PG 33:1145Read from the pageἐν ἀνακλίσει αὐτοῦ, νάρδος μου ἔδωκεν ὀσμὴν αὐτοῦ. Ἀνακειμένου γὰρ αὐτοῦ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, συνέτριψεν εἰσελθοῦσα γυνὴ ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτίμου, καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Οὕτω καὶ περὶ τοῦ σταυροῦ· Φορεῖον (τὸ ξύλον τοῦ σταυροῦ, τὸ βαστάζον), στύλους αὐτοῦ ἐποίησεν ἀργύριον. Ἡ ἀρχὴ τοῦ σταυροῦ ἀργύριον ἦν, ἡ προδοσία. Ὥσπερ γὰρ οἶκος περικαλλὴς ἔχει χρύσεον ὄροφον ἄνωθεν ἐπικείμενον, τὸ δὲ πᾶν τῆς κατάσκευῆς στύλοι μετεωρίζουσιν· οὕτω καὶ τοῦ σταυρωθῆναι Χριστὸν, καὶ ἀναστῆναι, ἀργύριον ἦν ἡ ἀρχή. Εἰ μὴ γὰρ Ἰούδας προέδωκεν, οὐκ ἂν ἐσταυρώθη· διὰ τοῦτο, ὡς ὀνομαστοῦ πάθους τὴν ἀρχὴν, στύλους αὐτοῦ ἐποίησεν ἀργύριον.
was on His couch, my spikenard gave forth His fragrance (Song 1:12). For as He was reclining in the house of Simon the leper, a woman came in and brake an alabaster box of ointment of spikenard, pure and very precious, and poured it out upon His head (Mark 14:3). Thus also concerning the cross: A litter (the wood of the cross, that which carries), He made the pillars thereof silver (Song 3:9-10). The beginning of the cross was silver, the betrayal. For just as a fair house has a golden roof laid upon it from above, while pillars hold aloft the whole of the structure; so also both of Christ's being crucified, and of His rising again, silver was the beginning. For had not Judas betrayed Him, He would not have been crucified; on this account, as the beginning of the renowned Passion, He made the pillars thereof silver.
ΙΒʹ. Ἐπίβασις αὐτοῦ πορφύρα. Διὰ τοῦτο καὶ πορφύραν ἐνεδυσαν αὐτόν· παίζοντες μὲν, προφητικῶς δὲ ἐργαζόμενοι· βασιλεὺς γὰρ ἦν. Εἰ καὶ τὰ μάλιστα κατὰ χλεύην ἔπραττον, ἀλλ' ἔπραττον τέως· τὸ δὲ σύμβολον τῆς βασιλικῆς ἀξίας ἐγένετο. Καὶ εἰ ἀκάνθινος στέφανος, ἀλλὰ στέφανος, καὶ ὑπὸ στρατιωτῶν δεδεμένος· βασιλεῖς γὰρ ὑπὸ στρατιωτῶν ἀναγορεύονται. Ἐπίβασις αὐτοῦ πορφύρα, ἐντὸς αὐτοῦ λιθόστρωτον. Ἴσασιν οἱ τῆς Ἐκκλησίας σπουδαῖοι λιθόστρωτον, τὸν λεγόμενον Γαββαθᾶν, ἐν τοῖς Πιλάτου ὄντα.
12. The seat thereof purple (Song 3:10). On this account also they clothed Him with purple; mocking indeed, yet working prophetically; for He was a King. Even though they acted very much by way of mockery, yet they acted nonetheless; and the symbol of the royal dignity came to pass. And even if the crown was of thorns, yet it was a crown, and bound by soldiers; for kings are proclaimed by soldiers. The seat thereof purple, the midst thereof paved with stone (Song 3:10). The earnest members of the Church know the pavement of stone, called Gabbatha, which is in Pilate's court (John 19:13).
ΙΓʹ. Ταῦτα δέ μοι λέλεκται ἐν παρεκβάσει τῇ ἐπὶ τοῦ κραββάτου, ἐπὶ τὸ φορεῖον ἐληλυθότι. Εἶπε τοίνυν πρὸς αὐτόν· Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει. Πολυχρόνιον μὲν τὸ νόσημα, ὀξυτάτη δὲ ἡ ἔμπλαστρος· πολυετὴς μὲν ἡ πάρεσις, ὀξυτάτη δὲ ἡ νεύρωσις. Ὁ γὰρ νεύρων ποιητὴς, ὁ ποικίλας παρέχων τὰς ἰατρείας τυφλοῖς, ὁ διὰ πηλοῦ ἐπιχρίσεως παραδόξως τὴν ἔμπλαστρον χαρισάμενος. Τῷ γὰρ ὁρῶντι πηλὸς εἰ ἐπιχυθείη, ἐμπο-
13. Now these things have been spoken by me in the digression upon the bed, having come to the litter. He said therefore unto him: Arise, take up thy bed, and walk. Long-lasting indeed was the sickness, but most swift the salve; of many years indeed was the palsy, but most swift the strengthening of the sinews. For He is the Creator of sinews, Who provides manifold healings to the blind, Who through the anointing of clay wondrously bestowed the salve (John 9:6 ff.). For if clay were spread upon one who sees, it hin-
Notes, col. 1145
On the reading
Printed κατάσκευῆς, for κατασκευῆς.
Printed στύλοι, for στῦλοι.
Printed ἐνεδυσαν, for ἐνέδυσαν.
PG 33:1148Read from the pageδίζει τὸ βλέπειν· Ἰησοῦς δὲ διὰ πηλοῦ τοῖς μὴ βλέπουσιν τὸ βλέπειν ἐχαρίζετο. Καὶ ἄλλοις πάλιν δι' ἄλλων ἡ δύναμις· ᾧ μὲν γὰρ τὸ, Ἔγειραι, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει, ὅση νομίζεις ἔκπληξις ἔλαβεν τοὺς ὁρῶντας; Ἀλλ' ἦν τὸ μὲν δρώμενον θαυμαστὸν, ἡ δὲ ἀπιστία δεινή. Καὶ νόσος μὲν πολυετὴς θεραπεύεται, ἀπιστία δὲ πολυχρόνιος οὐκ ἐθεραπεύθη· ἀλλ' ἐπέμενον οἱ Ἰουδαῖοι τοῖς παθήμασιν, τὸ δὲ θεραπεύεσθαι οὐκ ἤθελον.
hinders sight; whereas Jesus through clay bestowed sight upon those who did not see. And to others again the power came through other means; for unto this man, at the word, Arise, take up thy bed, and walk, how great an amazement, thinkest thou, seized the beholders? Yet what was done was marvellous, whereas their unbelief was dreadful. And an illness of many years is healed, whereas a long-standing unbelief was not healed; but the Jews abode in their passions, and did not wish to be healed.
ΙΔʹ. Εἰ δὲ δέον ἐκπλαγῆναι το συμβαν, δέον προσκυνῆσαι τῶν ψυχῶν καὶ σωμάτων ἰατρόν. Οἱ δὲ ἐγόγγυζον· γογγυστῶν γὰρ ἦσαν ἀπόγονοι, οἱ τὰ καλὰ διαστρέφοντες εἰς κακὰ, Οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Ἰησοῦς δὲ μετὰ πάσης οἰκονομίας εἰργάζετο ἐν Σαββάτῳ, τὰ ὑπὲρ Σάββατον ἐργαζόμενος, ἵνα ἡ ἐργασία πείσῃ. Ἐπειδὴ γὰρ λόγος λόγῳ μάχεται, τὸ δὲ ἔργον ἄμαχον, ἐθεράπευεν ἐν Σαββάτῳ· διδάσκων, ἵνα μὴ ὁ λόγος ἀντιλογικὸς γένηται, ἀλλ' ἡ ἐργασία πείσῃ τοὺς ὁρῶντας.
Chapter XIV. And if it was needful to be amazed at the event, it was needful to worship the Physician of souls and bodies. But they murmured; for they were descendants of murmurers, who pervert good things into evil, Who call bitter sweet, and sweet bitter (Isa. 5:20). Yet Jesus wrought with all dispensation on the Sabbath, working the things that are above the Sabbath, so that the work might persuade. For since word strives with word, whereas the deed is invincible, He healed on the Sabbath, teaching so that the word might not become a matter of dispute, but that the work might persuade the beholders.
ΙΕʹ. Εφασκον ἐκεῖνοι· Σάββατόν ἐστιν, οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου. Νομοθέτης παρῆν, καὶ ἄλλος τὸ, Οὐκ ἔξεστίν σοι, ἔλεγεν; Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτοὺς, περὶ τοῦ Σωτῆρος εἴρηται. Ὁ δὲ ἀρτίως καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἰατρευθεὶς, παρὰ τῆς Σοφίας σοφὸν λαβὼν λόγον, εὐθὺς ἀποκρίνεται· οὐ νομικῶς ἀποκριθῆναι ἔχων, ἀλλὰ συντόμως ποιούμενος τὴν ἀπόκρισιν. Ἴστε μου, φησὶ, πάντες τὴν πολυχρόνιον νόσον, καὶ τὸ πολυετὲς τῆς ἀνακλίσεως, τὸ ἀπερίστατον τῆς ταλαιπωρίας. Οὐδεὶς ὑμῶν ποτε κηδεμονικὸν ἔδειξεν, λαβών με, καὶ πρῶτον ἐμβαλὼν εἰς τὴν κολυμβήθραν, ἵνα θεραπευθῶ. Καίτοι τότε κηδεμονικὸν οὐκ ἐνδειξάμενοι, πῶς νῦν τὸ νομοθετικὸν ἐλάβετε, Οὐκ ἔξεστίν σοι ἆραι τὸν κράββατόν σου, λέγοντες; Συντομωτάτην τοίνυν ποιοῦμαι πρὸς ὑμᾶς τὴν ἀπόκρισιν· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν. Εἰ ἐμοῦ καταφρονεῖτε, πρὸς τὸ πρᾶγμα τὴν ἔκπληξιν λάβετε· οὐκ ἔμπλαστρον ἐπέθηκεν, οὐκ ἰα-
Chapter XV. They said: It is the Sabbath, it is not lawful for thee to take up thy bed. The Lawgiver was present, and did another say, It is not lawful for thee? Appoint, O Lord, a lawgiver over them (Ps. 9:21), has been spoken concerning the Saviour. But he who had just now been healed in both soul and body, having received a wise word from Wisdom, straightway answers, not having wherewith to answer after the manner of the law, but making his answer concisely. You all know, says he, my long-standing sickness, and the many years of my lying prostrate, the destitute state of my misery. None of you ever showed a caring regard, taking me and casting me first into the pool, that I might be healed. Yet, having shown no caring regard then, how have you now assumed the office of lawgivers, saying, It is not lawful for thee to take up thy bed? I make my answer unto you, therefore, most concise: He Who made me whole, the Same said unto me. If you despise me, receive amazement at the deed itself; He applied no plaster, He used no med-
Notes, col. 1148
On the reading
Printed το συμβαν, for τὸ συμβὰν.
Printed Εφασκον, for Ἔφασκον.
PG 33:1149Read from the pageτρικοῖς ἐχρήσατο μηχανήμασιν, ἢ βοηθήμασιν· λόγῳ εἶπεν, καὶ τὸ ἔργον ἐπηκολούθησεν· προσέταξε, καὶ τὸ πρόσταγμα ἐγὼ ἐπιτελῶ. Εὐπειθὴς γέγονα τούτου τῷ προστάγματι, τοῦ διὰ προσταγμάτων θεραπεύσαντος. Εἰ μὲν γὰρ ὁ προστάξας, πρὸς τὸ ἰαθῆναι ἀνίσχυρος ἦν τοῖς προστάγμασιν, οὐκ ἔδει τούτοις ὑπακούειν· ἐπειδὴ δὲ λόγοις προστέτακται ἐναργὲς πολυχρόνιον παῦσαι πάθημα, δικαιότατα ἀκούω τούτου, οὗ καὶ νόσος ἀκούσασα ἀπηλλάγη· Ὁ ποιήσας με ὑγιῆ, ἐκεῖνός μοι εἶπεν· Ἆρον τὸν κράββατόν σου.
ical contrivances or remedies; He spoke by a word, and the deed followed; He commanded, and I fulfil the command. I have become obedient to the command of This Man Who healed through commands. For if He Who commanded had been powerless in His commands to heal, one ought not to have obeyed them; but since by words it was commanded to make an evident, long-standing affliction cease, most justly do I hearken unto Him, on hearkening to Whom even sickness departed: He Who made me whole, the Same said unto me: Take up thy bed.
ΙϚʹ. Οὐκ ᾔδει ὁ θεραπευθεὶς, τίς ἐστιν ὁ θεραπεύων. Πολὺ τὸ ἀκενόδοξον τοῦ Σωτῆρος ἡμῶν παρίσταται· ἰατρεύσας γὰρ ἐξέκλινεν, ἵνα μὴ γνωρισθῇ ἐπὶ τῇ ἰατρείᾳ. Ἡμεῖς δὲ πᾶν τοὐναντίον ποιοῦμεν. Εἰ συμβῇ ποτε ὀνείρατα θεάσασθαι, ἢ διὰ χειρῶν βοηθῆσαι, ἢ δαίμονα δι' ἐπικλήσεως ἀπελάσαι· τοσοῦτον ἀπέχομεν τοῦ κρύψαι τὸ κατόρθωμα, ὥστε καὶ μὴ ἐρωτώμενοι καυχώμεθα. Ἰησοῦς δὲ τοῖς ἔργοις διδάσκων ἡμᾶς τὸ μὴ περὶ ἑαυτοῦ λέγειν, τὴν ἴασιν παρέχων, ἐξέκλινεν ἅμα ἵνα μὴ γνωρίζηται· εὐκαίρως ἀναχωρῶν, καὶ εὐκαίρως παρών. Ὅτε μὲν γὰρ ἐχρῆν κλεῖσθῆναι τὴν εὐφημίαν τοῦ κατορθώματος, τότε ἀναχωρεῖ· ὅτε δὲ τῶν ὄχλων ἀναχώρησις γέγονεν, ἵνα μετὰ τῆς σωματικῆς ἰατρείας ἐπαγάγῃ και τὰ τῆς ψυχῆς τεθεραπευμένα, τότε παρὼν ἔλεγεν· Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.
Chapter XVI. He that was healed knew not Who it was that healed him. Greatly is the freedom from vainglory of our Saviour set forth; for having healed, He withdrew Himself, so that He might not be made known on account of the healing. But we do quite the contrary. If it ever happen that we behold dreams, or render aid through our hands, or drive away a demon through invocation, so far are we from concealing the achievement that even when not questioned we boast. Whereas Jesus, teaching us by His deeds not to speak concerning oneself, in bestowing the healing withdrew Himself at the same time so that He might not be recognised, seasonably departing, and seasonably being present. For when it was needful that the fame of the achievement should be shut out, then He departs; but when the departure of the multitudes had taken place, so that along with the bodily healing He might bring in the things healed of the soul as well, then being present He said: Behold, thou art made whole; sin no more.
ΙΖʹ. Ποικίλος δέ ἐστιν ἰατρὸς, ποτὲ μὲν πρῶτον ψυχὴν θεραπεύων, εἶτα σῶμα· ποτὲ δὲ ἀντιστρόφως. Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι
Chapter XVII. Manifold is He as a Physician, at one time healing first the soul, then the body, and at another time conversely. Sin no more, lest some worse thing unto thee
Notes, col. 1149
On the reading
Printed κλεῖσθῆναι, for κλεισθῆναι.
PG 33:1152Read from the pageγένηται· διδάσκων δι' ἑνὸς πολλούς· οὐ γὰρ πρὸς ἐκεῖνον μὲν ὁ λόγος μόνον, ἀλλὰ γὰρ καὶ πρὸς πάντας ἡμᾶς. Εἴ ποτε γὰρ παθήμασι περιπέσωμεν, ἢ λύπαις, ἢ ἀνάγκαις, μηδεὶς Θεῷ προσγραφέτω. Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα· ἕκαστος δὲ ἡμῶν σειραῖς ἁμαρτιῶν σφιγγόμενος μαστιγοῦται. Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν σοί τι γένηται. Ἄκουε τοῦ ῥητοῦ, πᾶς ἄνθρωπος· καὶ ὁ πρὸ τούτου πορνεύων, ἀποτιθέσθω τὸ πάθος· καὶ ὁ πρὸ τούτου πλεονέκτης, γενοῦ ἐλεήμων. Ἀκουέτω ὁ ἅρπαξ· Μηκέτι ἁμάρτανε. Πολλὴ καὶ Θεοῦ ἡ ἀμνησικακία, δαψιλὴς ἡ χάρις· ἀλλὰ μὴ τὸ ὑπέρμετρον τῆς ἀνεξικακίας, ἐφόδιον λάμβανε τῆς καταφρονήσεως· μηδ' ὅτι Θεὸς μακρόθυμος, διὰ τοῦτο ἁμάρτανε· ἀλλὰ θεραπεύθητι λοιπὸν τὰ σαρκικὰ πάθη, καὶ λέγε καὶ σὺ τὸ εὐκαίρως ἀναγνωσθέν· Ὅτε γὰρ ἦμεν ἐν τῇ σαρκὶ, τὰ παθήματα τῶν ἁμαρτιῶν, τὰ διὰ τοῦ νόμου, ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν. Ἐὰν δὲ λέγῃ ὁ Ἀπόστολος, Ὅτε ἦμεν ἐν τῇ σαρκὶ, οὐ ταύτην ἔλεγεν τὴν σάρκα, ἣν περιβεβλήμεθα, ἀλλὰ τὰς σαρκικὰς πράξεις. Ἔτι γε σάρκα φορῶν, ἔλεγεν· Ὅτε ἦμεν ἐν τῇ σαρκί. Ἀλλ' ὅνπερ τρόπον, μέλλοντος ἐπάγεσθαι κατακλυσμοῦ, ὁ Θεὸς ἔλεγεν, Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· τοῦ πνεύματος εἰς σαρκικὴν προαίρεσιν μεταβαλλομένου· οὕτω καὶ ἐνταῦθα ὁ Ἀπόστολος λέγει· Ὅτε ἦμεν ἐν τῇ σαρκί.
happen; teaching many through one; for the word is not unto that man alone, but indeed unto all of us as well. For if ever we fall into afflictions, or sorrows, or distresses, let no one ascribe it to God. For God cannot be tempted with evil, and He Himself tempts no one (Jas. 1:13); but each of us, bound fast by the cords of sins (Prov. 5:22), is scourged. Sin no more, lest some worse thing happen unto thee. Hear the saying, every man; both let him who before this committed fornication put away the passion, and thou who before this wast covetous, become merciful. Let the robber hear: Sin no more. Great also is God's forgiveness of wrongs, abundant is His grace; yet do not take the excess of His forbearance as a provision for contempt, nor sin on this account, because God is long-suffering; but be healed henceforth as to the carnal passions, and say thou also that which was seasonably read: For when we were in the flesh, the passions of sins, which were through the law, wrought in our members (Rom. 7:5). And if the Apostle says, When we were in the flesh, he did not mean this flesh wherewith we are clothed, but carnal deeds. While still bearing flesh, he said: When we were in the flesh. But in the very manner in which, when the flood was about to be brought on, God said, My Spirit shall not abide in these men, because they are flesh (Gen. 6:3), the spirit being changed into a carnal purpose; so here also the Apostle says: When we were in the flesh.
ΙΗʹ. Μηδεὶς τοίνυν ἔστω ἐν σαρκὶ, ἀλλ' ἐν σαρκὶ ὢν, μὴ κατὰ σάρκα περιπατείτω. Οὐ γὰρ βούλεται ἡμᾶς ὁ Ἀπόστολος τελείως ἑαυτοὺς ἐξαγαγόντας ἐκ τοῦ κόσμου, μὴ ἐργάζεσθαι φαῦλον· ἀλλ' ἐν σαρκὶ ὄντας ἡμᾶς, καταδουλῶσαι τὴν σάρκα, καὶ μὴ ἄρχεσθαι ὑπ' αὐτῆς. Μὴ δουλωθῶμεν, ἀλλ' ἄρξωμεν· τροφῇ χρησώμεθα συμμέτρῳ, μὴ τῇ γαστριμαργίᾳ καταφερόμενοι, ἀλλὰ χαλινοῦντες τὴν γαστέρα, ἵνα καὶ τῶν ὑπὸ γαστέρα ἄρξωμεν. Ἀρχέσθω τὸ σῶμα ὑπὸ τῆς ψυχῆς, καὶ μὴ συρέσθω ἡ ψυχὴ ὑπὸ τῶν σαρκικῶν ἡδονῶν. Μηκέτι ἁμάρτανε, ἵνα μή τί σοι χεῖ-
Chapter XVIII. Let no one, therefore, be in the flesh, but while being in the flesh, let him not walk according to the flesh (2 Cor. 10:2-3). For the Apostle does not wish us to do no evil by taking ourselves completely out of the world, but that while being in the flesh we should enslave the flesh, and not be ruled by it. Let us not be enslaved, but let us rule; let us use moderate food, not being carried away by gluttony, but bridling the belly, so that we may rule the things beneath the belly as well. Let the body be ruled by the soul, and let not the soul be dragged along by carnal pleasures. Sin no more, lest unto thee some wor-
PG 33:1153Read from the pageρον γένηται. Κηρύσσει μὲν ἅπασιν ὁ λόγος· γένοιτο δὲ πάντα τὰ ὦτα ἀκούειν. Οὐ γὰρ πᾶσα ἀκοὴ σαρκὸς δεχομένη τὸν λόγον, ἤδη δέχεται εἰς τὴν διάνοιαν· διὰ τοῦτο ὁ Σωτὴρ ἔλεγεν· Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω, τοῖς ἔχουσιν ὦτα σαοκὸς διαλενόμενος.
worse befall thee. The word proclaims to all; and may it come to pass that all ears hear. For not every hearing of the flesh that receives the word already receives it into the understanding; on this account the Saviour said: He that hath ears to hear, let him hear (Matt. 11:15), speaking to those who had ears of flesh.
ΙΘʹ. Ἀκουέτω τοίνυν ἅπας Ἰησοῦ, καὶ μηκέτι ἁμαρτανέτω· ἀλλὰ τῷ ἁμαρτιῶν συγχωρητῇ προσδράμωμεν. Καὶ εἰ νοσοῦμεν, προσφύγωμεν· εἴτε ἀλγοῦμεν τὴν ψυχήν, τῷ ἰατρῷ τῆς γνώσεως ἐξακολουθήσωμεν· εἴτε πεινῶμεν, τὸν ἄρτον δεξώμεθα· εἴτε ἐνεκρώθημεν, τὴν ἀνάστασιν λάβωμεν· εἴτε ἐν ἀγνοίᾳ κατεγηράσαμεν, τὴν σοφίαν παρὰ τῆς Σοφίας αἰτησώμεθα.
XIX. Let everyone therefore hear Jesus, and sin no more; but let us run to the Forgiver of sins. And if we are sick, let us flee to Him for refuge; whether we are pained in soul, let us follow the Physician of knowledge; whether we are hungry, let us receive the Bread; whether we have been put to death, let us lay hold of the Resurrection; whether we have grown old in ignorance, let us ask for wisdom from Wisdom.
Κʹ. Ἀλλ' ἐξείλκυσεν ἡμᾶς λόγος εἰς μῆκος λόγου· καὶ ἴσως γεγόναμεν ἐμπόδιον πατρικῆς διδασκαλίας. Καιρὸς δὲ καλεῖ καὶ μειζόνων ἐπακοῦσαι ῥημάτων, ἵνα ὠφεληθέντες ἐκ μειζόνων ἔργων, Θεῷ διὰ τῶν ἔργων τὴν δοξολογίαν ἀναπέμψωμεν· ᾧ ἡ δόξα καὶ νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
XX. But discourse has drawn us out into length of discourse; and perhaps we have become a hindrance to the paternal teaching. And the time calls us to hearken also to loftier words, that having profited from greater works, through our works we may send up the doxology to God; to Whom be the glory both now and ever, and unto the ages of the ages. Amen.
SANCTI CYRILLI
OF SAINT CYRIL
HIEROSOLYMITANI ARCHIEPISCOPI
ARCHBISHOP OF JERUSALEM
EPISTOLA AD CONSTANTIUM IMPERATOREM.
EPISTLE TO THE EMPEROR CONSTANTIUS.
De viso Hierosolymis lucidae crucis signo.
On the sign of a luminous cross seen at Jerusalem.
SYNOPSIS. — I. Argumentum epistolae. II. Ejus variae editiones. III. De hac nostra editione. IV. Ejus veritas a Protestantibus in dubium vocata. V. Asseritur a veterum testimoniis. VI. Ab ipsa eventi natura. VII. A stylo plane Cyrilliano. VIII. Objectio Riveti ex laudibus Constantio in epistola datis, refellitur. IX. Objectio secunda, ex Christi praedictione ad hunc portentum accommodata. X. Objectio tertia, a professione consubstantialis Trinitatis. XI. Quo anno apparitio crucis contigerit. XII. Refelluntur diversarum a nostra epocha defensores. XIII. Quo mense ac die contigerit apparitio. XIV. Quid de circumstantiis illis sentiendum quas nonnulli ad Cyrilli narrationem adjiciunt. XV. Quid apparitio portenderit. XVI. Quando scripta epistola.
SYNOPSIS. — I. Argument of the epistle. II. Its various editions. III. Concerning this our edition. IV. Its truth called into doubt by the Protestants. V. It is established by the testimonies of the ancients. VI. From the very nature of the event. VII. From the plainly Cyrillian style. VIII. The objection of Rivet from the praises given to Constantius in the epistle is refuted. IX. The second objection, from the prediction of Christ adapted to this portent. X. The third objection, from the profession of the consubstantial Trinity. XI. In what year the apparition of the cross took place. XII. The defenders of epochs different from ours are refuted. XIII. In what month and on what day the apparition took place. XIV. What is to be thought concerning those circumstances which some add to the narrative of Cyril. XV. What the apparition portended. XVI. When the epistle was written.
I. Hac epistola initio sui episcopatus data notum facit imperatori Cyrillus insigne ostentum lucidae crucis, Hierosolymis in coelo die Maii septima conspectae, quae ab Olivarum monte ad Golgotham usque protendebatur (num. 2). Nullas vel sibi vel imperatori convenientiores litteras dare se posse praefatus (n. 1), principi
I. By this epistle, written at the beginning of his episcopate, Cyril makes known to the emperor the remarkable portent of a luminous cross, beheld in the sky at Jerusalem on the seventh day of May, which stretched from the Mount of Olives even unto Golgotha (no. 2). Having premised that he could send no letter more fitting either for himself or for the emperor (no. 1), to a prince
Notes, col. 1153
On the reading
Printed σαοκὸς, for σαρκὸς.
Printed διαλενόμενος, for διαλεγόμενος.
PG 33:1155Read from the pageapprime divinae legis perito ac studioso, faustum illi nuntium significat (n. 2) ostensae in coelo eo imperante crucis; quo, sicut patris Constantini pietas sacrae crucis inventione a Deo remunerata est (n. 3), ita filii religio paterna etiam major, ampliori divinae benevolentiae significatione decorata fuit. Signum hoc non obscurum (n. 4), nec celeri tractu pertransiens; sed media pene die, ab universa civitate in laetitiam effusa perspicue conspectum. Eo jubet imperatorem majorem in Deum fiduciam concipere (n. 5). Hoc in Evangeliis praenuntiatum fuisse contendit (n. 6), iis verbis Domini, quae tamen ampliorem in die judicii sortientur eventum. Tandem fausta diuturni, pacifici et splendidi imperii precatione epistolam claudit (n. 7, 8). Notabilis haec multis de causis epistola, praesertim propter testimonium sacrae crucis inventioni redditum, et consubstantialis Trinitatis additam in fine professionem.
eminently skilled in and studious of the divine law, he signifies to him the auspicious tidings (no. 2) of the cross shown in the sky during his reign; whereby, just as the piety of his father Constantine was rewarded by God with the discovery of the sacred cross (no. 3), so the religion of the son, even greater than his father's, was graced with a fuller manifestation of divine benevolence. This sign was not obscure (no. 4), nor passing by in a swift course; but almost at midday, clearly beheld by the whole city poured forth in joy. Thereby he bids the emperor conceive a greater trust in God (no. 5). He contends that this was foretold in the Gospels (no. 6), in those words of the Lord which nevertheless will obtain a fuller fulfilment on the day of judgement. Finally, he closes the epistle with an auspicious prayer for a long-lasting, peaceful, and splendid reign (nos. 7, 8). This epistle is notable for many reasons, especially on account of the testimony rendered to the discovery of the sacred cross, and the profession of the consubstantial Trinity added at the end.
II. Hanc primus, quod quidem sciam, in publicam lucem edidit Grodecius, sed Latine tantum, ad calcem suae Catecheseon translationis. Graecum postea textum dedit Gretserus tom. II De cruce, p. 512, Ingolstadii ann. 1600; sed quem secutus sit codicem notare omisit : is tamen a Grodeciano paulo diversus erat; adeo ut cum Grodecianam versionem conservaverit, eam nonnullis locis ad textum suum accommodare coactus sit. Post annos octo Prevotius una cum Graecis Catechesibus, Graecam etiam ad Constantium epistolam dedit ex Vaticanis codicibus, partim cum Grodecii, partim cum Gretseri textu consentientibus. Grodecii versionem conjunxit, nonnullis tam ex Gretsero quam ex se mutatis. Ea editio annis 1631 et 1640 semel iterumque recusa est, nulla quam adverterim, sive in textu sive in versione, mutatione facta. Tandem in Oxoniensi editione Millesius eamdem epistolam dedit, notatis in margine codicum Roe et Casauboniani varietatibus, sed intacto textu; paucis vero in interpretatione mutatis.
II. This epistle Grodecius first, so far at least as I know, published to the world, but in Latin only, at the end of his translation of the Catecheses. Afterwards Gretser gave the Greek text in vol. II On the Cross, p. 512, at Ingolstadt in the year 1600; but he omitted to note what manuscript he followed: yet it was slightly different from that of Grodecius; so much so that although he retained the version of Grodecius, he was compelled in some places to adapt it to his own text. Eight years later Prévost, together with the Greek Catecheses, gave also the Greek epistle to Constantius from Vatican manuscripts, agreeing partly with the text of Grodecius and partly with that of Gretser. He subjoined the version of Grodecius, with some things altered both from Gretser and of his own accord. That edition was reprinted once and again in the years 1631 and 1640, with no change made, so far as I have noticed, either in the text or in the version. Finally, in the Oxford edition Milles gave the same epistle, noting in the margin the variant readings of the Roe and Casaubon manuscripts, but leaving the text untouched, while making a few changes in the translation.
III. Nos, ut aliquid tersi et emaculati daremus, Prevotianum textum cum Gretseriano et Grodecii versione, ac notatis a Millesio Anglicanorum codicum varietatibus, et Ottoboniano codice diligentissime contulimus : insuper usi sumus manuscripto epistolae hujus exemplari, quod ad calcem Genovefani Sancti Cyrilli Catecheseon libri editionis Morelianae ann. 1564 manu quidem recenti descriptum reperimus; sed ex aliquo codice, quem tam a Gretseriano quam a Prevotiano diversum fuisse, lectionum diversitas evincit. Is qui hoc exemplar scripsit, alius codicis varietates ad marginem notavit, cum hac nota γρ. hoc est γραῖος, qua significat antiquum fuisse codicem illum quem cum descripto a se libro contulit. Primum illud exemplar Genovefanum appellabimus, alterum nota γρ. insignitum veteris Genovefani nomine designantes. His subsidiis adjuti nonnulla necessaria in textu mutavimus, novamque ex integro translationem cudere visum fuit.
III. We, in order that we might give something polished and purified of faults, have most diligently collated the text of Prévost with that of Gretser and the version of Grodecius, and with the variant readings of the English manuscripts noted by Milles, and with the Ottobonian codex: moreover, we have made use of a manuscript copy of this epistle which we found transcribed in a recent hand at the end of the Sainte-Geneviève copy of Saint Cyril's book of Catecheses of the Morel edition of the year 1564; yet from some codex which the diversity of readings proves to have been different both from Gretser's and from Prévost's. He who wrote this copy noted the variant readings of another codex in the margin, with this mark gr., that is graios, whereby he signifies that that codex which he collated with the book transcribed by himself was ancient. That first copy we shall call the Genovefan, designating the other marked with the note gr. by the name of the Old Genovefan. Aided by these helps, we have changed some necessary things in the text, and it seemed good to forge a new translation afresh from the whole.
IV. His de nostro labore in antecessum dictis, jam de hujus epistolae veritate, et anno quo scripta est, nonnullisque aliis minoris momenti, disquirendum superest. Rivetus, aliique e Protestantium numero, partim mentione repertae sub Constantino crucis offensi, partim ostenti hujus, quo Dominicae cruci debita, sed ipsis inimica veneratio ineluctabiliter asseritur, splendore perculsi, vim utriusque aliter effugere non potuerunt, quam apparitionem inter aniles fabulas, et Cyrillianam epistolam inter supposita et adulterina scripta relegando : quos potius oportebat ex hujus monumenti et prodigii veritate, male conceptum errorem deponere, quam praejudicatis opinionibus tenaciter inhaerendo, frivolis et nullius momenti rationibus Cyrillianae epistolae fidem ac sinceritatem incassum sollicitare. Nam et eventi illius veritas fidem epistolae conciliat, et epistolae veritas indubitatum eventum reddit.
IV. Having said these things beforehand concerning our labour, it now remains to inquire concerning the authenticity of this epistle, and the year in which it was written, and some other matters of lesser moment. Rivet, and others from the number of the Protestants, offended partly by the mention of the cross discovered under Constantine, and partly struck by the splendour of this portent whereby the veneration due to the Lord's cross, though hostile to themselves, is ineluctably established, were unable to escape the force of both in any other way than by relegating the apparition among old wives' fables, and the Cyrillian epistle among supposititious and spurious writings: whereas they ought rather, from the truth of this monument and prodigy, to have laid aside their ill-conceived error, than by clinging tenaciously to preconceived opinions to assail in vain the credit and genuineness of the Cyrillian epistle with frivolous arguments of no weight. For both the truth of that event procures credit for the epistle, and the truth of the epistle renders the event undoubted.
V. Ac primo quidem gravissima, et ab ipsa pene aetate habemus utriusque testimonia, quae partim initio operis hujus, partim ad calcem hujus epistolae attexuimus. Ea sunt autem omnis generis. Suffragantur Hieronymus in Chronico, quam tamen auctoritatem non usquequaque certam libenter agnosco; Philostorgius, Socrates historicus lib. II Hist., cap. 28; Sozomenus, qui lib. IV, cap. 5, hujus ostenti nuntium per omnes orbis Romani provincias, statim dissipatum esse testatur, ab iis qui Hierosolymam ex omnibus partibus confluentes, quae ipsi viderant suis retulerunt, additque eo nuntio non mediocriter conturbatos toto imperio mortales : imperatorem ipsum non solum ex Cyrilli litteris, sed ex multorum aliorum relatione hujus rei certiorem factum esse. Idatius praeterea in Fastis consularibus, Chronicum Alexandrinum, Theophanes, Cedrenus, Michael Glycas, Nicephorus Callisti. Ex his autem, Cyrillianae epistolae mentionem faciunt Sozomenus, Theophanes, Glycas. Philostorgius quoque, memoratum Chronicum, et ii omnes qui ostentum hoc ipsi diei Pentecostes assignant, id ex male intellecto Cyrillianae epistolae loco fecisse videntur. Denique hujus ostenti memoria, non solum in Typico monasterii Sancti Sabae, verum etiam in communibus totius Graecae Ecclesiae fastis, ad diem septimum Maii consignata est, anniversaria festivitate majori perpetuis aetatibus celebrata.
V. And first indeed, we have most weighty testimonies of both from almost that very age, which we have subjoined partly at the beginning of this work, and partly at the end of this epistle. Moreover, they are of every kind. In support are Jerome in his Chronicle, although I willingly acknowledge that authority is not altogether certain; Philostorgius; Socrates the historian, book II of the History, chap. 28; Sozomen, who in book IV, chap. 5, testifies that the report of this portent was immediately spread abroad through all the provinces of the Roman world by those who, flocking to Jerusalem from all quarters, related to their own people what they themselves had seen, and adds that mortals throughout the whole empire were not a little disturbed by that report, and that the emperor himself was informed of this matter not only from the letter of Cyril, but from the report of many others. Furthermore, Hydatius in the Consular Fasti, the Alexandrian Chronicle, Theophanes, Cedrenus, Michael Glycas, and Nicephorus Callisti. And among these, Sozomen, Theophanes, and Glycas make mention of the Cyrillian epistle. Philostorgius also, the aforesaid Chronicle, and all those who assign this portent to the very day of Pentecost, seem to have done so from a misunderstood passage of the Cyrillian epistle. Finally, the memory of this portent has been recorded at the seventh day of May not only in the Typicon of the monastery of Saint Sabas, but also in the common calendars of the whole Greek Church, celebrated throughout perpetual ages with a greater annual feast.
VI. Secundo, ipsa prodigii veritas ex ipsius rei natura et conditione confirmatur. Ejusmodi enim est, quae nec fingi tuto si falsa sit, nec ficta fidem invenire queat. Agitur de publico quodam ostento, quod non in angulo, sed in urbe populosissima, et totius orbis peregrinationibus frequentata; non in nocte, sed medio die; non in instanti ac fulgetri instar, sed plurium horarum spatio; non in angusto coeli tractu, sed quindecim stadiorum longitudine; non uno aut duobus testibus, sed innumerabili turba spectante, transactum esse referatur Quod ut fingere impudentissimum sit, ita secutis aetatibus, cum falsum esset, persuadere impossibile.
VI. Secondly, the very truth of the prodigy is confirmed from the nature and condition of the thing itself. For it is of such a kind as can neither be safely fabricated if it be false, nor find credit if fabricated. It is a question of a public portent, which is related to have taken place not in a corner, but in a most populous city, frequented by the pilgrimages of the whole world; not by night, but at midday; not in an instant and like a flash of lightning, but for the space of several hours; not in a narrow tract of the sky, but over the length of fifteen furlongs; not with one or two witnesses, but with an innumerable multitude looking on. Just as it would be most shameless to fabricate this, so to persuade succeeding ages of it, were it false, would be impossible.