αἱρετικὸν, πρὸς Ἰουδαῖον καὶ Σαμαρείτην. Καὶ τὰ μὲν ὅπλα ἕτοιμα, καὶ τὸ ξίφος ἑτοιμότατον τοῦ Πνεύματος· δεῖ δὲ καὶ δεξιὰς τείνειν
X. Abide in the catechetical lectures; even though we speak at great length, never let your mind grow slack. For you are receiving weapons against the opposing working; you are receiving weapons against heresies, against Jews, and Samaritans, and Gentiles. You have many enemies, take many darts; for you hurl them against many, and you have need to learn how to strike down the Greek, how to contend against a heretic, against a Jew and a Samaritan. And the weapons indeed are ready, and most ready is the sword of the Spirit; yet it is necessary for you also to stretch forth your right hands
PG 33:352Read from the page
διὰ προαιρέσεως ἀγαθῆς, ἵνα πόλεμον Κυρίου πολεμήσῃς, ἵνα νικήσῃς ἀντικειμένας ἐνεργείας, ἵνα ἀήττητος γένῃ παντὶ αἱρετικῷ πράγματι.
with a good purpose, that you may wage the Lord's war, that you may overcome opposing workings, that you may become unconquered by every heretical enterprise.
ΙΑʹ. Παραγγελία δέ σοι καὶ τοῦτο ἔστω· Τὰ λεγόμενα μάνθανε, καὶ τήρει εἰς τὸν αἰῶνα. Μὴ νομίσῃς τὰς συνήθεις εἶναι ὁμιλίας· κἀκεῖναι μὲν γὰρ ἀγαθαὶ, καὶ πίστεως ἄξιαι· ἀλλ' ἐὰν σήμερον ἀμελήσωμεν, αὔριον μανθάνομεν. Τὰ δὲ περὶ τοῦ λουτροῦ τῆς παλιγγενεσίας κατ' ἀκολουθίαν διαδιδόμενα διδάγματα, ἐὰν σήμερον ἀμεληθῇ, πότε κατορθωθήσεται; Νόμισόν μοι φυτείας εἶναι δένδρων καιρόν· ἐὰν μὴ σκάψωμεν καὶ βαθύνωμεν, πότε δύναται ἄλλοτε καλῶς φυτευθῆναι τὸ ἅπαξ κακῶς φυτευθέν; Νόμισόν μοι οἰκοδομὴν εἶναι τὴν κατήχησιν· ἐὰν μὴ βαθύνωμεν καὶ θεμέλιον θῶμεν, ἐὰν μὴ κατὰ ἀκολουθίαν δεσμοῖς οἰκοδομῆς ἁρμολογήσωμεν τὸν δόμον, ἵνα μὴ εὑρεθῇ τι χαῦνον, καὶ σαθρὰ γένηται ἡ οἰκοδομὴ, οὐδὲν ὄφελος οὐδὲ τοῦ προτέρου κόπου· ἀλλὰ δεῖ κατὰ ἀκολουθίαν λίθον μὲν λίθῳ ἀκολουθεῖν, καὶ γωνίαν γωνίᾳ ἕπεσθαι· ἀποξεόντων δὲ ἡμῶν τὰ περισσὰ, καὶ οὕτως δεῖ λοιπὸν λείαν οἰκοδομὴν ἀναβαίνειν· οὕτω προσφέρομέν σοι λίθους ὥσπερ γνώσεως. Δεῖ ἀκούειν τὰ περὶ Θεοῦ ζῶντος· δεῖ ἀκούειν τὰ περὶ κρίσεως· δεῖ ἀκούειν τὰ περὶ Χριστοῦ· δεῖ ἀκούειν τὰ περὶ ἀναστάσεως. Καὶ πολλά ἐστιν ἀκολούθως λεγόμενα, νῦν μὲν σποράδην εἰρημένα, τότε δὲ κατὰ ἁρμονίαν προσφερόμενα. Ἐὰν δὲ μὴ συνάψῃς ἐν τῷ ἑνὶ, καὶ μνημονεύσῃς τῶν πρώτων καὶ τῶν δευτέρων, ὁ μὲν οἰκοδομῶν οἰκοδομεῖ, σὺ δὲ σαθρὰν ἕξεις τὴν οἰκοδομήν.
XI. And let this also be a charge unto you: Learn the things that are spoken, and keep them for ever. Do not suppose that they are the ordinary homilies; for those too are good and worthy of faith, yet if we neglect them today, we learn them tomorrow. But the teachings handed down in sequence concerning the bath of regeneration, if neglected today, when shall they be set right? Suppose, I pray, that it is the season for planting trees: unless we dig and make deep, when else can that which was once badly planted be planted well? Suppose, I pray, that the catechetical instruction is a building: unless we dig deep and lay a foundation, unless in due sequence we fit the structure together with bonds of masonry, lest anything loose be found and the building become unsound, there is no profit even from the former labour; but stone must follow stone in due sequence, and corner must follow corner; and as we scrape away what is superfluous, even so must a smooth building henceforth rise up; thus we bring to you stones, as it were, of knowledge. You must hear the things concerning the living God; you must hear the things concerning judgement; you must hear the things concerning Christ; you must hear the things concerning the resurrection. And many things are spoken in sequence, told now here and there, but presented then in harmony. Yet unless you join them together into one, and remember the first things and the second, the builder indeed builds, but you will have an unsound building.
ΙΒʹ. Ὅτε τοίνυν κατήχησις λέγηται, ἐάν σε κατηχούμενος ἐξετάσῃ, τί εἰρήκασιν οἱ διδάσκοντες, μηδὲν λέγε τῷ ἔξω. Μυστήριον γάρ σοι παραδίδομεν,
XII. Whenever therefore a catechetical lecture is delivered, if a catechumen questions you as to what the teachers have said, tell nothing to him who is outside. For we deliver to you a mystery,
PG 33:353Read from the page
καὶ ἐλπίδα μέλλοντος αἰῶνος. Τήρησον τὸ μυστήριον τῷ μισθαποδότῃ. Μή ποτέ σοί τις εἴπῃ· Τί βλάπτῃ, ἐὰν κἀγὼ μάθω; Καὶ οἱ νοσοῦντες τὸν οἶνον ζητοῦσιν· ἀλλ' ἐὰν ἀκαίρως δοθῇ, φρενῖτιν ἐργάζεται· καὶ δύο κακὰ γίνεται, καὶ ὁ νοσῶν ἀπόλλυται, καὶ ὁ ἰατρὸς διαβάλλεται· οὕτως καὶ ὁ κατηχούμενος, ἐὰν ἀκούσῃ παρὰ πιστοῦ, καὶ ὁ κατηχούμενος φρενιτιᾷ (οὐκ οἶδε γὰρ τί ἤκουσε, καὶ ἐλέγχει τὸ πρᾶγμα, καὶ ἐκμυκτηρίζει τὸ λεγόμενον), καὶ ὀ πιστὸς ὡς προδότης κατακρίνεται. Ἤδη δὲ σὺ ἐν μεθορίῳ στήκεις, βλέπε μοι μὴ ἐκλαλήσῃς· οὐχ ὅτι οὐκ ἄξια λαλιᾶς τὰ λεγόμενα, ἀλλ' ὅτι ἡ ἀκοὴ ἀναξία τοῦ δέξασθαι· ἦς ποτε καὶ σὺ κατηχούμενος, οὐ διηγησάμην σοι τὰ προκείμενα· ὅταν τῇ πείρᾳ λάβῃς τὸ ὕψωμα τῶν διδασκομένων, τότε ἂν γνώσῃ, ὅτι ἀνάξιοι οἱ κατηχούμενοι τῆς ἀκοῆς.
and the hope of the age to come. Keep the mystery for the Rewarder. Let no one ever say to you: What harm do you suffer, if I also learn? Sick men too ask for wine; but if it is given unseasonably, it produces frenzy, and two evils come to pass: both the sick man perishes, and the physician is slandered; even so with the catechumen, if he hears from a believer: both the catechumen grows frenzied (for he does not know what he heard, and he carps at the matter, and scoffs at what is spoken), and the believer is condemned as a traitor. Now you already stand on the borderland; see to it, I pray, that you blab nothing out; not because the things spoken are unworthy of utterance, but because his hearing is unworthy to receive them. You also were once a catechumen, and I did not recount to you the things that lay before us; when by experience you grasp the sublimity of the things taught, then you will know that the catechumens are unworthy of hearing them.
ΙΓʹ. Μιᾶς μητρὸς γεγόνατε υἱοὶ καὶ θυγατέρες, οἱ ἀπογραφέντες. Ὅταν εἰσέλθητε πρὸ τῆς ὥρας τῶν ἐπορκισμῶν, εἷς ἕκαστος ὑμῶν λαλείτω τὰ πρὸς εὐσέβειαν· κἄν τις ὑμῶν μὴ παρῇ, ἐπιζητήσατε. Εἰς τράπεζαν εἰ ἐκλήθης, οὐκ ἂν περιέμενες τὸν συγκεκλημένον; Ἀδελφὸν εἰ εἶχες, οὐκ ἂν τῷ ἀδελφῷ τὸ ἀγαθὸν ἐζήτεις; Μὴ πολυπραγμόνει λοιπὸν πραγμάτων ἀνωφέλειαν· μὴ, τί ἐποίησε πόλις· μὴ, τί ἐποίησε κώμη· μὴ, τί ἐποίησε βασιλεύς· μὴ, τί ἐποίησεν ἐπίσκοπος· μὴ, τί ἐποίησε πρεσβύτερος. Ἄνω βλέπε· καιρὸς ὁ σὸς ἐκείνου χρείαν ἔχει. Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός. Ἐὰν ἴδῃς τοὺς πιστοὺς διακονοῦντας, καὶ μὴ μεριμνῶντας· ἔχουσι τὸ ἀσφαλὲς, οἴδασι τί ἔλαβον, κατέχουσι τὴν χάριν. Σὺ δὲ ἀκμὴν ἐν ζυγῷ στήκεις, ἢ δεχθῆναι, ἢ μὴ δεχθῆναι· μὴ μιμήσῃ τοὺς ἔχοντας τὸ ἀμέριμνον, ἀλλὰ μέτελθε τὸν φόβον.
XIII. You who have been enrolled have become sons and daughters of one mother. Whenever you enter before the hour of the exorcisms, let each one of you speak the things that pertain to godliness; and if any one of you is not present, seek after him. If you had been invited to a banquet, would you not wait for your fellow guest? If you had a brother, would you not seek your brother's good? Do not henceforth busy yourself about unprofitable matters: not what the city has done; not what the village has done; not what the emperor has done; not what the bishop has done; not what the presbyter has done. Look upward; your present season has need of that. Be still and know that I am God. If you see the faithful ministering, and free from anxiety, they have security, they know what they have received, they possess the grace. But you at this moment stand in the balance, either to be received or not to be received; do not imitate those who have freedom from anxiety, but pursue fear.
ΙΔʹ. Καὶ ὅταν ἐπορκισμὸς γένηται, ἕως ὅτου οἱ ἄλ-
XIV. And when the exorcism takes place, until the oth-
Notes, col. 353

On the reading

Printed ὀ πιστὸς, for ὁ πιστὸς.

PG 33:356Read from the page
λοι ἐπορκισόμενοι παραγένωνται, ἄνδρες μετὰ ἀνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν. Νῦν γάρ μοι χρεία τῆς τοῦ Νῶε κιβωτοῦ· ἐν ᾗ ἦν Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ. Εἰ γὰρ καὶ μία ἦν ἡ κιβωτὸς, καὶ κεκλεισμένη ἦν ἡ θύρα, ἀλλὰ ἐσχημάτιστο τὰ πράγματα. Εἰ καὶ κέκλεισται ἡ ἐκκλησία, καὶ πάντες ὑμεῖς ἔνδον, ἀλλὰ διεστάλθω τὰ πράγματα, ἄνδρες μετὰ ἀνδρῶν, καὶ γυναῖκες μετὰ γυναικῶν· μὴ γένηται ἡ ὑπόθεσις τῆς σωτηρίας πρόφασις ἀπωλείας· κἂν ἡ ὑπόθεσις καλὴ, πλησίον ἀλλήλων καθέζεσθαι, ἀλλὰ μακρὰν ἔστω τὰ πάθη. Εἶτα οἱ ἄνδρες καθεζόμενοι ἐχέτωσαν βιβλίον χρήσιμον· καὶ ὁ μέν τις ἀναγινωσκέτω, ὁ δέ τις ἀκουέτω. Κἂν μὴ βιβλίον παρῇ, ὁ μὲν προσευχέσθω, ὁ δέ τι χρήσιμον λαλείτω. Καὶ ὁ σύλλογος πάλιν ὁ παρθενικὸς οὕτω συνειλέχθω ἢ ψάλλων ἢ ἀναγινώσκων ἡσυχῇ· ὥστε λαλεῖν μὲν τὰ χείλη, μὴ ἀκούειν δὲ τὰ ἀλλότρια ὦτα· Γυναικὶ γὰρ λαλεῖν ἐν ἐκκλησίᾳ οὐκ ἐπιτρέπω. Καὶ ἡ ἔγγαμος δὲ ὁμοίως μιμείσθω· καὶ προσευχέσθω, καὶ τὰ χείλη κινείσθω, φωνὴ δὲ μὴ ἀκουέσθω· ἵνα παρέλθῃ Σαμουὴλ, ἵνα σου ἡ στεῖρα ψυχὴ γεννήσῃ τὴν σωτηρίαν Θεοῦ ἐπακούσαντος· ὁ γὰρ Σαμουὴλ ταύτην ἔχει τὴν ἑρμηνείαν.
others come forward to be exorcized, let men be with men, and women with women. For now I have need of the ark of Noah: in which were Noah and his sons, and his wife and the wives of his sons. For even though the ark was one, and the door was shut, yet things had been arranged in order. Even though the church is shut, and you are all inside, yet let a distinction be made in matters, men with men, and women with women: lest the ground of salvation become an occasion of destruction; and even if there is a fair pretext for sitting near one another, yet let passions be far away. Next, let the men as they sit hold a profitable book; and let one read, and another listen. And if no book is at hand, let the one pray, and the other speak something profitable. And again, let the assembly of virgins be gathered together in like manner, either singing psalms or reading quietly; so that their lips speak, while other ears do not hear: For I do not permit a woman to speak in church. And let the married woman likewise imitate them: and let her pray, and let her lips move, but let her voice not be heard; so that a Samuel may come forth, so that your barren soul may give birth to the salvation of God Who has heard; for this is the interpretation that Samuel bears.
PG 33:357Read from the page
ΙΕʹ. Ὄψομαι τὴν σπουδὴν ἑκάστου, ὄψομαι τὸ εὐλαβὲς ἑκάστης. Πυρούσθω ἡ διάνοια πρὸς εὐλάβειαν, χαλκευέσθω ἡ ψυχὴ, σφυροκοπείσθω τὸ σκληρὸν τῆς ἀπιστίας, ἀποπεσάτωσαν αἱ περισσαὶ τοῦ σιδήρου λεπίδες, μενέτω τὸ καθαρόν· ἀποπεσάτω τοῦ σιδήρου ὁ ἰὸς, μενέτω τὸ γνήσιον. Ποτὲ μὲν ὑμῖν δείξῃ ὁ Θεὸς ἐκείνην τὴν νύκτα, τὸ σκότος τὸ ἡμεροφανὲς, περὶ οὗ εἴρηται· Σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡ ἡμέρα φωτισθήσεται. Τότε ὑμῶν ἑκάστῳ καὶ ἑκάστῃ παραδείσου θύρα ἀνοιχθῇ· τότε ὑδάτων ἀπολαύσητε Χριστοφόρων, ἐχόντων εὐωδίαν· τότε Χριστοῦ προσηγορίαν λάβητε, καὶ ἐνέργειαν θείων πραγμάτων. Ἤδη μοι τῆς διανοίας τὸ ὄμμα ἀναβλέψατε· ἤδη μοι χοροὺς ἀγγελικοὺς ἐννοήσατε, καὶ Δεσπότην τῶν ὅλων Θεὸν καθεζόμενον, Υἱὸν δὲ μονογενῆ ἐν δεξιᾷ συγκαθήμενον, καὶ Πνεῦμα συμπαρόν· θρόνους δὲ καὶ κυριότητας
XV. I shall see the earnestness of each man, I shall see the reverence of each woman. Let the mind be refined with fire unto reverence, let the soul be forged, let the hardness of unbelief be hammered out, let the superfluous scales of the iron fall off, let what is pure remain; let the rust of the iron fall off, let what is genuine remain. May God at length show to you that night, that darkness which shines like day, concerning which it has been said: Darkness shall not be darkened from Thee, and night shall be enlightened as the day. Then may the gate of paradise be opened to each man and each woman among you; then may you enjoy the Christ-bearing waters that hold a sweet fragrance; then may you receive the name of Christ, and the efficacy of divine realities. Lift up already, I pray you, the eye of your mind: picture already in thought the angelic choirs, and God the Master of all sitting upon His throne, and the only-begotten Son sitting with Him at His right hand, and the Spirit present together with Them; and thrones and dominions
PG 33:360Read from the page
λειτουργοῦντας· καὶ ὑμῶν δὲ ἕκαστον καὶ ἑκάστην, σωζόμενον καὶ σωζομένην. Ἤδη ὑμῶν τὰ ὦτα ὥσπερ κατηχείσθω· ποθήσατε ἐκείνην τὴν καλὴν ἠχὴν, ὅτε ὑμῶν σωθέντων οἱ ἄγγελοι ἐπιφωνήσουσι· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· ὅτε, ὥσπερ ἀστέρες τῆς Ἐκκλησίας, εἰσέλθητε φαιδροὶ τῷ σώματι καὶ φωτεινοὶ τῇ ψυχῇ.
ministering; and each man and each woman of you receiving salvation. Even now let your ears, as it were, resound with instruction: long for that fair sound, when upon your being saved the angels shall cry out: Blessed are they whose iniquities are forgiven, and whose sins are covered; when, like stars of the Church, you shall enter in, bright in body and radiant in soul.
ΙϚʹ. Μέγα τὸ προκείμενον βάπτισμα· αἰχμαλώτοις λύτρον· ἁμαρτημάτων ἄφεσις· θάνατος ἁμαρτίας· παλιγγενεσία ψυχῆς· ἔνδυμα φωτεινόν· σφραγὶς ἁγία ἀκατάλυτος· ὄχημα πρὸς οὐρανόν· παρα-
XVI. Great is the baptism that lies before you: a ransom for captives; forgiveness of offences; death of sin; regeneration of the soul; a garment of light; a holy seal that cannot be broken; a chariot to heaven; the