τῶν ἁπανταχοῦ ὀρθοδόξων ἐπισκόπων πολλάκις ἀπαγορευθεὶς Λούκιος, τῆς πρὸς αὐτὸν ἀπεχθῶς διακειμένης ἐπ' εὐλόγοις ταῖς προφάσεσιν ἐπέστη πόλεως. Οὐ γὰρ μόνον, ὡς ὁ δύσφημος ἐν Ψαλμοῖς ἄφρων, λέγει, Οὐκ ἔστι Θεὸς ἀληθινῶς ὁ Χριστὸς, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασι διεφθάρη καὶ διέφθειρε, χαίρων ἐπὶ ταῖς βλασφημίαις, ταῖς κατὰ τοῦ Σωτῆρος πεμπομέναις παρὰ τῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα. Πῶς οὐχ ὅπουγε παραπλήσιον Ἕλλησιν ἔχων τὸ φρόνημα, προσφάτῳ τολμᾷ ὁ ἀλιτήριος σέβειν Θεῷ; Ἐπ' ὄψεσι γὰρ αὐτῷ τούτους τοὺς ἐπαίνους ἔπεμπον· Καλῶς ἦλθες, ἐπίσκοπε, Υἱὸν μὴ λέγων· ὁ Σέραπίς σε φιλῶν εἰσήνεγκε· τὸ πάτριον εἴδωλον ἑαυτῶν ὀνομάζοντες. Αὐτίκα γὰρ ῥοπῆς οὐδὲ μιᾶς παρελθούσης, ὁ προειρημένος Μάγνος, ὁ τῆς ἀσεβείας αὐτοῦ κοινωνὸς ἀδιαίρετος, καὶ δορυφόρος πικρὸς, καὶ σατράπης ὠμότατος, συναθροίσας καὶ τὰ ὑπὸ τὴν ἑαυτοῦ φροντίδα ἐπανακείμενα πλήθη, πρεσβυτέρους καὶ διακόνους τὸν ἀριθμὸν ἐννεακαίδεκα συλλαβόμενος, ὧν τινες τὸ ὀγδοηκοστὸν ὑπερβεβήκασιν ἔτος, ὡς ἁλόντας ἐπὶ μυσαρῷ τινι καὶ νόμῳ Ῥωμαίων ἐχθρῷ, δημόσιον ὁρίσας κριτήριον, κατηνάγκαζεν, οὐκ εἰδὼς τοὺς ὑπὲρ τῆς ἀρετῆς Χριστιανῶν νόμους, τὴν πατρῴαν παρὰ τῶν ἀποστόλων διὰ τῶν Πατέρων ἀποδοθεῖσαν ἡμῖν προδιδόναι πίστιν, ἡδόμενον ἐπι τούτῳ καὶ τὸν φιλανθρωπότατον Αὔγουστον Οὐάλεντα διισχυριζόμενος· Πείσθητε, τάλανες, λέγων μεγάλῃ τῇ βοῇ, τῷ τῶν Ἀρειανῶν φρονήματι, πείσθητε. Συγγνωμονήσει γὰρ ὑμῖν τὸ Θεῖον, κἂν ἀληθῆ σέβητε θρησκείαν, οὐκ αὐθαιρέτως, ἀλλὰ πρὸς ἀνάγκην τοῦτο πράξασι. Τῇ μὲν γὰρ ἀνάγκῃ ἀπολογία περιλείπεται· τῷ δὲ αὐθαιρέτῳ ἀκολουθεῖ κατηγορία. Διὸ τοιούτους λογισμοὺς πρὸ ὀφθαλμῶν τιθέμενοι, ἥκετε πρόθυμοι, μελλησμὸν ἀποθέμενοι πάντα, τῷ Ἀρείου ὑπογράφοντες δόγματι, ὃ νῦν κηρύττει ὀνομαστὶ Λούκιος λέγων· εὖ εἰδότες, ὡς πειθαρχοῦντες, χρήματα καὶ πόρους καὶ γέρα παρὰ βασιλέων ἕξετε· ἀπαναινόμενοι δὲ, εἱρκτῆς καὶ στρεβλώσεων καὶ βασάνων καὶ μαστίγων καὶ δαμαστηρίων πεῖραν λήψεσθε· χρημάτων ὁμοῦ καὶ κτημάτων στερηθέντες, καὶ τῆς πατρίδος μεταναστάντες, εἰς χαλεποὺς οἰκῆσαι τόπους κατακριθήσεσθε.
by the orthodox bishops everywhere had often been renounced, Lucius, set foot in the city that was hostilely disposed towards him on reasonable grounds. For not only, like the blasphemous fool in the Psalms, does he say, Christ is not truly God, but in his practices also he was corrupted and corrupted others, rejoicing over the blasphemies sent forth against the Saviour by those who worship the creature rather than the Creator. How could it not be so, when, holding a mindset akin to the Greeks, the accursed wretch dares to worship a recent God? For before his face they sent up to him these praises: Welcome, bishop, who dost not affirm the Son; Serapis loving thee has brought thee in; naming their own ancestral idol. For immediately, when not even a single moment had passed, the aforesaid Magnus, the inseparable partner of his impiety, and bitter bodyguard, and most cruel satrap, having gathered together also the multitudes lying under his own care, having seized presbyters and deacons nineteen in number, some of whom had passed their eightieth year, as though caught in some abominable crime hostile to the law of the Romans, having appointed a public tribunal, sought to compel them, knowing not the laws of Christians on behalf of virtue, to betray the ancestral faith delivered to us from the apostles through the Fathers, strongly affirming that the most humane Augustus Valens also was pleased at this: Be persuaded, wretched men, saying with a loud cry, by the mindset of the Arians, be persuaded. For the Deity will pardon you, even if you worship the true religion, since you have done this not of your own choice, but out of necessity. For to necessity indeed a defence is left; whereas accusation follows upon what is of one's own choice. Wherefore, setting such considerations before your eyes, come eagerly, laying aside all delay, subscribing to the dogma of Arius, which Lucius now proclaims by name, saying; knowing well that, if you obey, you will have money and revenues and honours from the emperors; whereas if you refuse, you will experience prison and racks and tortures and whips and instruments of torment; deprived at once of money and possessions, and removed from your native land, you will be condemned to inhabit harsh places.