Migne Reading Room

PG 33 · cols. 1620–1625 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:1620Read from the page
ἀποτελέσματα. Ὡς γοῦν ἔλεγεν, Ἐν τῷ οὐρανῷ ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· οὕτω μετὰ ἐπαγγελίαν νῦν ἐπιφέρει, Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε· ὡς τῶν ἐπὶ γῆς μὴ δυναμένων τῶν ἐπαγγελιῶν σου συνιέναι τὸν νοῦν, ἃς δεῖ τὰς οὐρανίους ἑρμηνεῦσαι δυνάμεις· τὰς πρὸς Δαβὶδ γὰρ ἐπαγγελίας μόνων ἀγγέλων εἰδέναι τε καὶ διηγεῖσθαι. Οὗτοι γὰρ καὶ τὴν ἀλήθειάν σου καὶ τὰ θαυμάσιά σου ἐν Ἐκκλησίᾳ ἁγίων ἐξομολογήσονται. Ὥστε καὶ εἰ ἐγένετο τοιαύτη τις ἐπὶ γῆς Ἐκκλησία, ταύτην διδάξουσιν εἴτε θεῖαι δυνάμεις, εἴτε ἄνδρες οὐράνιοι τὴν ἐμφερομένην ταῖς ἐπαγγελίαις ἀλήθειαν. Λέγοι δ' ἂν ἀκριβῶς εἰδέναι ταῦτα καὶ τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς.
accomplishments. Just as, therefore, he said, In heaven shall Thy truth be prepared; so after the promise he now adds, The heavens shall confess Thy wonderful works, O Lord; inasmuch as those upon earth are unable to understand the meaning of Thy promises, which the heavenly powers must interpret; for it belongs to angels alone both to know and to declare the promises made unto David. For these shall confess both Thy truth and Thy wonderful works in the church of the saints. So that even if such a Church has come into being upon earth, either divine powers or heavenly men shall teach it the truth contained in the promises. And he might say that the Church of the firstborn, who are enrolled in the heavens (Heb. 12:23), also knows these things accurately.
Vers. 8. Διοδώρου. Ὥσπερ οἱ ἀσύνετοι σκανδαλίζονται ὁρῶντες αὐτὸν ἐν τῇ τοῦ δούλου μορφῇ, ἀκούοντές τε λέγοντος αὐτοῦ, Ἐγώ εἰμι ἡ ἀλήθεια· καὶ, Πρὸ τοῦ Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι· οὕτως οἱ ἅγιοι τοὔμπαλιν δοξάζουσιν αὐτὸν, καὶ μέγαν καὶ φοβερὸν καλοῦσι. Καὶ τοῦτο ἐκεῖθεν δῆλον, ἐκ τοῦ, τὸν μὲν Πέτρον ὥσπερ ἐκ στόματος ἁπάντων βοᾷν· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· πάλιν δὲ τοὺς πάντας· Ἀληθῶς Υἱὸς τοῦ Θεοῦ εἶ· ὅτε τῇ θαλάσσῃ καὶ ἀνέμοις ἐπετίμησε.
Verse 8. Of Diodorus. Just as the foolish are offended when they see Him in the form of a servant, and hear Him saying, I am the truth (John 14:6); and, Before Abraham was, I am (John 8:58); so the saints on the contrary glorify Him, and call Him great and terrible. And this is manifest from the fact that Peter, as though from the mouth of all, cries aloud: Thou art the Christ, the Son of the living God (Matt. 16:16); and again all of them say: Truly Thou art the Son of God (Matt. 14:33); when He rebuked the sea and the winds.
Vers. 11. Διοδώρου. Ταῦτα δὲ ποιεῖς καὶ ἐπὶ τῶν ἀοράτων δυνάμεων· ἐχθραίνουσαι γὰρ τῇ σῇ προνοίᾳ διασκορπίζονται μετὰ τοῦ σὺν ὑπερηφανίᾳ κατάρχοντος καὶ τοῦ παρόντος αἰῶνος, ὃν ἔπληξας τῇ ῥομφαίᾳ· κατὰ τὸ, Ἐπάξει Κύριος τὴν ῥομφαίαν, τὴν μεγάλην, τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα, τὸν ὄφιν τὸν σκολιὸν, καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. Περὶ οὗ φησιν ὁ Δαβὶδ (Psal. CIII, 25)· Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ, ὧν οὐκ ἔστιν ἀριθμός. Δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Ἐπεὶ οὖν ἐν θαλάσσῃ, κατὰ τὴν διττὴν εἴρηται προφητείαν, σημαινούσῃ τὸ τῶν δυνάμεων τῶν ἀντικειμένων χωρίον· μήποτε καὶ νῦν τὴν τοιαύτην ἠνίξατο θάλατταν εἰπών· Σὺ δὲ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, καὶ τὰ ἑξῆς. Τούτοις γοῦν συνῆψε τό· Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ τὰ περὶ τῶν ἐχθρῶν τῶν ἀντικειμένων. Ψάλλει δὲ καὶ ἄλλοθι (Psal. LXXIII, 13), Σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος· σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. Καὶ ἐν Ἰὼβ (Job XL, 20)· Ἄξεις δὲ δράκοντας ἀγκίστρῳ, καὶ τὰ ἑξῆς. Οἷς ἐπάγει· Αὐτὸς δέ ἐστι βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι. Νῦν τοίνυν τὸ θεῖον Πνεῦμα δηλοῖ τοῦ Μονογενοῦς τὴν κάθοδον τὴν μέχρι τῆς εἰρημένης θαλάσσης. Προθεολογήσας γοῦν αὐτὸν, καὶ τὴν πρώτην αὐτοῦ διατριβὴν, τὴν ἐν τοῖς ἁγίοις, εἰπὼν, πρόεισι διδάσκων ὡσαύτως, ὡς καὶ τῆς δηλωθείσης ἡμῖν κρατήσει θαλάσσης· διὸ καὶ δυνατὸν αὐτὸν προεῖπεν εἰς πίστιν τῆς πρὸς τὸν Δαβὶδ γινομένην ἐπαγγελίας.
Verse 11. Of Diodorus. And these things Thou doest also in the case of the invisible powers; for being hostile to Thy providence they are scattered abroad together with him who with pride rules over this present age also, whom Thou didst smite with the sword; according to the saying, The Lord shall bring His sword, the great, the strong, against the dragon, the crooked serpent, and He shall slay the dragon that is in the sea (Isa. 27:1). Concerning whom David says (Ps. 103:25): This sea is great and wide; there are creeping things, whereof there is no number. This dragon whom Thou didst form to sport therein. Since, therefore, it is spoken of in the sea according to the twofold prophecy, signifying the region of the opposing powers, perhaps now also he hinted at such a sea when he said: But Thou rulest the power of the sea, and what follows. Unto these things, at all events, he subjoined the saying: Thou hast humbled the proud one as one that is wounded, and the things concerning the opposing enemies. And elsewhere also he sings (Ps. 73:13), Thou didst crush the heads of the dragons upon the water; Thou didst crush the head of the dragon, Thou gavest him to be meat for the Ethiopian peoples. And in Job (Job 40:20): And wilt thou draw out dragons with a hook, and what follows. Unto which he adds: And he is king of all things that are in the waters (Job 41:26). Now, therefore, the divine Spirit declares the descent of the Only-begotten even unto the aforesaid sea. Having previously spoken of His divinity, therefore, and having mentioned His first abode, that among the saints, he proceeds teaching in like manner how He shall also master the sea that has been indicated to us; wherefore he also beforehand called Him mighty, for the confirmation of the promise made unto David.
Vers. 14. Διοδώρου. Καὶ ἄλλως δὲ, φησὶν, ἡ σὴ δύναμις πάντων ἐπικρατεῖ· ἔνδοξος δὲ φανήτω καὶ τοῖς ἐπὶ γῆς (ἐμπεριείληπται δὲ τῷ ἑνὶ Θεῷ ἥτε δύνα-
Verse 14. Of Diodorus. And otherwise also, he says, Thy power prevails over all things; and let it appear glorious also to those upon earth (and in the one God are comprehended both His pow-
Notes, col. 1620

On the reading

Printed γινομένην, for γινομένης.

PG 33:1621Read from the page
μις αὐτοῦ, καὶ ἡ χεὶρ, καὶ ὁ βραχίων.) Τελεία γὰρ ἐφ' ἑαυτῆς οὖσα, δι' ἧς ἅπαντα γέγονέ τε καὶ γίνεται, συναριθμεῖται Θεῷ κατὰ τὸν ἕνα τῆς θεότητος ἀριθμὸν, ὡς μὴ περιπίπτειν τοῖς περὶ τῶν ἀνομοίων αὐτῷ, λεγομένοις πολλῶν υἱῶν. Ἡ γὰρ μία δύναμις εἰκὼν ἀληθινὴ καὶ γνώρισμα τοῦ Θεοῦ πάντα δι' αὐτῆς ἐπιτελοῦντος· διόπερ αὐτῆς ἥρμοσε καὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τὰ θεϊκὰ, καὶ ἡ τοῦ Θεοῦ κρίσις ὑπὸ Χριστοῦ γίνεται· ἐνυπάρχουσα μὲν ὡς δυνάμει Θεῷ, δοθεῖσα δὲ ὡς ἀνθρώπῳ, καθάπερ εἶπεν αὐτός. Διεῖλε δὲ τοῖς χρόνοις τὸν ἔλεον καὶ τὴν κρίσιν. Ἡ μὲν γὰρ ἔσται, ὅταν ἐλθὼν ὁ βασιλεὺς καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ, βάσιν ἔχοντος τὴν δικαιοσύνην· καθὰ προεῖπεν ἐν θʹ ψαλμῷ, Ἥδρασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. Προτρέχει δὲ τῆς ἐπιφανείας ἐκείνης ἔλεος πολὺ ἐπὶ γῆς, ἐλέῳ τοὺς ἀνθρώπους εἰς σωτηρίαν εὐτρεπίζοντος τοῦ μέλλοντος ἐπιφανήσεσθαι φοβεροῦ κριτοῦ. Μετὰ τοῦ ἐλέους δὲ ἡ ἀλήθεια· οὐ γὰρ οἷόν τε μὴ γενέσθαι οὐκ ἀληθῶς ἢ ὀρθῶς ἐν τῇ χρηστότητι τοῦ Θεοῦ μακροθυμίαν· κἂν δοκῶσι τοῖς ἀγνοοῦσι τὸ μέλλον οὐκ ὀρθῶς εὐπράττειν οἱ φαῦλοι, οὐδὲ μὴν οἱ ἀγαθοὶ δυσπραγεῖν.
er, and His hand, and His arm.) For being perfect in itself, through which all things both have come into being and do come into being, it is numbered together with God according to the one number of the Godhead, so as not to fall among the many sons who are spoken of among those unlike Him. For the one power is the true image and token of God Who accomplishes all things through it; wherefore the divine works of the sojourn among men also suited it, and the judgement of God takes place through Christ; being inherent in Him as God in power, and given to Him as man, even as He Himself said (John 5:22, 27). And he divided by times mercy and judgement. For the latter shall be when the King comes and sits upon the throne of His glory (Matt. 25:31), which has righteousness as its foundation; even as he foretold in the ninth psalm, He hath prepared His throne in judgement (Ps. 9:8). And before that manifestation there runs much mercy upon earth, as the terrible Judge Who is about to be manifested prepares men by mercy for salvation. And with mercy is truth; for it is impossible that long-suffering in the kindness of God should not take place truly or rightly; even though to those who are ignorant of the future the base may seem not rightly to prosper, nor yet the good to suffer adversity.
Vers. 20. Διοδώρου. Ῥητῶς ἤδη τὴν ἐπαγγελίαν διέξεισι τὴν γενομένην διὰ Νάθαν τοῦ προφήτου, πληθυντικῶς αὐτὸν εἰπὼν υἱοὺς Θεοῦ· ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ὁσίους Θεοῦ· ὡς δηλονότι δυνάμεως καὶ δόξης μετέδωκε τῷ Δαβὶδ, κατὰ τὸ, Ἔλαβόν σε ἐκ τῆς μάνδρας ἐξόπισθεν τῶν ποιμνίων, τοῦ εἶναί σε εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου τὸν Ἰσραήλ· καὶ ὡς ἔχρισεν εὐάρεστον ὄντα πρὸς βασιλείαν, καὶ αὐτῷ συνεπράττετο, καὶ κατήργει τοὺς δυσμενεῖς, οὓς καὶ συγκόπτων ἐτρέπετο, κατὰ τὸ, Ἤμην μετὰ σοῦ ἐν πᾶσιν οἷς ἐπορεύθης, καὶ ἐξωλόθρευσα πάντας τοὺς ἐχθρούς σου ἀπὸ προσώπου σου (II Reg. VII, 9). Ταῦτα γὰρ ἔφη διὰ Νάθαν ὁ Θεός. Ὑψώθη τε, φησὶν, ἐμῷ τε ἐλέῳ καὶ σπουδῇ τῇ περὶ αὐτόν· ὅθεν ἀεὶ νικῶν ἐν πολεμίοις ἀήττητος ἦν.
Verse 20. Of Diodorus. Expressly now he recounts the promise that was made through Nathan the prophet, speaking of him in the plural as sons of God; or according to the other translators, holy ones of God; how manifestly He imparted power and glory to David, according to the saying, I took thee from the sheepfold, from following the flocks, that thou shouldst be a ruler over My people Israel (2 Kings 7:8); and how He anointed him as being well-pleasing for the kingdom, and wrought together with him, and brought to naught his adversaries, whom he also cut down and put to flight, according to the saying, I was with thee in all things wherein thou wentest, and I have destroyed all thine enemies from before thy face (2 Kings 7:9). For these things God spoke through Nathan. And he was exalted, He says, both by My mercy and by My zeal concerning him; whence, always conquering among his enemies, he was invincible.
Vers. 25. Διοδώρου. Ἐντεῦθεν οὐκέτι περὶ Δαβὶδ ὁ λόγος· ἀλλὰ περὶ τοῦ κέρως ἁρμόττει, τοῦ ἐξ αὐτοῦ. Τὸ κέρας οὖν αὐτοῦ, τουτέστι Χριστός· ἐφ' οὗ καὶ ἀληθὲς τὸ, Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ· τῆς παράλου χώρας μὴ κρατήσαντος τοῦ Δαβὶδ, καὶ μόνης βασιλεύσαντος τῆς Ἰουδαίας· ἀλλ' οὐχ' ὑψηλοῦ γενομένου παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Περὶ τούτου δὲ τοῦ κέρως καὶ Ζαχαρίας ἐν Εὐαγγελίῳ φησί· Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαβὶδ τοῦ παιδὸς αὐτοῦ· καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προφητῶν αὐτοῦ. Κέρας δὲ καθὸ καὶ μονόκερως εἴρηται· Καὶ ὁ ἠγαπημένος γὰρ, φησὶν, ὡς υἱὸς μονοκερώτων. Τὴν γὰρ ἀντικειμένην Θεῷ πᾶσαν ἐκεράτωσε δύναμιν, οὗ καὶ ἡ δεξιὰ κατεκυρίευσε τῆς οἰκουμένης, ἐν ποταμοῖς καὶ θαλάτταις. Καὶ νῆσοι γὰρ αὐτὸν μετὰ τῶν ἄλλων ἀναγορεύουσι Θεόν τε, καὶ Κύριον, καὶ Βασιλέα. Τοιοῦτον ἐν οαʹ ψαλμῷ τὸ, Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως τῶν περάτων τῆς οἰκουμένης. Ἀπὸ γὰρ τοῦ βαπτίσματος ἀρξάμενος τοῦ κατὰ τὸν Ἰορδάνην τὴν βασιλείαν τοῦ Θεοῦ κηρύττειν, τὴν πᾶσαν οἰκουμένην
Verse 25. Of Diodorus. From this point the discourse is no longer concerning David, but applies to the horn that is from him. His horn, therefore, is Christ; in Whose case is also true the saying, And I will set His hand in the sea; since David did not master the maritime region, and reigned over Judaea alone, and did not become high among the kings of the earth. And concerning this horn Zacharias also in the Gospel says: And hath raised up a horn of salvation for us in the house of His servant David; as He spake by the mouth of His holy prophets, which have been since the world began (Luke 1:69-70). And He is called a horn inasmuch as He is also called a unicorn: For the beloved, he says, is as the son of unicorns (Ps. 28:6). For He gored with His horn every power opposing God, and His right hand obtained dominion over the inhabited earth, in rivers and seas. For islands also along with the rest proclaim Him both God, and Lord, and King. Such in the seventy-first psalm is the saying, He shall have dominion from sea to sea, and from the rivers unto the ends of the inhabited earth (Ps. 71:8). For having begun from the baptism at the Jordan to proclaim the kingdom of God, the whole inhabited earth
PG 33:1622Read from the page
ἐπλήρωσε. Προφητεύει καὶ Ζαχαρίας· Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον· καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς· ἀνθ' οὗ τὸ Ἑβραϊκὸν, Καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.
He filled. And Zechariah prophesies: Rejoice and be glad, O daughter of Sion: behold, thy King cometh unto thee, meek, and riding upon an ass, and a young colt: and He shall rule from sea to sea, and from the rivers to the ends of the earth (Zech. 9:9-10); instead of which the Hebrew has, And from the rivers unto the ends of the inhabited earth.
Vers. 29. Διοδώρου. Οὐκ εἰς ἕνα δὲ παρόντα αἰῶνα θήσειν τὸ σπέρμα τοῦ δηλωθέντος ἐπαγγέλλεται κέρως, ἀλλὰ καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καὶ Σύμμαχος δὲ οὕτως ἐξέδωκε, Καὶ ποιήσω διηνεκὲς τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ, ἐφ' ὅσον αἱ ἡμέραι τοῦ οὐρανοῦ. Σπέρμα δὲ Χριστοῦ τὰς πανταχοῦ φησιν Ἐκκλησίας, καὶ τοὺς ἀναγεννηθέντας αὐτῷ λαούς. Τὸν δὲ τούτου διέπουσι θρόνον οἱ ἐν τούτοις ἐκ τῆς αὐτοῦ διαδοχῆς προεδρεύοντες, ὃν καὶ διηνεκῆ φησίν. Ὁ γὰρ Ἰουδαϊκὸς πρὸς ὀλίγον ἀπαρκέσας ἀπέβη, περί που τετρακόσια φυλαχθεὶς ἔτη, ἀπὸ Δαβὶδ μέχρι τῆς εἰς Βαβυλῶνα μόνον αἰχμαλωσίας. Εἰ δὲ τοὺς υἱοὺς, τουτέστι τοὺς διαδόχους τοῦ προφητευομένου, πλημμελῆσαι συμβῇ, διὰ μὲν τῶν ἐπαγομένων αὐτοῖς ἐπιστραφήσονται διωγμῶν· τὸν δὲ θρόνον οὐκ ἔσται πεσεῖν, οὐδὲ τὸ ἔλεός μου διασκεδάσω, καὶ οὐκ εἶπεν ἀπ' αὐτῶν, ἀλλ' ἀπ' αὐτοῦ, ἢ τοῦ θρόνου, ἢ τοῦ κέρως.
Verse 29. Of Diodorus. And not for one present age alone does He promise to establish the seed of the horn that has been indicated, but even for ever and ever. And Symmachus also rendered it thus, And I will make His seed perpetual, and His throne as the days of heaven. And by the seed of Christ he means the Churches everywhere, and the peoples regenerated unto Him. And those who preside among them from His succession govern His throne, which he also calls perpetual. For the Jewish throne, having lasted for a little while, passed away, having been preserved for about four hundred years only, from David until the captivity into Babylon. And if it should happen that the sons, that is, the successors of Him Who is prophesied, commit offence, through the persecutions brought upon them they shall be turned back; yet it shall not be possible for the throne to fall, nor will I scatter My mercy, and He did not say from them, but from Him, either from the throne or from the horn.
Vers. 36. Διοδώρου. Ὁ ἀψευδὴς κατὰ φύσιν Θεὸς καὶ ὅρκῳ χρῆται, τοὺς ἀνθρώπους ἀνθρωπίνως πιστούμενος· Ἵνα διὰ δύο, φησὶν ὁ Ἀπόστολος (Hebr. VI, 18), πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι τὸν Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν. Ὄμνυσι δὲ κατὰ τοῦ Ἁγίου αὐτοῦ· ὡς ἂν Πατὴρ εὐορκῶν κατὰ γνησίου Παιδὸς καὶ ἀγαπητοῦ. Τί δὲ ὤμοσε; πρῶτον περὶ τοῦ σπέρματος, δεύτερον περὶ τοῦ θρόνου· οὕτω μὲν γὰρ, οὐ διαλείψει, φησὶν, εἴτε λόγος ἐστὶ σπαρεὶς εἰς τὴν Ἐκκλησίαν, εἴτε λαός· τὸν ἐκκλησιαστικὸν δὲ Χριστοῦ θρόνον κατὰ τὸν ἥλιον πᾶσαν φωτίσειν τὴν οἰκουμένην, καὶ κατὰ τὴν σελήνην ἑδραίως ἑστάναι. Περὶ δὲ τῆς διδασκαλίας, ἧς αὐτὸς ὑπῆρξε σπορεὺς, διὰ τῆς ἐν Εὐαγγελίοις λέγει παραβολῆς· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι, καὶ τὰ ἑξῆς (Luc. VIII, 5). Καὶ ταῦτα, φησὶν, οὐκ ἄλλως ἔσται. Πιστὸς γὰρ ὁ μάρτυς αὐτῶν, ὁ τὸν οὐρανὸν οἰκῶν Θεός. Ψευδὲς δὲ τὸ περὶ τοῦ σωματικοῦ θρόνου ταῦτα νομίζειν εἰρῆσθαι· μετὰ γὰρ τὴν αἰχμαλωσίαν τὴν ἐκ Βαβυλῶνος οὐδεὶς εἰς τὸν θρόνον ἐκάθισε τοῦ Δαβίδ. Ἐξ ἐκείνου δὲ μέχρι τοῦ παρόντος χιλίων ἐγγύς ἐστιν ἐτῶν, ἐξ οὗ τοῦ Δαβὶδ ὁ σωματικὸς θρόνος ἐλύθη· ὃν καὶ διὰ τῶν ἑξῆς ἀποδύρεται, τἀναντία ταῖς ἐπαγγελίαις συμβεβηκότα· τούτῳ δεικνύων ἅπερ ἀναγκαίως τῇ περὶ Χριστοῦ προφητείᾳ συνείληπται· τῆς ἑκατέρου θρόνου δηλουμένης διαφορᾶς· τοῦ μὲν παυομένου, τῆς δὲ περὶ τούτου θεοπρεπῶς πληρουμένης ἐπαγγελίας.
Verse 36. Of Diodorus. God, Who by nature cannot lie, also employs an oath, giving assurance to men after a human manner: That by two immutable things, says the Apostle (Heb. 6:18), in which it is impossible for God to lie, we may have a strong consolation. And He swears by His Holy One, as a Father swearing truly by His genuine and beloved Child. And what did He swear? First concerning the seed, second concerning the throne; for thus, He says, it shall not fail, whether it is the word sown in the Church, or the people; and that the ecclesiastical throne of Christ like the sun shall enlighten the whole inhabited earth, and like the moon shall stand fast stedfastly. And concerning the teaching of which He Himself was the sower, He speaks through the parable in the Gospels: The sower went forth to sow, and what follows (Luke 8:5). And these things, He says, shall not be otherwise. For faithful is the witness of them, God Who dwells in heaven. And it is false to suppose that these things were spoken concerning the bodily throne; for after the captivity from Babylon no one sat upon the throne of David. And from that time until the present is nearly a thousand years since the bodily throne of David was dissolved; which he also laments in what follows, that things contrary to the promises have happened; showing hereby the things that are necessarily comprehended in the prophecy concerning Christ, the difference between each throne being made plain: the one coming to an end, while the promise concerning the other is divinely fulfilled.
Vers. 39. Διοδώρου. Ταῦτα περὶ τῆς σωματικωτέρας ἁρμόττει διαδοχῆς. Ἐξ οὗ γὰρ ἀπήχθησαν εἰς Βαβυλῶνα, τὸ βασιλικὸν ἐξέλιπε χρίσμα, μηδενὸς ἔτι βασιλεύσαντος ἐκ γένους Δαβίδ. Ταῦτα δέ φησιν ὀδυρόμενος, ὡς ἕτερα μὲν ἐπαγγειλαμένου Θεοῦ, τὰ προλαβόντα φημὶ, ἑτέρων δὲ παρ' ἐκεῖνα τῶν παρόντων ἐκβεβηκότων. Οὐκοῦν οὐ περὶ τῶν σωματικῶν, περὶ
Verse 39. Of Diodorus. These things apply to the more bodily succession. For from the time when they were led away into Babylon, the royal anointing failed, no one from the race of David having reigned any longer. And these things he says lamenting, as though God had promised one set of things, I mean those that preceded, whereas other present things contrary to those had turned out. Therefore it was not concerning bodily things, but concerning
PG 33:1623Read from the page
δὲ τῶν κατὰ Χριστὸν ὁ ἀψευδὴς Θεὸς ἐπηγγείλατο· οὗ δὴ μὴ γέγονεν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία, οὐδὲ τὸν αἰσθητὸν τοῦ Δαβὶδ ἐκληρώσατο θρόνον, ὅς γε τοὐναντίον καὶ πέπονθε. Τὰ οὖν οὕτως ἐναντία σύνεγγυς τὸ προφητικὸν ἐνέθηκε πνεῦμα, πρὸς ζήτησιν ἡμᾶς ἀνεγεῖρον τῆς τῶν ἐπαγγελιῶν τῶν θείων ἐκβάσεως.
the things relating to Christ that the God Who cannot lie made the promise; Whose kingdom was not of this world (John 18:36), nor did He inherit the sensible throne of David, seeing that on the contrary He even suffered. Things thus contrary to one another, therefore, the prophetic Spirit placed close together, rousing us up to seek out the fulfilment of the divine promises.
Vers. 40. Διοδώρου. Ἢ καὶ οὕτως· Εἰπὼν, φησὶν, Ὦ Δέσποτα, τοῦ Χριστοῦ τὸ σπέρμα εἰς τὸν αἰῶνα μένειν, ἀπώσω τὸ σπέρμα αὐτοῦ· καὶ μὴ βεβηλώσειν εἰπὼν τὴν πρὸς αὐτὸν διαθήκην, ἐβεβήλωσας τὸ ἁγιαστήριον αὐτοῦ, εἰς τὴν γῆν κατέῤῥαξας, ἤτοι εἰς θάνατον καὶ μνῆμα τὸ σῶμα παραδοὺς αὐτοῦ· ἢ τὴν Ἐκκλησίαν, οὖσαν οἶκον καὶ ἁγιαστήριον αὐτοῦ, συγχωρήσας κατὰ καιροὺς παραδοθῆναι τοῖς ἐκ τῶν ἀθέων ἐπενεχθεῖσιν αὐτῇ διωγμοῖς. Θεοῦ δὲ δοῦλος ὁ Χριστὸς, ὡς ἀναλαβὼν τὴν τοῦ δούλου μορφὴν (Philipp. II, 7), καὶ γενόμενος ἐκ τῆς εἰπούσης τῷ ἀγγέλῳ· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου (Luc. I). Ἀλλὰ καὶ πᾶσαν τῶν υἱῶν αὐτοῦ καθεῖλες ὀχυρωτάτην βοήθειαν, ὡς προκεῖσθαι πρὸς πᾶσαν ἐπιβουλήν. Φραγμοὶ γὰρ κατὰ τὴν Γραφὴν αἱ θεόθεν φρουραί. Λέγοιντο δὲ φραγμοὶ ἀμπελῶνος τοῦ Χριστοῦ καὶ οἱ θεῖοι ἀπόστολοι, οὓς καθαιρεῖσθαι ὑπὸ Θεοῦ φασιν οἱ ὁρῶντες αὐτοὺς ἐσκορπισμένους καὶ σκανδαλισθέντας ἐν τῇ νυκτὶ τῆς παραδόσεως Ἰησοῦ. Οἵπερ καὶ ὀχυρώματα λέγονται, κατὰ τὸν αὐτὸν καιρὸν περιπεσόντες δειλίᾳ· ᾧ ἠκολούθησε τὸ διηρπάσθαι Χριστὸν, ὅ ἐστιν αὐτοῦ τὸ σῶμα. Ὑμεῖς γάρ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους (I Cor. XII, 27). Ὀχυρώματα δὲ αὐτοῦ αἱ πανταχοῦ Ἐκκλησίαι. Ἐγένοντο δὲ καὶ ὄνειδος τοῖς, διὰ τὸ περὶ αὐτὸν εἶναι, γείτοσι καλουμένοις· οἵτινές εἰσιν οἱ δοκοῦντες τῆς Γραφῆς αὐτοῦ περιέχεσθαι, καὶ τῆς Ἐκκλησίας ὑπάρχειν ἐγγὺς, δι' οὓς ὀνειδίζεται, κακῶς φρονοῦντας ἢ πράττοντας· ὥσπερ καὶ δοξάζουσιν αὐτὴν οἱ ὀρθῶς φρονοῦντες ἢ πράττοντες. Οἱ δὲ ἐχθροὶ αὐτοῦ κατεπαίρονται, ὡς ἰδίᾳ δυνάμει πράττοντες ἃ δὴ παθεῖν συνεχώρησας· ἐφ' οἷς καὶ οἱ μισοῦντες εὐφραίνονται, μηδεμίαν ὁρῶντες ἀντίληψιν, ἐν τῷ συμβάλλειν εἰς πόλεμον αὐτῷ τοὺς ἐχθροὺς, ὥστε δήσαντας αὐτὸν ἀπαγαγεῖν ἐπὶ τὸν σταυρὸν, καὶ ὅσα πρὸς ὕβριν ἐπενεγκεῖν. Ταῦτά φασιν οἱ Χριστὸν μὲν ποθοῦντες, καὶ Πρόνοιαν ἡγούμενοι· τὸν σκοπὸν δὲ μὴ καθορῶντες, καθ' ὃν οὐ φεισάμενος ὁ Πατὴρ τοῦ ἰδίου Υἱοῦ, ἔκδοτον αὐτὸν ἀφῆκε τοῖς ἐπαναστάσιν αὐτῷ. Παύσονται δὲ τῶν ῥημάτων, μαθόντες τὴν κατορθουμένην σωτηρίαν διὰ τοῦ θανάτου αὐτοῦ, οὐ μόνον τοῦ Πατρὸς ὑπὲρ ἡμῶν παραδόντος αὐτὸν, ἀλλὰ καὶ αὐτοῦ ἑαυτόν. Δέδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν (I Tim. II, 6). Τέως γε μὴν ᾤοντο καὶ ἀπὸ τοῦ καθαρισμοῦ καταλελύσθαι Χριστὸν, οὗ εἰργάσατο διὰ τοῦ αἵματος αὐτοῦ, κατεῤῥάχθαι τε εἰς τὴν γῆν τὸν θρόνον αὐτοῦ· καίτοι τοῦ Θεοῦ τεθεικότος αὐτὸν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. Ὁρῶντες γὰρ αὐτοῦ τὸ πάθος καὶ τὸν σταυρὸν, ἔδοξαν τέλος εἰληφέναι τὴν βασιλείαν αὐτοῦ, σμικρυνθεῖσαν καὶ ἀνατραπεῖσαν, ἐπὶ τῇ κατὰ τὸν σταυρὸν αἰσχύνῃ γεγενημένῃ· περὶ ἧς ὁ Ἀπόστολος εἶπεν, Ὅς
Verse 40. Of Diodorus. Or thus also: Having said, O Master, he says, that the seed of Christ abides for ever, Thou hast cast off His seed; and having said that Thou wouldst not profane Thy covenant with Him, Thou hast profaned His sanctuary, Thou hast cast it down to the ground, either by delivering His body over to death and a tomb, or by permitting the Church, which is His house and sanctuary, to be delivered over from time to time to the persecutions brought upon her by the godless. And Christ is the servant of God, as having taken up the form of a servant (Phil. 2:7), and having been born of her who said unto the angel: Behold the handmaid of the Lord; be it unto me according to thy word (Luke 1:38). And furthermore Thou hast pulled down all the most fortified help of His sons, so that they lie exposed to every plot. For hedges according to the Scripture are the guards from God. And the divine apostles also might be called hedges of the vineyard of Christ, whom those who see them scattered and offended in the night of the betrayal of Jesus say are pulled down by God. Who are also called strongholds, having fallen into cowardice at the same season; upon which followed the plundering of Christ, that is, His body. For ye are the body of Christ, and members in particular (1 Cor. 12:27). And His strongholds are the Churches everywhere. And they became a reproach to those who, because they are round about Him, are called neighbours; who are those who seem to cleave to His Scripture and to be near the Church, through whom she is reproached when they think or act ill; just as those who think or act rightly glorify her. And His enemies exalt themselves, as though by their own power doing the things which Thou didst permit Him to suffer; whereat those also who hate Him rejoice, seeing no succour when His enemies join battle with Him, so as to bind Him and lead Him away to the cross, and inflict upon Him every insult. These things say those who indeed long for Christ and believe in Providence, yet do not perceive the purpose according to which the Father, not sparing His own Son (Rom. 8:32), gave Him up to those who rose up against Him. But they shall cease from these words when they learn the salvation accomplished through His death, not only the Father having delivered Him over on our behalf, but He Himself also having delivered Himself over. For He gave His soul a ransom for many (1 Tim. 2:6). Meanwhile, however, they supposed that Christ had even been annulled from the purification which He wrought through His blood, and that His throne had been cast down to the ground; although God had set it as the days of heaven. For seeing His passion and the cross, they thought that His kingdom had come to an end, having been diminished and overthrown in the shame that took place at the cross; concerning which the Apostle said, Who
PG 33:1624Read from the page
ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας (Hebr. XII, 2), ἵν' ἐκ νεκρῶν ἀναστὰς μηκέτι ᾖ καταλελυμένος ἀπὸ καθαρισμοῦ, ἀλλ' ἐνεργῶν αὐτὸν αἴροι τὴν ἁμαρτίαν τοῦ κόσμου· κατὰ τὸ, Καθαρισμὸν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐκ δεξιῶν τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς (Hebr. I, 3), ἀνωρθωμένον ἔχων καὶ βεβαίως ἱδρυμένον τὸν θρόνον· ὃν μακροήμερον, καὶ αἰώνιον διαμένοντα ἔχειν λέγεται εἰς ἀεί.
for the joy that was set before Him endured the cross, despising the shame (Heb. 12:2), so that having risen from the dead He might no longer be annulled from purification, but working it might take away the sin of the world; according to the saying, When He had made purification of sins, He sat down on the right hand of the Majesty on high (Heb. 1:3), having His throne set upright and firmly established; which He is said to hold lengthy of days and abiding eternal for ever.
Vers. 50. Διοδώρου. Ἄνω μὲν ἔφην, ὡς τὰ ἐλέη σου εἰς τὸν αἰῶνα μένει, καὶ διαπεσεῖται τῆς σῆς ἐπαγγελίας οὐδέν· ἀξιῶ δὲ μαθεῖν αὐτὸν τὸ λανθάνον, καὶ πότε ἥξει· ὡς οὖν ἡ πρόῤῥησις τῶν σκυθρωποτέρων ἀπήντηκεν, οὕτως ἀκόλουθον, καὶ τὴν τῶν κρειττόνων εἰς ἔργον ἐλθεῖν· τὰ αἰώνια σπέρματά τε, καὶ τὸν θρόνον Δαβίδ. Ταῦτα μὲν οὖν πάλαι προσεδοκᾶτο προφήταις, ἡμῖν δὲ νῦν δι' ἔργων ὁρᾶται, διὰ τῶν εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν ἀποτελεσμάτων.
Verse 50. Of Diodorus. Above indeed I said that Thy mercies abide for ever, and that nothing of Thy promise shall fall away; and I ask to learn that very thing which lies hidden, and when it shall come; just as, therefore, the prediction of the more gloomy things has met with fulfilment, so it follows that the prediction of the better things should also come into effect: both the eternal seed and the throne of David. These things, then, were of old awaited by the prophets, and by us are now seen through deeds, through the accomplishments wrought in the Lord Jesus Christ.
PSAL. LXXXIX, in titulo. Καὶ ἐν τούτῳ τῷ ψαλμῷ τὰς συμφορὰς διηγεῖται τοῦ λαοῦ τοῦ ἐν τῇ αἰχμαλωσίᾳ καὶ εἰσάγει αὐτοὺς ὡσανεὶ δεομένους τοῦ Θεοῦ ἀπαλλαγῆναι τῶν κατεχόντων αὐτοὺς ἀνιαρῶν. Δείκνυσι δὲ καὶ τὸ προοίμιον τῆς δεήσεως τὴν ἐπίτασιν, καὶ ὅτι ὠφελημένοι ὑπῆρχον ἐκ τῶν συμφορῶν. Οὗ γὰρ ἠμέλουν πρὸ τούτου Θεοῦ, ἐπὶ τοῦτον νῦν τὴν καταφυγὴν ἔχειν ὁμολογοῦσιν.
Psalm 89, in the title. In this psalm also he recounts the calamities of the people in captivity, and introduces them as though praying to God to be delivered from the grievous things holding them fast. And the prelude shows the intensity of the supplication, and that they had been profited by the calamities. For the God Whom they neglected before this, in Him they now confess that they have their refuge.
Vers. 1. Διοδώρου. Λέγοις δὲ ὄρη μὲν ἑδραζόμενα τοὺς ἀποστόλους, γῆν δὲ πλασσομένην τὴν καρποφορεῖν δυναμένην ψυχὴν, οἰκουμένην δὲ τὴν Ἐκκλησίαν, καθ' ἣν οἰκοῦσιν ἄγγελοι, δόγματά τε ἀληθείας καὶ τοῦ Πνεύματος τὰ χαρίσματα. Πρὸ δὲ τούτων ἁπάντων ὁ Θεὸς καταφυγὴ τοῖς προφήταις γίνεται, ὁ αὐτὸς ὢν ἀεὶ, ἄτρεπτον ἔχων τὴν ὕπαρξιν. Τὸ δὲ ἡμῖν οὐ τοῖς τότε μόνον, φησὶν, ἀλλὰ τοῖς καθ' ἑκάστην γενεὰν σὲ φοβουμένοις καταφυγὴ ἐγενήθης. Καὶ ἡμᾶς δὲ διδάσκει μὴ καταφεύγειν εἰς ἕτερον. Σαφῶς δὲ Σύμμαχος ἐξέδωκεν, ἐν ἑκάστῃ γενεᾷ. Φυσικῶς δὲ πρὸ τοῦ ὄρη γενηθῆναι ἢ τεχθῆναι, ὡς ἂν μὴ ἅμα τῷ γενέσθαι τὴν γῆν, τῶν ὀρῶν συνυπαρξάντων αὐτῇ, φύντων δὲ κατὰ μικρὸν ἐξ αὐτῆς, καθάπερ ἐκ τόκου πρὸς αὔξησιν ἐπιδοῦναι, καθὼς καὶ τὰ τικτόμενα βρέφη. Φασὶ γοῦν εἰς ἔτι νῦν τινες τῶν φυσιολόγων αὔξειν τὰ ὄρη, καὶ τὰς πέτρας γίνεσθαι μείζους γινομένας ἀεὶ διά τινος διὰ μακρῶν περιόδων προσθήκης. Ἐπειδὴ δὲ καὶ ὠδινηθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην εἰρήκασιν οἱ ἑρμηνεύσαντες ἀκολουθήσαντες τῷ Ἑβραϊκῷ, ἔστι καὶ τὴν γῆν ὑπονοεῖν ὡς ἐξ ἑτέρου προελθοῦσαν στοιχείου. Εἴρηται γοῦν ἐν τῇ Κοσμοποιΐᾳ· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος (Gen. I, 2)· ἀφανὴς γὰρ ἦν, οἱονεὶ κυουμένη καὶ συλλαμβανομένη, ἐν τῇ φύσει τῆς ὑγρᾶς οὐσίας· ἀπεγεννήθη δὲ ὁπηνίκα εἶπεν ὁ Θεὸς, Συναχθήτω τὰ ὕδατα ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. Καὶ ἐγένετο οὕτως (Gen. I, 9). Βουλήσει Θεοῦ γὰρ ἐπλάσθη τε καὶ συνεπάγη· καὶ ὥσπερ ἀθρόως ἀναδοθεῖσα προῆλθεν εἰς φῶς καθάπερ ἀπὸ γαστρός.
Verse 1. Of Diodorus. And you might say that the mountains being established are the apostles, and the earth being formed is the soul capable of bearing fruit, and the inhabited world is the Church, wherein dwell angels, and doctrines of truth, and the gifts of the Spirit. And before all these things God becomes a refuge to the prophets, being always the same, having an immutable existence. And the saying, unto us, means not unto those at that time only, he says, but unto those who fear Thee in every generation Thou hast become a refuge. And he teaches us also not to flee for refuge unto another. And Symmachus clearly rendered it, in every generation. And physically, before the mountains came into being or were brought forth, as though the mountains did not coexist with the earth at the very moment of its coming into being, but grew out of it gradually, so as from a birth to advance unto increase, even as newborn infants also do. Indeed some natural philosophers say that even until now the mountains grow, and the rocks become larger, always growing through some addition over long periods. And since the translators who followed the Hebrew have also said that the earth and the inhabited world were travailed with in birth, it is possible to suppose that the earth also came forth as though out of another element. Accordingly it is said in the Creation of the World: And the earth was invisible and unformed (Gen. 1:2); for it was unseen, being as it were conceived and held in the womb in the nature of the moist substance; and it was brought forth when God said, Let the waters under the heaven be gathered together into one gathering, and let the dry land appear. And it was so (Gen. 1:9). For by the counsel of God it was both formed and compacted; and as though sent up all at once it came forth into the light even as from a womb.
PSAL. XC, in titulo. Διοδώρου. Ἐν τούτῳ τῷ ψαλμῷ τὸ πρόσωπον εἰσάγει τῶν διὰ Χριστοῦ τελειουμένων, καὶ νικώντων δι' αὐτοῦ τοὺς νοητοὺς ἐχθροὺς,
Psalm 90, in the title. Of Diodorus. In this psalm he introduces the person of those who are perfected through Christ, and who conquer through Him the spiritual enemies,
PG 33:1625Read from the page
ἀρχὰς δηλαδὴ καὶ ἐξουσίας, καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, καὶ τὰ πνευματικὰ τῆς πονηρίας, καὶ αὐτὸν τὸν ἀλιτήριον Σατανᾶν· οἳ καὶ πολυτρόπως διὰ τῶν προκειμένων κατασημαίνονται, φόβος τε νυκτερινὸς, καὶ βέλος ἡμέρας πετόμενον, καὶ πρᾶγμα διαπορευόμενον ἐν σκότει, καὶ σύμπτωμα, καὶ δαιμόνιον μεσημβρινὸν, καὶ χιλιάδες, καὶ μυριάδες, καὶ ἀσπὶς, καὶ βασιλίσκος, καὶ λέων, καὶ δράκων· κατὰ τούτων δὴ πάντων νίκην ἀναγορεύει τοῦ Θεοῦ ἀνθρώπου.
namely, principalities and powers, and the world-rulers of this darkness, and the spiritual hosts of wickedness (Eph. 6:12), and the accursed Satan himself; who are also signified in manifold ways through the expressions set before us: a terror by night, and an arrow flying by day, and a thing walking in darkness, and a mishap, and a midday demon, and thousands, and ten thousands, and an asp, and a basilisk, and a lion, and a dragon; against all these, indeed, he proclaims the victory of the man of God.
Vers. 1. Διοδώρου. Ὁ μὲν πρότερος λαὸς, ὁ διὰ τῆς προηγουμένης Μωσέως προσευχῆς ἀποκλαυσάμενος ὡμολόγει φάσκων· Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου (Psal. LXXXIX, 7), καὶ τὰ λοιπὰ ὅσα ἐδηλοῦτο διὰ τῶν ἐμφερομένων. Ὁ δὲ μέλλων συστήσεσθαι μετ' ἐκεῖνον τῷ Θεῷ διὰ Χριστοῦ λαὸς, ἐπὶ τῇ βοηθείᾳ τοῦ Ὑψίστου πεποιθὼς ἀεὶ ἐμμένει, ὡς ἂν ὑπὸ τὴν σκέπην τοῦ Θεοῦ αὐλιζόμενος, καὶ οὐδένα τῶν πειρασμῶν ἀποστραφήσεσθαί ποτε βουλήσεται, ἀλλ' ἐφ' ἑκάστῳ ἐρεῖ τῷ Κυρίῳ, Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου· ὁ Θεός μου, ἐλπιῶ ἐπ' αὐτόν.
Verse 1. Of Diodorus. The former people indeed, having bewailed itself through the preceding prayer of Moses, confessed saying: For we have fainted in Thy wrath (Ps. 89:7), and the rest of what was declared through the things contained therein. But the people that is about to be constituted after that one unto God through Christ, trusting in the help of the Most High, always abides fast, as lodging under the shelter of God, and will never wish to turn away from any trial, but in each one will say unto the Lord, Thou art my helper and my refuge: my God, I will hope in Him.
Vers. 4. Διοδώρου. Πρόμαχός σου γενήσεται, καὶ κατακαλύψει σε πολεμούμενον. Τέθεικε δὲ τοῦτο ἐκ μεταφορᾶς τῶν πρώτων ἐν πολέμοις ἑστώτων, καὶ τοῖς μεταφρένοις καλυπτόντων τοὺς ὄπισθεν. Πτέρυγας γὰρ καλεῖ τῆς Προνοίας τὰς ἐνεργείας. Τέθεικε δὲ τοῦτο τῇ τῶν ὀρνίθων εἰκόνι χρησάμενος· καὶ γὰρ ἐκεῖνοι τοῖς πτεροῖς τοὺς νεοττοὺς συγκαλύπτουσι.
Verse 4. Of Diodorus. He shall become thy champion, and shall cover thee when warred against. And he has put this by a metaphor from those who stand first in wars and cover with their backs those behind them. For he calls the operations of Providence wings. And he has put this making use of the image of birds; for they also cover their young together with their feathers.
Vers. 8. Διοδώρου. Πρόσωπον τὸ τοῦ ἐλπίζοντος παρεισάγει λέγων παρ' ἑαυτοῦ πρὸς Θεὸν, ὅτι αὐτὸν ἔθετο τὴν ἐλπίδα. Καὶ πάλιν ἐπιφωνεῖ τῷ τοιούτῳ· Ὅτι ἐπειδήπερ ἔθου τὸν Ὕψιστον ὥσπερ οἶκον ἀσφαλείας, πρὸς οὐδενὸς κρατηθήσῃ κακοῦ, οὐδὲ οἶκος ὁ σὸς πληχθήσεται θεηλάτοις πληγαῖς. Δῆλον γὰρ, ὡς εἴ τι πᾶθοι δίκαιος καὶ οἶκος δικαίου, ἀγώνισμα τοῦτο ἐξ ἀδίκων ἀνθισταμένων, καὶ οὐ κολάσεις παρὰ Θεοῦ.
Verse 8. Of Diodorus. He introduces the person of him who hopes, saying from himself unto God that he has made Him his hope. And again he exclaims unto such a man: Because thou hast made the Most High as it were a house of safety, thou shalt be mastered by no evil, nor shall thy house be smitten with God-sent plagues. For it is manifest that if a righteous man and the house of a righteous man should suffer anything, this is a contest arising from unjust men who resist them, and not punishments from God.
Vers. 11. Διοδώρου. Ὥσπερ γὰρ οἱ κατὰ σάρκα πατέρες ὅταν ἴδωσιν ὁδὸν τραχεῖαν καὶ δύσβατον, ἁρπάζουσιν εἰς χεῖρας τὰ βρέφη, μὴ ἄρα πως ἀδικηθῇ τρυφερὸν ἔχοντα πόδα, καὶ οὔπω διὰ σκληρᾶς ὁδοῦ βῆναι δυνάμενα· οὕτω καὶ αἱ λογικαὶ δυνάμεις τοὺς οὔπω πονεῖν ἰσχύοντας, νηπιοπρεπῆ δέ πως τὴν διάνοιαν ἔχοντας, οὐκ ἐῶσι πονεῖν ὑπὲρ δύναμιν, ἀλλὰ παντὸς ἐξέλκουσι πειρασμοῦ, μὴ ἄρα πως ὀλιγωρήσαντες ὑπὸ πόδας γένωνται τοῦ Σατανᾶ, καὶ ἀπαγορεύσωσι τὸ βούλεσθαι δουλεύειν Θεῷ.
Verse 11. Of Diodorus. For just as fathers according to the flesh, when they see a rough and difficult road, snatch their infants into their hands, lest haply they should be harmed, having a tender foot and not yet being able to walk through a hard road; so also the rational powers do not suffer those who are not yet strong enough to toil, and who have a somewhat infant-like mind, to toil beyond their strength, but draw them out of every temptation, lest haply growing faint-hearted they should come under the feet of Satan, and renounce the willingness to serve God.
Vers. 13. Διοδώρου. Λέων μὲν οὖν καὶ δράκων καὶ βασιλίσκος νοηθείη ἂν αὐτός τε ὁ Σατανᾶς, καὶ οἱ συναποστάντες αὐτῷ ἄγγελοι πονηροὶ, οἱ τὴν ἑαυτῶν ἀρχὴν μὴ τηρήσαντες, οἷς ὁ ζόφος τοῦ σκότους εἰς τὸν αἰῶνα τετήρηται. Ἀσπὶς γὰρ καὶ βασιλίσκος νοηθείη ἂν λέων τε καὶ δράκων καὶ οἱ τοῖς ἐκείνου θελήμασιν ὑπηρετεῖν εἰωθότες, καὶ τῆς ἐνούσης αὐτῷ δυστροπίας μιμηταὶ, οἱ πικροὶ καὶ δεινοὶ καὶ πανχάλεποι, οἱ τῶν ἀγρίων θηρῶν οὐδὲν διαφέροντες, ἀπομιμούμενοι δὲ καὶ τὴν τῶν ἰοβόλων πικρίαν. Καὶ, εἰ
Verse 13. Of Diodorus. A lion, therefore, and a dragon and a basilisk might be understood both as Satan himself, and the wicked angels who apostatised together with him, who kept not their own principality, for whom the blackness of darkness hath been reserved for ever (Jude 6, 13). For an asp and a basilisk, as well as a lion and a dragon, might also be understood as those who are accustomed to minister to his wills, and imitators of the perversity that is in him, bitter and dreadful and altogether harsh men, differing in nothing from wild beasts, and imitating also the bitterness of venomous creatures. And, if
Notes, col. 1625

On the reading

Printed πᾶθοι, for πάθοι.