Migne Reading Room

PG 33 · cols. 1613–1619 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 33:1613Read from the page
ὧν ὁ λόγος· ἔξω γὰρ τῆς πνευματικῆς πόλεως Ἱερουσαλὴμ βίῳ καὶ φρονήματι σπεύσαντες εἶναι ὡς εὐμάραντος καὶ ξηραινόμενος ταχὺ χόρτος ἐξηράνθησαν, τοῦ ἔνδον ἐν τῇ πόλει μένοντος, οὐδὲν τοιοῦτο πεισομένου· Οὐ σαλευθήσεται γὰρ εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ (Psal. CXXIV, 2).
whom the discourse is; for having hastened in life and mind to be outside the spiritual city of Jerusalem, like easily withered and quickly drying grass they were dried up, whereas he who abides within the city shall suffer nothing of the kind: For he that dwelleth in Jerusalem shall never be shaken (Ps. 124:1).
Vers. 17. Αἱ εὐλογηθεῖσαι ἐν αὐτῷ φυλαὶ οὖσαι τὰ ἔθνη μακαρίζουσιν τὸν εὐλογήσαντα, λέγουσαι· Εὐλογητὸς ὁ τοῦ διορατικοῦ γένους Θεὸς, ὃς μόνος θαυμάσια πεποίηκεν, ἐλευθερώσας ἡμᾶς ἀπὸ εἰδωλολατρείας, καὶ δαιμόνων ἀλιτηρίων θεραπείας.
Verse 17. The tribes blessed in Him, which are the Gentiles, call Him blessed Who blessed them, saying: Blessed is the God of the clear-sighted race, Who alone hath done wonderful things, having set us free from idolatry and the service of accursed demons.
Vers. 18. Θαυμάσιον γὰρ ἀληθῶς ἕκαστον τῶν ὑπὲρ τῆς κλήσεως τῶν ἐθνῶν γεγονός. Προσκείμενον δὲ τὸ, μόνος, μὴ ταραττέτω· οὐ γὰρ ἐναντιοῦται τῷ, Οὐ δύναται ποιεῖν ὁ Υἱὸς οὐδὲν, ἐὰν μὴ βλέπει τὸν Πατέρα ποιοῦντα (Joan. V, 19)· ἃ γὰρ ἂν ὁ Πατὴρ ποιεῖ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ· τὸ γὰρ, μόνος, καὶ ὅσα τοιαῦτα, ἐπὶ θεότητος λαμβανόμενα, δηλοῖ Πατέρα καὶ Υἱὸν, ὡς ἐκ τοῦ προφήτου παρίσταται, ἔνθα εἴρηται πρὸς τὸν Σωτῆρα· Καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ σωτήρ (Isa. XLV, 14, 15).
Verse 18. For truly wonderful is each thing that has taken place on behalf of the calling of the Gentiles. And let not the addition of the word, alone, trouble anyone; for it does not contradict the saying, The Son can do nothing of Himself, unless He seeth the Father doing it (John 5:19); for whatsoever things the Father doeth, these also the Son likewise doeth; for the word, alone, and all such expressions, when taken with reference to the Godhead, declare the Father and the Son, as is shown from the prophet, where it is spoken unto the Saviour: And the Sabaeans, men of stature, shall pass over unto Thee, and shall worship Thee, and in Thee shall they pray: because God is in Thee, and there is no God beside Thee; for Thou art God, and we knew it not, O God of Israel, the Saviour (Isa. 45:14, 15).
PSAL. LXXII, vers. 1. Ἀντὶ τοῦ, Ὡς ἀγαθὸς ὁ Θεὸς, ὁ Σύμμαχος φησὶ, Πλὴν ὄντως ἀγαθὸς τῷ Ἰσραὴλ ὁ Θεὸς τοῖς καθαροῖς τὴν καρδίαν. Τοῦτο εἰπὼν, παρέστησεν τίς εἴη ὁ Ἰσραήλ· αὐτοὶ γάρ εἰσιν ὁ ἀληθινὸς Ἰσραήλ· διὸ ἐλέγετο καὶ ὑπὸ τοῦ Σωτῆρος, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται (Matth. V, 8)· καὶ ὁ Ἰσραὴλ δὲ, ὁρῶν τὸν Θεὸν, ἑρμηνεύεται· διὸ καὶ νοοῦντες ὃν ὁρῶσιν, ἴσασιν ὅτι ἀγαθός ἐστιν· κἄν τι γοῦν σκυθρωπόν τε καὶ ἀηδὲς τοῖς ἀνθρώποις παρέχει, ἴσασιν ὡς συμφερόντως καὶ πρὸς σωτηρίαν ποιεῖ τοῦτο, καὶ οὐ σαλεύονται τὰ διαβήματα ἃ ἦσαν διαβεβηκότες καὶ προκόψαντες.
Psalm 72, verse 1. Instead of, How good is God, Symmachus says, Yet truly good to Israel is God, to those who are pure in heart. By saying this, he showed who Israel is; for they themselves are the true Israel; wherefore it was also said by the Saviour, Blessed are the pure in heart, for they shall see God (Matt. 5:8); and Israel is interpreted, seeing God; wherefore also, understanding Him Whom they see, they know that He is good; even if, then, He brings something gloomy and unpleasant upon men, they know that He does this profitably and for salvation, and the steps which they had taken and advanced in are not shaken.
Vers. 14. Δυνατὸν ἐκλαβεῖν τὸ, καὶ ἐγενήθην μαστιγώμενος ὅλην τὴν ἡμέραν· νοήσει τοιαύτῃ εἰρηκὼς, Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ τὰ ἑξῆς· γνοὺς ὡς οὐκ ἔδει ταραχθέντα τοῦτο εἰπεῖν· Ἐμαστίχθην ὑπὸ τοῦ τῆς εὐσεβείας λογισμοῦ ὅλην τὴν ἡμέραν ἐλεγχόμενος καὶ ἐπιτιμώμενος ὑπ' αὐτοῦ.
Verse 14. It is possible to understand the saying, And I was scourged all the day long, in such a sense, after he had said, Surely in vain have I justified my heart, and what follows, having recognized that he ought not in his trouble to have said this: I was scourged by the reasoning of godliness all the day long, being convicted and rebuked by it.
Vers. 23. Εἰ γὰρ καὶ τὰ μάλιστα οὐ συνιεῖν πρὶν φωτισθῆναι καὶ γνῶναι τὰ περὶ τῆς πόλεως λελεγμένα, καὶ τὰ περὶ τῆς εἰκόνος τῶν ἀσεβῶν· καὶ εἰ δίκην ἀλόγου κτήνους διετέλεσα πρότερον, ἀνοηταίνων καὶ μὴ δυνάμενος ἐπιβαλεῖν τοῖς τῆς σῆς προνοίας, ὅμως οὐκ ἀπελιμπανόμην σοῦ τοῦ Θεοῦ· συνήμην δέ σοι διαπαντός· καὶ τοῦτο ἔπραττον οὐκ ἐξ ἐμαυτοῦ δυνάμεως, ἀλλ' ἐκ τῆς σῆς χάριτος· σὺ γὰρ αὐτὸς τῇ σαυτοῦ φιλανθρωπίᾳ τῆς ἐμῆς χειρὸς δεξιᾶς ἐπιλαβόμενος, συνεῖχες καὶ διεκράτεις, πρὸς τὸ μὴ διαχεῖσθαί μου τὰ διαβήματα, μηδὲ τοὺς πόδας μου σαλεύεσθαι τῆς παρὰ σοὶ στάσεως· χεῖρα δέ φημι δεξιὰν ἐῤῥωμένην πρακτικὴν, τὰ δεξιὰ πάντα καὶ τὰ σοὶ ἀρεστὰ πράττουσαν· διὸ ὁ ἐπιλαβόμενος αὐτῆς,
Verse 23. For even though I was altogether unable to understand before being enlightened and coming to know the things spoken concerning the city, and the things concerning the image of the ungodly; and even though after the manner of an irrational beast I continued formerly, being foolish and unable to grasp the things of Thy providence, nevertheless I was not forsaken by Thee, my God; but I was with Thee continually; and this I did not out of mine own power, but out of Thy grace; for Thou Thyself in Thine own loving-kindness, having taken hold of my right hand, didst hold me together and sustain me, so that my steps should not be dissipated, nor my feet be shaken from their standing with Thee; and by the right hand I mean vigorous practical virtue, which practises all right things and the things pleasing unto Thee; wherefore Thou Who didst take hold of it,
PG 33:1614Read from the page
τῇ βουλῇ σου ὡδήγησάς με, ἢ κατὰ τὸν Σύμμαχον, ἐν τῇ συμβουλίᾳ σου ὡδήγησάς με, τὸν θνητὸν διαπορθμεύων βίον, καὶ εἰς εὔδιον καὶ ἀσφαλῆ λιμένα τῆς παρὰ σοὶ ἀναπαύσεως χειραγωγῶν με, καὶ μετὰ δόξης προσελάβου με, μηδὲν πεπονθότα ὑπὸ τῶν τοσούτων πειρασμῶν· κατὰ δὲ τὸν Σύμμαχον, ὕστερόν φησι τιμὴ διεδέξατο.
by Thy counsel didst guide me, or according to Symmachus, in Thy counsel Thou didst guide me, ferrying me across this mortal life, and leading me by the hand into the calm and safe harbour of rest with Thee, and with glory Thou didst receive me, having suffered nothing from so many temptations; and according to Symmachus, he says, afterward honour received me.
Vers. 27. Ἐπεὶ μὴ ἐν τόπῳ ὁ Θεὸς, τοπικῶς οὐδεὶς αὐτοῦ διΐσταται, ἀλλὰ σχέσει καὶ διαθέσει τοῦ ἀδίκου καὶ πονηροῦ μακρὰν νοουμένου τοῦ Δικαίου καὶ Ἀγαθοῦ καὶ πάντων αἰτίου· καὶ ἐπεὶ τὸ ἐγγίζειν αὐτῷ ἀρετῆς ἀναλήψει σώζει τὸν πλησιάζοντα, τὸ ἀφίστασθαι αὐτοῦ, τῷ κακίαν καὶ ἀσέβειαν ἐσχηκέναι, ἀπώλειαν φέρει· ταυτὸν τοῦ μακρύνεσθαι τοῦ Θεοῦ τὸ ἁμαρτάνειν· εἰκότως οὖν εἴρηται, Ὅτι ἰδοὺ οἱ μακρύνοντες· τῷ μὴ τοὺς ἡμαρτηκότας ἀπόλλυσθαι, τῷ ἁμαρτάνειν τέλος ἐπιβάλλοντας διὰ μετανοίας· ταύτῃ καὶ, Ὁ ποιῶν, ἀλλ' οὐχ ὁ ποιήσας, τὴν ἁμαρτίαν, δοῦλός ἐστιν αὐτῆς (Joan. VIII, 34).
Verse 27. Since God is not in a place, no one is separated from Him locally, but by relation and disposition the unjust and wicked man is understood to be far from the Just and Good One and Cause of all things; and since drawing nigh to Him by the assumption of virtue saves him who approaches, departing from Him by having acquired wickedness and ungodliness brings destruction; to sin is identical with putting oneself far from God; reasonably, therefore, has it been said, For behold, they that put themselves far; because it is not those who have sinned that perish, when they put an end to sinning through repentance; in this way also, He who doeth sin, and not he who hath done it, is the servant of it (John 8:34).
Vers. 28. Πολλῶν κινησάντων μακροὺς καὶ πλείονας λόγους περὶ τῆς τοῦ ἀγαθοῦ οὐσίας, διὰ βραχυλογίας ὁ σοφὸς παρέστησεν αὐτοῦ τὴν ὕπαρξιν εἰπὼν, κυρίως ἀγαθὸν εἶναι τὸ προσκολλᾶσθαι τῷ Θεῷ, καὶ ἐπ' αὐτῷ τίθεσθαι τὴν ἐλπίδα. Εἴρηται δὲ ἤδη ὡς ἀρεταὶ καὶ εἰς τὴν τελειότητα εἰσαγωγαὶ, αἱ πύλαι τῆς Σιών εἰσιν· θυγάτηρ δὲ Σιὼν πᾶσα γινομένη ἢ γεννηθεῖσα κατ' αὐτὴν καὶ πρὸς αὐτῇ ψυχῇ χρηματίζουσα.
Verse 28. Whereas many have raised long and numerous discourses concerning the essence of the good, through brevity of speech the wise man has set forth its nature by saying that the good in the proper sense is to cleave unto God and to place one's hope in Him. And it has already been said that the gates of Sion are virtues and introductions unto perfection; and every soul that becomes or is born according to it and abides by it is styled a daughter of Sion.
PSAL. LXXIII, vers. 1. Ἀπωθεῖται ὁ Θεὸς τὸν ἁμαρτάνοντα, ἐκείνου πρότερον ἀποσχοινίσαντος αὐτόν· Τὸν γὰρ ἐρχόμενον πρὸς μὲ οὐ μὴ ἐκβάλλω ἔξω, εἶπεν ὁ Κύριος (Joan. VII, 37).
Psalm 73, verse 1. God casts off the sinner after that man has first separated himself from Him: For him that cometh unto Me I will in no wise cast out, said the Lord (John 6:37).
Vers. 13. Θάλασσα πᾶς ὁ τῶν ἀνθρώπων βίος λαμβάνεται· τοῦτο ἐν τῇ δυνάμει ἑαυτοῦ ὁ Θεὸς ἐκραταίωσεν, ὡς ἐκ πλείονος χειμῶνος καὶ σφοδροτάτης ζάλης εἰς εὐδίαν καὶ γαλήνην ἀγαγεῖν· ἵν' οἱ πατοῦντες αὐτὴν ὡς διὰ ξηρᾶς βαδίζωσιν, κατὰ τὰ λεχθέντα· Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηράν.
Verse 13. The whole life of men is taken as a sea; this God made strong in His own power, so as out of a great storm and a most violent tempest to bring it into fair weather and calm; so that those who tread it may walk as though through dry land, according to what was spoken: Who turneth the sea into dry land (Ps. 65:6).
Vers. 14. Πλειόνων δρακόντων πολλὰς κεφαλὰς, ἀλλὰ καὶ ἑνὸς πολλὰς κεφαλὰς συνέθλασεν ἐπὶ τοῦ ὕδατος, νοουμένου τῆς κακίας, ἢ τῶν ἀστάτων καὶ τεταραγμένων πραγμάτων τοῦ βίου· ἐν τῷ τοιούτῳ γὰρ ὕδατι ἐνεργοῦσι βλαπτικῶς οἱ δράκοντες, καὶ ὁ τούτων ὑπερέχων εἷς, περὶ οὗ γέγραπται ὡς βασιλεὺς εἴη πάντων τῶν ἐν τοῖς ὕδασιν, καὶ ὡς ἐν θαλάσσῃ διατρίβει· αὕτη γὰρ ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, δεικνὺς τὴν ταραχὴν τῶν πραγμάτων καὶ τὴν κακίαν· μόνου δὲ τοῦ Σωτῆρος ἔργον συντρίβειν τῶν εἰρημένων δρακόντων τὰς κεφαλάς.
Verse 14. Many heads of many dragons, and also many heads of one dragon, did He crush upon the water, which is understood as wickedness, or the unstable and troubled affairs of life; for in such water the dragons work destructively, and the one who surpasses them, concerning whom it is written that he is king of all things that are in the waters (Job 41:26), and that he dwells in the sea; for this is the great and wide sea (Ps. 103:25), pointing out the turmoil of affairs and wickedness; and it is the work of the Saviour alone to crush the heads of the aforesaid dragons.
PSAL. LXXIV, vers. 1. Εἰς τὸ τέλος φθάσαντες τοῦ μὴ διαφθεῖραι κατωρθωμένης ἀφθαρσίας, εὐχαρίστως ἐξομολογησώμεθά σοι, Θεὲ, ὡς αἰτίῳ τῶν ὑπαρξάντων καὶ κατορθουμένων ἀγαθῶν· σὺν σοὶ γὰρ καὶ ἐκ σοῦ βεβαιοῦται ταῦτα, καὶ ἐπὶ τοῖς κατορθωθεῖσιν ἀγαθοῖς προσλαβεῖν καὶ ἕτερα βουλόμεθα· οὔπω γὰρ ἐσμὲν τέλειοι· ἐξομολογησώμεθα μὲν περὶ τῶν ὑπαρξάντων· ἐπικαλεσώμεθα δὲ τὴν προσηγορίαν σου, ὑπὲρ τοῦ ἄλλα λαβεῖν· ἐὰν δὲ ὦσιν τέλειοι οἱ ἐξομολογοῦντες καὶ ἐπικαλούμενοι, ἐξομολογοῦνται ὑπὲρ
Psalm 74, verse 1. Having attained unto the end of corrupting not, when incorruption has been achieved, let us thankfully confess unto Thee, O God, as the Cause of the good things that have existed and are being achieved; for with Thee and from Thee are these things confirmed, and upon the good things that have been achieved we wish to receive others besides; for not yet are we perfect; let us confess indeed concerning the things that have existed, and let us call upon Thy name on behalf of receiving other things; and if those who confess and call upon Him be perfect, they confess on behalf of
Notes, col. 1614

On the reading

Printed ψυχῇ, for ψυχὴ.

PG 33:1615Read from the page
ὧν πλήρη εἰλήφασιν, ἐπικαλούμενοι ὑπὲρ φυλακῆς αὐτῶν, ὅπως παραμείνῃ αὐτοῖς μέχρι τέλους τὰ δοθέντα παρὰ τοῦ οὐρανίου Πατρὸς τοῖς αἰτήσασιν αὐτόν.
of which they have received the fulness, calling upon Him for their preservation, so that the things given by the heavenly Father to those who asked Him may remain with them unto the end.
Vers. 4. Τὸ κατοικεῖν τὴν γῆν, ὡς ἐπίπαν ἀντὶ ψόγου λαμβάνεται· ὥσπερ τὸ παροικεῖν, ἐπὶ ἐπαίνου· Οὐαὶ γὰρ, φησὶν, ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν· φαύλου τοιγαροῦν ὄντος τοῦ κατοικεῖν τὴν γῆν, παχύνεσθαι συμβαίνει τὸ φρόνημα τῆς σαρκὸς, ἔχθρας εἰς Θεὸν ὄντος.
Verse 4. To inhabit the earth is for the most part taken by way of censure, just as to sojourn is taken by way of praise: For woe, says he, unto all who inhabit the earth; since therefore to inhabit the earth is base, the mind of the flesh happens to grow gross, being enmity towards God.
Quae sequuntur, inde a psal. LXXXI suppeditavit Catena Corderii.
What follows, from Psalm 81 onwards, was supplied by the Catena of Corderius.
PSAL. LXXXI, vers. 1. Διοδώρου. Ταῦτα πρὸς ἀτιμίαν αὐτῶν φησι, διὰ τὸ κρίνειν ἀδικίαν, καὶ πρόσωπον ἁμαρτωλῶν λαμβάνειν· καὶ ἔτι, διὰ τὸ μὴ συνιέναι καὶ γινώσκειν τὰ τοῦ Θεοῦ ἐντάλματα, ἀλλ' ἐν σκότει διαπορεύεσθαι, ταραχῆς καὶ ζάλης ὁ βίος ἐμπέπλησται, καὶ τοῖς ἐπαλλήλοις ἡ γῆ κλονεῖται κακοῖς.
Psalm 81, verse 1. Of Diodorus. These things he speaks to their dishonour, because of their judging injustice and accepting the person of sinners; and furthermore, because of their not understanding and knowing the commandments of God, but walking on in darkness, life is filled with confusion and tempest, and the earth is shaken by successive evils.
Ibid. Διοδώρου. Συσσείσω, φησὶ, καὶ συγκλονήσω τὸ πᾶν, ἐπειδὴ ἐγὼ μὲν τοὺς δικαστὰς ἐν τάξει θεῶν κατέστησα καὶ υἱῶν Ὑψίστου· αὐτοὶ δὲ εἰς τὸ ἐμὸν ἐξύβρισαν ἀξίωμα, λήμματι τὸ δίκαιον διαφθείροντες, κατὰ τοὺς τῶν ἐθνῶν ἄρχοντας, οἳ, διὰ τὸ μὴ αἰσθάνεσθαι τοὺς αὐτῶν θεοὺς, κέχρηνται τῷ δικάζειν ὡς βούλονται, οὐκ ὄντος τοῦ ἐφορῶντος αὐτοὺς, οὐδὲ ἀπαιτοῦντος δίκας.
In the same place. Of Diodorus. I will shake together, He says, and convulse the whole, since I indeed appointed the judges in the rank of gods and sons of the Most High; whereas they insulted My dignity, corrupting justice for a bribe, after the manner of the rulers of the Gentiles, who, because their gods do not perceive, practise judging as they please, as though there were no one watching over them or exacting penalties.
Vers. 8. Διοδώρου. Κυριώτερον οὖν τούτους τοὺς στίχους εἴποι ἄν τις εἰς τὸν Χριστὸν εἰρῆσθαι. Ἐπειδὴ γὰρ πᾶσαν τὴν κτίσιν δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ, ἵνα πάντες τιμῶσι τὸν Υἱὸν, καθὼς τιμῶσι τὸν Πατέρα, εὔχεται ὁ Δαβὶδ ἐπιταχυνθῆναι τὸ πρᾶγμα, ὥστε ἀναστάντα αὐτὸν ἐκ νεκρῶν καταστῆναι κριτὴν τοῦ παντός· διὰ γὰρ τοῦτο καὶ τῶν ἐθνῶν ἐμνημόνευσεν. Ἔμελλε γὰρ ἀναστὰς, ἐκ νεκρῶν πάντων δεσπόζειν.
Verse 8. Of Diodorus. More properly, therefore, one might say that these verses are spoken with reference to Christ. For since the Father has given all creation to the Son, that all may honour the Son even as they honour the Father, David prays that the matter may be hastened, so that having risen from the dead He may be appointed Judge of the universe; for on this account he also made mention of the nations. For having risen from the dead, He was about to be Lord of all.
PSAL. LXXXII, in titulo. Διοδώρου. Ἡ μὲν ὑπόθεσις τοῦ ψαλμοῦ δήλη ἐστὶν ἐπινίκιος τῶν Ἰσραηλιτῶν κατ' ἐθνῶν, συμμαχησάντων ἀλλήλοις κατὰ Ἰουδαίων· ἀλλ' ἐπειδὴ ὁ Θεὸς ἐκείνους μὲν ἠφάνισεν, Ἰσραηλίταις δὲ παραδόξως ἔδωκε νίκην, ἀναγκαίως ὁ μακάριος Δαβὶδ τοῦτον ᾄδει τὸν ψαλμὸν ἐκ προσώπου αὐτῶν τῶν Ἰσραηλιτῶν· ἀμφιβάλλεται δὲ ὁ χρόνος· οἱ μὲν γὰρ ἔφασαν μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον λαβεῖν ταῦτα τὴν ἔκβασιν, οἱ δὲ μετὰ τὴν νίκην τῶν Μακκαβαίων· μάλιστα ἐπειδὴ ἐν τῇ Μακκαβαϊκῇ ἱστορίᾳ κεῖται οὕτως· Καὶ ἐγένετο, ὅτε ἤκουσε τὰ ἔθνη τὰ κύκλῳ, ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον, καὶ ἀνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον, καὶ ὠργίσθησαν σφόδρα, καὶ ἐπεβουλεύσαντο τοῦ ἆραι τὸ γένος Ἰακὼβ, τοὺς ὄντας ἐν μέσῳ αὐτῶν. Ἀλλ' ὁ χρόνος οὐ λυμαίνεται τῇ ὑποθέσει, εἴτε ὁ μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, εἴτε ὁ μετὰ τὴν νίκην τῶν Μακκαβαίων, μιᾶς τῆς ὑποθέσεως οὔσης.
Psalm 82, in the title. Of Diodorus. The subject of the psalm is manifestly a song of victory of the Israelites over the nations who had allied themselves with one another against the Jews; but since God destroyed those nations and wondrously gave victory to the Israelites, the blessed David necessarily sings this psalm in the person of the Israelites themselves; yet the time is doubted: for some have said that these things received their fulfilment after the return from Babylon, and others after the victory of the Maccabees; especially since in the Maccabean history it stands written thus: And it came to pass, when the nations round about heard that the altar was built, and the sanctuary renewed as before, they were exceedingly wroth, and took counsel to destroy the race of Jacob that were among them. Nevertheless the time does not mar the subject, whether it be that after the return from Babylon or that after the victory of the Maccabees, since the subject is one and the same.
Vers. 18. Διοδώρου. Οὗτος ὁ ψαλμὸς προφητείαν ἔχει μελλόντων πραγμάτων. Ἡ γὰρ ἱστορία οὕτως ἔχει· ὅτι συνήχθη ταῦτα πάντα τὰ πλήθη κατὰ Ἰσραηλιτῶν, ὀλίγων ὄντων· καὶ ὅτι φάσμα νυκτερινὸν αὐτοῖς ἐπέπεμψεν ὁ Θεὸς, καὶ διαναστάντες οἱ πολέμιοι ἀλλήλους ἀνήρουν, καὶ οἱ φεύγοντες ἀλλήλους συνέτριβον, ἕως οὗ σχεδὸν ἅπαντες ἀπώλοντο· ὥστε Ἰσραηλίτας μαθόντας τῇ ἑξῆς τὰ γεγενημένα, καὶ πλοῦτον ἄπειρον εὑρεῖν εἰς κατασκευὴν τοῦ ναοῦ καὶ τοσαῦτα ὅπλα κείμενα, ὥστε ἐπὶ πολλαῖς ἡμέραις κατακαίειν ταῦτα· καὶ γὰρ κατὰ πρόσταγμα Θεοῦ πυρίκαυστα ἐκελεύσθη γενέσθαι τὰ ὅπλα, ὡσανεὶ Θεῷ ἀνατεθειμένα, τῷ τῆς νίκης αἰτίῳ. Καὶ γνώτωσαν, φησὶν, ὅτι ὄνομά σοι Κύριος. Τὸ Κύριος ὄνομα ἐπὶ θαυματουργίας λαμβάνει· ὡς καὶ ἐπὶ τοῦ Μωσέως λέγει ὁ Θεὸς, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ· καὶ τὸ ὄνομά μου, Κύριος, οὐκ ἐδήλωσα αὐτοῖς· ἀντὶ τοῦ, Οὐ διὰ θαυμάτων αὐτοῖς ἐφάνην· ἀλλ' οὕτως ἦσαν πιστοὶ, ὥστε μὴ δεηθῆναι θαυμάτων εἰς τὴν ἐπίγνωσιν τὴν ἐμήν. Ταῦτα δὲ λέγει ὡς ὀνειδίζων Μωσέα, ἀπαιτοῦντα αὐτὸν θαύματα. Καὶ ἐνταῦθα οὖν, Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, ἀντὶ τοῦ, Ἀφ' ὧν θαυματουργεῖς τιμωρούμενος αὐτοὺς, γνώτωσαν ὅτι τοῦ παντὸς ὑπάρχεις Κύριος, καὶ πάσης τῆς γῆς ὑψηλότερος.
Verse 18. Of Diodorus. This psalm contains a prophecy of future things. For the history runs thus: that all these multitudes were gathered together against the Israelites, who were few; and that God sent upon them a nocturnal apparition, and the enemies rising up slew one another, and those who fled crushed one another, until almost all perished; so that the Israelites on learning the next day what had happened both found boundless wealth for the furnishing of the temple and so many weapons lying there that for many days they burned them; for by the command of God the weapons were ordered to be consumed with fire, as though dedicated to God, the Author of the victory. And let them know, says he, that Thy name is the Lord. He takes the name Lord with reference to the working of wonders; even as in the case of Moses God says, I am the God of Abraham, and the God of Isaac, and the God of Jacob; and My name, the Lord, I did not manifest unto them; instead of, Not through wonders did I appear unto them, but they were so faithful as not to need wonders for the knowledge of Me. And these things He says as reproaching Moses, who demanded wonders of Him. Here too, therefore, Let them know that Thy name is the Lord stands for, From the wonders which Thou workest in punishing them, let them know that Thou art Lord of the universe, and Most High over all the earth.
PSAL. LXXXIII, in titulo. Διοδώρου. Εὐχαριστήριός ἐστιν οὗτος ὁ ψαλμὸς τῶν ἐπανελθόντων ἐκ Βαβυλῶνος, ὁρώντων διὰ πολλοῦ χρόνου τὰ οἰκεῖα μετὰ πλείστης ἡδονῆς, καὶ τῇ φωνῇ τὴν διάθεσιν δεικνύντων.
Psalm 83, in the title. Of Diodorus. This psalm is a song of thanksgiving of those who returned from Babylon, beholding after a long time their own homes with the greatest pleasure, and showing their disposition by their voice.
Ibid. Διοδώρου. Σκηνώματα δὲ καλεῖ τὰς οἰκήσεις. Τὸ δὲ, Ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς αὐλὰς τοῦ Κυρίου, ἔδειξεν ὅτι οὐχ ἁπλῶς τὰς οἰκήσεις ποθεῖ τὰς ἐν Παλαιστίνῃ, ἀλλὰ διὰ τὰς αὐλὰς τοῦ Κυρίου, τουτέστι, διὰ τὸν ναὸν τὸν ἅγιον. Τὸ δὲ ἐπιποθεῖ. Ἀντὶ τοῦ· Ταῦτα γάρ ἐστιν ἃ ἐπεπόθουν, ἃ καὶ εἶδον, ὑπὲρ ὧν καὶ εὐχαριστῶ.
In the same place. Of Diodorus. And he calls the dwellings tabernacles. And the phrase, My soul longs and faints for the courts of the Lord, showed that he does not simply long for the dwellings in Palestine, but on account of the courts of the Lord, that is, on account of the holy temple. And the word longs stands for: For these are the things for which I longed, which also I have seen, and for which I give thanks.
Vers. 6. Διοδώρου. Ἱστορίας μέμνηται κειμένης ἐν τοῖς Κριταῖς, τοιαύτης. Ἐκέλευσεν αὐτοὺς ὁ Θεὸς, ἐξολοθρεῦσαι πάντα τὰ ἔθνη ἐξελθόντας ἐξ Αἰγύπτου· οὐκ ἐξωλόθρευσαν δὲ ἐκεῖνα, ἀλλ' ἔπασχον κακῶς παρ' αὐτῶν, καὶ τὴν αἰτίαν ἐζήτουν. Τότε ἐπιστὰς ἄγγελος ἤλεγξεν αὐτοὺς τῆς παρακοῆς. Αἰσθόμενοι γοῦν ἐκεῖνοι ἔκλαυσαν πικρῶς, κλαυθμὸν ποιησάμενοι ἀπὸ τοῦ πράγματος. Τοῦτο οὖν βούλεται καὶ ἐνταῦθα εἰπεῖν· Ὅτι ὥσπερ ἐκεῖνοι μετὰ τὸν ἔλεγχον ἔκλαυσαν, καὶ ὑπέσχοντο φυλάττειν τὰ προστάγματα, τὸ αὐτὸ ποιεῖν καὶ ἡμῖν ἀναγκαῖόν ἐστιν, ἐλεγχθεῖσι μὲν ἐφ' οἷς παρηνομήσαμεν διὰ τῆς αἰχμαλωσίας, ἐπανελθοῦσι δὲ εἰς τὰ οἰκεῖα καὶ ὀφείλουσιν ὑποσχέσθαι μηκέτι παραβαίνειν τὰς ἐντολὰς τοῦ Θεοῦ.
Verse 6. Of Diodorus. He recalls a history recorded in Judges, which is as follows. God commanded them, when they came out of Egypt, to utterly destroy all the nations; yet they did not utterly destroy them, but suffered ill at their hands, and sought the cause. Then an angel stood by and reproved them for their disobedience. Perceiving it, therefore, they wept bitterly, naming the place Weeping from the event. This, then, he wishes to say here also: That just as they wept after the reproof and promised to keep the commandments, so it is necessary for us also to do the same, having been reproved through the captivity for the things wherein we transgressed the law, and having returned to our own homes and being bound to promise no longer to transgress the commandments of God.
Vers. 11. Διοδώρου. Βούλεται εἰπεῖν, ὅτι βέλτιον
Verse 11. Of Diodorus. He wishes to say that it is better
PG 33:1617Read from the page
ἡμῖν ἐστι σχόντας τὴν γνῶσιν τὴν σὴν καὶ τὸν φόβον μίαν ἡμέραν ζῆσαι ἐνταῦθα, ἢ δίχα τῆς γνώσεως τῆς σῆς καὶ τοῦ ὑμνεῖν σε χιλιάδας ἡμερῶν ἐξαντλεῖν.
us it is to have Thy knowledge and fear and live one day here, rather than apart from Thy knowledge and from hymning Thee to exhaust thousands of days.
Vers. 13. Διοδώρου. Ὦ Θεὸς, φησὶ, τῶν δυνάμεων καὶ ὁ τῶν ἡμετέρων προγόνων, ἐπίμεινον ὑπερασπίζων ἡμῶν, καὶ φρόντισον τῆς εὐπρεπείας τῆς βασιλείας ἡμῶν. Χριστὸν γὰρ ἐνταῦθα αὐτοῦ καλεῖ τὸν ἐκ Βαβυλῶνος ἐπανελθόντα βασιλέα τὸν Ζοροβάβελ.
Verse 13. Of Diodorus. O God of hosts, he says, and the God of our forefathers, continue shielding us, and take thought for the comeliness of our kingdom. For here he calls his anointed the king who returned from Babylon, Zerubbabel.
PSAL. LXXXIV, vers. 9. Διοδώρου. Ὡς ἐπὶ τῶν βασιλέων βουλομένων ἀναφθέγξασθαι ὁ κήρυξ ἐπιτάττει σιωπὴν, οὕτως αὐτοῖς ἐγκελευσάμενος σιγᾷν, ἵνα μάθωσι τί ἀποφαίνεται ὁ Θεὸς, ἐπιφέρει· Ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ τὰ ἑξῆς. Σιωπήσωμεν, φησὶ, μέλλει γὰρ ἀποφαίνεσθαι εἰρήνην παντὶ τῷ λαῷ, καὶ μάλιστα τοῖς ἀνακειμένοις αὐτῷ, καὶ ἐξηρτημένοις αὐτοῦ ἐξ ὅλης τῆς διανοίας· ἃ γὰρ βούλεται ὁ Θεὸς ἐναποτίθεται διανοίᾳ, μὴ πλήττων ἔξω τὴν ἀκοήν. Οὕτω καὶ ὁ Ἀβακούμ· Καὶ ἀποσκοπεύσω, τοῦ ἰδεῖν τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεός. Καὶ Παῦλος· Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; ἐν ᾧ γὰρ λαλεῖ Χριστὸς, ἐκείνῳ λαλεῖ· οὐ μὴν καὶ ᾧ λαλεῖ τις ἐν ἐκείνῳ λαλεῖ. Τὸ δὲ καὶ λαληθὲν αὐτῷ εἰρήνην ἐπὶ τὸν λαὸν εἶναί φησιν, ἢ τῶν πολεμίων ἀνατραπέντων, ἢ εἰρήνην τὴν ὑπερέχουσαν πάντα νοῦν, ἐσχηκότα παντὸς ἀπηλλαγμένον θορύβου καὶ ταραχῆς, καὶ γαληνιῶντα τὸν λογισμόν. Αὕτη ἡ εἰρήνη, ἀπὸ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ Κυρίου Ἰησοῦ ἅμα χάριτι δίδοται τοῖς ἀποδιδοῦσι τὰ τοῦ Θεοῦ τῷ Θεῷ, τὴν αὐτοῦ δικαιοσύνην φυλάττουσι, κυρίως ὁσίοις αὐτοῦ καλουμένοις. Δίδοται καὶ τοῖς ἐπιστρέφουσιν οὐκ ἐπιπλάστως, ἀλλ' ἐκ βάθους καρδίας.
Psalm 84, verse 9. Of Diodorus. Just as when kings wish to speak aloud the herald enjoins silence, so having bidden them keep silent that they may learn what God declares, he adds: For He will speak peace unto His people, and what follows. Let us keep silent, he says, for He is about to declare peace unto all the people, and especially unto those who are dedicated to Him and cleave unto Him with their whole mind; for the things which God wills He deposits in the mind, without striking the outward hearing. So also Habakkuk: And I will keep watch, to see what the Lord God will speak in me (Hab. 2:1). And Paul: Since ye seek a proof of Christ speaking in me (2 Cor. 13:3); for in whom Christ speaks, unto that man He speaks; yet not when someone speaks unto a man does he also speak in him. And that which was spoken to him he says is peace upon the people, either when the enemies have been overthrown, or the peace that surpasses all understanding (Phil. 4:7), keeping his reasoning freed from all tumult and trouble, and in calm. This peace, from God the Father and the Lord Jesus, together with grace, is given to those who render the things of God unto God, who keep His righteousness, and who are in the proper sense called His saints. It is given also to those who turn back not feignedly, but from the depth of their heart.
PSAL. LXXXV, in titulo. Διοδώρου. Τὴν αὐτὴν ὑπόθεσιν ἔχουσιν ὁ πεʹ καὶ ὁ πςʹ ψαλμός· ἐκ προσώπου γὰρ εἴρηνται τοῦ Ἐζεκίου καὶ τῶν σὺν αὐτῷ· ἀλλ' ὁ μὲν πεʹ ὡς ἔτι κεκυκλωμένης τῆς πόλεως ὑπὸ τῶν Ἀσσυρίων, ὅτε δι' ἀγγέλου χειρὸς ἀνῃρέθησαν.
Psalm 85, in the title. Of Diodorus. The eighty-fifth and eighty-sixth psalms have the same subject; for they are spoken from the person of Hezekiah and those with him; but the eighty-fifth as though the city were still surrounded by the Assyrians, when they were slain by the hand of an angel.
Vers. 2. Διοδώρου. Ἃς εἶχεν ἀρετὰς ἀξιοῖ φυλαχθῆναι. Ἔφη γὰρ εἶναι πτωχὸς καὶ πένης καὶ ὅσιος, ὡς καὶ ἀλλαχοῦ φησι· Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας. Δοῦλος δὲ Θεοῦ, ὁ μὴ δουλεύων ἁμαρτίᾳ· ὁ δὲ μήπω υἱὸς, δοῦλός ἐστι.
Verse 2. Of Diodorus. He asks that the virtues which he had may be preserved. For he said that he was poor and needy and holy, as elsewhere also he says: Let not the foot of pride come against me (Ps. 35:12). And a servant of God is he who does not serve sin; whereas he who is not yet a son is a servant.
Vers. 13. Διοδώρου. Παῖδα καὶ υἱὸν παιδίσκης ἑαυτὸν ὁ Ἐζεκίας καλεῖ· ὡς ὅταν λέγῃ ἄνθρωπον, καὶ υἱὸν ἀνθρώπου. Καλῶς δὲ εἰς δυσώπησιν τοῦ Θεοῦ τὴν μητέρα μᾶλλον προβάλλεται ἢ τὸν πατέρα· εὐσεβεστέρα γὰρ αὕτη ἐδόκει εἶναι τοῦ Ἄχαζ τοῦ πατρὸς αὐτοῦ, οὐ πάνυ ὄντος εὐσεβοῦς.
Verse 13. Of Diodorus. Hezekiah calls himself a servant and the son of a handmaid; just as when he says a man, and the son of man. And fitly for the entreating of God does he put forward his mother rather than his father; for she appeared to be more pious than Ahaz his father, who was not at all pious.
PSAL. LXXXVI, vers. 2. Διοδώρου. Σκηνώματα Ἰακὼβ καλεῖ τὰς δέκα φυλάς. Ἔδειξεν οὖν, φησὶν, ὁ Θεὸς ὅτι πλέον τὴν Σιὼν ἀγαπᾷ τῶν ἄλλων Ἰσραηλιτῶν· δι' ὧν ταύτην μὲν ἔσωσεν, ἐκείνους δὲ ἐξέδωκεν Ἀσσυρίοις.
Psalm 86, verse 2. Of Diodorus. He calls the ten tribes the tabernacles of Jacob. God showed, therefore, he says, that He loves Sion more than the other Israelites, inasmuch as He saved her, whereas them He delivered over to the Assyrians.
Vers. 5. Διοδώρου. Ὥσπερ τὴν Ἱερουσαλὴμ θυγατέρα καλεῖ, οὕτω τὴν Σιὼν μητέρα ὀνομάζει. Λέγει οὖν· Ὅτι μὴ πορθήσῃς τὴν Σιὼν, ἔξεστι τοῖς ἀπομείνασι καλεῖν σε μητέρα· Καὶ ἄνθρωπος ἐγεν-
Verse 5. Of Diodorus. Just as he calls Jerusalem a daughter, so he names Sion a mother. He says therefore: Because Thou didst not lay Sion waste, it is permitted to those who remained to call thee mother: And a man was born-
PG 33:1618Read from the page
νήθη ἐν αὐτῇ. Οὐδὲ γὰρ ἀπέβαλες, φησὶ, τοὺς ἀνθρώπους τοὺς ἐν σοὶ, ἀλλ' ἔμεινας ἔχουσα αὐτοὺς οἰκήτορας διὰ τὴν τοῦ Θεοῦ συμμαχίαν. Ὅθεν ἐπιφέρει· Καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος. Ἅτε γὰρ, φησὶ, παρ' αὐτοῦ Θεοῦ θεμελιωθεῖσα, ἀνάλωτος ἐγένου τοῖς πολεμίοις.
in her. For neither didst thou lose, he says, the men within thee, but thou didst remain having them as inhabitants through the alliance of God. Whence he adds: And the Most High Himself hath founded her. For inasmuch, he says, as thou wast founded by God Himself, thou didst prove impregnable to the enemies.
Vers. 6. Διοδώρου. Ἀνακτήσῃ, φησὶ, πάλιν τὰ πάτριά σου, καὶ ἔσονται σύνοδοι εὐσεβούντων ἐν τῷ ναῷ, καὶ ἀναγνωσθήσονται θεῖαι Γραφαὶ, δι' ὧν ὁ Θεὸς δοκεῖ τοῖς λαοῖς διαλέγεσθαι. Ἐν αἷς συνόδοις, φησὶ, καὶ ἄρχοντες ἔσονται πάλιν. Λέγει δὲ τοὺς διδασκάλους καὶ ἱερέας. Καὶ τί δεῖ τὰ πολλὰ λέγειν, φησίν; Οὕτως ἔσῃ πεπολισμένη καὶ πεπληθυσμένη, ὡς ἂν πόλις οἰκισθεῖσα παρὰ ἀνθρώπων ἀλύπως διαγόντων τῶν ἐν αὐτῇ καὶ μετὰ πλείστης εὐφροσύνης.
Verse 6. Of Diodorus. Thou shalt recover again, he says, thine ancestral institutions, and there shall be assemblies of pious men in the temple, and the divine Scriptures shall be read aloud, through which God seems to converse with the peoples. In which assemblies, he says, there shall also be rulers again. And he means the teachers and priests. And what need is there to say much, he says? Thou shalt be thus peopled and multiplied, even as a city settled by men living in it free from sorrow and with the greatest gladness.
PSAL. LXXXVII, in titulo. Διοδώρου. Τὸ μέγεθος τῶν συμφορῶν περιέχει ὁ πζʹ ψαλμὸς τοῦ ἐν Βαβυλῶνι λαοῦ, δεομένου τῆς τῶν κακῶν ἀπαλλαγῆναι βαρύτητος.
Psalm 87, in the title. Of Diodorus. The eighty-seventh psalm contains the greatness of the calamities of the people in Babylon, praying to be delivered from the heaviness of their evils.
Vers. 8. Διοδώρου. Τοὺς μετεωρισμοὺς ως ἐπὶ θαλάσσης εἶπεν ἐνταῦθα, ἀντὶ τοῦ, Πᾶσαν τὴν ἄβυσσον ὀργῆς σου ἐπήνεγκάς μοι.
Verse 8. Of Diodorus. He spoke here of the billowy surgings as upon a sea, instead of, All the abyss of Thy wrath hast Thou brought upon me.
Vers. 9. Διοδώρου. Ἀπεκλαιόμην, φησὶν, ὑπὲρ τοῦ λαοῦ, ἰδὼν αὐτοὺς τοῦ κατὰ Θεὸν πλούτου ἐκπεσομένους, καὶ εἰς πτωχείαν ἐξενεχθησομένους ἐσχάτην.
Verse 9. Of Diodorus. I wept aloud, he says, on behalf of the people, seeing that they were about to fall away from the wealth that is according to God, and to be carried away into extreme poverty.
Vers. 11. Διοδώρου. Ὁ Σύμμαχος, Ἄρα νεκροῖς ποιήσεις τεράστια; καὶ πάλιν, Ἢ διηγήσεταί τις ἐν τάφῳ; καὶ πάλιν, Ἢ γνωσθήσεται; Ταῦτα γὰρ οὐχ ἁπλῶς ἀπογινώσκων ἔλεγεν ὁ Σωτὴρ ἐν τῷ τοῦ πάθους καιρῷ, ἀλλὰ παραχωρῶν ὡς δυνατὰ τῷ Πατρὶ, ἐπεδίδασκε τὰς αἰτίας αὐτοῦ τῆς καθόδου τῆς εἰς τὸν θάνατον· ὡσεὶ ἔλεγεν. Εἰ γὰρ μὴ κἀκείνους ἤθελες σῶσαι, οὐκ ἂν ἕως ᾅδου με κατωτάτου κατελθεῖν συνεχώρησας, τὰ ὑπὲρ τέχνην ἰατρικὴν τῇ σῇ δυνάμει ποιῶν, ὅπως ἀναστάντες ἐξομολογήσωνται οἱ νεκροί. Ταῦτα δὲ πρὸς ἔργον ἐξέβη, κἀν τοῖς περὶ τὸ μνῆμα, καὶ τὸ τοῦ Σωτῆρος μαρτύριον θαύμασι γενομένοις. Ταῦτα γὰρ πάντα τὰ θαυμάσια αὐτοῦ καὶ ἡ δικαιοσύνη· καὶ ἐπὶ τοὺς πάλαι τελευτήσαντας ἔφθασε, δι' οὓς ἐκεῖ κατῆλθεν, ἵνα μὴ μόνον ζώντων, ἀλλὰ καὶ νεκρῶν κυριεύσῃ. Διὸ καὶ πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ σὺν αὐτῷ τῷ Σωτῆρι εἰς τὴν ἁγίαν Θεοῦ πόλιν εἰσῆλθον, δηλονότι τὴν ἐπουράνιον. Τοὺς αὐτοὺς δὲ νεκροὺς ἔφη καὶ ἐν τάφῳ, καὶ ἐν ἀπωλείᾳ, καὶ σκότῳ.
Verse 11. Of Diodorus. Symmachus says, Wilt Thou work portents for the dead? and again, Or shall anyone recount in the tomb? and again, Or shall it be known? For the Saviour did not say these things at the time of His passion as simply despairing, but yielding them as possible to the Father, He taught the causes of His descent into death; as though He were saying: For if Thou hadst not willed to save those men also, Thou wouldst not have permitted Me to descend even unto lowest Hades, doing the things that surpass medical art by Thy power, so that the dead, having risen, may confess unto Thee. And these things came to pass in deed, even in the miracles that took place around the tomb and the testimony of the Saviour. For all these wonderful works of His and His righteousness reached also unto those who had died of old, for whose sake He descended thither, that He might be Lord not only of the living, but also of the dead (Rom. 14:9). Wherefore also many bodies of the saints who had fallen asleep were raised, and entered with the Saviour Himself into the holy city of God (Matt. 27:52-53), namely, the heavenly one. And the same dead he spoke of as being both in the tomb, and in destruction, and in darkness.
Vers. 16. Διοδώρου. Λέγοις δ' ἂν ὕψωσιν, καὶ τὴν ἐν σημείοις καὶ τέρασι. Περὶ ἧς εἰπόντος τὸ, Δόξασόν με, φησὶν ὁ Πατήρ· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω. Ταύτην γὰρ ὑπὲρ ἡμῶν παθὼν ἐταπείνωσεν.
Verse 16. Of Diodorus. And you might call exaltation that also which is in signs and wonders. Concerning which, when He said, Glorify Thou Me, the Father says: I have both glorified it, and will glorify it again (John 12:28). For this He humbled when He suffered on our behalf.
PSAL. LXXXVIII, in titulo. Διοδώρου. Ὁ λαὸς ὁ Ἰσραηλίτης εἴ ποτε ἐν μεγάλῳ κατέστη κινδύνῳ, καὶ ἀπέγνω τὰ καθ' αὑτὸν, μίαν περιέμενεν ἐλπίδα σωτηρίας τὴν ἐπαγγελίαν τὴν κατὰ τὸν Χριστὸν, δοθεῖσαν μὲν ἐξ ἀρχῆς τῷ Ἀβραὰμ, ἀνακαινισθεῖσαν δὲ τελευταῖον ἐπὶ τοῦ Δαβίδ. Καὶ νῦν οὖν ἐν αἰχμαλωσίᾳ διατρίψαντες ἐπὶ πολὺν τὸν χρόνον, καὶ ἀπογνόντες τῆς σωτηρίας, οὐκ ἔχοντες παῤῥησίαν εἰς τὸ
Psalm 88, in the title. Of Diodorus. Whenever the Israelite people was placed in great danger and despaired of its own affairs, it awaited as its one hope of salvation the promise concerning the Christ, which was given from the beginning to Abraham, and renewed finally in the time of David. And now therefore, having spent a long time in captivity, and having despaired of salvation, not having boldness to
Notes, col. 1618

On the reading

Printed ως, for ὡς.

Printed Ἄρα, for Ἆρα.

PG 33:1619Read from the page
δεηθῆναι αὐτοὶ τοῦ Θεοῦ, πρὸς τὸν Δαβὶδ, ὡς τοῦ Θεοῦ ἐπαγγειλαμένου ἐκ τοῦ σπέρματος αὐτοῦ βασιλέα ἀνιστᾷν διαιωνίζοντα, κατά τε τὴν δόξαν καὶ τὸ κράτος κοινῇ ποιοῦνται μετὰ συντριβῆς καρδίας τὴν αἴτησιν. Ἔστι μὲν οὖν τὰ μὲν πρῶτα τοῦ ψαλμοῦ ὑπομιμνησκόντων τὸν Θεὸν τῶν ἐπαγγελιῶν τῶν αὐτοῦ τῶν πρὸς Δαβίδ· τὰ δὲ τελευταῖα δεομένων διὰ τὴν ἐπαγγελίαν τυχεῖν τῆς φιλανθρωπίας.
pray to God themselves, having regard to David, inasmuch as God had promised to raise up from his seed a king enduring perpetually, both in glory and in power, they make their petition in common with contrition of heart. The first parts of the psalm, therefore, are those of men reminding God of His promises made unto David; while the last parts are those of men praying that on account of the promise they may obtain His loving-kindness.
Vers. 3. Διοδώρου. Ὑπέσχου, φησὶ, τὴν τοιαύτην φιλανθρωπίαν συνοικοδομεῖν τῷ αἰῶνι. Καὶ καλῶς οἰκοδομίαν ἐκάλεσε τὴν τῆς ἐπαγγελίας αὔξησιν. Ἤρξατο γὰρ ἐξ ἑνὸς τοῦ Ἀβραὰμ, εἶτα διέβη εἰς τὸν λαὸν τὸν Ἰσραηλίτην, καὶ ἐκ τοῦ λαοῦ τοῦ Ἰσραηλίτου εἰς πᾶσαν τὴν οἰκουμένην. Τὴν οὖν κατὰ μικρὸν αὔξησιν οἰκοδομίαν ἐκάλεσεν. Ἕτοιμον δὲ πανταχοῦ τὸ ἑδραῖον καλεῖ καὶ τὸ βέβαιον. Βούλεται οὖν εἰπεῖν ὅτι, ἡ τοιαύτη σου ἐπαγγελία ἥδρασται, καὶ τὴν βεβαίωσιν ἔχει ἄνω ἐν τοῖς οὐρανοῖς, ὥστε αὐτῆς μηδὲν ἐπίγειον περιγίνεσθαι πρᾶγμα.
Verse 3. Of Diodorus. Thou didst promise, he says, to build up such loving-kindness for ever. And rightly did he call the increase of the promise a building up. For it began from one man, Abraham, then passed over unto the Israelite people, and from the Israelite people unto the whole inhabited earth. The gradual increase, therefore, he called a building up. And everywhere he calls that which is stedfast and sure, prepared. He wishes therefore to say that this Thy promise has been established, and has its confirmation above in the heavens, so that no earthly thing can prevail over it.
Vers. 5. Διοδώρου. Μόνῳ δὲ τῷ Δαβὶδ δι' ὅρκου πεποίηται τὴν περὶ τοῦ σπέρματος ἐπαγγελίαν, ἐπεὶ καὶ Δαβὶδ πρὸ ταύτης ἐν ρλαʹ ψαλμῷ σὺν ὅρκῳ λέγει· Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ὡς ὤμοσε τῷ Κυρίῳ, εὔξατο τῷ Θεῷ Ἰακώβ· Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου· εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. Διόπερ ὁ Θεὸς ἔνθεν ὡς διδοὺς ὅρκῳ τὸν ὅρκον ἀμείβεται, καὶ συνάπτει τοῖς εἰρημένοις ἑξῆς· Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν· Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου (Psal. CXXXI, 11)· Κατὰ γὰρ τὴν τοῦ Σωτῆρος φωνὴν (Matth. VII, 2), Ὧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἦν γὰρ ζηλώσας ὁ Δαβὶδ, τὴν πανταχοῦ γῆς ἀσέβειαν θεωρῶν, τῆς μὲν ἀντικειμένης τιμωμένης δυνάμεως, τοῦ δὲ Ποιητοῦ τῶν ὅλων ἠγνοημένου. Ὅθεν εὔξατο σὺν ὅρκῳ πρῶτος, οἰκοδομήσειν ἱερὸν ἐπὶ γῆς τῷ τῶν ὅλων Θεῷ, ἐν ᾧ τὴν διὰ Μωϋσέως κιβωτὸν ἀναπαύσειε· πρὸ γὰρ τοῦ Δαβὶδ περιήγετο ποτὲ μὲν εἰς Γάλγαλα, ποτὲ δὲ εἰς Μασηφὰ, ποτὲ δὲ εἰς Σηλὼμ, ἄλλοτε πρὸς ἀλλοφύλους, κἀκεῖθεν εἰς Βηθσαμοῦς, εἶτα εἰς Καριαθιαρεὶμ, εἶτα εἰς οἶκον Ἀμιναδὰβ, κἀκεῖθεν εἰς οἶκον Ἀβεδδαρᾶ· ὅθεν αὐτὴν ὁ Δαβὶδ εἰς Σιὼν τὴν πόλιν μετεστήσατο· διὸ καὶ ναὸν ἀνεγείρειν εἰς ὃν αὐτὸν οἴσει σοι διϊσχυρίσατο· καὶ τὴν μὲν προαίρεσιν ὁ Θεὸς ἀπεδέξατο, οὐ μὴν τὸν οἶκον ἐπέτρεψε ποιῆσαι· μὴ γὰρ δεῖσθαί τινος πρὸς οἴκησιν αἰσθητοῦ· εἰ δὲ χρὴ Θεὸν οἰκεῖν ἐπὶ γῆς, ἐκ σπέρματος αὐτοῦ προελεύσεσθαι κατὰ σάρκα τὸν Σωτῆρα Χριστὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ καὶ αἰώνιον, καὶ τὴν αὐτοῦ καθολικὴν Ἐκκλησίαν παγήσεσθαι δι' αὐτοῦ. Δύο δὲ νῦν ἐπαγγέλλεται τῷ Δαβίδ· Ἓν μὲν, αὐτοῦ τὸ σπέρμα φυλάξειν ἕως αἰῶνος· δεύτερον δὲ, τὸν θρόνον αὐτοῦ οἰκοδομήσειν εἰς γενεὰν καὶ γενεάν. Ἀσυστάτων δὲ τούτων ὄντων ἐπὶ τῆς γῆς, εἰς οὐρανοὺς ἑξῆς ἀναπέμπει τὰ τούτων
Verse 5. Of Diodorus. Unto David alone did He make the promise concerning his seed with an oath, since David also before this in the one hundred and thirty-first psalm speaks with an oath: Remember, O Lord, David, and all his meekness: how he sware unto the Lord, and vowed unto the God of Jacob: I will not enter into the tabernacle of my house; I will not go up into the bed of my couch; I will not give sleep to mine eyes, nor slumber to mine eyelids, until I find a place for the Lord, a tabernacle for the God of Jacob (Ps. 131:1-5). Wherefore God hence requites the oath as giving oath for oath, and subjoins next to the things spoken: The Lord hath sworn truth unto David, and He will not annul it: Of the fruit of thy body will I set upon thy throne (Ps. 131:11); for according to the voice of the Saviour (Matt. 7:2), With what measure ye mete, it shall be measured to you again. For David had been filled with zeal, beholding ungodliness everywhere on earth, the opposing power being honoured, while the Maker of all things was unknown. Whence he first vowed with an oath that he would build a temple upon earth to the God of all, wherein he might give rest to the ark made through Moses; for before David it was carried about, at one time to Gilgal, at another time to Mizpah, at another time to Shiloh, at another time to the Philistines, and from thence to Beth-shemesh, then to Kiriath-jearim, then to the house of Abinadab, and from thence to the house of Obed-edom; whence David removed it to the city of Sion; wherefore also he strongly affirmed that he would raise up a temple unto Thee into which he would bring it; and God accepted his purpose, yet did not permit him to build the house; for He had no need of anything sensible for a dwelling; and if God must dwell upon earth, from his seed would come forth according to the flesh the Saviour Christ, His Only-begotten and eternal Son, and His catholic Church would be established through Him. And two things He now promises to David: one, to keep his seed for ever; and second, to build up his throne unto generation and generation. And since these things cannot subsist upon the earth, He next refers to the heavens their
Notes, col. 1619

On the reading

Printed Ὧ, for ᾯ.