Migne Reading Room

PG 32 · cols. 940–949 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:940Read from the page
ἐστι ταύτης καὶ ἀδιαστρόφου διδασκαλίας. Ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν, καὶ ὑμῖν συνευχόμεθα τὴν μερίδα λαβεῖν ἐν τῇ
and unperverted teaching. From whose communion we also pray that we may not fall away, and for you we pray together that you may receive your portion in the
ΕΠΙΣΤΟΛΗ ΣΝΒʹ.
Letter 252.
Ἐπισκόποις τῆς Ποντικῆς διοικήσεως.
To the Bishops of the Pontic Diocese.
Μαρτύρων τιμαὶ πᾶσι μὲν περισπούδαστοι τοῖς ἐπὶ Κύριον ἠλπικόσιν, ἐξαιρέτως δὲ ὑμῖν, τοῖς ἀρετῆς ἀντιποιουμένοις, οἳ διὰ τῆς πρὸς τοὺς εὐδοκίμους τῶν ὁμοδούλων διαθέσεως τὴν πρὸς τὸν κοινὸν Δεσπότην εὔνοιαν ἐπιδείκνυσθε· ἄλλως τε καὶ διὰ τὸ συγγενές τι ἔχειν τὸν ἐν ἀκριβείᾳ βίον πρὸς τοὺς διὰ καρτερίας τελειωθέντας. Ἐπεὶ οὖν ἐπισημότατοι μαρτύρων Εὐψύχιος καὶ Δάμας, καὶ ὁ περὶ αὐτοὺς χορὸς, ὧν ἡ μνήμη δι' ἔτους παρὰ τῆς πόλεως ἡμῶν καὶ τῆς περιοικίδος πάσης τελεῖται, ὑπομιμνήσκει ὑμᾶς, τὸν ἴδιον ἑαυτῆς κόσμον, ἡ Ἐκκλησία, διὰ τῆς ἡμετέρας φωνῆς παρακαλοῦσα, τὴν ἀρχαίαν ἀπολαβεῖν τῆς ἐπισκέψεως ὑμῶν συνήθειαν. Ὡς οὖν ἐργασίας μεγάλης προκειμένης ὑμῖν ἐν λαῷ ἐπιζητοῦντι τὴν παρ' ὑμῶν οἰκοδομὴν, καὶ μισθὸν ἐν τῇ τιμῇ τῶν μαρτύρων ἀποκείμενον, δέξασθε ἡμῶν τὴν παράκλησιν, καὶ ἐπινεύσατε πρὸς τὴν χάριν μικρῷ πόνῳ μεγάλην ἡμῖν εὐεργεσίαν παρεχόμενοι.
The honours of martyrs are earnestly desired by all indeed who have hoped in the Lord, and especially by you, who lay claim to virtue, who through your disposition towards the approved among your fellow-servants display your goodwill towards the common Master; and all the more because the life lived in strictness has a certain kinship with those who were perfected through endurance. Since, therefore, Eupsychius and Damas are most illustrious among martyrs, and the choir around them, whose memory is celebrated yearly by our city and all the surrounding neighbourhood, the Church reminds you, her own ornament, exhorting you through our voice to resume the ancient custom of your visitation. Since, therefore, a great work lies before you among a people seeking edification from you, and a reward laid up in the honour of the martyrs, receive our exhortation, and consent to the favour, affording us a great benefit with little labour.
ΕΠΙΣΤΟΛΗ ΣΝΓʹ.
Letter 253.
Πρεσβυτεροις Ἀντιοχείας.
To the Presbyters of Antioch.
Τὴν μέριμναν, ἣν ἔχετε ὑπὲρ τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ, ἐν μέρει μὲν διαναπαύσει ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἡμῶν ἀδελφὸς Σαγκτίσσιμος ὁ συμπρεσβύτερος, διηγησάμενος πάσης τῆς Δύσεως τὴν περὶ ἡμᾶς ἀγάπην τε καὶ διάθεσιν· ἐν μέρει δὲ καὶ διαναστήσει καὶ πλέον παροξυνεῖ, ὅσην σπουδὴν ἐπιζητεῖ τὰ παρόντα πράγματα, ἐναργῶς ὑμῖν δι' ἑαυτοῦ παραστήσας. Καὶ γὰρ τῶν μὲν ἄλλων ἕκαστος, ὥσπερ ἐξ ἡμισείας, ἡμῖν ἀπήγγειλε καὶ τὰς γνώμας τῶν ἐκεῖσε ἀνδρῶν, καὶ τὴν κατάστασιν τῶν πραγμάτων· αὐτὸς δὲ, ἱκανὸς ὢν καὶ προαίρεσιν ἀνδρῶν καταμαθεῖν, καὶ κατάστασιν πραγμάτων ἀκριβῶς διερευνήσασθαι, πάντα ὑμῖν ἐρεῖ, καὶ πρὸς πάντα χειραγωγήσει τὴν ἀγαθὴν σπουδὴν ὑμῶν. Ὥστε ἔχετε ὕλην πρέπουσαν τῇ
The solicitude which you have for the Churches of God, our most beloved and most devout brother Sanctissimus the fellow-presbyter will in part set at rest, recounting the love and disposition of all the West towards us; and in part he will also rouse up and sharpen the more, setting clearly before you in person how much zeal the present affairs demand. For each of the others reported to us, as if by halves, both the judgements of the men there and the state of affairs; whereas he himself, being capable both of learning thoroughly the purpose of men and of investigating accurately the state of affairs, will tell you all things, and towards all things will guide your good zeal by the hand. Wherefore you have matter befitting the
Notes, col. 940

On the reading

Printed Πρεσβυτεροις, for Πρεσβυτέροις.

PG 32:941Read from the page
ΕΠΙΣΤΟΛΗ ΣΝΔʹ.
Letter 254.
Πελαγίῳ, ἐπισκόπῳ Λαοδικείας Συρίας.
To Pelagius, Bishop of Laodicea in Syria.
Παράσχοι ὁ Κύριός ποτε καὶ αὐτῷ μοι εἰς ὄψιν ἐλθεῖν τῇ ἀληθινῇ σου θεοσεβείᾳ, καὶ ὅσα ἐνελίπομεν τῷ γράμματι, ταῦτα ἀναπληρῶσαι ἡμᾶς τῇ παρουσίᾳ. Ὀψὲ γὰρ τοῦ γράφειν ἠρξάμεθα, καὶ πολλὴ ἡμῖν τῆς ἀπολογίας χρεία. Ἐπειδὴ δὲ πάρεστιν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς Σαγκτίσσιμος ὁ συμπρεσβύτερος, αὐτὸς πάντα διηγήσεταί σοι, τά τε ἡμέτερα καὶ τὰ ἀπὸ τῆς Δύσεως. Καὶ ἐπ' ἐκείνοις μὲν εὐφρανεῖ· τὰς δὲ ἡμᾶς κατασχούσας ταραχὰς εἰπὼν, ἴσως προσθήσει τινὰ λύπην καὶ φροντίδα τοῖς ἤδη ἐναποκειμένοις τῇ ἀγαθῇ σου καρδίᾳ. Οὐ μὴν ἄχρηστον τὸ λυπεῖσθαι ὑμᾶς τοὺς δυναμένους δυσωπεῖν τὸν Κύριον. Εἰς δέον γὰρ ἡμῖν ἀποβήσεται ἡ ὑμετέρα μέριμνα· καὶ οἶδα ὅτι τευξόμεθα τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως, ἔχοντες τὴν παρὰ τῶν προσευχῶν ὑμῶν συνεργίαν. Ἐὰν δὲ συνεύξῃ ἡμῖν ἀπαλλαγὴν τῶν φροντίδων, καὶ προσθήκην τινὰ τῇ δυνάμει τοῦ σώματος ἡμῶν αἰτήσῃ, κατευοδώσει ἡμᾶς ὁ Κύριος πρὸς τὸ τὴν ἐπιθυμίαν ἡμῖν ἐκπληρωθῆναι, καὶ εἰς ὄψιν ἐλθεῖν τῇ κοσμιότητί σου.
May the Lord grant at some time even to me myself to come into the sight of your true godliness, and whatever we have left out in the letter, that we may supply these things by our presence. For we began to write late, and we have much need of an apology. Yet since our most longed-for and most devout brother Sanctissimus the fellow-presbyter is present, he himself will recount all things to you, both our own affairs and the news from the West. And over those matters indeed he will gladden you; yet in telling of the disturbances that have overtaken us, perhaps he will add some grief and care to those already laid up in your good heart. Yet it is not unprofitable that you who are able to entreat the Lord should be grieved. For your solicitude will turn out to our need; and I know that we shall obtain help from God, having the cooperation of your prayers. And if you join in praying for a release from cares for us, and ask some increase to the strength of our body, the Lord will prosper our way towards having our desire fulfilled, and coming into the sight of your decorum.
ΕΠΙΣΤΟΛΗ ΣΝΕʹ.
Letter 255.
Βίτῳ, ἐπισκόπῳ Καρῥῶν.
To Vitus, Bishop of Carrhae.
Εἴθε ἦν μοι δυνατὸν καὶ καθ' ἑκάστην ἡμέραν ἐπιστέλλειν τῇ εὐλαβείᾳ σου. Ἀφ' οὗ γὰρ εἰς πεῖραν ἦλθον τῆς ἀγάπης σου, πολὺν ἔχω τὸν πόθον μάλιστα μὲν τοῦ συνδιάγειν σοι, εἰ δὲ μὴ, ἐπιστέλλειν γοῦν καὶ δέχεσθαι γράμματα, ἵνα ἔχω καὶ σημαίνειν τὰ κατ' ἐμαυτὸν, καὶ μανθάνειν τὰ περὶ τῆς διαθέσεώς σου. Ἐπειδὴ δὲ οὐχ ὅσα βουλόμεθα ὑπάρχει ἡμῖν, ἀλλ' ὅσα ὁ Κύριος δίδωσι, ταῦτα ὀφείλομεν δέχεσθαι μετ' εὐχαριστίας· ηὐχαριστήσαμεν τῷ ἁγίῳ Θεῷ παρασχομένῳ ἡμῖν ὑπόθεσιν γραμμάτων πρὸς τὴν εὐλάβειάν σου, τὴν ἄφιξιν τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου· ὃς, πολὺν ὑποστὰς ἐν τῇ ὁδοιπορίᾳ τὸν κόπον, πάντα διηγήσεταί σοι μετ' ἀκριβείας ὅσα κατέλαβεν ἐν τῇ Δύσει. Ὑπὲρ ὧν καὶ εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ, καὶ προσκυνεῖν αὐτὸν, ἵνα δῷ καὶ ἡμῖν τὴν αὐτὴν εἰρήνην, καὶ ἀπολάβωμεν ἀλλήλους μετ' ἐλευθερίας. Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἄσπασαι παρ' ἡμ⟨…⟩
Would that it were possible for me even every single day to write to your reverence. For ever since I came into experience of your love, I have had a great longing above all to spend my life with you, or failing that, at least to write and to receive letters, so that I might be able both to make known my own affairs, and to learn about your state. Yet since not whatever things we wish are ours, but whatever things the Lord gives, these we ought to accept with thanksgiving; we gave thanks to the holy God Who has afforded us an occasion for letters to your reverence, namely the arrival of our most longed-for and most devout brother Sanctissimus the fellow-presbyter; who, having endured much toil on the journey, will recount to you with exactness all that he found in the West. On behalf of which things we ought both to give thanks to the Lord, and to worship Him, that He may grant to us also the same peace, and that we may recover one another with freedom. Greet all the brotherhood in Christ from u[s.]
PG 32:944Read from the page
ΕΠΙΣΤΟΛΗ ΣΝϚʹ.
Letter 256.
Τοῖς ποθεινοτάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς συμπρεσβυτέροις Ἀκακίῳ, Ἀετίῳ, Παύλῳ καὶ Σιλουάνῳ, καὶ Σιλουίνῳ, καὶ Λουκίῳ διακόνοις καὶ λοιποῖς μονάζουσιν ἀδελφοῖς, Βασίλειος ἐπίσκοπος.
To his most longed-for and most devout brothers, the fellow-presbyters Acacius, Aetius, Paul, and Silvanus, and to Silvinus and Lucius the deacons, and to the remaining monastic brothers, Basil the bishop.
Ἐγὼ, ἀκούσας τὸν βαρὺν ἐκεῖνον διωγμὸν ἐπαναστάντα ὑμῖν, καὶ ὅτι εὐθέως μετὰ τὸ Πάσχα οι εἰς κρίσεις καὶ μάχας νηστεύσαντες, ἐπελθόντες ὑμῶν ταῖς σκηναῖς, πυρὶ παρέδωκαν τοὺς πόνους ὑμῶν, ὑμῖν μὲν τὴν ἐν οὐρανοῖς οἰκίαν τὴν ἀχειροποίητον εὐτρεπίζοντες, ἑαυτοῖς δὲ τὸ πῦρ θησαυρίζοντες, ᾧ εἰς τὴν καθ' ὑμῶν ἐχρήσαντο βλάβην, ἐστέναξα μὲν ἐπὶ τῷ συμβάντι, οὐχ ὑμῖν συναλγῶν, ἀδελφοὶ, μὴ γένοιτο! ἀλλὰ τοῖς οὕτω καταβαπτισθεῖσιν ὑπὸ τῆς κακίας, ὥστε μέχρι τοσούτου τὴν ἑαυτῶν πονηρίαν ἐκτεῖναι· προσεδόκησα δὲ εὐθέως ἐφ' ἑτοίμην καταφυγὴν τὴν ἡμετέραν ταπείνωσιν πάντας ὑμᾶς δραμεῖσθαι· καὶ ἐν ἐλπίδι εἶχον, ὅτι δώσει μοι ὁ Κύριος ἀνάπνευσιν τῶν συνεχῶν ὀδυνῶν ἐκ τοῦ περιπτύξασθαι ὑμᾶς, καὶ τὸν καλὸν ἱδρῶτα, ὃν ὑπὲρ τῆς ἀληθείας στάζετε, τῷ ἀργῷ τούτῳ σώματι ὑποδεξάμενος, ἕξειν τινὰ κοινωνίαν τῶν ἀποκειμένων ὑμῖν ἄθλων παρὰ τοῦ κριτοῦ τῆς ἀληθείας. Ἀλλ' ἐπειδὴ τοῦτο μὲν οὐδ' εἰς ἔννοιαν ὑμῖν ἦλθεν, οὐδὲ προσεδοκήσατέ τινα ἀνάπαυσιν ἕξειν παρ' ἡμῶν, ἐπεθύμουν ὑποθέσεις γοῦν εὑρίσκειν συνεχεῖς τῶν πρὸς ὑμᾶς γραμμάτων, ἵν', ὥσπερ οἱ τοῖς ἀγωνιζομένοις ὑποφθεγγόμενοι, καὶ αὐτός τινα ὑμῖν διὰ γραμμάτων εἰς προτροπὴν τῆς ἀγαθῆς ὑμῶν ἀθλήσεως ἐνεβόησα. Ἐγένετο δὲ ἡμῖν οὐδὲ τοῦτο ῥᾴδιον διὰ δύο προφάσεις· μίαν μὲν, ὅτι οὐκ ᾔδειμεν ὅπου διάγετε· ἑτέραν δὲ, ὅτι οὐδὲ πολλοί εἰσιν οἱ παρ' ἡμῶν πρὸς ὑμᾶς ἀπαίροντες. Ἀλλὰ νῦν ὁ Κύριος ἤγαγεν ἡμῖν τὸν ποθεινότατον καὶ εὐλαβέστατον ἀδελφὸν Σαγκτίσσιμον τὸν συμπρεσβύτερον, δι' οὗ καὶ προσφθεγγόμεθα ὑμῶν τὴν ἀγάπην, καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑμᾶς ὑπὲρ ἡμῶν, χαίροντας καὶ ἀγαλλιωμένους, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ἔχοντας παρῥησίαν πρὸς τὸν Κύριον, μὴ ἀνεῖναι νυκτὸς καὶ ἡμέρας βοῶντας πρὸς αὐτὸν, ὑπὲρ τοῦ παύσασθαι μὲν τὸν σάλον τῶν Ἐκκλησιῶν τοῦτον, ἀποδοθῆναι δὲ τοῖς λαοῖς τοὺς ποιμένας, ἐπανελθεῖν δὲ τὴν Ἐκκλησίαν εἰς τὸ οἰκεῖον αὐτῆς ἀξίωμα. Πέ-
When I heard of that grievous persecution that rose up against you, and that immediately after Easter those who fasted for judgements and quarrels, coming upon your dwellings, gave your labours over to fire, preparing for you indeed the house in the heavens not made with hands, while treasuring up for themselves the fire which they used to your harm, I groaned at the event, not grieving for you, brothers, far be it! but for those so plunged under by wickedness as to stretch out their own malice to such a point; and I expected straightway that you all would run to our lowliness as to a ready refuge; and I held it in hope that the Lord would grant me a breathing-space from my continual pains through embracing you, and that receiving upon this idle body the noble sweat which you shed on behalf of the truth, I should have some share in the rewards laid up for you from the Judge of truth. Yet since this did not even come into your mind, nor did you expect to have any rest from us, I desired at least to find continual occasions for letters to you, so that, just like those who call out encouragement to contestants, I myself also might through letters cry out something to you to urge on your good contest. Yet not even this was easy for us for two reasons: one indeed, because we did not know where you are staying; and the other, because there are not even many setting out from us to you. But now the Lord has brought to us our most longed-for and most devout brother Sanctissimus the fellow-presbyter, through whom we both address your love, and exhort you to pray on our behalf, rejoicing and exulting because your reward is great in the heavens, and as having boldness towards the Lord, not to cease night and day crying out to Him, that this tossing of the Churches may cease, that the shepherds may be restored to the peoples, and that the Church may return to her own proper dignity. For I am per-
Notes, col. 944

On the reading

Printed οι, for οἱ.

PG 32:945Read from the page
πεισμαι γὰρ, ὅτι, ἐὰν εὑρεθῇ φωνὴ δυσωποῦσα τὸν ἀγαθὸν Θεὸν, οὐκ εἰς μακρὰν ποιήσει τὰ ἐλέη αὐτοῦ· ἀλλὰ παρέξει ἡμῖν λοιπὸν σὺν τῷ πειρασμῷ καὶ ⟨…⟩ Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἡμῶν.
suaded that, if a voice be found entreating the good God, He will not put off His mercies for long; but will henceforth grant to us together with the trial also [the way out, that we may be able to bear it.] Greet all the brotherhood in Christ from us.
ΕΠΙΣΤΟΛΗ ΣΝΖʹ.
Letter 257.
Μονάζουσι καταπονηθεῖσιν ὑπὸ τῶν Ἀρειανῶν.
To Monks Harassed by the Arians.
Ἃ κατ' ἐμαυτὸν ἐφθεγξάμην, ἀκούσας περὶ τοῦ πειρασμοῦ τοῦ ἐπαχθέντος ὑμῖν παρὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ταῦτα δὴ διὰ γράμματος ἀπαγγεῖλαι πρὸς ὑμᾶς καλῶς ἔχειν ἐνόμισα, ὅτι ἐν καιρῷ νομιζομένῳ εἰρηνεύεσθαι ἐκτήσασθε ἑαυτοῖς μακαρισμὸν, τὸν ὑπὲρ τῶν διωκομένων ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀποκείμενον. Οὐ γὰρ ἐπειδὴ ὄνομα προσηνὲς καὶ ἤπιον περίκειται τοῖς τὰ πονηρὰ ἐργαζομένοις, τούτου ἕνεκεν καὶ τὰ πράγματα νομίζειν χρὴ μὴ πολεμίων εἶναι. Χαλεπώτερον γὰρ κρίνω ἐγὼ τὸν παρὰ τῶν ὁμοφύλων πόλεμον· διότι τοὺς μὲν προκεκηρυγμένους ἐχθροὺς καὶ φυλάξασθαι ῥᾴδιον, τοῖς δὲ ἀναμεμιγμένοις ἡμῖν ἀνάγκη ἐκδότους εἶναι πρὸς πᾶσαν βλάβην· ὃ καὶ ὑμεῖς πεπόνθατε. Ἐδιώχθησαν μὲν γὰρ καὶ οἱ πατέρες ἡμῶν, ἀλλὰ παρὰ τῶν εἰδωλολατρούντων· καὶ διηρπάγη αὐτῶν ὁ βίος, καὶ οἶκοι ἀνετράπησαν, καὶ αὐτοὶ ἐφυγαδεύθησαν, παρὰ τῶν φανερῶς πολεμούντων ἡμῖν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ. Οἱ δὲ νῦν ἀναφανέντες διῶκται μισοῦσι μὲν ἡμᾶς οὐδὲν ἧττον ἢ ἐκεῖνοι, εἰς δὲ τὴν τῶν πολλῶν ἀπάτην τὸ τοῦ Χριστοῦ προβάλλονται ὄνομα, ἵνα μηδὲ τὴν ἐκ τῆς ὁμολογίας παραμυθίαν ἔχωσιν οἱ διωκόμενοι, τῶν πολλῶν καὶ ἀκεραιοτέρων ἀδικεῖσθαι μὲν ἡμᾶς ὁμολογούντων, εἰς μαρτύριον δὲ ἡμῖν τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον μὴ λογιζομένων. Διόπερ ἐγὼ πέπεισμαι μείζονα ὑμῖν ἢ τοῖς τότε μαρτυροῦσι τὸν παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀποκεῖσθαι, εἴπερ ἐκεῖνοι καὶ τὴν παρὰ τῶν ἀνθρώπων ἀποδοχὴν ὁμολογουμένην εἶχον, καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐξεδέχοντο, ὑμῖν δὲ ἐπ' ἴσοις τοῖς κατορθώμασιν αἱ παρὰ τῶν λαῶν τιμαὶ οὐχ ὑπάρχουσιν· ὥστε εἰκὸς πολυπλασίονα ἀποκεῖσθαι ἐν τῷ μέλλοντι αἰῶνι τῶν ὑπὲρ τῆς εὐσεβείας πόνων τὴν ἀντιμισθίαν.
The words that I spoke to myself upon hearing about the trial brought upon you by the enemies of God, these indeed I thought it well to report to you by letter, namely that in a season supposed to be at peace you have acquired for yourselves the blessing laid up on behalf of those persecuted for the sake of the name of Christ. For one must not suppose, simply because a gentle and mild name is worn by those who work evil things, that on this account their deeds also are not those of enemies. For I myself judge the war waged by men of our own race to be harder to bear; because open and declared enemies are even easy to guard against, whereas to those mingled in among us we must needs be exposed for every harm; which very thing you also have suffered. For our fathers too were persecuted, yet by idolaters; and their livelihood was plundered, and their houses were overturned, and they themselves were driven into exile, by men openly making war on us on account of the name of Christ. Yet the persecutors who have now appeared hate us no less than those men did, while to deceive the many they put forward the name of Christ, so that the persecuted may not even have the consolation that comes from confession, since the many and simpler folk confess indeed that we are wronged, yet do not reckon death on behalf of the truth as martyrdom for us. Wherefore I am persuaded that a greater reward is laid up for you from the righteous Judge than for those who bore witness at that time, seeing that those men both had acknowledged acceptance from men, and awaited the reward from God, whereas for you, upon equal achievements, honours from the peoples are not forthcoming; so that it is reasonable that in the age to come the recompense for your labours on behalf of godliness is laid up many times over.
PG 32:948Read from the page
2. Διὸ παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλ' ἀνανεοῦσθαι τῇ πρὸς Θεὸν ἀγάπῃ, καὶ καθ' ἡμέραν προστιθέναι τῇ σπουδῇ, εἰδότας, ὅτι ἐν ὑμῖν ὀφείλει τὸ λείψανον τῆς εὐσεβείας σωθῆναι, ὃ ἐλθὼν ὁ Κύριος εὑρήσει ἐπὶ τῆς γῆς. Καὶ εἴτε ἀπεδιώχθησαν ἐπίσκοποι τῶν Ἐκκλησιῶν, τοῦτο ὑμᾶς μὴ σαλευέτω· εἴτε προδόται ἐξ αὐτῶν ἐφύησαν τῶν κληρικῶν, μηδὲ τοῦτο τὴν πεποίθησιν ὑμῶν τὴν εἰς Θεὸν σαθρούτω. Οὐ γὰρ τὰ ὀνόματά ἐστι τὰ σώζοντα ἡμᾶς, ἀλλ' αἱ προαιρέσεις, καὶ ἡ ἀληθινὴ περὶ τὸν κτίσαντα ἡμᾶς ἀγάπη. Ἐνθυμήθητε, ὅτι καὶ ἐν τῇ κατὰ τοῦ Κυρίου ἡμῶν ἐπιβουλῇ ἀρχιερεῖς μὲν καὶ γραμματεῖς καὶ πρεσβύτεροι τὸν δόλον συνεσκευάσαντο, ὀλίγοι δὲ τῶν ἐκ τοῦ λαοῦ εὑρίσκοντο οἱ γνησίως τὸν λόγον καταδεχόμενοι· καὶ ὅτι οὐ τὸ πλῆθός ἐστι τὸ σωζόμενον, ἀλλ' οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ. Ὥστε μηδέποτε ὑμᾶς πτοείτω λαοῦ πολυοχλία, οἱ ὥσπερ ὕδωρ θαλάσσης ὑπὸ πνευμάτων μεταφερόμενοι. Ἐὰν γὰρ καὶ εἷς σωθῇ ὥσπερ Λὼτ ἐν Σοδόμοις, μένειν ὀφείλει ἐπὶ τῆς ὀρθῆς κρίσεως, ἀμετακίνητον ἔχων τὴν ἐν Χριστῷ ἐλπίδα, διότι οὐκ ἐγκαταλείψει Κύριος τοὺς ὁσίους αὐτοῦ. Πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἐμοῦ· προσεύχεσθε γνησίως ὑπὲρ τῆς ψυχῆς μου τῆς ἐλεεινῆς.
2. Wherefore we exhort you not to lose heart in afflictions, but to be renewed in love towards God, and daily to add to your zeal, knowing that in you the remnant of godliness ought to be preserved, which the Lord when He comes will find upon the earth. And whether bishops have been driven away from the Churches, let this not shake you; or whether traitors have sprung up from among the clergy themselves, let not even this weaken your confidence in God. For it is not names that save us, but choices of will, and true love for Him Who created us. Bear in mind that in the plot against our Lord also the chief priests and scribes and elders contrived the deceit, whereas few of those from the people were found who genuinely received the word; and that it is not the multitude that is saved, but the elect of God. So let the thronging crowd of the people never terrify you, who like the water of the sea are carried about by winds. For even if one man alone be saved like Lot in Sodom, he ought to abide in right judgement, holding unshaken his hope in Christ, because the Lord will not forsake His holy ones. Greet all the brotherhood in Christ from me; pray genuinely on behalf of my wretched soul.
ΕΠΙΣΤΟΛΗ ΣΝΗʹ.
Letter 258.
Ἐπιφανίῳ ἐπισκόπῳ.
To Bishop Epiphanius.
1. Τὸ πάλαι προσδοκηθὲν ἐκ τῆς τοῦ Κυρίου προρρήσεως, νῦν δὲ λοιπὸν τῇ πείρᾳ τῶν πραγμάτων βεβαιούμενον, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ἤδη κεκρατημένον παρ' ἡμῖν, ἔδοξε λύειν τὰ γράμματα τῆς τιμιότητός σου κομισθέντα. Ὄντως γὰρ ἀγάπης ἔνδειγμα οὐ τὸ τυχὸν, πρῶτον μὲν μνησθῆναι ἡμῶν τῶν οὕτω μικρῶν καὶ μηδενὸς ἀξίων· ἔπειτα καὶ ἀδελφοὺς ἀποστεῖλαι εἰς ἐπίσκεψιν ἡμετέραν, πρέποντας εἶναι διακόνους εἰρηνικῶν γραμμάτων. Οὐδὲν γὰρ τούτου σπανιώτερον θέαμα, πάντων πρὸς πάντας λοιπὸν ὑπόπτως διακειμένων. Οὐδαμοῦ γὰρ εὐσπλαγχνία, οὐδαμοῦ συμπάθεια, οὐ δάκρυον ἀδελφικὸν ἐπ' ἀδελφῷ κάμνοντι. Οὐ διωγμοὶ ὑπὲρ τῆς ἀληθείας, οὐκ Ἐκκλησίαι στενάζουσαι πανδημεὶ, οὐχ ὁ πολὺς οὗτος τῶν περιεχόντων ἡμᾶς δυσχερῶν κατάλογος κινεῖν δύναται ἡμᾶς πρὸς τὴν ὑπὲρ ἀλλήλων μέριμναν. Ἀλλὰ τοῖς πτώμασιν ἐναλλόμεθα, τὰ τραύματα ἐπιξαίνομεν, τὰς παρὰ τῶν αἱρετικῶν ἐπηρείας, οἱ δοκοῦντες τῷ αὐτῷ κοινωνεῖν φρονή-
1. What was long ago expected from the Lord's prediction, and is now at last confirmed by the experience of events, namely that because lawlessness is multiplied the love of the many will grow cold, after it had already prevailed among us, the letters brought from your honour seemed to undo. For truly it is no ordinary proof of love, first indeed to remember us who are so small and worth nothing; and next also to send brothers to visit us, men fitting to be ministers of peaceful letters. For no sight is rarer than this, when all are now suspiciously disposed towards all. For nowhere is there tender mercy, nowhere sympathy, no brotherly tear over a brother in distress. Neither persecutions on behalf of the truth, nor Churches groaning with their whole people, nor this long catalogue of hardships surrounding us is able to move us to care for one another. Rather, we leap upon the fallen, we scratch open the wounds, and the insults from the heretics, we who seem to share in the same mind,
PG 32:949Read from the page
ματι, ἐπιτείνομεν, καὶ οἱ ἐν τοῖς καιριωτάτοις ἔχοντες συμφωνίαν ἑνί γέ τινι πάντως διεστήκασιν ἀπ' ἀλλήλων. Πῶς οὖν μὴ θαυμάσομεν τὸν ἐν τοιούτοις πράγμασι καθαρὰν καὶ ἄδολον τὴν πρὸς τοὺς πλησίον ἀγάπην ἐπιδεικνύμενον, καὶ διὰ τοσαύτης θαλάσσης καὶ ἠπείρου, τῆς χωριζούσης ἡμᾶς σωματικῶς, τὴν ἐνδεχομένην ἐπιμέλειαν ταῖς ψυχαῖς ἡμῶν χαριζόμενον;
we intensify, and those who hold agreement in the most vital matters are altogether divided from one another by at least some one thing. How then shall we not admire the man who in such circumstances displays pure and guileless love towards his neighbours, and across so great a sea and mainland, which separates us bodily, bestows upon our souls all possible care?
2. Ἐθαύμασα δέ σου κἀκεῖνο, ὅτι καὶ τὴν ἐν τῷ Ἐλαιῶνι τῶν ἀδελφῶν διάστασιν λυπηρῶς ἐδέξω, καὶ βούλει τινὰ αὐτοῖς γενέσθαι πρὸς ἀλλήλους συμβιβασμόν. Καὶ ὅτι σε οὐδὲ τὰ παρευρεθέντα ὑπὸ τινῶν, καὶ ταραχὰς ἐμποιήσαντα τῇ ἀδελφότητι, παρέλαθεν, ἀλλὰ καὶ τὴν ἐπὶ τούτοις μέριμναν ἀνεδέξω, καὶ ταῦτα ἀπεδεξάμην. Ἐκεῖνο δὲ οὐκέτι τῆς σῆς ἐνόμισα εἶναι συνέσεως ἄξιον, τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν, ἀνθρώποις οὔτε χάριτι Θεοῦ ἀγομένοις, διὰ τὸ ἁμαρτίαις συζῆν, οὔτε τινὰ κεκτημένοις περὶ τοὺς λόγους δύναμιν, διὰ τὸ τῶν μὲν ματαίων ἀγαπητῶς ἀποστῆναι, τῶν δὲ τῆς ἀληθείας δογμάτων μήπω τὴν προσήκουσαν ἕξιν ἀναλαβεῖν. Ἐπεστείλαμεν οὖν ἤδη τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἡμῶν, τοῖς κατὰ τὸν Ἐλαιῶνα, Παλλαδίῳ τῷ ἡμετέρῳ καὶ Ἰννοκεντίῳ τῷ Ἰταλῷ, πρὸς τὰ παρ' αὐτῶν ἡμῖν ἐπεσταλμένα· ὅτι οὐδὲν δυνάμεθα τῇ κατὰ Νίκαιαν πίστει προστιθέναι ἡμεῖς, οὐδὲ τὸ βραχύτατον, πλὴν τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον δοξολογίας, διὰ τὸ ἐν παραδρομῇ τοὺς πατέρας ἡμῶν τούτου τοῦ μέρους ἐπιμνησθῆναι· οὔπω τοῦ κατ' αὐτὸ ζητήματος τότε κεκινημένου. Τὰ δὲ προσυφαινόμενα τῇ πίστει ἐκείνῃ δόγματα περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, ὡς βαθύτερα τῆς ἡμετέρας καταλήψεως, οὔτε ἐβασανίσαμεν, οὔτε παρεδεξάμεθα· εἰδότες, ὅτι, ἐπειδὰν τὴν ἁπλότητα τῆς πίστεως ἅπαξ παρακινήσωμεν, οὔτε τι πέρας τῶν λόγων εὑρήσομεν, ἀεὶ τῆς ἀντιλογίας εἰς τὸ πλεῖον ἡμᾶς ⟨…⟩ ρων παραταράξομεν τῇ παρεισαγωγῇ τῶν ξενιζόντων.
2. And I admired this also in you, that you received with sorrow the division of the brothers on the Mount of Olives as well, and wish that some reconciliation with one another may come about for them. And that not even the things devised on the side by certain persons, which caused disturbances to the brotherhood, escaped your notice, but that you took upon yourself the care over these matters also, this too I welcomed. Yet that other point I no longer judged to be worthy of your intelligence, namely to entrust to us the setting right of such great matters, men who are neither guided by the grace of God, because we live together with sins, nor possess any power in discourse, because while we have gladly withdrawn from vain studies, we have not yet acquired the fitting habit in the doctrines of the truth. We have therefore already written to our beloved brothers on the Mount of Olives, our Palladius and Innocent the Italian, in reply to what was written to us by them: that we ourselves are able to add nothing to the faith of Nicaea, not even the slightest thing, except the glorification of the Holy Spirit, because our fathers made mention of this part only in passing, since the question concerning It had not yet been stirred up at that time. As for the doctrines woven onto that faith concerning the Lord's incarnation, as being deeper than our comprehension, we have neither tested them nor received them; knowing that, once we disturb the simplicity of the faith, we shall find no end of arguments, as contradiction ever [leads] us on further, [and we shall] thoroughly trouble [the souls of the] simpler folk by the bringing in of strange novelties.
3. Τὴν δὲ κατὰ Ἀντιόχειαν Ἐκκλησίαν, λέγω δὴ τὴν τῷ αὐτῷ φρονήματι συμβαίνουσαν, δῴη ποτὲ ὁ Κύριος ἰδεῖν αὐτὴν ἡνωμένην. Κινδυνεύει γὰρ αὕτη μάλιστα δεδέχθαι τὰς ἐπιβουλὰς τοῦ ἐχθροῦ, μνησικακοῦντος αὐτῇ διὰ τὸ πρῶτον τοῖς ἐκεῖ τὴν
3. And as for the Church at Antioch, I mean the one agreeing in the same mind, may the Lord grant one day to see her united. For she above all runs the risk of having received the plots of the enemy, who bears a grudge against her because those there were the first to have the