PG 33:1193Read from the pageκαὶ αὐτὸς ἡ μάχαιρα τοῦ Πνεύματος· αὐτὸς ὁ ποιμὴν, καὶ αὐτὸς τὸ ἀρνίον· αὐτὸς ὁ θύτης, καὶ αὐτὸς ὁ θυόμενος· αὐτὸς ὁ ἀναφερόμενος, καὶ αὐτὸς ὁ τὴν θυσίαν δεχόμενος· αὐτὸς ὁ νόμος, καὶ αὐτὸς ὁ νῦν ὑπὸ νόμον γινόμενος.
and Himself the sword of the Spirit (Eph. 6:17); Himself the Shepherd, and Himself the little Lamb; Himself the Sacrificer, and Himself the One sacrificed; Himself the One offered up, and Himself the One Who receives the sacrifice; Himself the Law, and Himself the One now coming to be under the Law (Gal. 4:4).
Ϛʹ. Ἀλλὰ γὰρ φέρε λοιπὸν, τὰ περὶ τῆς ἡμέρας ἐκ τῶν ἱερῶν Εὐαγγελίων ἀκούσωμεν. Φησὶ γὰρ περὶ Χριστοῦ ὁ θαυμάσιος Λουκᾶς, ὅτι Ὅτε ἐπληρώθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον τὸν Ἰησοῦν εἰς Ἱερουσαλὴμ, τοῦ παραστῆσαι αὐτὸν τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν τῷ νόμῳ Κυρίου· Ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται. Σαμουὴλ μὲν οὖν, καὶ Ἰσαὰκ, ὁμοῦ τε καὶ Ἰακὼβ, Ἰωσήφ τε, καὶ ἕτεροι οἱ ἐκ στειρώσεως παρ' ἐλπίδα τεχθέντες, καὶ διανοίξαντες ἀκάρπους μήτρας μητέρων, ἅγιοι τῷ Κυρίῳ ἐκλήθησαν· Χριστὸς δὲ ὁ μόνος ἐκ μόνης (τοῦ μόνου Μονογενὴς) Παρθένου τεχθεὶς, καὶ μὴ διανοίξας πύλας παρθενικὰς, οὐχ Ἅγιος τῷ Κυρίῳ, ἀλλ' Ἅγιος τῶν ἁγίων, καὶ Κύριος τῶν κυρίων, καὶ Θεὸς τῶν θεῶν, καὶ πρωτότοκος τῶν πρωτοτόκων, ἄρχων τε ἀρχόντων, καὶ βασιλεὺς βασιλευόντων, καὶ κληθήσεται, καὶ πιστευθήσεται, καὶ προσκυνηθήσεται, καὶ νῦν ἐν τῷ ναῷ ὑπὸ Συμεὼν κηρυχθήσεται.
VI. But come now, for the rest, let us hear the things concerning this day from the sacred Gospels. For the wondrous Luke says concerning Christ: When the days of their purification according to the law of Moses were fulfilled, they brought Jesus up to Jerusalem, to present Him to the Lord, as it is written in the law of the Lord: Every male that opens the womb shall be called holy to the Lord (Luke 2:22-23). Samuel, therefore, and Isaac, together with Jacob, and Joseph, and others born beyond hope out of barrenness, having opened the unfruitful wombs of their mothers, were called holy to the Lord; whereas Christ, Who alone was born of the Virgin alone (the Only-begotten of the Only One), and did not open the virginal gates, shall not be called Holy to the Lord, but Holy of holies (Dan. 9:24), and Lord of lords, and God of gods, and Firstborn of the firstborn, and Ruler of rulers, and King of those who reign (1 Tim. 6:15; Rev. 19:16), and shall be believed in, and shall be worshipped, and now in the temple shall be proclaimed by Symeon.
Ζʹ. Ἦν γὰρ, φησὶν, ἄνθρωπος ἐν Ἱερουσαλὴμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος, καὶ Πνεῦμα ἅγιον ἦν ἐν αὐτῷ. Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου, μὴ ἰδεῖν θάνατον, πρὶν ἢ ἰδεῖν τὸν Χριστὸν Κυρίου. Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν. Καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ὁ Συμεὼν ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ, καὶ ηὐλόγησε τὸν Θεὸν, καὶ εἶπε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ. —
VII. For there was, he says, a man in Jerusalem, whose name was Symeon; and this man was righteous, and the Holy Spirit was in him. And it had been divinely revealed to him by the Holy Spirit, that he should not see death before he had seen the Christ of the Lord. And he came in the Spirit into the temple. And when the parents brought in the Child Jesus, to do for Him according to the custom of the law, Symeon himself also received Him into his arms, and blessed God, and said: Now lettest Thou Thy servant depart, O Master, according to Thy word, in peace; for mine eyes have seen Thy salvation, which Thou hast prepared before the face of all peoples, a light for revelation to the Gentiles, and the glory of Thy people Israel (Luke 2:25-32). —
PG 33:1196Read from the pageΤίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ὁ κατέχων τὴν γῆν πᾶσαν δρακὶ, ἀγκάλαις πρεσβύτου χωρεῖται· καὶ βαστάζεται, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ.
Who shall utter the mighty acts of the Lord, or make all His praises to be heard (Ps. 105:2)? He Who holds all the earth in His grasp (Isa. 40:12) is contained in the arms of an aged man; and He Who upholds all things by the word of His power (Heb. 1:3) is carried.
Ηʹ. Ἀγαλλιάσθω ὁ Ἀδὰμ, διὰ Συμεὼν πρὸς Χριστὸν λέγων· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· νῦν ἀπολύεις με τῶν αἰωνίων δεσμῶν· νῦν ἀπολύεις με τῆς φθορᾶς· νῦν ἀπολύεις με τοῦ θανάτου· νῦν ἀπολύεις με τῆς λύπης, ὁ ἐμὸς Υἱὸς καὶ Θεός. Ὃν ἐν τῷ ναῷ Συμεὼν ἐναγκαλιζόμενος, καὶ τὸ ξένον τῆς οἰκονομίας μυστήριον πᾶσι τοῖς ἔθνεσι καὶ Ἰουδαίοις εὐαγγελιζόμενος, σκιρτᾷ καὶ ἀγαλλιᾷ· καὶ λαμπρᾷ, καὶ διαπρυσίῳ φωνῇ περὶ αὐτοῦ ἀνακέκραγε, λέγων· Οὗτός ἐστιν ὁ ὢν, καὶ προὼν, καὶ ἀεὶ τῷ Πατρὶ συμπαρών· ὁμοούσιος, ὁμόθρονος, ὁμόδοξος, ὁμοδύναμος, ἰσοδύναμος, παντοδύναμος, ἄναρχος, ἄκτιστος, ἀναλλοίωτος, ἀπερίγραπτος, ἀόρατος, ἄῤῥητος, ἀκατάληπτος, ἀψηλάφητος, ἀκατανόητος, ἀτέκμαρτος.
VIII. Let Adam exult, speaking through Symeon unto Christ: Now lettest Thou Thy servant depart, O Master, according to Thy word, in peace (Luke 2:29); now dost Thou release me from the everlasting bonds; now dost Thou release me from corruption; now dost Thou release me from death; now dost Thou release me from sorrow, O my Son and God. Whom Symeon embracing in the temple, and proclaiming as good tidings to all the Gentiles and to the Jews the strange mystery of the dispensation, leaps and exults; and with a clear and piercing voice he has cried aloud concerning Him, saying: This is He Who is, and Who pre-existed, and Who is ever present with the Father; consubstantial, sharing the same throne, sharing the same glory, sharing the same power, equal in power, almighty, without beginning, uncreated, immutable, uncircumscribed, invisible, ineffable, incomprehensible, intangible, inconceivable, inscrutable.
Θʹ. Οὗτός ἐστι τῆς πατρικῆς δόξης τὸ ἀπαύγασμα· οὗτός ἐστιν ὁ χαρακτὴρ τῆς πάντων συστάσεως· τοῦτο τὸ φῶς τῶν φώτων, ἐκ πατρικῶν ἀνατέλλον τῶν κόλπων· οὗτος ὁ Θεὸς τῶν θεῶν, καὶ ἐκ Θεοῦ Θεὸς γνωριζόμενος· οὗτος ἡ πηγὴ τῆς ζωῆς, ἐκ πηγῆς, τῆς τοῦ Πατρὸς ζωῆς, προερχόμενος· οὗτος ὁ ποταμὸς τοῦ Θεοῦ, ἐξ ἀβύσσου θείας ἐκπορευόμενος, ἀλλ' οὐ χωριζόμενος· οὗτος ὁ θησαυρὸς τῆς ἀγαθότητος τῆς πατρικῆς, καὶ ἀεννάου μακαριότητος· τοῦτο τὸ ὕδωρ τῆς ζωῆς, καὶ τὸ ζωὴν τῷ κόσμῳ χαριζόμενον· οὗτος ἡ ἀκτὶς ἡ ἄκτιστος, ἐκ προφώτου ἡλίου γεννώμενος, ἀλλ' οὐ τεμνόμενος.
IX. This is the effulgence of the paternal glory (Heb. 1:3); this is the express image of the constitution of all things; this is the Light of lights, rising forth from the paternal bosom; this is the God of gods (Ps. 83:8), known also as God from God; this is the Fountain of life (Ps. 35:10), proceeding from the Fountain, namely the life of the Father; this is the river of God (Ps. 45:5; 64:10), going forth out of the divine abyss, yet not separated therefrom; this is the treasury of the paternal goodness, and of perennial blessedness; this is the water of life (John 4:14), which also freely bestows life upon the world; this is the uncreated ray, begotten from the primal Sun of light, yet not severed therefrom.
PG 33:1197Read from the pageΙʹ. Οὗτός ἐστιν, ὁ, ἐκ μὴ ὄντων εἰς τὸ εἶναι, Θεὸς Λόγος λόγῳ μόνῳ τὰ πάντα συστησάμενος· οὗτός ἐστιν ὁ ἑωσφόρος, πρὸ ἑωσφόρου τὰς ἀσωμάτους διακοσμήσας δυνάμεις τῶν οὐρανίων, ἀσωμάτων, ἀοράτων, στρατευμάτων καὶ ταγμάτων· οὗτός ἐστιν ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους· οὗτός ἐστιν ὁ ὁμίχλῃ σπαργανώσας τὴν ἄβυσσον· οὗτός ἐστιν ὁ στερεώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων· οὗτός ἐστιν ὁ ψάμμῳ περιτειχίσας τὴν θάλασσαν· οὗτός ἐστιν ὁ διορίσας τὸ φῶς ἀπὸ τοῦ σκότους· οὗτός ἐστιν ὁ τὴν κυκλικὴν τῶν ἀστέρων συντάξας διακόσμησιν· οὗτός ἐστιν ὁ πάντα, τὸν ὁρώμενον καὶ νοούμενον, κόσμον ἐν σοφίᾳ συστησάμενος· οὗτός ἐστιν, ὁ χερσὶν ἀχειροπλάστοις ἐκ πηλοῦ διαπλάσας καὶ μορφώσας τὸν ἄνθρωπον· οὗτός ἐστιν ὁ κατ' εἰκόνα Θεοῦ δημιουργήσας ἡμᾶς, καὶ νῦν αὐτὸς κατ' εἰκόνα τὴν ἡμετέραν γενόμενος ἄνθρωπος. Ἄνθρωπος, ἀλλὰ μὴν καὶ Θεὸς ὁ αὐτός· ἄνθρωπος τὸ ὁρώμενον, ὅλος ὡς κἀγὼ αὐτὸς μετὰ τῶν ἐμῶν, ἵνα με καθαρίσας σώσῃ· Θεὸς, τὸ νοούμενον, τέλειος ἐκ τελείου Πατρὸς τὴν οὐσίαν ἔχων. Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων δεσποτικῇ, νῦν τὴν ἐμὴν μορφὴν ἔλαβε τὴν δουλικήν· οὐ μειώσας τῆς θεότητος τὸ ἀξίωμα, ἀλλ' ἁγιάσας τῆς ἐμῆς φύσεως τὸ φύραμα· ἄνω ὅλος, καὶ κάτω ὅλος ὁ αὐτὸς γνωριζόμενος· ἄνω γεννηθεὶς ἀχρόνως, καὶ κάτω ἀσπόρως· τῶν ἄνω ποιητὴς ὡς Θεὸς, καὶ κάτω ποίημα ὡς ἄνθρωπος.
X. This is God the Word (John 1:1), Who by a word alone established all things out of non-existence into being; this is the Morning Star, Who before the morning star (Job 38:7) arrayed the bodiless powers of the heavenly, bodiless, invisible armies and ranks; this is He Who alone stretched out the heaven, and walks upon the sea as upon dry ground (Job 9:8); this is He Who wrapped the abyss in mist as in swaddling-bands (Job 38:9); this is He Who established the earth upon the waters (Ps. 135:6); this is He Who walled the sea about with sand (Job 38:10-11); this is He Who divided the light from the darkness (Gen. 1:4); this is He Who ordered the circular array of the stars; this is He Who in wisdom established the whole world, both visible and intelligible; this is He Who with hands not made by hands fashioned and formed man out of clay (Gen. 2:7); this is He Who created us according to the image of God, and has now Himself become man according to our image. Man, yet truly the Same also God; man as to that which is seen, wholly such as I myself am with the things that are mine, that having cleansed me He might save me; God, as to that which is apprehended by the mind, perfect, having His essence from the perfect Father. Who, existing in the sovereign form of God, now took my servant's form (Phil. 2:6-7); not diminishing the dignity of the Godhead, but sanctifying the lump of my nature; known as the Same, whole above, and whole below; above begotten timelessly, and below without seed; Maker of the things above as God, and below a creature as man.
ΙΑʹ. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη· ἄκουε, Ἰσραὴλ· Κύριος ὁ Θεός σου, οὗτός ἐστιν ὃν ἐγὼ ὁ σὸς ἱερεὺς Συμεὼν ἐν ἀγκάλαις βαστάζων, μεγάλῃ κηρύττω τῇ φωνῇ, τῷ λαῷ ἐν τῷ ναῷ διαμαρτυρόμενος. Διὸ προσέχετε, λαός μου, τὸν λόγον μου· κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου. Τοῦτο τὸ παιδίον ἐστὶ, περὶ οὗ Ἠσαΐας προεκήρυξε, λέγων, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς (τῆς τοῦ Πατρὸς) ἄγγελος· θαυμαστὸς,
XI. Hear these things, all ye nations (Ps. 48:2); hear, O Israel: the Lord thy God, this is He Whom I, thy priest Symeon, carrying in my arms, proclaim with a loud voice, testifying to the people in the temple. Wherefore give heed, O my people, to my word; incline your ear to the words of my mouth (Ps. 77:1). This is the Child concerning Whom Isaiah proclaimed beforehand, saying: Unto us a Child is born, and unto us a Son is given; and His name is called the Angel of great counsel (of the Father's), Wonderful,
PG 33:1200Read from the pageσύμβουλος, Θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς (ὦ Ἰσραὴλ), ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Εἰ οὖν Θεὸς ἰσχυρὸς τοῦτο τὸ παιδίον, περὶ αὐτοῦ δηλονότι εἴρηκε Δαβίδ· Ὀφθήσεται ὁ Θεὸς τῶν θεῶν ἐν Σιών. Περὶ τούτου τοῦ παιδίου Ἱερεμίας βοᾷ, ὅτι Ὁ Θεὸς ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.
Counsellor, Mighty God, Potentate (O Israel), Prince of peace, Father of the age to come (Isa. 9:6). If therefore this Child is Mighty God, concerning Him manifestly David has said: The God of gods shall be seen in Sion (Ps. 83:8). Concerning this Child Jeremiah cries aloud: God was seen upon the earth, and conversed with men (Bar. 3:38).
ΙΒʹ. Τοῦτο τὸ παιδίον ἐστὶν, ὁ πάλαι τῷ Ἰσραὴλ τὴν θάλασσαν διαῤῥήξας, καὶ τὸν Φαραὼ βυθίσας· καὶ τὸν νόμον δοὺς τοῖς Ἰσραηλίταις, καὶ τὸ μάννα ἐπομβρίσας, καὶ στύλῳ πυρὸς τὸ γένος τῶν Ἑβραίων ὁδηγήσας, καὶ πέτραν ῥήξας, καὶ βάτον πυροδρόσου φλογὸς ἄφλεκτον φυλάξας. Τοῦτο τὸ παιδίον, τεσσαρακονταετῆ φονευτὴν Μωσέα τοῦ Αἰγυπτίου λαοῦ πεποίηκε, καὶ τεσσαράκοντα ἔτη ποιμένα προβάτων ἀνέδειξε, καὶ τεσσαράκοντα ἔτη ὁδηγὸν τῷ Ἰσραὴλ κατέστησε, καὶ τεσσαράκοντα ἡμέρας νηστεῦσαι ἐνεδυνάμωσεν· ὡς καὶ αὐτὸ τὸ παιδίον μετὰ τὸ βάπτισμα, τεσσαράκοντα ἡμέρας ἐνήστευσε, καὶ μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἐκ νεκρῶν ἀναστάσεως εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνελήλυθε, καὶ μετὰ τεσσαράκοντα ἡμέρας τῆς ἐκ Παρθένου γεννήσεως, νῦν εἰς τὴν ἐπίγειον Ἱερουσαλὴμ εἰσελήλυθε
XII. This is the Child Who of old clave the sea for Israel, and drowned Pharaoh (Exod. 14:21-29); and gave the law to the Israelites (Exod. 20:1 ff.), and rained down manna (Exod. 16:15), and guided the race of the Hebrews by a pillar of fire (Exod. 13:21-22), and rent the rock (Num. 20:8), and preserved the bush unconsumed in a flame of fire-dewed blaze (Exod. 3:2). This Child made Moses at forty years of age a slayer of the Egyptian people (Exod. 2:11), and for forty years appointed him a shepherd of sheep (Exod. 3:1), and for forty years established him as guide for Israel, and empowered him to fast for forty days (Exod. 24:18); even as this Child Himself after His baptism fasted for forty days (Matt. 4:2), and after forty days from His resurrection from the dead ascended into the Jerusalem above (Acts 1:3 ff.), and after forty days from His birth from the Virgin has now entered into the earthly Jerusalem.
ΙΓʹ. Περὶ τούτου τοῦ παιδίου Ἀμβακοὺμ προεκήρυξε, λέγων· Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, τουτέστιν, ἐκ τοῦ νότου· ἐκ νότου γὰρ τῆς Ἱερουσαλὴμ, ἐν Βηθλεὲμ νῦν ἐν Σιὼν εἰσελήλυθε. Διὰ τοῦτο τὸ παιδίον Μωϋσῆς ὑμῖν διεμαρτύρετο, λέγων, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν· καὶ πᾶς ὁ μὴ ἀκούων αὐτοῦ, ἐξολοθρευθήσεται ἡ ψυχὴ αὐτοῦ. Περὶ τούτου τοῦ παιδίου ὁ προφήτης Δαβὶδ ηὔχετο, λέγων· Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι· ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς· καὶ πάλιν· Ταχὺ προκαταλαμβανέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε· καὶ πάλιν· Κύριε,
XIII. Concerning this Child Habakkuk proclaimed beforehand, saying: God shall come from Thaeman (Hab. 3:3), that is, from the south; for from the south of Jerusalem, in Bethlehem, He has now entered into Sion. On account of this Child Moses testified unto you, saying: A Prophet shall the Lord God raise up unto you from your brethren; and every one who does not hear Him, his soul shall be utterly destroyed (Deut. 18:15-19; Acts 3:22-23). Concerning this Child the prophet David prayed, saying: Thou Who sittest upon the cherubim, shine forth; stir up Thy might, and come to save us (Ps. 79:2-3); and again: Let Thy tender mercies speedily go before us, O Lord (Ps. 78:8); and again: O Lord,
Notes, col. 1200
On the reading
Printed εἰσελήλυθε, for εἰσελήλυθε..
PG 33:1201Read from the pageκλῖνον τους οὐρανούς σου, καὶ κατάβηθι· καὶ ἄλλως· Σὺ Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη. Διὸ γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε.
bow Thy heavens, and come down (Ps. 143:5); and elsewhere: Thou, O Lord, the God of hosts, attend to visit all the nations (Ps. 58:6). Wherefore know, ye nations, and be worsted (Isa. 8:9).
ΙΔʹ. Ἴδετε, Ἰουδαῖοι, καὶ πείσθητε, ὅτι τοῦτο τὸ παιδίον ὑμνοῦσιν ἄγγελοι· τούτῳ προσκυνοῦσιν ἀρχάγγελοι· τοῦτο τρέμουσιν ἐξουσίαι· τοῦτο δοξάζουσι δυνάμεις· τούτῳ δουλεύουσι τὰ χερουβίμ· τοῦτο θεολογεῖ τὰ σεραφίμ. Τούτῳ δουλεύει ὁ ἥλιος· τούτῳ λειτουργεῖ σελήνη· τούτῳ ὑπακούει τὰ στοιχεῖα· τούτῳ ὑποτάσσονται αἱ πηγαί. Τοῦτο τὸ παιδίον ἰδοῦσαι πύλαι ᾅδου συνετρίβησαν· πύλαι δὲ οὐράνιοι ἀνεπετάσθησαν, καὶ ᾅδης ἰδὼν ἐτρόμαξε. Τοῦτο τὸ παιδίον θάνατον κατήργησε, τὸν διάβολον ᾔσχυνε, τὴν κατάραν ἔλυσε, τὴν λύπην κατέπαυσε, τὸν ὄφιν συνέτριψε, τὸ μεσότοιχον διέκοψε, τὸ πονηρὸν χειρόγραφον τῶν ἁμαρτιῶν διέῤῥηξε, τὴν ἁμαρτίαν ἐπάτησε, τὴν πλάνην κατέλυσε, τὴν κτίσιν ἀνέστησε. Τοῦτο τὸ παιδίον τὸν Ἀδὰμ διέσωσε, τὴν Εὔαν ἀνέπλασε, τὰ ἔθνη ἐκάλεσε, τὸν κόσμον ἐφώτισε.
XIV. Behold, ye Jews, and be persuaded, that angels hymn this Child; archangels worship Him; authorities tremble before Him; powers glorify Him; the cherubim serve Him; the seraphim celebrate His Godhead. The sun serves Him; the moon ministers to Him; the elements obey Him; the fountains are subject to Him. Having seen this Child, the gates of Hades were shattered; and the heavenly gates were thrown wide open, and Hades seeing Him trembled (Job 38:17). This Child abolished death, put the devil to shame, loosed the curse, brought sorrow to an end, crushed the serpent (Gen. 3:15), cut through the middle wall of partition (Eph. 2:14), tore asunder the evil bond of sins (Col. 2:14), trampled down sin, destroyed error, raised up creation. This Child saved Adam, refashioned Eve, called the Gentiles, enlightened the world.
ΙΕʹ. Διὸ δεῦτε καὶ ὑμεῖς, φιλόχριστοι καὶ φιλόθεοι· τῇ τοῦ Κυρίου καὶ Δεσπότου ὑπαντῇ φαιδροὶ πάντες καὶ καθαροὶ ὑπαντήσωμεν· μὴ νομικῶς, ἀλλὰ πνευματικῶς· μὴ γαστρὶ τρυφῶντες, ἀλλὰ πνεύματι σκιρτῶντες· μὴ οἴνῳ μεθύοντες, ἀλλὰ τῷ πνεύματι ζέοντες. Οὕτως σήμερον φαιδροὶ φαιδρῶς τὰς λαμπάδας κοσμήσωμεν· οὕτως, ὡς υἱοὶ φωτὸς, τοὺς κηροὺς τῷ φωτὶ τῷ ἀληθινῷ Χριστῷ προσαγάγωμεν· διότι φῶς εἰς ἀποκάλυψιν ἐθνῶν τῷ κόσμῳ ἐπέφανε. Διὸ ὡς φῶτα ἐκ φωτὸς, ὑπὲρ χιόνα ἀναλάμψωμεν, ὑπὲρ γάλα τυρωθέντες, ὑπὲρ λίθον σάπφειρον αὐγασθέντες· ὑπὲρ περιστερὰς ἀσπίλους εἰς οὐρανοὺς ἀναπτάντες, οὕτως ἐν νεφέλαις εἰς Θεοῦ ὑπάντησιν ἐξέλθωμεν.
XV. Wherefore come ye also, lovers of Christ and lovers of God; let us all, bright and pure, go to meet the Meeting of the Lord and Master; not according to the law, but spiritually; not revelling with the belly, but leaping for joy in spirit; not drunken with wine, but fervent in the spirit (Rom. 12:11). Thus today, bright ones, let us brightly adorn our lamps; thus, as sons of light (John 12:36), let us bring our tapers unto Christ the true Light; because a Light for revelation to the Gentiles (Luke 2:32) has shone forth upon the world. Wherefore, as lights from Light, let us shine forth brighter than snow, curdled whiter than milk, gleaming more than sapphire stone (Lam. 4:7); flying up to the heavens more than spotless doves (Isa. 60:8), let us thus go forth in the clouds to meet God.
ΙϚʹ. Ἅπαντες σήμερον, καὶ διὰ παντὸς τὰ
XVI. Let us all today, and continually, the
Notes, col. 1201
PG 33:1203Read from the pageτῆς ἑορτῆς βοήσωμεν· μετὰ ἀγγέλων χορεύσωμεν, μετὰ ποιμένων καταυγασθῶμεν, μετὰ μάγων προσκυνήσωμεν, μετὰ τῆς Βηθλεὲμ ἑορτάσωμεν, μετὰ τῆς Σιὼν ὑπαντήσωμεν, μετὰ τοῦ ναοῦ ἁγιασθῶμεν, μετὰ τῆς Παρθένου μεγαλύνοντες ἀγαλλιασθῶμεν· μετὰ Ἰωσὴφ προσενέγκωμεν, ὡς δύο τρυγόνας, τὴν ψυχὴν καὶ τὸ σῶμα· μετὰ Συμεὼν Χριστὸν ἐναγκαλισώμεθα, καὶ μετὰ Ἄννης ἀνθομολογησώμεθα· ὅπως τῶν αἰωνίων ἀγαθῶν ἐντὸς γενώμεθα, χάριτι, καὶ οἰκτιρμοῖς, καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
belong to the feast, let us cry aloud. With the angels let us lead the dance, with the shepherds let us be illumined, with the Magi let us worship, with Bethlehem let us keep the feast, with Sion let us go forth to meet Him, with the temple let us be sanctified, with the Virgin magnifying Him let us be exceeding glad; with Joseph let us offer, as two turtledoves, the soul and the body; with Simeon let us embrace Christ in our arms, and with Anna let us give thanks in return; that we may come within the eternal good things, by the grace, and compassions, and loving-kindness towards mankind of our Lord, and God, and Saviour Jesus Christ; to Whom be the glory and the dominion, with the Father and the Holy Spirit, unto the ages of the ages. Amen.
FRAGMENTUM S. CYRILLO HIEROSOLYMITANO TRIBUTUM A S. THOMA.
A FRAGMENT ATTRIBUTED TO SAINT CYRIL OF JERUSALEM BY SAINT THOMAS.
Opusc. 1 contra errores Graecorum, cap. 67, t. XVII, p. 9, col. 1.
Opusculum 1 Against the Errors of the Greeks, ch. 67, tome XVII, p. 9, col. 1.
Item Cyrillus Hierosolymitanus patriarcha dicit ex persona Christi loquens [ad Petrum] : Tu cum fine et ego sine fine cum omnibus quos loco tui ponam; plene et perfecte, sacramento et auctoritate cum eis ero, sicut sum et tecum.
Likewise Cyril the Patriarch of Jerusalem says, speaking in the person of Christ [unto Peter]: Thou with an end and I without an end with all whom I shall place in thy stead; fully and perfectly, in sacrament and in authority I shall be with them, even as I am also with thee.
Launoius, epistola ad Paulum Ratuynum Parisiensem theologum, qua multa similia excutit testimonia, a sancto Thoma in Opusculo contra errores Graecorum objecta, hujus quoque νοθείαν probat. Nam 1° quo ex opere id sumpserit sanctus Thomas, seu potius ille qui eam testimoniorum collectionem adornarat quam in hoc opusculo defendit et explicat sanctus Doctor, non significatur; 2° nimia in hoc testimonio elucet affectatio, ut certa appareant fraudis vestigia; 3° nec ipsi S. Thomae plane explorata fuit horum testimoniorum fides, cum in praefatione ad Urbanum IV, hoc opusculum se suscepisse fateatur, ad amoliendam quae in his testimoniis inhaerere videbatur offensionem.
Launoy, in his epistle to Paul Ratuit, a Parisian theologian, in which he examines many similar testimonies adduced by Saint Thomas in his Opusculum Against the Errors of the Greeks, proves the spuriousness of this one also. For first, from what work Saint Thomas, or rather he who had compiled that collection of testimonies which the holy Doctor defends and explains in this opusculum, took it, is not indicated; secondly, excessive affectation shines forth in this testimony, so that certain traces of fraud appear; thirdly, the trustworthiness of these testimonies was not fully ascertained even by Saint Thomas himself, since in his preface to Urban IV he confesses that he undertook this opusculum to remove the offence which seemed to cleave to these testimonies.
CHRONOLOGIA S. CYRILLI HIEROSOLYMITANI NOMINE INSCRIPTA
A CHRONOLOGY INSCRIBED WITH THE NAME OF SAINT CYRIL OF JERUSALEM
Haec Chronologia desumpta est codice eminentissimi cardinalis Ottoboni, notato 25, tabulae 5. Ne Chronologiam illam Cyrilli esse rear, facit quod ab Eusebii Chronico, quod secutus est Cyrillus cat. 12, num. 19, multum ista computatio dissideat. Hanc vero in hac appendice praetereundam non censui.
This Chronology has been taken from a codex of the most eminent Cardinal Ottoboni, marked 25, table 5. What causes me not to think that Chronology to be Cyril's is that this computation differs greatly from the Chronicle of Eusebius, which Cyril followed in Catechesis 12, no. 19. Yet I did not deem that it should be passed over in this appendix.
Τοῦ ἁγίου Κυρίλλου Ἱεροσολύμων.
Of Saint Cyril of Jerusalem.
Ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ,βρνʹ.
From Adam unto the deluge are 2150 years.
Ἀπὸ τοῦ κατακλυσμοῦ ἕως τοῦ Ἀβραὰμ ἔτη ,ασοʹ.
From the deluge unto Abraham, 1270 years.
Ἀπὸ Ἰσαὰκ ἕως Δαβὶδ ἔτη ,ακʹ.
From Isaac unto David, 1020 years.
Ἀπὸ τοῦ Σολομῶντος ἕως τῆς αἰχμαλωσίας ἔτη φξʹ.
From Solomon unto the captivity, 560 years.
Τὰ τῆς αἰχμαλωσίας ἔτη οʹ.
The years of the captivity, 70.
Ἀπὸ τῆς αἰχμαλωσίας τῶν Ἰουδαίων ἕως τοῦ Χριστοῦ, ἔτη υλʹ.
From the captivity of the Jews unto Christ, 430 years.
Ὁμοῦ τὰ πάντα ἔτη ,εφʹ.
Altogether all the years are 5500.