μηκέτι καὶ τῇ τῆς θεότητος ἐννοίᾳ συμπαραλαμβάνεσθαι· ἀλλ' ἐκ Πατρὸς μέχρι τοῦ Υἱοῦ ἱσταμένην τὴν τῆς θεότητος δύναμιν, ἀποκρίνειν τῆς θεϊκῆς δόξης τὴν φύσιν τοῦ Πνεύματος. Οὐκοῦν ἀπολογητέον καὶ ἡμῖν, ὡς ἂν οἷοί τε ὦμεν, διὰ βραχέων καὶ πρὸς ταύτην τὴν ἔννοιαν.
is no longer included in the conception of the Godhead as well; but that the power of the Godhead, halting from the Father as far as the Son, excludes the nature of the Spirit from the divine glory. We too, therefore, must make our defence briefly, so far as we are able, against this notion also.
5. Τίς οὖν ὁ ἡμέτερος λόγος; Παραδιδοὺς ὁ Κύριος τὴν σωτήριον πίστιν τοῖς μαθητευομένοις τῷ λόγῳ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνάπτει καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τὸ δὲ συνημμένον ἅπαξ διὰ πάντων φαμὲν τὴν συνάφειαν ἔχειν. Οὐ γὰρ, ἔν τινι συντεταγμένον, ἐν ἑτέροις ἀποσχοινίζεται. Ἀλλ' ἐν τῇ ζωοποιῷ δυνάμει, καθ' ἣν ἐκ τοῦ φθαρτοῦ βίου εἰς ἀθανασίαν ἡ φύσις ἡμῶν μετασκευάζεται, συμπαραληφθεῖσα ἡ τοῦ Πνεύματος δύναμις Πατρὶ καὶ Υἱῷ, καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ, καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφὸν, εὐθὲς, ἡγεμονικὸν, δυνατὸν, καὶ πανταχοῦ δηλονότι τὸ ἀχώριστον ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὀνόμασιν. Οὐκοῦν ἡγούμεθα καλῶς ἔχειν τὸ ἐν τοσαύταις ἐννοίαις ὑψηλαῖς τε καὶ θεοπρεπέσι συναπτόμενον Πατρὶ καὶ Υἱῷ ἐν οὐδενὶ διακεκρίσθαι νομίζειν. Οὐδὲ γὰρ οἴδαμέν τινα τῶν περὶ τὴν θείαν φύσιν ἐπινοουμένων ὀνομάτων τὴν κατὰ τὸ κρεῖττον καὶ τὸ χεῖρον διαφοράν· ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων κοινωνίαν συγχωροῦντας τῷ Πνεύματι, τῶν ὑπεραιρόντων κρίνειν ἀνάξιον. Πάντα γὰρ τὰ θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα, τῷ μηδὲν περὶ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. Οὐ γὰρ ἐπ' ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν τοῦ ἀγαθοῦ ἡ προσηγορία, ἐφ' ἕτερον δὲ ἡ τοῦ σοφοῦ, καὶ τοῦ δυνατοῦ, καὶ τοῦ δικαίου· ἀλλ' ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον. Κἂν Θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνεδείξω ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. Εἰ δὲ πάντα τὰ ὀνόματα τῇ θείᾳ φύσει ἐπιλεγόμενα ἰσοδυναμεῖ ἀλλήλοις κατὰ τὴν τοῦ ὑποκειμένου ἔνδειξιν, ἄλλα κατὰ ἄλλην ἔμφασιν ἐπὶ τὸ αὐτὸ τὴν διάνοιαν ἡμῶν ὁδηγοῦντα· τίς ὁ λόγος τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν, πρὸς Πατέρα τε καὶ Υἱὸν συγχωροῦντα τῷ Πνεύματι, μόνης ἀποσχοινίζειν αὐτὸ τῆς θεότητος; ἀνάγκη γὰρ πᾶσα ἢ καὶ ἐν τούτῳ διδόναι τὴν κοινωνίαν, ἢ μηδὲ τὴν ἐν τοῖς λοιποῖς συγχωρεῖν. Εἰ γὰρ ἐν ἐκείνοις ἄξιον, οὐδὲ ἐν τούτῳ πάντως ἀνάξιον. Εἰ δὲ μικρότερον, κατὰ τὸν ἐκείνων λόγον, ἐστὶν ἢ ὥστε τοῦ τῆς θεότητος ὀνόματος πρὸς Πατέρα τε καὶ Υἱὸν τὴν κοινωνίαν χωρῆσαι, οὐδὲ ἄλλου τινὸς τῶν θεοπρεπῶν ὀνομάτων μετέχειν ἄξιον. Καταμανθανόμενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα τὰ ὀνόματα διὰ τῆς ἑκάστοις ἐνθεωρουμέ-
5. What then is our argument? When the Lord delivers the saving faith to those who are instructed in the word, He joins the Holy Spirit also to the Father and the Son. And that which is joined once for all, we affirm to hold its conjunction throughout all things. For it is not ranged together in one thing, and severed in others. Rather, in the life-giving power, according to which our nature is transformed from this corruptible life unto immortality, the power of the Spirit is included together with Father and Son, and in many other respects, as in the conception of the good, and the holy, and eternal, wise, upright, sovereign, mighty, and everywhere manifestly it has inseparability in all the names understood in the higher sense. Therefore we account it right to consider that One Who is joined with Father and Son in so many lofty and God-befitting conceptions is in nothing separated from Them. For neither do we know any difference of better and worse amongst the names conceived concerning the divine nature, so that one might think it pious, while granting to the Spirit communion in the inferior names, to judge Him unworthy of the transcendent ones. For all the God-befitting thoughts and names stand in equal honour with one another, in that they differ not at all concerning the signification of the subject. For the appellation of the good does not lead the mind to one subject, and that of the wise, and the mighty, and the just to another; but however many names you may utter, the thing signified through them all is one. And if you say God, you have indicated the same One Whom you understood through the remaining names. Now if all the names predicated of the divine nature are equivalent to one another as regards the indication of the subject, leading our mind to the same reality though some according to one emphasis and others according to another, what reason is there, while granting to the Spirit communion with Father and Son in the other names, to sever Him from the Godhead alone? For there is every necessity either to grant communion in this also, or not to allow it in the rest either. For if He is worthy in those, surely neither is He unworthy in this. And if He is too small, according to their argument, to admit of communion with Father and Son in the name of the Godhead, neither is He worthy to partake of any other of the God-befitting names. For when the names are examined and compared with one another through the emphasis contem-