Migne Reading Room

PG 32 · cols. 748–757 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:748Read from the page
μᾶλλον ἴδω τὸ σπουδαζόμενον· ἐπειδὴ τὸ τῆς διαβολῆς ἔργον φανερὸν ἔχει τὸν καθηγούμενον· ὃς, ἀπὸ πολλῶν ὑπάρχων ἀδικημάτων γνώριμος, ἀπὸ ταύτης μάλιστα τῆς πονηρίας χαρακτηρίζεται, ὥστε καὶ ὄνομα αὐτῷ γενέσθαι τὴν ἁμαρτίαν. Πλὴν ἀλλ' ὑμεῖς ἀνάσχεσθέ μου τῆς παῤῥησίας· ἀμφοτέρας τὰς ἀκοὰς τοῖς διαβάλλουσιν ἡμᾶς ἀναπετάσαντες, πάντα ἀνεξετάστως ταῖς ψυχαῖς παραδέχεσθε· καὶ οὐδεὶς ὁ τοῦ ἀληθοῦς τὸ ψεῦδος φυλοκρινῶν. Τίς ἠπόρησέ ποτε πονηρῶν ἐγκλημάτων μόνος ἀγωνιζόμενος; τίς ἠλέγχθη ψευδόμενος, μὴ παρόντος τοῦ συκοφαντουμένου; ποῖον ῥῆμα οὐκ ἔστι πιθανὸν τοῖς ἀκούουσιν, ἐὰν ὁ μὲν λοίδορος διατείνηται, ἦ μὴν οὕτως ἔχειν, ὁ δὲ λοιδορούμενος μήτε παρῇ, μήτε ἐπακούῃ τῶν βλασφημιῶν; Οὐδὲ αὐτὴ ἡ τοῦ βίου συνήθεια παιδεύει ὑμᾶς πρὸς ταῦτα, ὅτι δεῖ τὸν μέλλοντα ἴσον καὶ κοινὸν ἀκροατὴν γενήσεσθαι, μὴ ὅλον ἀπάγεσθαι παρὰ τοῦ προλαβόντος, ἀλλ' ἀναμένειν καὶ τὴν ἀπολογίαν τοῦ ἐναγομένου, ἵν' οὕτως ἐκ τῆς παραθέσεως, ἑκατέρων τῶν λόγων διαδειχθῇ ἡ ἀλήθεια; Κρῖμα δίκαιον κρίνατε· πρόσταγμά ἐστιν ἓν τῶν ἀναγκαιοτάτων εἰς σωτηρίαν.
I see what is eagerly pursued; since the work of slander has its leader manifest; who, being known from many wrongdoings, is marked above all by this wickedness, so that the sin has even become a name for him. Yet bear with my boldness of speech: having thrown open both ears to those who slander us, you receive everything into your souls without examination; and there is no one who distinguishes falsehood from truth. Who was ever at a loss for wicked accusations when contending alone? Who was ever convicted of lying when the one being slandered was not present? What word is not plausible to the hearers, if the reviler stoutly maintains that it is assuredly so, while the one reviled is neither present nor hears the blasphemies? Does not even the custom of life itself teach you with regard to these things, that he who is going to be an equal and impartial hearer must not be wholly carried away by the one who comes first, but must await also the defence of the accused, so that thus from the comparison of both accounts the truth may be shown forth? Judge a righteous judgement (John 7:24): it is one of the commandments most necessary for salvation.
3. Καὶ ταῦτα λέγω, οὐκ ἐπιλελησμένος τῶν ἀποστολικῶν ῥημάτων, ὅτι, φεύγων ἐκεῖνος τὰ ἀνθρώπινα κριτήρια, ὅλον ἑαυτοῦ τὸν βίον ταῖς εὐθύναις τοῦ ἀνεξαπατήτου δικαστηρίου ἐταμιεύετο ἐν οἷς φησιν· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας. Ἀλλ' ὅμως ἐπειδὴ προλαβοῦσαι διαβολαὶ ψευδεῖς κατέσχον ὑμῶν τὰς ἀκοὰς, καὶ διαβέβληται μὲν ἡμῶν ὁ βίος, διαβέβληται δὲ ἡ περὶ τὸν Θεὸν ἡμῶν πίστις, εἰδὼς, ὅτι τρισὶν ὁμοῦ προσώποις τὴν βλάβην προστρίβεται ὁ διαβάλλων· τόν τε γὰρ συκοφαντούμενον ἀδικεῖ, καὶ πρὸς οὓς ὁ λόγος ἐστὶν αὐτῷ, καὶ ἑαυτόν· τῆς μὲν ἐμαυτοῦ βλάβης κἂν ἀπεσιώπησα, εὖ ἴστε, οὐ καταφρονῶν τῆς παρ' ὑμῖν ὑπολήψεως, (πῶς γὰρ ὅς γε, ἵνα μὴ ταύτην ζημιωθῶ, ταῦτα ἐπιστέλλω καὶ ἀγωνίζομαι νῦν;) ἀλλ' ὁρῶν, ὅτι ἐν τρισὶ τοῖς βλαπτομένοις ὁ τὰ ἐλάττονα ζημιούμενος, εἰμὶ ἐγώ. Ἐγὼ μὲν γὰρ ὑμᾶς ἀποστεροῦμαι, ὑμεῖς δὲ τὴν ἀλήθειαν ἀφαιρεῖσθε· καὶ ὁ τούτων αἴτιος ἐμὲ μὲν ὑμῶν διίστησιν, ἑαυτὸν δὲ ἀλλοτριοῖ τοῦ Κυρίου· διότι οὐκ ἔστι Θεῷ ἐκ τῶν ἀπηγορευμένων οἰκειωθῆναι. Ὑμῶν οὖν μᾶλλον ἕνεκεν ἢ ἐμαυτοῦ ποιοῦμαι τοὺς λόγους, καὶ τοῦ ὑμᾶς ἐξελέσθαι βλάβης οὐκ ἀνεκτῆς. Τί γὰρ ἂν καὶ μεῖζον πάθοι κακόν τις τὸ τιμιώτατον τῶν ὄντων ζημιωθεὶς, τὴν ἀλήθειαν;
3. And I say these things, not having forgotten the apostolic words, that, fleeing human tribunals, he reserved his whole life for the accounts of the undeceivable court where he says: But with me it is a very small thing that I should be judged by you, or by man's day (1 Cor. 4:3). Nevertheless, since false slanders coming first have taken hold of your ears, and our life has been slandered, and our faith concerning God has been slandered, knowing that the slanderer inflicts harm upon three persons at once—for he wrongs the one slandered, and those to whom his speech is addressed, and himself—regarding my own harm I would even have kept silence, know well, not despising my reputation among you (for how could I, who, that I may not suffer the loss of this, write these things and contend now?), but seeing that among the three who are harmed the one who suffers the lesser loss is I. For I indeed am deprived of you, while you are robbed of the truth; and the author of these things separates me from you, and alienates himself from the Lord; because it is not possible to become intimate with God through forbidden deeds. For your sake, therefore, rather than my own I make my plea, and in order to rescue you from an intolerable harm. For what greater evil could anyone suffer than to lose the most precious of existing things, the truth?
4. Τί οὖν φημι, ἀδελφοί; Οὐχ ὅτι ἀναμάρτητός τις ἐγὼ, οὐθ' ὅτι ὁ βίος ὁ ἐμὸς οὐχὶ πλήρης ἐστὶ μυρίων ἐλαττωμάτων· οἶδα γὰρ ἐμαυτὸν, καὶ οὐ διαλείπω γε στάζων τὸ δάκρυον ὑπὲρ τῶν ἁμαρτημά-
4. What then do I say, brethren? Not that I am someone sinless, nor that my life is not full of ten thousand shortcomings; for I know myself, and I do not cease dropping a tear for my sins,
PG 32:749Read from the page
των, εἴ πως δυνηθείην ἐξιλάσασθαί μου τὸν Θεὸν, καὶ διαφυγεῖν τὴν ἀπειληθεῖσαν κόλασιν· ἀλλ' ὅτι ὁ τὰ ἡμέτερα κρίνων, εἰ μὲν καθαρὸν ἔχειν διαβεβαιοῦται τὸν ὀφθαλμὸν, καρφολογείτω ἡμῶν τὸ ὄμμα. Ὁμολογοῦμεν γὰρ δεῖσθαι πολλῆς τῆς ἐκ τῶν ὑγιαινόντων ἐπιμελείας· εἰ δὲ τοῦτο μὲν οὐκ ἂν εἴποι, καὶ τοσούτῳ γε πλέον οὐκ ἐρεῖ, ὅσῳπερ ἂν μᾶλλον ᾖ καθαρὸς (διότι ἴδιον τῶν τελείων τὸ μὴ ἑαυτοὺς ὑπεραίρειν· ἐπεὶ πάντως ὑπόδικοι τῇ ἀλαζονείᾳ τοῦ Φαρισαίου γενήσονται, ὃς, ἑαυτὸν δικαιῶν, κατέκρινε τὸν τελώνην), μετ' ἐμοῦ ζητείτω τὸν ἰατρὸν, καὶ μὴ πρὸ καιροῦ κρινέτω, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς ἀποκαλύψει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Μεμνήσθω δὲ καὶ τοῦ εἰπόντος· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· καὶ, Μὴ καταδικάζετε, ἵνα μὴ καταδικασθῆτε. Ὅλως δὲ, ἀδελφοὶ, εἰ μὲν ἰάσιμα ἡμῶν ἐστι τὰ πλημμελήματα, τί οὐχὶ πείθεται τῷ διδασκάλῳ τῶν Ἐκκλησιῶν λέγοντι· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον; Εἰ δὲ ἀνίατος ἡμῶν ἡ ἀνομία, τί οὐχὶ εἰς πρόσωπον ἡμῖν ἀντικαθίσταται, καὶ δημοσιεύσας ἡμῶν τὰ ἀνομήματα, ἐλευθεροῖ τῆς παρ' ἡμῶν βλάβης τὰς Ἐκκλησίας; Μὴ τοίνυν ἀνάσχησθε τῆς ὑπ' ὀδόντα λαλουμένης καθ' ἡμῶν λοιδορίας. Τοῦτο γὰρ κἂν παιδίσκη μία τῶν ἐκ μύλωνος ποιήσειε, κἂν τῶν ἀγοραίων τις μεθ' ὑπερβολῆς ἐπιδείξαιτο, οἷς ἡ γλῶσσα πρὸς πᾶσαν ἠκόνηται λοιδορίαν. Ἀλλ' εἰσὶν ἐπίσκοποι· κληθῶσιν εἰς ἀκρόασιν. Ἔστι κλῆρος κατὰ πᾶσαν τοῦ Θεοῦ παροικίαν· συναχθήτωσαν οἱ δοκιμώτατοι. Λεγέτω μετὰ παῤῥησίας ὁ βουλόμενος, ἵνα ἔλεγχος ᾖ τὸ γινόμενον, καὶ μὴ λοιδορία. Ὑπ' ὄψιν ἀγέτω τὰ λανθάνοντά μου τῆς πονηρίας· μισείτω δὲ μηδὲ τότε, ἀλλὰ νουθετείτω ὡς ἀδελφόν. Ἐλεεῖσθαί που δικαιότεροί ἐσμεν παρὰ τῶν μακαρίων ἀνδρῶν καὶ ἀναμαρτήτων οἱ ἁμαρτωλοὶ ἡμεῖς μᾶλλον ἢ χαλεπαίνεσθαι.
if somehow I might be able to propitiate my God, and escape the threatened punishment; but that he who judges our affairs, if indeed he affirms that he has a pure eye, let him pick the mote from our eye. For we confess that we need much care from those who are healthy; but if he would not say this, and will say it all the less the purer he is (because it is proper to the perfect not to exalt themselves; since otherwise they will altogether become liable to the arrogance of the Pharisee, who, justifying himself, condemned the publican), let him seek the physician with me, and not judge before the time, until the Lord come, Who will bring to light the hidden things of darkness, and make manifest the counsels of the hearts (1 Cor. 4:5). And let him remember also Him Who said: Judge not, that you be not judged (Matt. 7:1); and, Condemn not, that you be not condemned (Luke 6:37). And altogether, brethren, if indeed our faults are curable, why does he not obey the teacher of the Churches when he says: Reprove, rebuke, exhort (2 Tim. 4:2)? But if our lawlessness is incurable, why does he not withstand us to our face, and having made public our lawless deeds, free the Churches from the harm that comes from us? Do not therefore put up with railing spoken under the teeth against us. For even a single maidservant from the mill might do this, and any of the loungers in the marketplace might display it to excess, whose tongue is sharpened for every railing. But there are bishops: let them be called to a hearing. There is a clergy in every diocese of God: let the most approved be gathered together. Let whoever wishes speak with boldness, that what takes place may be a proof, and not railing. Let him bring into view the hidden things of my wickedness; yet let him not hate even then, but admonish as a brother. Surely we sinners are more justly entitled to be pitied by blessed and sinless men than to be treated with harshness.
5. Εἰ δὲ περὶ πίστιν τὸ σφάλμα, δειχθήτω ἡμῖν ἡ συγγραφή· πάλιν ἴσον καὶ κοινὸν κριτήριον καθισάτω. Ἀναγνωσθήτω τὸ ἔγκλημα. Δοκιμασθήτω, εἰ μὴ ἀγνοίᾳ τοῦ ἐγκαλοῦντος ἔγκλημα εἶναι δοκεῖ μᾶλλον, ἢ τῇ ἑαυτοῦ φύσει κατεγνωσμένον ἐστὶ τὸ γράμμα. Πολλὰ γὰρ τῶν καλῶν οὐ δοκεῖ εἶναι τοιαῦτα τοῖς τὸ κριτήριον τῆς διανοίας οὐκ ἀκριβὲς κεκτημένοις. Ἐπεὶ καὶ τὰ ἰσοβαρῆ τῶν ὄγκων οὐκ ἴσα εἶναι δοκεῖ, ὅταν μὴ ἰσοῤῥόπως ἔχωσι πρὸς ἀλλήλας αἱ πλάστιγγες. Καὶ τὸ μέλι ἤδη πικρόν τισι κατεφάνη, τὴν γευστικὴν αἴσθησιν ὑπὸ τοῦ πάθους διεφθαρμένοις. Ἀλλὰ καὶ ὀφθαλμὸς οὐχ ὑγιῶς ἔχων πολλὰ μὲν τῶν ὄντων οὐκ εἶδε, πολλὰ δὲ τῶν οὐκ ὄντων ὑπέθετο. Καὶ τοίνυν καὶ ἐπὶ τῆς τῶν λόγων δυνάμεως τὸ ἴσον ὁρῶ πολλάκις γινόμενον, ὅταν της τῶν
5. And if the error concerns faith, let the treatise be shown to us; again let an equal and impartial tribunal sit. Let the charge be read aloud. Let it be tested whether the writing seems to be a ground of accusation through the ignorance of the accuser, rather than being condemned by its own nature. For many good things do not seem to be such to those who do not possess an exact standard of judgement in their mind. Since even equal weights of masses do not seem to be equal when the scales are not evenly balanced towards one another. And honey has before now appeared bitter to some who had their sense of taste corrupted by disease. Moreover, an eye that is not in healthy condition fails to see many of the things that are, and supposes many of the things that are not. And accordingly in the force of words also I see the same thing often happening, whenever of the
Notes, col. 749

On the reading

Printed της, for τῆς.

PG 32:752Read from the page
συγγραψαμένων ἕξεως ὁ κριτὴς ἀπολιμπάνηται. Δεῖ γὰρ σχεδὸν ἐκ τῆς αὐτῆς παρασκευῆς ὡρμῆσθαι τόν τε κρίνοντα τοὺς λόγους καὶ τὸν συγγράφοντα. Ἢ τὰ μὲν γεωργίας ἔργα οὐ δυνατός ἐστι κρίνειν ὅ γε μὴ γεωργικὸς, καὶ τὸ ἐκμελές τε καὶ ἐμμελὲς τῶν κατὰ μουσικὴν ῥυθμῶν οὐ διαγνώσεται ὁ μὴ τὴν ἐπιστήμην ἔχων τῆς μουσικῆς· λόγων δὲ κριτὴς εὐθὺς ὁ βουλόμενος ἔσται, ὁ μήτε διδάσκαλον ἔχων ἑαυτοῦ δεικνύναι, οὔτε χρόνον ἐν ᾧ μεμάθηκεν, οὔτε ὅλως ἐπαΐων τι μικρὸν ἢ μεῖζον τῶν περὶ λόγους. Ἐγὼ δὲ ὁρῶ, ὅτι καὶ ἐν τοῖς λογίοις τοῦ Πνεύματος οὐ παντὶ ἐξῆν ἐπιβάλλειν τῇ ἐξετάσει τῶν εἰρημένων, ἀλλὰ τῷ ἔχοντι τὸ Πνεῦμα τῆς διακρίσεως, καθὼς ἐδίδαξεν ἡμᾶς ὁ Ἀπόστολος, ἐν ταῖς διαιρέσεσι τῶν χαρισμάτων εἰπών· Ὧ μὲν γὰρ διὰ τοῦ Πνεύματος δίδοται λογος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, κατὰ τὸ αὐτὸ Πνεῦμα· ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ Πνεύματι· ἄλλῳ δε ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων. Ὥστε εἰ μὲν πνευματικὰ τὰ ἡμέτερα, δεικνύτω ἑαυτὸν ἔχοντα τὸ χάρισμα τῆς διακρίσεως τῶν πνευματικῶν ὁ τὰ ἡμέτερα κρίνειν βουλόμενος· εἰ δὲ, ὡς αὐτὸς λοιδορεῖ, ἀπὸ τῆς σοφίας ἐστὶ τοῦ κόσμου τούτου, δειξάτω ἑαυτὸν ἔμπειρον τῆς σοφίας τοῦ κόσμου, καὶ τότε αὐτῷ τὰς ψήφους τῆς κρίσεως ἐπιτρέψομεν. Καὶ μηδεὶς οἰέσθω ταῦτα πρὸς ἀποφυγὴν τῶν ἐλέγχων ἐπινοεῖσθαι παρ' ἡμῶν. Ὑμῖν γὰρ ἐπιτρέπω, ποθεινότατοι ἀδελφοὶ, ἐφ' ἑαυτῶν ποιήσασθαι τῶν ἐγκαλουμένων ἡμῖν τὴν ἐξέτασιν. Οὕτως ἐστὲ βραδεῖς τὴν διάνοιαν, ὥστε πάντων δεῖσθαι τῶν συνηγόρων πρὸς τὴν τοῦ ἀληθοῦς εὕρεσιν; Ἀλλ' ἐὰν μὲν ἀναντίῤῥητα ὑμῖν φανῇ ἐφ' ἑαυτῶν, πείσατε τοὺς ἐρεσχελοῦντας ἀφέσθαι πάσης φιλονεικίας· ἐὰν δέ τι δοκεῖ καὶ ἀμφίβολον ἔχειν, ἐρωτήσατε ἡμᾶς διά τινων μεσιτῶν, δυναμένων πιστῶς διακονήσασθαι τὰ ἡμέτερα· ἢ καὶ ἐγγράφους, εἰ δοκεῖ, ἀπαιτήσατε ἡμᾶς τὰς ἀποδείξεις. Πάντως δὲ παντὶ τρόπῳ σπουδάσατε μὴ ἀνεξέταστα ταῦτα καταλιπεῖν.
habit of those who wrote them the judge falls short. For both he who judges discourses and he who writes them must set out from almost the same preparation. Or is he who is not a farmer unable to judge the works of farming, and will he who does not possess the science of music fail to discern what is out of tune and in tune in musical rhythms, whereas anyone who wishes will straightway be a judge of discourses, though he has neither a teacher of his own to point to, nor a time in which he has learned, nor understands anything at all small or great of matters concerning discourses? Yet I see that even in the oracles of the Spirit it was not permitted to everyone to undertake the examination of what was spoken, but to him who had the Spirit of discernment, even as the Apostle taught us when he said in the distributions of gifts: For to one is given through the Spirit the word of wisdom, and to another the word of knowledge, according to the same Spirit; to a different one faith, in the same Spirit; to another workings of miracles, to another prophecy, to another discernments of spirits (1 Cor. 12:8-10). So that if our words are spiritual, let him who wishes to judge our words show himself to possess the gift of the discernment of spiritual things; but if, as he rails, they are from the wisdom of this world, let him show himself experienced in the wisdom of the world, and then we shall entrust to him the votes of judgement. And let no one think that these things are devised by us to escape proofs. For I permit you, most longed-for brethren, to make by yourselves the examination of the charges brought against us. Are you so slow of mind as to need all the advocates for the discovery of the truth? But if they appear to you indisputable by yourselves, persuade those who cavil to desist from all contentiousness; and if anything seems to have some ambiguity, question us through certain mediators who are able faithfully to minister our affairs; or even in writing, if it seems good, demand from us the proofs. But altogether, in every way be earnest not to leave these things unexamined.
6. Πίστεως δὲ τῆς ἡμετέρας τίς ἂν καὶ γένοιτο ἐναργεστέρα ἀπόδειξις ἢ ὅτι τραφέντες ἡμεῖς ὑπὸ τίτθῃ μακαρίᾳ γυναικὶ, παρ' ὑμῶν ὡρμημένῃ; Μακρίναν λέγω τὴν περιβόητον, παρ' ἧς ἐδιδάχθημεν τὰ τοῦ μακαριωτάτου Γρηγορίου ῥήματα, ὅσα πρὸς
6. And of our faith what clearer proof could there even be than that we were brought up under a grandmother, a blessed woman, who came from you? I mean the celebrated Macrina, from whom we were taught the words of the most blessed Gregory, as many as to
Notes, col. 752

On the reading

Printed λογος, for λόγος.

Printed δε, for δὲ.

PG 32:753Read from the page
αὐτὴν ἀκολουθίᾳ μνήμης διασωθέντα αὐτή τε ἐφύλασσε, καὶ ἡμᾶς ἔτι νηπίους ὄντας ἔπλαττε καὶ ἐμόρφου τοῖς τῆς εὐσεβείας δόγμασιν. Ἐπειδὴ δὲ καὶ αὐτοὶ τὴν τοῦ φρονεῖν δύναμιν ἀπελάβομεν, τοῦ λόγου ἡμῖν διὰ τῆς ἡλικίας συμπληρωθέντος, πολλὴν ἐπελθόντες γῆν τε καὶ θάλασσαν, εἴ τινας εὕρομεν τῷ παραδοθέντι κανόνι τῆς εὐσεβείας στοιχοῦντας, τούτους καὶ πατέρας ἐπεγραψάμεθα, καὶ ὁδηγοὺς τῶν ψυχῶν ἡμῶν εἰς τὴν πρὸς Θεὸν πορείαν ἐποιησάμεθα. Καὶ μέχρι γε τῆς ὥρας ταύτης, χάριτι τοῦ καλέσαντος ἡμᾶς κλήσει ἁγίᾳ εἰς τὴν ἑαυτοῦ ἐπίγνωσιν, οὐδένα οἴδαμεν λόγον ἐχθρὸν τῆς ὑγιαινούσης διδασκαλίας ταῖς καρδίαις παραδεξάμενοι· οὐδὲ μολυνθέντες ποτὲ τὰς ψυχὰς τῇ δυσωνύμῳ τῶν Ἀρειανῶν βλασφημίᾳ. Ἀλλ' εἴ τινάς ποτε ὡρμημένους ἐξ ἐκείνου τοῦ διδασκάλου εἰς κοινωνίαν προσελαβόμεθα, ἐπικρυπτομένους τὴν ἐν τῷ βάθει νόσον, καὶ ῥήματα λαλοῦντας εὐσεβῆ, ἢ τοῖς γε παρ' ἡμῶν λεγομένοις μὴ ἀντιτείνοντας, οὕτω προσηκάμεθα, οὔτε πᾶσαν ἑαυτοῖς τὴν κατ' αὐτοὺς κρίσιν ἐπιτρέψαντες, ἀλλὰ ταῖς προεξενεχθείσαις περὶ αὐτῶν ψήφοις παρὰ τῶν Πατέρων ἡμῶν ἀκολουθήσαντες. Ἐγὼ γὰρ δεξάμενος γράμματα τοῦ μακαριωτάτου Πατρὸς Ἀθανασίου τοῦ τῆς Ἀλεξανδρείας ἐπισκόπου, ἃ καὶ ἔχω ἐν ταῖς χερσὶ, καὶ προβάλλομαι τοῖς ἐπιζητοῦσιν, ἐν οἷς φανερῶς διηγόρευσαν, εἴ τις ἐκ τῆς τῶν Ἀρειανῶν αἱρέσεως βούλοιτο μετατίθεσθαι, ὁμολογῶν τὴν ἐν Νικαίᾳ πίστιν, τοῦτον προσίεσθαι, μηδὲν διακρινομένους ἐπ' αὐτῷ· καὶ τούτου τοῦ δόγματος κοινωνούς μοι παρεχομένου τούς τε τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐπισκόπους ἅπαντας· νομίζων ἀναγκαῖον εἶναι ἀκολουθεῖν ἀνδρὶ τοσούτῳ διὰ τὸ ἀξιόπιστον τῶν νομοθετησάντων, ὁμοῦ δὲ καὶ ἐπιθυμῶν τὸν τῆς εἰρηνοποιίας μισθὸν ὑποδέξασθαι, τῇ μερίδι τῶν κοινωνικῶν.
her had been preserved in sequence of memory, which she both guarded for herself, and fashioned and formed us while still infants in the doctrines of piety. And when we ourselves also received the power of understanding, our reason having been completed through age, traversing much land and sea, whomsoever we found walking by the rule of piety handed down, these we both inscribed as fathers, and made guides of our souls for the journey towards God. And up to this very hour, by the grace of Him Who called us with a holy calling unto the knowledge of Himself, we know not that we have ever received into our hearts any word hostile to sound teaching, nor ever defiled our souls with the ill-named blasphemy of the Arians. But if ever we received into communion any who had set out from that teacher, concealing the disease in the depth, and speaking pious words, or at least not opposing the things spoken by us, we so admitted them, not entrusting the whole judgement concerning them to ourselves, but following the votes previously pronounced concerning them by our Fathers. For having received letters from the most blessed Father Athanasius, Bishop of Alexandria, which I both hold in my hands and put forward to those who inquire, in which they openly declared that if anyone from the heresy of the Arians should wish to come over, confessing the faith at Nicaea, such a one should be received without making any hesitation over him; and as he presented to me as partners in this decree both all the bishops of Macedonia and those of Achaia; thinking it necessary to follow so great a man on account of the trustworthiness of those who had laid down the rule, and at the same time desiring also to receive the reward of peacemaking, in the portion of the communicants.
7. Δικαιότερον δὲ τὰ καθ' ἡμᾶς κρίνεσθαι μὴ ἐξ ἑνὸς ἢ δευτέρου τῶν μὴ ὀρθοποδούντων πρὸς τὴν ἀλήθειαν, ἀλλ' ἐκ τοῦ πλήθους τῶν κατὰ τὴν οἰκουμένην ἐπισκόπων συνημμένων ἡμῖν χάριτι τοῦ Κυρίου. Ἐξετασθῶσι δὲ Πισίδαι, Λυκάονες, Ἰσαῦροι, Φρύγες ἑκάτεροι, Ἀρμενίων ὅσον ὑμῖν ἐστι πρόσοικον, Μακεδόνες, Ἀχαιοὶ, Ἰλλύριοι, Γάλλοι, Ἱσπανοὶ, Ἰταλία σύμπασα, Σικελιῶται, Ἄφροι, Αἰγύπτου τὸ ὑγιαῖνον, τῆς Συρίας ὁπόσον λείψανον· οἵτινες πέμπουσί τε πρὸς ἡμᾶς γράμματα, καὶ πάλιν δέχονται παρ' ἡμῶν. Ὧν ἔστιν ὑμῖν ἔκ τε τῶν ἐκεῖθεν φερομένων γραμμάτων μαθεῖν καὶ ἐκ τῶν ἐντεῦθεν πάλιν ἀντιπεμπομένων αὐτοῖς διδαχθῆναι, ὅτι σύμψυχοι πάντες ἐσμὲν, τὸ ἓν φρονοῦντες. Ὥστε
7. And it is more just that our affairs should be judged not from one or two of those who do not walk uprightly towards the truth, but from the multitude of the bishops throughout the world united with us by the grace of the Lord. Let the Pisidians, Lycaonians, Isaurians, both Phrygias, so much of the Armenians as borders upon you, Macedonians, Achaeans, Illyrians, Gauls, Spaniards, all Italy, Sicilians, Africans, the sound part of Egypt, whatever remnant there is of Syria, be inquired of; who both send letters to us, and in turn receive them from us. From which letters, both those brought from there and those sent back again from here to them, it is possible for you to learn and be taught that we are all of one soul, minding the one thing. So that
PG 32:756Read from the page
ὁ την πρὸς ἡμᾶς κοινωνίαν ἀποδιδράσκων μὴ λανθανέτω ὑμῶν τὴν ἀκρίβειαν, πάσης ἑαυτὸν τῆς Ἐκκλησίας ἀποῤῥηγνύς. Περιβλέψασθε, ἀδελφοὶ, πρὸς τίνας ἐστὶν ὑμῖν ἡ κοινωνία· ἐπειδὰν παρ' ἡμῶν μὴ δεχθῆτε, τίς λοιπὸν ὑμᾶς ἐπιγνώσεται; Μὴ ἀγάγητε ἡμᾶς εἰς ἀνάγκην σκυθρωπόν τι βουλεύσασθαι περὶ τῆς φιλτάτης ἡμῖν Ἐκκλησίας. Μὴ ποιήσητέ με, ἃ νῦν ἐν τῇ καρδίᾳ κρύπτω τῇ ἐμαυτοῦ, κατ' ἐμαυτὸν στενάζων καὶ ὀδυρόμενος τοῦ καιροῦ τὴν κακότητα, ὅτι, αἰτίας οὐκ οὔσης, αἱ μέγισται τῶν Ἐκκλησιῶν, καὶ ἐκ παλαιοῦ πρὸς ἀλλήλας ἀδελφῶν τάξιν ἐπέχουσαι, αὗται νῦν διεστήκασι· μή με ποιήσητε ταῦτα πρὸς πάντας ὁμοῦ τοὺς κοινωνικοὺς ἀποδύρασθαι. Μὴ ἐκβιάσησθέ με ἀφεῖναι ῥήματα, ἃ μέχρι τοῦ νῦν τῷ ἐκ τοῦ λογισμοῦ χαλινῷ κεκρυμμένα ἔχω παρ' ἐμαυτῷ. Βέλτιόν ἐστιν ἡμᾶς ἐκ ποδῶν γενέσθαι, τὰς δὲ Ἐκκλησίας ὁμονοεῖν πρὸς ἀλλήλας, ἢ διὰ τὰς μειρακιώδεις ἡμῶν μικροψυχίας κακὸν τοσοῦτον ἐπάγεσθαι τοῖς λαοῖς τοῦ Θεοῦ. Ἐρωτήσατε τοὺς Πατέρας ὑμῶν, καὶ ἀναγγελοῦσιν ὑμῖν, ὅτι, εἰ καὶ τῇ θέσει τοῦ τόπου διῃρῆσθαι ἐδόκουν αἱ παροικίαι, ἀλλὰ τῷ γε φρονήματι ἓν ἦσαν, καὶ μιᾷ γνώμῃ ἐκυβερνῶντο. Συνεχεῖς μὲν τοῦ λαοῦ αἱ ἐπιμιξίαι· συνεχεῖς δὲ τοῦ κλήρου ἐπιδημίαι·
let him who flees from communion with us not escape your exactness, tearing himself away from the whole Church. Look around, brethren, with whom you have communion: when you are not received by us, who henceforth will acknowledge you? Do not bring us to the necessity of taking some gloomy counsel concerning the Church most dear to us. Do not make me bewail before all our communicants together the things which I now hide in my own heart, groaning by myself and lamenting the evil of the time, that, without any cause, the greatest of the Churches, which from of old have held the rank of sisters towards one another, these now stand apart. Do not force me to utter words which until now by the bridle of reason I keep hidden within myself. It is better for us to be out of the way, and for the Churches to be of one mind towards one another, than on account of our childish petty-mindedness for so great an evil to be brought upon the peoples of God. Ask your Fathers, and they will declare to you that, even if by the position of the place the dioceses seemed to be divided, yet in mind at least they were one, and were governed by one counsel. Continuous was the intercourse of the people; continuous the visits of the clergy;
ΕΠΙΣΤΟΛΗ ΣΕʹ.
Letter 205.
Ἐλπιδίῳ ἐπισκόπῳ.
To Bishop Elpidius.
Πάλιν ἡμεῖς τὸν ἀγαπητὸν καὶ συμπρεσβύτερον Μελέτιον ἐκινήσαμεν, ἐπὶ τὴν σὴν ἀγάπην προσηγορίας ἡμῶν διακομίζοντα. Οὗ εἰ καὶ πάνυ ἐγνώκειμεν φείδεσθαι διὰ τὴν ἀσθένειαν, ἣν ἑκουσίως ἑαυτῷ ἐπηγάγετο, δουλαγωγῶν τὴν σάρκα διὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ὅμως καὶ ἡμῖν αὐτοῖς πρέπον εἶναι κρίναντες διὰ τοιούτων προσφθέγγεσθαί σε, τῶν δυναμένων ὅσα διαφεύγει τὸ γράμμα παρ' ἑαυτῶν ῥᾳδίως ἀναπληρῶσαι, καὶ οἱονεὶ ἀντ' ἐπιστολῆς ἐμψύχου γενέσθαι τῷ τε γράφοντι καὶ τῷ δεχομένῳ· καὶ τὸν αὐτοῦ δὲ πόθον ἀναπληροῦντες, ὃν ἔχει ἀεὶ περὶ τὴν σὴν τελειότητα, ἀφ' οὗ εἰς πεῖραν ἀφίκετο τῶν ἐν σοὶ καλῶν· καὶ νῦν αὐτὸν ἐλθεῖν ὡς σὲ ἐδυσωπήσαμεν, δι' οὗ καὶ τὸ τῆς ἐπισκέψεως ἀποπληροῦμεν χρέος, καὶ παρακαλοῦμεν
Again we have moved our beloved fellow-presbyter Meletius, conveying our greetings to your love. Whom although we had altogether resolved to spare on account of the infirmity which he willingly brought upon himself, bringing his flesh into bondage for the Gospel of Christ, yet judging it to be fitting for us ourselves also to address you through such men, who are able easily of themselves to supply whatever escapes the letter, and to become as it were in place of a living letter both to the writer and to the receiver; and fulfilling also his own longing, which he always has for your perfection since he came to experience the good things that are in you; now also we have entreated him to come to you, through whom we both fulfil the debt of visitation, and exhort
Notes, col. 756

On the reading

Printed την, for τὴν.

PG 32:757Read from the page
προσεύχεσθαί σε ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ· ἵνα δῷ ἡμῖν ὁ Κύριος ἤρεμον καὶ ἡσύχιον βίον διάγειν, τῆς ἐκ τῶν ἐχθρῶν τοῦ Εὐαγγελίου ἐπηρείας ἀπαλλαγέντας. Εἰ δὲ καὶ τῇ σῇ συνέσει ἀκόλουθον καὶ ἀναγκαῖον καταφαίνεται εἰς ταυτὸν ἡμᾶς ἀλλήλους ἐλθεῖν, καὶ συντυχεῖν καὶ τοῖς λοιποῖς τιμιωτάτοις ἀδελφοῖς τοῖς τὴν παραλίαν κατοικοῦσιν ἐπισκόποις, αὐτὸς καὶ ἡμῖν ἀπόδειξον τόπον καὶ καιρὸν καθ' ὃν ἔσται τοῦτο, καὶ τοῖς ἀδελφοῖς ἐπίστειλον, ἵνα, ἐπὶ ὡρισμένοις καταλιπόντες ἕκαστος τὴν ἐν χερσὶν ἀσχολίαν, δυνηθῶμέν τι τῶν εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας τοῦ Θεοῦ ποιῆσαι, καὶ ἀνελεῖν μὲν τὰς ἐξ ὑπονοιῶν νῦν ἡμῖν πρὸς ἀλλήλους ἐγγινομένας λύπας, κυρῶσαι δὲ τὴν ἀγάπην, ἧς ἄνευ ἀτελῆ εἶναι πάσης ἐντολῆς ἐργασίαν αὐτὸς ἡμῖν ὁ Κύριος διωρίσατο.
that you pray for us and for the Church of God; that the Lord may grant us to lead a tranquil and quiet life, delivered from the abuse of the enemies of the Gospel. And if to your understanding also it appears consistent and necessary for us to come together to the same place with one another, and to meet also with the rest of the most honourable brethren, the bishops who inhabit the seacoast, do you yourself both appoint for us a place and time at which this shall be, and write to the brethren, so that, each leaving behind on fixed terms the business in hand, we may be able to do something for the upbuilding of the Church of God, and on the one hand to remove the griefs now arising among us towards one another from suspicions, and on the other to ratify love, without which the Lord Himself has declared to us that the working of every commandment is incomplete.
ΕΠΙΣΤΟΛΗ ΣϚʹ.
Letter 206.
Ἐλπιδίῳ ἐπισκόπῳ παραμυθητική.
Consolatory to Bishop Elpidius.
Νῦν μάλιστα τῆς τοῦ σώματος ἀσθενείας αἰσθάνομαι, ὅτε ὁρῶ μοι τοσοῦτον ἐμποδίζουσαν τῇ τῆς ψυχῆς ὠφελείᾳ. Εἰ γάρ μοι κατὰ νοῦν ἐχώρει τὰ πράγματα, οὐκ ἂν δι' ἐπιστολῶν, οὐδὲ διὰ μέσων ἀνθρώπων προσεφθεγγόμην ὑμᾶς· ἀλλ' αὐτὸς ἂν δι' ἐμαυτοῦ καὶ τὸ τῆς ἀγάπης ἀπεπλήρουν χρέος, καὶ ἐγγύθεν ἀπέλαυον τοῦ πνευματικοῦ κέρδους. Νῦν δὲ οὕτω διάκειμαι, ὡς ἀγαπητῶς καὶ τὰς τῆς πατρίδος κινήσεις ὑφίστασθαι, ἃς ἀναγκαίως ποιούμεθα ἐπισκεπτόμενοι τὰς κατὰ τὴν χώραν ἡμῶν παροικίας. Ἀλλὰ παράσχοι ὁ Κύριος καὶ ὑμῖν ἰσχὺν καὶ προθυμίαν, καὶ ἐμοὶ πρὸς τῇ σπουδῇ ἣν ἔχω νῦν, καὶ δύναμιν, ὥστε, καθὼς παρεκάλεσα ὑμᾶς, πραγματεύσασθαι ἡμῖν τὴν ἀπόλαυσιν, γενομένοις ἐπὶ τῆς Κομανικῆς ἐνορίας. Φοβοῦμαι δὲ περὶ τῆς σῆς κοσμιότητος, μήπου σοι ἐμπόδιον γένηται ἡ περὶ τῶν οἰκείων λύπη. Καὶ γὰρ ἔμαθον, ὅτι σε ἔθλιψε παιδίου τελευτή· οὗ τὴν στέρησιν, ὡς μὲν πάππῳ, λυπηρὰν εἰκὸς εἶναι, ὡς δὲ ἀνδρὶ πρὸς τοσοῦτον ἤδη διαβεβηκότι τῆς ἀρετῆς, καὶ ἐπισταμένῳ τῶν ἀνθρωπίνων τὴν φύσιν ἐκ τῆς κατὰ τὸν χρόνον ἐμπειρίας, καὶ ἐκ τῆς πνευματικῆς διδασκαλίας, ἀκόλουθον μὴ πάντη δύσφορον εἶναι τῶν οἰκειοτάτων τὸν χωρισμόν. Καὶ γὰρ οὐ τὰ αὐτὰ ἀπαιτεῖ ἡμᾶς τε καὶ τοὺς τυχόντας τῶν ἀνθρώπων ὁ Κύριος. Οἱ μὲν γὰρ συνηθείᾳ ζῶσιν· ἡμεῖς δὲ κανόνι τῆς πολιτείας τῇ ἐντολῇ τοῦ Κυρίου κεχρήμεθα, καὶ τοῖς προλαβοῦσι
Now above all I feel the weakness of my body, when I see it hindering me so greatly in what profits my soul. For if matters were proceeding for me according to my mind, I would not be addressing you through letters, nor through intermediaries, but in person by myself I would both be fulfilling the debt of love, and enjoying from near at hand the spiritual gain. But now I am in such a state as to be glad even to endure the movements in my homeland, which we necessarily make in visiting the parishes throughout our country. Yet may the Lord grant both to you strength and readiness, and to me, in addition to the zeal which I now have, power as well, so as, even as I exhorted you, to procure for us the enjoyment of you when we come to the district of Comana. But I fear concerning your decorum, lest perhaps grief over your kinsfolk become a hindrance to you. For indeed I have learned that the death of a little child has afflicted you; the deprivation of whom, as to a grandfather, is naturally grievous, but as to a man who has already advanced to such a degree of virtue, and who knows the nature of human things from experience over time and from spiritual teaching, it is consistent that the separation of those most closely related should not be altogether hard to bear. For indeed the Lord does not demand the same things both from us and from ordinary men. For they live by custom; whereas we use the commandment of the Lord as the rule of our way of life, and the preceding