ματα; Οὐ τὴν πρὸς Κύριον ἀγάπην; Οὐ τὸ περὶ τοὺς μάρτυρας θαῦμα, οὕτως ἐναργῶς τὸν τρόπον τῆς ἀθλήσεως ὑπογράφοντα, ὥστε ὑπ' ὄψιν ἡμῖν ἀγαγεῖν τὰ πράγματα; Οὐ τὴν περὶ ἡμᾶς αὐτοὺς τιμήν τε καὶ διάθεσιν; Οὐχ ὅ τι ἂν εἴποι τις τῶν καλλίστων; ὥστε, ὅτε εἰς χεῖρας τὴν ἐπιστολὴν ἐδεξάμεθα, καὶ ἀνέγνωμεν αὐτὴν πολλάκις, καὶ τὴν βρύουσαν ἐν αὐτῇ χάριν τοῦ Πνεύματος κατεμάθομεν, νομίσαι ἡμᾶς ἐπὶ τῶν ἀρχαίων καιρῶν γεγενῆσθαι, ἡνίκα ἤνθουν αἱ Ἐκκλησίαι τοῦ Θεοῦ, ἐῤῥιζωμέναι τῇ πίστει, ἡνωμέναι τῇ ἀγάπῃ, ὥσπερ ἐν ἑνὶ σώματι μιᾶς συμπνοίας διαφόρων μελῶν ὑπαρχούσης· ὅτε φανεροὶ μὲν οἱ διώκοντες, φανεροὶ δὲ οἱ διωκόμενοι· πολεμούμενοι δὲ οἱ λαοὶ πλείους ἐγίνοντο, καὶ τὸ αἷμα τῶν μαρτύρων, ἄρδον τὰς Ἐκκλησίας, πολυπλασίονας τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας ἐξέτρεφε, τῷ ζήλῳ τῶν προλαβόντων ἐπαποδυομένων τῶν ἐφεξῆς. Τότε Χριστιανοὶ μὲν πρὸς ἀλλήλους εἰρήνην ἤγομεν· εἰρήνην ἐκείνην, ἣν ὁ Κύριος ἡμῖν κατέλιπεν, ἧς νῦν οὐδ' ἴχνος ἡμῖν λοιπὸν ὑπολέλειπται, οὕτως αὐτὴν ἀπηνῶς ἀπ' ἀλλήλων ἀπεδιώξαμεν. Πλὴν ἀλλ' ὅτι αἱ ψυχαὶ ἡμῶν πρὸς τὴν παλαιὰν ἐκείνην μακαριότητα ἐπανῆλθον, ἐπειδὴ γράμματα μὲν ἦλθεν ἐκ τῆς μακρόθεν, ἀνθοῦντα τῷ τῆς ἀγάπης κάλλει, μάρτυς δὲ ἡμῖν ἐπεδήμησεν ἐκ τῶν ἐπέκεινα Ἴστρου βαρβάρων, δι' ἑαυτοῦ κηρύσσων τῆς ἐκεῖ πολιτευομένης πίστεως τὴν ἀκρίβειαν. Τίς ἂν τὴν ἐπὶ τούτοις εὐφροσύνην τῶν ψυχῶν ἡμῶν διηγήσαιτο; Τίς ἂν ἐπινοηθείη δύναμις λόγου ἐναργῶς ἐξαγγεῖλαι τὴν ἐν τῷ κρυπτῷ τῆς καρδίας ἡμῶν διάθεσιν δυναμένη; Ὅτε μέντοι εἴδομεν τὸν ἀθλητὴν, ἐμακαρίσαμεν αὐτοῦ τὸν ἀλείπτην· ὃς παρὰ τῷ δικαίῳ κριτῇ τὸν τῆς δικαιοσύνης στέφανον καὶ αὐτὸς ἀπολήψεται, πολλοὺς εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ἐπιῤῥώσας ἀγῶνα.
-ters? Not love toward the Lord? Not wonder at the martyrs, depicting so vividly the manner of their contest as to bring the events before our eyes? Not honour and affection toward ourselves? Not whatever one might name of the fairest things? So that, when we received the letter into our hands, and read it many times, and perceived the grace of the Spirit brimming within it, we thought ourselves to have been in the ancient times, when the Churches of God flourished, rooted in faith, united in love, as though in one body there existed a single harmony of different members; when the persecutors were manifest, and the persecuted were manifest; and the peoples, being warred against, became more numerous, and the blood of the martyrs, watering the Churches, nourished manifold more combatants for godliness, as those who followed stripped for the contest in emulation of those who had gone before. Then we Christians kept peace with one another—that peace which the Lord left to us (John 14:27), of which not even a trace now remains left to us, so cruelly have we driven it away from one another. Yet our souls returned to that ancient blessedness, since letters came from a distant land, blooming with the beauty of love, and a martyr visited us from the barbarians beyond the Danube, proclaiming through himself the exactness of the faith practised there. Who could recount the gladness of our souls over these things? What power of speech could be devised able to declare clearly the disposition hidden in the secret of our heart? When, however, we saw the athlete, we called his trainer blessed, who will himself also receive the crown of righteousness from the righteous Judge (2 Tim. 4:8), having strengthened many for the contest on behalf of godliness.
2. Ἐπεὶ δὲ καὶ τοῦ μακαρίου ἀνδρὸς Εὐτυχοῦς εἰς μνήμην ἡμᾶς ἤγαγες, καὶ ἐσέμνυνας ἡμῶν τὴν πατρίδα, ὡς αὐτὴν παρασχομένην τῆς εὐσεβείας τὰ σπέρματα· εὔφρανας μὲν ἡμᾶς τῇ ὑπομνήσει τῶν παλαιῶν, ἐλύπησας δὲ τῷ ἐλέγχῳ τῶν ὁρωμένων. Οὐδεὶς γὰρ ἡμῶν Εὐτυχεῖ τὴν ἀρετὴν παραπλήσιος· οἵ γε τοσοῦτον ἀπέχομεν βαρβάρους ἐξημερῶσαι τῇ δυνάμει τοῦ Πνεύματος, καὶ τῇ ἐνεργείᾳ τῶν παρ' αὐτοῦ χαρισμάτων, ὥστε καὶ τοὺς ἡμέρως ἔχοντας τῇ ὑπερβολῇ τῶν ἁμαρτιῶν ἡμῶν ἐξηγριῶσθαι. Ἑαυτοῖς γὰρ λογιζόμεθα καὶ ταῖς ἡμετέραις ἁμαρτίαις τὴν αἰτίαν τοῦ ἐπὶ τοσοῦτον χυθῆναι τὴν τῶν αἱρετικῶν δυναστείαν. Σχεδὸν γὰρ οὐδὲν μέρος τῆς οἰκουμένης διαπέφευγε τὸν ἐκ τῆς αἱρέσεως ἐμπρησμόν. Τὰ δὲ σὰ διηγήματα, ἐνστάσεις ἀθλητικαὶ, σώματα ὑπὲρ τῆς εὐσεβείας καταξαινόμενα, θυμὸς βαρβαρικὸς ὑπὸ τῶν ἀκαταπλήκτων τὴν καρδίαν καταφρονούμενος, αἱ ποικίλαι βάσανοι τῶν
2. And since you also brought us to the remembrance of the blessed man Eutyches, and honoured our homeland as having itself supplied the seeds of godliness, you gladdened us indeed by the reminder of ancient things, but grieved us by the reproof of the things now seen. For none of us is like Eutyches in virtue—we who are so far from taming barbarians by the power of the Spirit and the working of the gifts that come from Him, that even those who are gentle have been made savage by the excess of our sins. For to ourselves and to our own sins do we reckon the cause of the domination of the heretics having spread so far. For almost no part of the inhabited world has escaped the conflagration of heresy. But your narratives—athletic steadfastness, bodies torn to shreds for the sake of godliness, barbarian fury despised by men undaunted in heart, the manifold tortures of the