Migne Reading Room

PG 32 · cols. 700–709 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:700Read from the page
δὲ τοῦτο βαρὺ ᾖ, καὶ ὁ χρόνος μὴ ἐπιτρέπῃ, ἐκεῖνο σπουδασάτω ἡ σὴ σύνεσις, τοῦ ποιῆσαι περιγράψαι τῷ Ἰσαύρων τὸν ἴδιον κύκλον, διὰ τὸ χειροτονῆσαι αὐτὸν προσοίκους τινάς. Τὸ δὲ ἐφεξῆς ἡμῖν ὑπάρξει τεταμιευμένον, εἰς τὸ κατὰ τὸν προσήκοντα καιρὸν δοῦναι πᾶσι τοῖς λοιποῖς ἐπισκόπους, οὓς ἂν κυριωτέρους εἶναι κρίνωμεν αὐτοὶ, διὰ πολλῆς ἐξετάσεως δοκιμάσαντες.
this be burdensome, and the time do not permit it, let your understanding be zealous for that, to cause the bishop of the Isaurians to circumscribe his own circle, by ordaining certain neighbours himself. And the rest shall remain reserved for us, so as at the fitting time to give to all the remaining places bishops whom we ourselves may judge to be more authoritative, having approved them through much examination.
2. Ἠρωτήσαμεν Γεώργιον, ὡς ἐκέλευσεν ἡ θεοσέβειά σου, καὶ εἶπεν ἃ καὶ ἡ σὴ εὐλάβεια ἀνήνεγκεν. ἐφ' οἷς ἀνάγκη ἡμᾶς τὴν ἡσυχίαν ἄγειν, ἐπιῤῥίψαντας ἐπὶ Κύριον τὴν μέριμναν τοῦ οἴκου. Πιστεύω γὰρ τῷ ἁγίῳ Θεῷ, ὅτι δώσει σὺν ἡμῖν, πρὸς τὸ ἑτέρῳ τρόπῳ ἐξελέσθαι τῶν ἀναγκῶν, καὶ ἡμῖν ἄλυπον τὴν ζωὴν προξενῆσαι. Ἐὰν οὖν οὐ δοκῇ τοῦτο, αὐτὸς καταξίωσον ὑπομνηστικόν μοι ἀποστεῖλαι, περὶ τίνος χρὴ ἀξιώματος σπουδὴν εἰσενέγκασθαι, ἵνα ἀρξώμεθα αἰτεῖν ἕκαστον τῶν ἐν δυνάμει φίλων τὴν χάριν ταύτην, εἴτε προῖκα, εἴτε καὶ μετρίου τιμήματος, ὡς ἂν ἡμᾶς Κύριος εὐοδώσῃ. Ἐπέστειλα τῷ ἀδελφῷ Οὐαλερίῳ, ὡς προσέταξας. Τὰ Νύσσης πράγματα ὅμοιά ἐστι τοῖς παρὰ τῆς σῆς θεοσεβείας καταλειφθεῖσι, καὶ προκόπτει ἐπὶ τὸ βέλτιον τῇ συνεργίᾳ τῶν σῶν προσευχῶν. Οἱ μέντοι τότε ἀποῤῥαγέντες ἡμῶν, οἱ μὲν ἀπῆλθον ἐπὶ τὸ στρατόπεδον, οἱ δὲ μένουσι, τὴν ἐκεῖθεν ἀναμένοντες φήμην. Δυνατὸς δὲ ὁ Κύριος καὶ τούτων ματαιῶσαι τὰς ἐλπίδας, κἀκείνοις ἄπρακτον τὴν ἐπάνοδον ποιῆσαι.
2. We questioned George, as your godliness commanded, and he said what your reverence also reported; at which we must keep quiet, having cast the care of the house upon the Lord. For I trust in the holy God, that He will grant, working with us, towards delivering us in another way from the necessities, and procuring for us a life free from grief. If, then, this does not seem good, do you yourself deign to send me a memorandum concerning what dignity we ought to apply our zeal for, so that we may begin to ask each of our friends in power for this favour, whether gratis or even for a moderate price, according as the Lord may prosper us. I have written to our brother Valerius, as you enjoined. The affairs of Nyssa are like the state in which they were left by your godliness, and are advancing for the better through the cooperation of your prayers. Those, however, who at that time broke away from us, some of them went off to the court, while the others remain, awaiting the rumour from there. Yet the Lord is able both to frustrate the hopes of these, and for those to make their return fruitless.
3. Τὸ μάννα ὁ Φίλων ἑρμηνεύων ἔφη, ὥσπερ ἐκ παραδόσεώς τινος Ἰουδαϊκῆς δεδιδαγμένος, τοιαύτην αὐτοῦ εἶναι τὴν ποιότητα, ὥστε κατὰ τὴν φαντασίαν τοῦ ἐσθίοντος μετακίρνασθαι· καὶ εἶναι μὲν καθ' ἑαυτὸ οἱονεὶ κέγχρον ἑψημένον ἐν μέλιτι, παρέχειν δὲ νῦν μὲν ἄρτου, νῦν δὲ κρέως· καὶ κρέως τοιοῦδε, ἢ πετεινοῦ ἢ χερσαίου· νῦν δὲ λαχάνου, καὶ λαχάνου τοῦ κατὰ τὴν ἐπιθυμίαν ἑκάστου· καὶ ἰχθύος, ὡς τὸ ἰδίωμα τῆς καθ' ἕκαστον γένος ποιότητος ἀκριβῶς
3. Philo, in interpreting the manna, said, as though taught from some Jewish tradition, that its quality was such as to be transformed according to the imagination of the eater; and that in itself it was as it were millet boiled in honey, yet afforded the taste now of bread, now of flesh; and of such flesh, either of bird or of land animal; and now of greens, and greens according to the desire of each; and of fish, so that the peculiar character of the quality according to each kind was accurately
PG 32:701Read from the page
ἐν τῇ γεύσει τοῦ ἐσθίοντος διασώζεσθαι. Ἅρματα ἀναβάτας τριστάτας ἔχοντα οἶδεν ἡ Γραφὴ, διὰ τὸ τῶν λοιπῶν ἁρμάτων δύο εἶναι τοὺς ἐπιβάτας, τόν τε ἡνίοχον καὶ τὸν ὁπλίτην· τὰ δὲ τοῦ Φαραὼ δύο μὲν εἶχε τοὺς πολεμοῦντας, ἕνα δὲ τὸν τὰς ἡνίας τῶν ἵππων ἔχοντα. Σύμπιος ἡμῖν ἐπέστειλε θεραπευτικὴν ἐπιστολὴν καὶ κοινωνικὴν, ᾧ ἡμεῖς ἀντιγράψαντες ἐπέμψαμεν τῇ εὐλαβείᾳ σου τὰ γράμματα, ἵνα ἄγαν ἐγκρίνας κελεύσῃς αὐτῷ ἀποσταλῆναι, δηλονότι μετὰ προσθήκης καὶ σῶν γραμμάτων. Ἐῤῥωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ Ἁγίου φιλανθρωπίᾳ.
preserved in the taste of the eater. Chariots having riders of the third rank the Scripture knows, because the passengers of other chariots were two, both the charioteer and the man-at-arms; whereas those of Pharaoh had two fighting men, and one holding the reins of the horses. Sympius sent us a respectful and communicative letter, to whom we have written in reply and sent the letters to your reverence, so that after thoroughly approving them you may command them to be dispatched to him, clearly with the addition of your own letters as well. Strong and cheerful in the Lord, praying for me, may you be granted to me and to the Church of God by the loving-kindness of the Holy One.
ΕΠΙΣΤΟΛΗ ΡϞΑʹ.
Epistle 191.
Ἀμφιλοχίῳ, ἐπισκόπῳ Ἰκονίου.
To Amphilochius, bishop of Iconium.
Ἐντυχόντες τοῖς γράμμασι τῆς εὐλαβείας σου, πολλὴν τῷ Θεῷ τὴν χάριν ἔσχομεν, ὅτι ἀρχαίας ἀγάπης ἴχνη εὕρομεν ἐν τοῖς ῥήμασι τῆς ἐπιστολῆς· ὅς γε οὐκ ἔπαθες τὸ τῶν πολλῶν, οὐδὲ φιλονείκως ἔσχες πρὸς τὸ μὴ καὶ αὐτὸς κατάρξαι τῆς ἀγαπητικῆς ὁμιλίας· ἀλλ' ὡς πεπαιδευμένος τὸ ἐκ ταπεινοφροσύνης μεγαλεῖον περιγινόμενον τοῖς ἁγίοις, οὕτως εἵλου διὰ τῶν δευτερείων ἔμπροσθεν ἡμῶν ἀποφανθῆναι. Καὶ γὰρ οὗτος νόμος τῆς ἐν Χριστιανοῖς νίκης, καὶ ὁ ἔλαττον ἔχειν καταδεξάμενος στεφανοῦται. Ἵνα οὖν μὴ ἀπολειφθῶμεν τοῦ ἀγαθοῦ ζήλου, ἰδοὺ καὶ αὐτοὶ ἀντιφθεγγόμεθά σου τὴν σεμνότητα, καὶ δείκνυμεν τὴν προαίρεσιν ἡμῶν, ὅτι, Θεοῦ χάριτι τῆς κατὰ τὴν πίστιν συμφωνίας ἐῤῥωμένης ἡμῖν, οὐδὲν ἕτερόν ἐστι τὸ ἐμποδίζον πρὸς τὸ εἶναι ἡμᾶς ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι διὰ τῆς κλήσεως. Τῆς οὖν σῆς ἐστιν ἀγάπης τῇ ἀγαθῇ ἀρχῇ καὶ τὰ ἐφεξῆς ἀποδοῦναι, συστατεῖν μὲν περὶ σεαυτὸν τοὺς ὁμοψύχους, δηλῶσαι δὲ καὶ χρόνον καὶ τόπον τῆς συντυχίας, ἵνα οὕτω, τῇ
Having read the letters of your reverence, we gave great thanks to God because we found traces of ancient love in the words of the epistle; since you did not suffer what most men do, nor were you contentiously disposed towards not being yourself the first to begin friendly converse; but as one taught the greatness that accrues to the saints from humility of mind, so you chose through the second place to be shown forth before us. For indeed this is the law of victory among Christians, and he who consents to have the lesser share is crowned. That we may not, therefore, fall short of this good zeal, behold, we ourselves also address your gravity in reply, and show our purpose, that, since by the grace of God agreement in the faith is firm for us, there is nothing else that hinders our being one body and one spirit, even as we were called in one hope of our calling (Eph. 4:4). It belongs, therefore, to your love to render to this good beginning the sequel also, both to rally around yourself those who are of one soul with you, and to indicate both the time and the place of our meeting, so that thus, by the
PG 32:704Read from the page
τοῦ Θεοῦ χάριτι ἀπολαβόντες ἀλλήλους, τῷ ἀρχαίῳ εἴδει τῆς ἀγάπης τὰς Ἐκκλησίας οἰκονομήσωμεν· τοὺς παρ' ἑκατέρου μέρους βαδίζοντας τῶν ἀδελφῶν ὡς ἴδια μέλη προσιέμενοι, προπέμποντες ὡς ἐπὶ οἰκείους, καὶ ὑποδεχόμενοι πάλιν ὡς παρ' οἰκείων. Τοῦτο γὰρ ἦν ποτε τῆς Ἐκκλησίας τὸ καύχημα, ὅτι ἀπὸ τῶν περάτων τῆς οἰκουμένης ἐπὶ τὰ πέρατα μικροῖς συμβόλοις ἐφοδιαζόμενοι οἱ ἐξ ἑκάστης Ἐκκλησίας ἀδελφοὶ πάντας πατέρας καὶ ἀδελφοὺς εὕρισκον· ὃ νῦν μετὰ τῶν ἄλλων ἀφῄρηται ἡμῶν ὁ ἐχθρὸς τῶν Ἐκκλησιῶν τοῦ Χριστοῦ, καὶ κατὰ πόλεις περιγεγράμμεθα, καὶ ἕκαστος δι' ὑποψίας ἔχομεν τὸν πλησίον. Καὶ τί γὰρ ἄλλο, ἢ ἐψύξαμεν τὴν ἀγάπην, ἀφ' ἧς μόνης τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ἡμῶν εἶπε χαρακτηρίζεσθαι; Καὶ εἰ δοκεῖ, πρότερον αὐτοὶ μετ' ἀλλήλων γνωρίσατε ἑαυτοὺς, ἵνα γνῶμεν πρὸς τίνας ἡμῖν ἔσται ἡ συμφωνία. Καὶ οὕτως ἐκ κοινῆς συγκαταθέσεως τόπον τινὰ τοῖς ἀμφοτέροις ἀνεπαχθῆ, καὶ χρόνον ταῖς ὁδοιπορίαις πρέποντα ἐκλεξάμενοι, δραμούμεθα παρ' ἀλλήλοις, καὶ ὁ Κύριος ἡμᾶς κατευοδώσει. Ἐῤῥωμένος καὶ εὔθυμος εἴης, ὑπερευχόμενός μου, καὶ χαρισθείης μοι τῇ τοῦ Ἁγίου φιλανθρωπίᾳ.
grace of God having recovered one another, we may administer the Churches after the ancient form of love: receiving those of the brethren who travel from either side as our own members, sending them forward as to our own kin, and welcoming them again as from our own kin. For this was once the boast of the Church, that brethren from each Church, furnished for their journey from the ends of the inhabited world to its ends with small tokens, found all men fathers and brethren; which now, along with other things, the enemy of the Churches of Christ has taken away from us, and we are circumscribed city by city, and each of us holds his neighbour in suspicion. And what else is this, indeed, than that we have cooled in love, by which alone our Lord said that His disciples are marked out (John 13:35)? And if it seems good, first make yourselves known among one another, so that we may know with whom our agreement is to be. And thus by common consent having chosen some place free from annoyance to both sides, and a season fitting for journeys, we shall run to meet one another, and the Lord will prosper our way. Strong and cheerful may you be, praying for me, and may you be granted to me by the loving-kindness of the Holy One.
ΕΠΙΣΤΟΛΗ ΡϞΒʹ.
Epistle 192.
Σωφρονίῳ μαγίστρῳ.
To Sophronius the master.
Εἰ αὐτὸς διπλῆν ἔλαβες χάριν, ὡς αὐτὸς τῇ ἀνυπερβλήτῳ προθυμίᾳ περὶ τὰ ἀγαθὰ ἔργα ἐπέστειλας ἡμῖν, μίαν μὲν τῷ δέξασθαι γράμματα, δευτέραν δὲ τῷ ὑπουργῆσαι τῇ χρείᾳ ἡμῶν· πόσην τινὰ χρὴ νομίζειν ἡμᾶς ἔχειν τὴν χάριν, γράμμασί τε τῆς ἡδίστης φωνῆς ἐντυχόντας, καὶ τὴν ἐπιζητηθεῖσαν
If you yourself received a twofold favour, as in your unsurpassed eagerness for good works you yourself wrote to us, one in receiving our letters, and a second in ministering to our need; how great a favour must we be thought to have, both in having read the letters of your sweetest voice, and in seeing the requested
PG 32:705Read from the page
χρείαν τοσουτῳ ταχει πληρωθεῖσαν ὁρῶντας! Ὥστε, ἡδέως δεξάμενοι τὸ ἀποσταλὲν διὰ τὴν οἰκείαν αὐτοῦ φύσιν, πολλῷ ἥδιον αὐτὸ προσηκάμεθα τῷ σὲ εἶναι τὸν τῆς κατασκευῆς αὐτοῦ προεστῶτα. Παράσχοι δὲ ἡμῖν ὁ Κύριος ἰδεῖν σε ἐν τάχει, ὥστε ἀπὸ γλώττης ὁμολογῆσαι τὴν χάριν, καὶ πάντων ὁμοῦ τῶν ἐν σοὶ καλῶν ἀπολαῦσαι.
need fulfilled with such speed! Wherefore, having gladly received what was sent on account of its own proper nature, we welcomed it much more gladly because you were the one who presided over its preparation. And may the Lord grant us to see you speedily, so as to confess our gratitude by word of mouth, and to enjoy all together the good things that are in you.
ΕΠΙΣΤΟΛΗ ΡϞΓʹ.
Epistle 193.
Μελετίῳ ἀρχιάτρῳ.
To Meletius the archiater.
Ἡμῖν οὐδ' ὅσον ταῖς γεράνοις ὑπάρχει τὰ δυσχερῆ τοῦ χειμῶνος διαφυγεῖν· ἀλλ' ἕνεκα μὲν τοῦ προϊδέσθαι τὸ μέλλον, οὐδὲν ἴσως τῶν γεράνων χείρους ἐσμέν· τῷ δὲ κατὰ τὸν βίον αὐτεξουσίῳ τοσοῦτον τῶν ὀρνίθων ἀπολιμπανόμεθα, ὅσον καὶ τοῦ πέτεσθαι δύνασθαι, μικροῦ δεῖν. Πρῶτον μὲν γάρ με ἀσχολίαι τινὲς τῶν κατὰ τὸν βίον πραγμάτων ἐπέσχον· ἔπειτα δὲ πυρετοὶ συνεχεῖς καὶ λάβροι οὕτω μου τὸ σῶμα κατεδαπάνησαν, ὥστε ἐφάνη τι καὶ ἐμοῦ λεπτότερον, αὐτὸς ἐγὼ ἐμαυτοῦ· εἶτα τεταρταίων προσβολαὶ πρὸς πλεῖον ἢ εἴκοσι διαρκέσασαι κύκλους. Νυνὶ δὲ, ὅτε δοκῶ τῶν πυρετῶν ἀπηλλάχθαι, οὕτως ὑπὸ τῆς ἀδυναμίας διάκειμαι, ὥστε μηδὲν ἐν τούτῳ ἀποδεῖν ἀραχνίου. Ὅθεν μοι πᾶσα μὲν ὁδὸς ἄβατος, πᾶσα δὲ πνεύματος προσβολὴ πλείονα φέρει τὸν κίνδυνον ἢ αἱ τρικυμίαι τοῖς πλέουσιν. Ἀνάγκη τοίνυν ὑπὸ δωματίῳ κεκρύφθαι, καὶ ἀναμένειν τὸ ἔαρ, ἐάνπερ διαρκέσαι πρὸς αὐτὸ δυνηθῶμεν, ἀλλὰ μὴ προδιαμάρτοιμεν ὑπὸ τοῦ κακοῦ τοῦ τοῖς σπλάγχνοις ἐνιδρυμένου. Ἐὰν δὲ διασώσῃ ἡμᾶς ὁ Κύριος τῇ μεγάλῃ αὐτοῦ χειρὶ, ἀσμενέστατα μὲν τὴν ἐσχατιὰν ὑμῶν καταληψόμεθα· ἀσμενέστατα δὲ σὲ τὴν φίλην ἡμῖν κεφαλὴν περιπτυξόμεθα. Μόνον εὔχου πρὸς τὸ συμφέρον τῇ ψυχῇ τὴν ζωὴν ἡμῶν οἰκονομεῖσθαι.
It is not even so much in our power as it is for the cranes to escape the hardships of winter; yet as regards foreseeing the future, perhaps we are in no way worse than the cranes; whereas in freedom of action in life we fall short of the birds as much as we almost do in being able to fly. For first, certain occupations of the affairs of life held me back; and then continuous and violent fevers so wasted my body that something appeared even thinner than I, I myself thinner than myself; then attacks of quartan agues lasting for more than twenty cycles. And now, when I seem to have been freed from the fevers, I am in such a state from weakness as to fall short of a spider in nothing in this respect. Whence every road is impassable to me, and every gust of wind brings greater danger than the triple waves to those who sail. It is necessary, therefore, to lie hidden under a chamber, and to await the spring, if indeed we may be able to hold out until it, and not fail beforehand through the malady that is settled in our inward parts. Yet if the Lord preserve us by His mighty hand, most gladly shall we reach your retreat, and most gladly shall we embrace you, the head dear to us. Only pray that our life may be ordered towards what is profitable for the soul.
ΕΠΙΣΤΟΛΗ ΡϞΔʹ.
Epistle 194.
Ζωΐλῳ.
To Zoilus.
Οἷα ποιεῖς, ὦ θαυμάσιε, προλαμβάνων ἡμᾶς εἰς τὸ τῆς ταπεινώσεως μέτρον; ὅς γε, τοιοῦτος ὢν τὴν παίδευσιν, καὶ οὕτως εἰδὼς ἐπιστέλλειν, ὡς δηλοῖ τὰ γράμματα, ὅμως ἀξιοῖς, ὡς ἐπὶ τολμηροτέρᾳ
What things you do, O admirable man, anticipating us in the measure of humility! Since, being such in education, and knowing thus how to write letters, as your letters show, you nevertheless think fit, as though upon a rather bold
Notes, col. 705

On the reading

Printed τοσουτῳ, for τοσούτῳ.

Printed ταχει, for τάχει.

PG 32:708Read from the page
τινὶ ἐγχειρήσει καὶ ὑπερβαινούσῃ σου τὴν ἀξίαν, συγγνώμης παρ' ἡμῶν τυγχάνειν. Ἀλλὰ, τῆς εἰρωνείας ταύτης ἀφέμενος, ἐπίστελλε ἡμῖν διὰ πάσης προφάσεως. Εἴτε γὰρ ἡμῖν λόγων μέτεστιν, ἥδιστα λογίου ἀνδρὸς γράμμασιν ἐντευξόμεθα· εἴτε καὶ τὸ τῆς ἀγάπης καλὸν ὅσον ἐστὶ, παρὰ τῆς Γραφῆς πεπαιδεύμεθα, τοῦ παντὸς ἀξίαν τιθέμεθα ἀνδρὸς ἀγαπῶντος ἡμᾶς ὁμιλίαν. Εἴη δέ σε γράφειν ἃ εὐχόμεθά σοι ἀγαθὰ, ὑγείαν σώματος, καὶ εὐθηνίαν οἴκου παντός! Τὰ δὲ ἡμέτερα μηδὲν ἀνεκτότερα γίνωσκε τῆς συνηθείας εἶναι. Ἀρκεῖ δὲ τοσοῦτον εἰπεῖν, καὶ ἐνδείξασθαί σοι τοῦ σώματος ἡμῶν τὴν ἀσθένειαν. Τὴν γὰρ νῦν κατέχουσαν ἡμᾶς εἰς τὸ ἀῤῥωστεῖν ὑπερβολὴν, οὔτε λόγῳ ἐνδείξασθαι ῥᾴδιον, οὔτε ἔργῳ πεισθῆναι· εἴπερ ἐκείνων, ὧν αὐτὸς ᾔδεις, εὑρέθη τι πλεῖον παρ' ἡμῶν εἰς ἀῤῥωστίαν. Θεοῦ δὲ τοῦ ἀγαθοῦ ἔργον δοῦναι ἡμῖν δύναμιν, πρὸς τὸ ἐν ὑπομονῇ φέρειν τὰς ἐπὶ συμφέροντι ἡμῖν ἐπαγομένας εἰς τὸ σῶμα πληγὰς παρὰ τοῦ εὐεργετοῦντος ἡμᾶς Κυρίου.
undertaking and one exceeding your worth, to obtain pardon from us. But, laying aside this irony, write to us on every occasion. For whether we have some share in eloquence, we shall most gladly read the letters of an eloquent man; or whether we have been taught from the Scripture how great is the good of love, we count worth everything the converse of a man who loves us. And may it be yours to write the good things that we pray for you, health of body, and prosperity of all your house! As for our affairs, know that they are no more bearable than usual. And it suffices to say thus much, and to indicate to you the weakness of our body. For the excess of sickness that now holds us is neither easy to indicate in word, nor to be believed in fact; since beyond those things which you yourself knew, something more has been found on our part by way of sickness. Yet it is the work of the good God to give us strength to bear in patience the strokes brought upon our body for our profit by the Lord Who does us good.
ΕΠΙΣΤΟΛΗ ΡϞΕʹ.
Epistle 195.
Εὐφρονίῳ, ἐπισκόπῳ Κολωνείας Ἀρμενίας.
To Euphronius, bishop of Colonia in Armenia.
Διὰ τὸ μακρὰν ἀπῳκίσθαι τῶν ὁδευομένων τόπων τὴν Κολώνειαν, ἣν ὁ Κύριος ἔδωκεν ὑπὸ σοὶ διιθύνεσθαι, πολλάκις κἂν τοῖς ἄλλοις ἀδελφοῖς ἐπιστέλλωμεν τοῖς κατὰ τὴν μικρὰν Ἀρμενίαν, ὀκνηρῶς πέμπομεν γράμματα πρὸς τὴν εὐλάβειάν σου, μηδένα ἐλπίζοντες εἶναι τὸν μέχρις ἐκείνων διακομίζοντα. Ἀλλὰ νῦν ἢ αὐτόν σε παρέσεσθαι προσδοκῶντες, ἢ διαπεμφθήσεσθαι τὴν ἐπιστολὴν παρὰ τῶν ἐπισκόπων οἷς ἐπεστείλαμεν, καὶ γράφομεν τῇ εὐλαβείᾳ σου, καὶ προσαγορεύομέν σε διὰ τοῦ γράμματος, ὁμοῦ μὲν σημαίνοντες, ὅτι δοκοῦμεν ἔτι εἶναι ὑπὲρ τῆς γῆς, ὁμοῦ δὲ παρακαλοῦντες προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ἐλαττώσῃ τὰς θλίψεις, καὶ τὸ πολὺ τοῦτο βάρος τῆς ὀδύνης τῆς νῦν ἐπικειμένης ταῖς καρδίαις ἡμῶν, οἷόν τι νέφος, ἀφ' ἡμῶν ἀπαγάγῃ. Ἔσται δὲ τοῦτο ἐὰν ταχεῖαν δῷ τὴν ἐπάνοδον τοῖς θεοφιλεστάτοις ἐπισκόποις, οἳ νῦν εἰσιν ἐν τῇ διασπορᾷ, δίκας διδόντες ὑπὲρ τῆς εὐσεβείας.
Because Colonia, which the Lord has given to be directed under you, is settled far away from frequented places, often, even though we write to the other brethren in Lesser Armenia, we hesitantly send letters to your reverence, hoping that there is no one to convey them as far as those parts. But now, expecting either that you yourself will be present, or that the epistle will be transmitted from the bishops to whom we have written, we both write to your reverence and salute you through this letter, at the same time signifying that we seem still to be above the earth, and at the same time exhorting you to pray for us, that the Lord may lessen our afflictions, and may lead away from us, like some cloud, this great weight of sorrow that now lies upon our hearts. And this will be if He grant a speedy return to the bishops most beloved of God, who are now in dispersion, paying the penalty for godliness.
ΕΠΙΣΤΟΛΗ ΡϞϚ.
Epistle 196.
Ἀβουργίῳ.
To Aburgius.
Διᾴττειν σε ως τοὺς ἀστέρας, ἄλλοτε κατ ἄλλο μέρος τῆς βαρβαρικῆς ἀνίσχοντα, νῦν μὲν σιτηρέσια στρατιωτικὰ παρέχοντα, νῦν δὲ βασιλεῖ φαινόμενον μετὰ λαμπροῦ τοῦ σχήματος, ἡ τῶν
That you dart like the stars, rising at one time in one part of the barbarian land and at another in another, now furnishing military provisions, and now appearing before the emperor in splendid array, the
Notes, col. 708

On the reading

Printed ως, for ὡς.

Printed κατ, for κατ'.

PG 32:709Read from the page
ἀγαθῶν ἄγγελος φήμη ἀγγέλλουσα ἡμῖν οὐ διαλείπει. Εὐχόμεθα δὲ τῷ Θεῷ, κατὰ λόγον σοι προϊοῦσαν τὴν ἐπιχείρησιν, ἐπὶ μέγα σε προελθεῖν, καὶ φανῆναί ποτε τῇ πατρίδι ἕως ἐσμὲν ὑπὲρ γῆς, καὶ τὸν ἀέρα τοῦτον ἀνέλκομεν. Τοσοῦτον γὰρ μέτεστιν ἡμῖν τοῦ βίου, ὅσον ἀναπνεῖν μόνον.
report that is a messenger of good things does not cease announcing to us. And we pray to God that, with your undertaking proceeding according to reason for you, you may advance to great things, and may appear one day to your country while we are still above the earth and draw in this air. For we have only so much share in life as merely to breathe.
ΕΠΙΣΤΟΛΗ ΡϞΖʹ.
Epistle 197.
Ἀμβροσίῳ, ἐπισκόπῳ Μεδιολάνων.
To Ambrose, bishop of Milan.
1. Μεγάλαι ἀεὶ καὶ πολλαὶ τοῦ Δεσπότου ἡμῶν αἱ δωρεαὶ, καὶ οὔτε τὸ μέγεθος αὐτῶν μετρητὸν, οὔτε τὸ πλῆθος ἀριθμητόν. Μία δὲ τῶν μεγίστων δωρεῶν ἐστι τοῖς εὐαισθήτως δεχομένοις τὰς χάριτας καὶ ἡ παροῦσα αὕτη, ὅτι πλεῖστον ἡμᾶς τῇ θέσει τοῦ τόπου διῃρημένους ἔδωκεν ἀλλήλοις συνάπτεσθαι διὰ τῆς ἐν τοῖς γράμμασι προσφωνήσεως. Καὶ γνώσεως τρόπον διττὸν ἡμῖν ἐχαρίσατο· ἕνα μὲν διὰ τῆς συντυχίας, ἕτερον δὲ τὸν διὰ τῆς τοῦ γράμματος ὁμιλίας. Ἐπεὶ οὖν ἐγνωρίσαμέν σε δι' ὧν ἐφθέγξω· καὶ ἐγνωρίσαμεν, οὐ τὸν σωματικὸν χαρακτῆρα ταῖς μνήμαις ἡμῶν ἐντυπωσάμενοι, ἀλλὰ τοῦ ἔσω ἀνθρώπου τὸ κάλλος τῇ ποικιλίᾳ τῶν λόγων καταμαθόντες, ὅτι ἕκαστος ἡμῶν ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ· ἐδοξάσαμεν τὸν Θεὸν ἡμῶν, τὸν καθ' ἑκάστην γενεὰν ἐκλεγόμενον τοὺς αὐτῷ εὐαρεστοῦντας· ὃς πρότερον μὲν ἐκ τῶν ποιμνίων τῶν προβάτων ἤγειρεν ἄρχοντα τῷ λαῷ αὐτοῦ· καὶ τὸν Ἀμὼς ἐκ τοῦ αἰπολίου ἐνδυναμώσας διὰ τοῦ Πνεύματος, ὕψωσεν εἰς προφήτην· νῦν δὲ ἄνδρα ἐκ τῆς βασιλευούσης πόλεως, ἀρχὴν ὅλου ἔθνους πεπιστευμένον, ὑψηλὸν τῷ φρονήματι, γένους λαμπρότητι, περιφανείᾳ βίου, λόγων δυνάμει, πᾶσι τοῖς κατὰ τὸν βίον περίβλεπτον, εἵλκυσεν εἰς τὴν τῶν ποιμνίων τοῦ Χριστοῦ ἐπιμέλειαν. Ὅς, πάντα ῥίψας τὰ τοῦ βίου πλεονεκτήματα, καὶ ἡγησάμενος αὐτὰ ζημίαν ἵνα Χριστὸν κερδήσῃ, τοὺς οἴακας δέξασθαι ἐπετράπη τῆς μεγάλης καὶ περιβοήτου νηὸς ἐπὶ τῇ εἰς Θεὸν πίστει, τοῦ Χριστοῦ Ἐκκλησίας. Ἄγε τοίνυν, ὦ Θεοῦ ἄνθρωπε, ἐπειδὴ οὐ παρ' ἀνθρώπων παρέλαβες ἢ ἐδιδάχθης τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλ' αὐτός σε ὁ Κύριος ἀπὸ τῶν κριτῶν τῆς γῆς ἐπὶ τὴν καθέδραν τῶν ἀποστόλων μετέθηκεν,
1. Great always and many are the gifts of our Master, and neither is their magnitude measurable, nor their multitude numerable. And one of the greatest gifts to those who with right feeling receive His graces is this present one also, that He has granted us, though very widely separated by the situation of place, to be joined to one another through address in letters. And He has bestowed upon us a twofold manner of acquaintance: one through meeting face to face, and the other that through converse by letter. Since, therefore, we have come to know you through the words you uttered—and we have come to know you, not by imprinting your bodily figure upon our memories, but by learning the beauty of the inner man through the variety of your words, because each of us out of the abundance of the heart speaks (Matt. 12:34)—we glorified our God, Who in each generation chooses those who are well-pleasing to Him; Who formerly from the flocks of sheep raised up a ruler for His people, and having strengthened Amos from the herd of goats through the Spirit, exalted him to be a prophet; and now has drawn a man from the reigning city, entrusted with the rule of a whole nation, lofty in mind, in splendour of birth, in distinction of life, in power of speech, conspicuous in all the things of life, to the care of the flocks of Christ. Who, having cast away all the advantages of life, and having counted them loss that he may gain Christ (Phil. 3:8), was entrusted to receive the rudders of the great and famous ship built upon faith in God, the Church of Christ. Come then, O man of God, since you neither received nor were taught the Gospel of Christ from men (Gal. 1:12), but the Lord Himself transferred you from the judges of the earth to the chair of the apostles,