Migne Reading Room

PG 32 · cols. 604–613 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:604Read from the page
Ἀλλ' ἔτι μέν με καὶ αἱ ἔξωθεν ἀρχαὶ συστέλλουσιν, ὥσπερ λειποτάκτην τινὰ τῶν ἀρχόντων ἀναζητούντων· ἐπέχει δέ με μάλιστα ἡ ἐμοῦ αὐτοῦ καρδία, ἐκεῖνα μαρτυροῦσα ἑαυτῇ ἅπερ εἴρηκα.
But still on the one hand external magistracies also hem me in, as though the rulers were seeking out some deserter; and on the other hand my own heart itself holds me back most of all, bearing witness to itself of those things which I have said.
2. Ἐπειδὴ δὲ συνθηκῶν ἐμνήσθης, καὶ κατηγορεῖν ἐπηγγείλω, γελάσαι με ἐποίησας ἐν ταύτῃ τῇ κατηφείᾳ μου, ὅτι ἔτι ῥήτωρ εἶ, καὶ τῆς δεινότητος οὐκ ἀφίστασαι. Ἐγὼ γὰρ οὕτω νομίζω, εἰ μὴ πάντῃ ὡς ἀμαθὴς διαμαρτάνω τῆς ἀληθείας, μίαν εἶναι ὁδὸν τὴν πρὸς τὸν Κύριον ἄγουσαν, καὶ πάντας τοὺς πρὸς αὐτὸν πορευομένους συνοδεύειν ἀλλήλοις, καὶ κατὰ μίαν συνθήκην τοῦ βίου πορεύεσθαι. Ὥστε ποῦ ἀπελθὼν χωρισθῆναί σου δύναμαι, καὶ μὴ μετὰ σοῦ ζῆν, καὶ μετὰ σοῦ δουλεύειν Θεῷ, ᾧ κοινῇ προσεφύγομεν; Τὰ μὲν γὰρ σώματα ἡμῶν τόποις διασταθήσεται· ὁ δὲ τοῦ Θεοῦ ὀφθαλμὸς κοινῇ ἀμφοτέρους ἐφορᾷ δηλονότι· εἴπερ οὖν ἄξιος καὶ ὁ ἐμὸς βίος ὑπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐποπτεύεσθαι· ἀνέγνων γάρ που ἐν Ψαλμοῖς, ὅτι Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους. Ἐγὼ μὲν γὰρ εὔχομαι καὶ σοὶ καὶ παντὶ τῷ παραπλησίως σοι προαιρουμένῳ καὶ τῷ σώματι συνεῖναι, καὶ πᾶσαν νύκτα καὶ ἡμέραν μετὰ σοῦ κλίνειν τὰ γόνατα πρὸς τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ εἴ τις ἄλλος ἀξίως ἐπικαλούμενος τὸν Θεόν· οἶδα γὰρ τὴν ἐν ταῖς προσευχαῖς κοινωνίαν πολὺ τὸ κέρδος φέρουσαν· ἐὰν δὲ, ὁσάκις ὑπάρξῃ μοι ἐν διαφόρῳ γωνιδίῳ παρεῤῥιμμένῳ στενάζειν, ἀκολουθήσει μοι πάντως τὸ ψεύδεσθαι, μάχεσθαι μὲν πρὸς τὸν λόγον οὐκ ἔχω, ἤδη δὲ ὡς ψεύστου ἐμαυτὸν κατακρίνω, εἴ τι τοιοῦτον κατὰ τὴν παλαιὰν ἀδιαφορίαν ἐφθεγξάμην, ὅ με τῷ κρίματι τοῦ ψεύδους ὑπόδικον καθιστᾷ.
2. And since you made mention of covenants, and promised to bring an accusation, you made me laugh in this dejection of mine, because you are still an orator, and do not desist from your cleverness. For I think thus, unless as an ignorant man I altogether miss the truth, that there is one way leading to the Lord, and that all who journey towards Him travel together with one another, and journey according to one covenant of life. Wherefore, going where can I be separated from you, and not live with you, and with you serve God, to Whom we fled for refuge in common? For our bodies indeed will be parted by places; but the eye of God manifestly watches over us both in common; if indeed my life also be worthy to be looked upon by the eyes of God; for I have read somewhere in the Psalms, that The eyes of the Lord are upon the righteous. For I indeed pray to be together in body also both with you and with everyone choosing in like manner with you, and every night and day to bow my knees with you to our Father Who is in the heavens, and if there is anyone else worthily calling upon God; for I know that fellowship in prayers brings much gain; but if, so often as it falls to me to groan cast aside in a different little corner, falsehood will altogether follow me, I cannot contend against the argument, and already I condemn myself as a liar, if I uttered anything of the sort according to my old indifference, which renders me liable to the judgement of falsehood.
3. Γενόμενος δὲ πλησίον Καισαρείας, ὥστε γνωρίσαι τὰ πράγματα, καὶ αὐτῇ παραβαλεῖν τῇ πόλει μὴ ἀνασχόμενος, τῷ πλησίον προσέφυγον πτωχοτροφείῳ, ὥστε ἐκεῖ μαθεῖν περὶ ὧν ἐβουλόμην. Εἶτα κατὰ συνήθειαν ἐπιδημήσαντι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ ἀνήνεγκα περὶ ὧν ἐπέταξεν ἡμῖν ἡ λογιότης σου. Καὶ ἃ μὲν ἀπεκρίνατο, οὔτε τῇ μνήμῃ φυλαχθῆναι παρ' ἡμῶν δυνατὸν ἦν, καὶ ἐπιστολῆς ὑπερέβαινε μέτρον. Ὡς ἐν κεφαλαίῳ δὲ περὶ τῆς ἀκτημοσύνης ἐκεῖνο ἔφη τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναι τὴν κτῆσιν. Καὶ παρείχετο ἡμῖν ἐκ τοῦ Εὐαγγελίου τὰς ἀποδείξεις· μίαν μὲν, ὡς Ἰωάννου τοῦ βαπτιστοῦ εἰπόντος· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ
3. And having come near Caesarea, so as to learn the state of affairs, and not enduring to approach the city itself, I fled for refuge to the nearby almshouse, so as to learn there concerning the things which I wished. Then, when the bishop most beloved of God visited according to custom, I referred to him concerning the things which your Eloquence enjoined upon us. And what he answered neither was it possible to be kept by us in memory, and it exceeded the measure of an epistle. But as in summary concerning non-possession he said that to be the measure, that each should restrict his possession for himself to the last tunic. And he furnished to us the proofs from the Gospel: one indeed, as John the Baptist says: Let him that hath two tunics impart to him that
PG 32:605Read from the page
μὴ ἔχοντι· ἑτέραν δὲ, ὡς τοῦ Κυρίου τοῖς μαθηταῖς ἀπαγορεύσαντος μὴ ἔχειν δύο χιτῶνας. Προσετίθει δὲ τούτοις καὶ τό· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. Ἔλεγε δὲ καὶ τὴν τοῦ μαργαρίτου παραβολὴν εἰς τοῦτο φέρειν· ὅτι ὁ ἔμπορος ὁ εὑρὼν τὸν πολύτιμον μαργαρίτην, ἀπελθὼν ἐπώλησεν ἑαυτοῦ πάντα τὰ ὑπάρχοντα, καὶ ἠγόρασεν ἐκεῖνον. Προσετίθει δὲ τούτοις, ὅτι οὐδὲ ἑαυτῷ τινα ἐπιτρέπειν χρὴ τὴν τῶν χρημάτων διανομὴν, ἀλλὰ τῷ τὰ τῶν πτωχῶν οἰκονομεῖν πεπιστευμένῳ. Καὶ τοῦτο ἀπὸ τῶν Πράξεων ἐπιστοῦτο· ὅτι, πωλοῦντες τὰ προσόντα αὐτοῖς, φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, καὶ παρ' ἐκείνων διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. Ἔλεγε γὰρ ἐμπειρίας χρῄζειν τὴν διάγνωσιν τοῦ ἀληθῶς δεομένου, καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. Καὶ ὁ μὲν τῷ θλιβομένῳ διδοὺς τῷ Κυρίῳ ἔδωκε, καὶ παρ' αὐτοῦ λήψεται τὸν μισθόν· ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ προσέῤῥιψε κυνὶ, φορτικῷ μὲν διὰ τὴν ἀναίδειαν, οὐκ ἐλεεινῷ δὲ διὰ τὴν ἔνδειαν.
hath none; and another, as the Lord forbade the disciples to have two tunics. And he added to these this also: If thou wilt be perfect, go, sell thy possessions, and give to the poor. And he said that the parable of the pearl also tended to this: that the merchant who found the pearl of great price went away and sold all his possessions, and bought that one. And he added to these things, that neither ought anyone to entrust the distribution of money to himself, but to the one entrusted to steward the goods of the poor. And this he confirmed from the Acts: that, selling their possessions, they brought and laid them at the feet of the apostles, and by them distribution was made to each, according as anyone had need. For he said that the discernment between the one truly in need and the one begging out of covetousness requires experience. And he who gives to the afflicted has given to the Lord, and from Him will receive his reward; whereas he who bestows upon every vagabond has flung it to a dog, tiresome indeed because of shamelessness, but not pitiable because of need.
4. Περὶ δὲ τοῦ πῶς χρὴ βιοῦν ἡμᾶς καθ' ἡμέραν, ὀλίγα μὲν ἔφθη εἰρηκὼς ὡς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος· πλὴν ἀλλ' ἐβουλόμην παρ' αὐτοῦ ἐκείνου σε μαθεῖν. Ἐμὲ γὰρ ἀφανίζειν τὴν ἀκρίβειαν τῶν διδαγμάτων οὐκ εὔλογον. Ηὐχόμην δὲ μετὰ σοῦ ποτε καταλαβεῖν αὐτὸν, ἵνα, καὶ τῇ μνήμῃ ἀκριβῶς φυλάξας τὰ λεχθέντα, καὶ τῇ σεαυτοῦ συνέσει προσεξεύρῃς τὰ λείποντα. Ἐκεῖνο γὰρ μέμνημαι ἐκ τῶν πολλῶν ὧν ἤκουσα, ὅτι ἡ περὶ τοῦ πῶς χρὴ ζῆν τὸν Χριστιανὸν διδασκαλία οὐ τοσοῦτον δεῖται λόγου, ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος. Καὶ οἶδα, ὅτι, εἰ μή σε κατεῖχεν ὁ δεσμὸς τῆς γηροκομίας τοῦ πατρὸς, οὐκ ἂν οὔτε αὐτὸς ἄλλο τι προετίμησας τῆς συντυχίας τοῦ ἐπισκόπου, οὔτ' ἂν ἐμοὶ συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. Τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένουσιν ἡμᾶς· αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. Ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σοι ἀναχωρεῖν αὐτοῦ, καὶ περιτυγχάνειν ἀνδρὶ πολλὰ καὶ ἐκ τῆς ἑτέρων πείρας, καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι, καὶ παρέχειν τοῖς προσιοῦσιν αὐτῷ δυναμένῳ.
4. And concerning how we ought to live day by day, he had time to say a few things in comparison with the magnitude of the subject; nevertheless I could wish you to learn from that man himself. For that I should obscure the exactness of his teachings is not reasonable. And I prayed that at some time I might overtake him with you, so that, both having kept accurately in memory the things spoken, and by your own understanding, you might find out besides what is lacking. For that one thing I remember out of the many which I heard, that the teaching concerning how the Christian ought to live does not so much need speech as daily example. And I know that, if the bond of tending your father's old age did not hold you back, neither would you yourself have preferred anything else to converse with the bishop, nor would you have counselled me, leaving him behind, to wander into deserts. For the caves indeed and the rocks await us; whereas the benefits from men do not always remain with us. Wherefore, if you bear with me counselling you, you will prevail upon your father to permit you to withdraw from him a little, and to meet with a man who both knows many things from the experience of others and from his own understanding, and is able to impart them to those who approach him.
ΕΠΙΣΤΟΛΗ ΡΝΑʹ.
Epistle 151.
Εὐσταθίῳ ἀρχιάτρῳ.
To Eustathius, archiater.
Εἴ τι ὄφελος ἡμετέρων γραμμάτον, μηδένα χρόνον
If there is any benefit in our letters, at no time
Notes, col. 605

On the reading

Printed γραμμάτον, for γραμμάτων.

PG 32:608Read from the page
διαλίπῃς ἐπιστέλλων ἡμῖν, καὶ διεγείρων ἡμᾶς πρὸς τὸ γράφειν. Αὐτοὶ μὲν γὰρ προδήλως ἡδίους γινόμεθα ἐντυγχάνοντες ἐπιστολαῖς συνετῶν ἀνδρῶν ἀγαπώντων τὸν Κύριον· εἰ δὲ καὶ αὐτοί τι ἄξιον σπουδῆς εὑρίσκετε παρ' ἡμῖν, ὑμέτερον εἰδέναι τῶν ἐντυγχανόντων. Ει μὲν οὖν μὴ ὑπὸ τοῦ πλήθους τῶν ἀσχολιῶν ἀπηγόμεθα, οὐκ ἂν τῆς ἐκ τοῦ γράφειν συνεχῶς εὐφροσύνης ἀπειχόμεθα· ὑμεῖς δὲ, οἷς ἐλάττους αἱ φροντίδες, ὁσάκις ἂν οἷόν τε ᾖ, κατακηλεῖτε ἡμᾶς τοῖς γράμμασι. Καὶ γὰρ τὰ φρέατά φασιν ἀντλούμενα βελτίω γίνεσθαι. Ἐοίκασι δέ σου αἱ ἐξ ἰατρικῆς παραινέσεις εἰς πάρεργον χωρεῖν, οὐχ ἡμῶν ἐπαγόντων τὸν σίδηρον, ἀλλ' ἑαυτοῖς ἐκπιπτόντων τῶν ἀπαχρειουμένων. Ὁ μὲν οὖν τοῦ Στωϊκοῦ λόγος· Ἐπειδὴ, φησὶ, μὴ γίνεται τὰ πράγματα ὡς βουλόμεθα, ὡς γίνεται βουλόμεθα· ἐγὼ δὲ τοῖς μὲν πράγμασι τὴν γνώμην συγκατατίθεσθαι οὐ καταδέχομαι· τὸ δὲ ἀβουλήτως τινὰς ποιεῖν τι τῶν ἀναγκαίων οὐκ ἀποδοκιμάζω. Οὔτε γὰρ ὑμῖν τοῖς ἰατροῖς τὸ καίειν τὸν ἄῤῥωστον, ἢ ἄλλως ποιεῖν ἀλγεῖν, βουλητόν· ἀλλ' οὖν καταδέχεσθε πολλάκις τῇ δυσχερείᾳ τοῦ πάθους ἑπόμενοι. Οὔτε οἱ πλέοντες ἑκουσίως ἐκβάλλουσι τὰ ἀγώγιμα· ἀλλ' ὥστε διαφυγεῖν τὰ ναυάγια, ὑφίστανται τὴν ἐκβολὴν, τὴν ἐν πενίᾳ βίον τοῦ ἀποθανεῖν προτιμῶντες. Ὥστε καὶ ἡμᾶς οἴου ἀλγεινῶς μὲν καὶ μετὰ μυρίων ὀδυρμῶν φέρειν τὸν χωρισμὸν τῶν ἀφισταμένων· φέρειν δ' οὖν ὅμως· ἐπειδὴ τοῦ Θεοῦ καὶ τῆς ἐπ' αὐτὸν ἐλπίδος οὐδὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς προτιμότερον.
cease writing to us, and stirring us up towards writing. For we ourselves manifestly become more gladdened when we meet with epistles of prudent men who love the Lord; and if you yourselves also find anything worthy of zeal with us, it is yours to know who read them. If therefore we were not drawn away by the multitude of occupations, we would not abstain from the gladness that comes from writing continually; but do you, whose cares are fewer, so often as is possible, charm us with your letters. For indeed they say that wells when drawn from become better. And your exhortations from the medical art seem to pass into a side-work, since it is not we who apply the iron, but those who have become useless fall away of themselves. Now the saying of the Stoic is: Since, says he, things do not happen as we wish, we wish them as they happen; whereas I for my part do not accept accommodating my mind to circumstances, yet I do not disapprove that some should involuntarily do something of what is necessary. For neither to you physicians is burning the sick man, or otherwise causing him to feel pain, a thing wished for; yet at any rate you often accept it, following the difficulty of the ailment. Neither do mariners willingly cast out their cargo; but so as to escape shipwreck, they submit to the jettison, preferring a life in poverty to dying. Wherefore think that we also bear painfully indeed and with ten thousand lamentations the separation of those who withdraw; yet bear it all the same; since to lovers of the truth nothing is more preferable than God and hope in Him.
ΕΠΙΣΤΟΛΗ ΡΝΒʹ.
Epistle 152.
Οὐΐκτορι στρατηλάτῃ.
To Victor, master of the soldiers.
Ἄλλῳ μέν τινι μὴ ἐπιστέλλων, τάχα ἂν δεξαίμην δικαίως ἔγκλημα ῥᾳθυμίας ἢ λήθης· σοῦ δὲ πῶς ἔστιν ἐπιλαθέσθαι, οὗ παρὰ πᾶσιν ἀνθρώποις λαλεῖται τὸ ὄνομα; πῶς δὲ καταῤῥαθυμῆσαι, ὃς πάντων σχεδὸν τῶν κατὰ τὴν οἰκουμένην τῷ ὕψει τῶν ἀξιωμάτων ὑπερανέστηκας; Ἀλλὰ δήλη ἡμῶν ἡ αἰτία τῆς σιωπῆς. Ὀκνοῦμεν δι' ὄχλου γίνεσθαι ἀνδρὶ
If I failed to write to someone else, perhaps I might justly receive an accusation of sluggishness or forgetfulness; but how is it possible to forget you, whose name is spoken among all men? and how to grow remiss towards one who has risen above almost all those throughout the inhabited world by the height of his dignities? But the cause of our silence is clear. We shrink from becoming troublesome to so great
Notes, col. 608

On the reading

Printed Ει, for Εἰ.

Printed τὴν ἐν πενίᾳ βίον, for τὸν ἐν πενίᾳ βίον.

PG 32:609Read from the page
τοσούτῳ. Εἰ δὲ προς τῇ λοιπῇ σου ἀρετῇ καὶ τοῦτο κατεδέξω, οὐ μόνον πεμπόμενα παρ' ἡμῶν δέχεσθαι γράμματα, ἀλλὰ καὶ ἐλλειφθέντα ἐπιζητεῖν, ἰδοὺ καὶ γράφομεν νῦν τεθαῤῥηκότως, καὶ γράψομέν γε εἰς τὸ ἐφεξῆς· εὐχόμενοι τῷ ἁγίῳ Θεῷ δοθῆναί σοι τὴν ἀμοιβὴν τῆς περὶ ἡμᾶς τιμῆς. Ὑπὲρ δὲ τῆς Ἐκκλησίας προέλαβες ἡμῶν τὰς παρακλήσεις, πάντα ποιήσας ὅσα ἂν ἡμεῖς ἐπεζητήσαμεν. Ποιεῖς δὲ οὐκ ἀνθρώποις χαριζόμενος, ἀλλὰ Θεῷ τῷ τιμήσαντί σε· ὃς τὰ μὲν ἔδωκεν ἐν τῇ νῦν ζωῇ ἀγαθὰ, τὰ δὲ δώσει ἐν τῷ μέλλοντι αἰῶνι, ἀνθ' ὧν μετὰ ἀληθείας ἐπορεύθης τὴν ὁδὸν αὐτοῦ, ἀκλινῆ τὴν καρδίαν ἐν τῇ ὀρθότητι τῆς πίστεως ἀπ' ἀρχῆς εἰς τέλος διασωσάμενος
a man. But if in addition to the rest of your virtue you have accepted this also, not only to receive letters sent by us, but also to seek after them when left lacking, behold we both write now confidently, and will write hereafter; praying to the holy God that the recompense of your honour towards us be given to you. And on behalf of the Church you anticipated our entreaties, having done all things whatsoever we would have sought. And you do this gratifying not men, but God Who honoured you; Who has given the good things in the present life, and will give the others in the age to come, in return for the fact that you walked His way with truth, having preserved your heart unswerving in the uprightness of the faith from beginning to end.
ΕΠΙΣΤΟΛΗ ΡΝΓʹ.
Epistle 153.
Βίκτορι ἀπὸ ὑπάτων.
To Victor, ex-consul.
Ὁσάκις ἂν ἡμῖν ὑπάρξῃ γράμμασιν ἐντυχεῖν τῆς κοσμιότητός σου, τοσαυτάκις χάριν ὁμολογοῦμεν τῷ Θεῷ, ὅτι διαμένεις καὶ μεμνημένος ἡμῶν, καὶ ὑπ' οὐδεμιᾶς διαβολῆς τὴν ἀγάπην ἐλαττῶν, ἣν ἅπαξ κρίσει τῇ ὀρθοτάτῃ ἢ συνηθείᾳ χρηστῇ ἀναλαβεῖν κατεδέξω. Εὐχόμεθα οὖν τῷ ἁγίῳ Θεῷ καὶ σὲ διαμεῖναι ἐν τῇ ὁμοίᾳ πρὸς ἡμᾶς διαθέσει, καὶ ἡμᾶς ἀξίους εἶναι τῆς παρὰ σοῦ τιμῆς, ἣν τιμᾷς ἡμᾶς διὰ τοῦ γράμματος.
So often as it falls to us to meet with letters of your Decorum, so many times do we confess thanks to God, that you continue both remembering us, and diminishing by no slander the love which once by most upright judgement or kindly custom you accepted to take up. We pray therefore to the holy God both that you may continue in the like disposition towards us, and that we may be worthy of the honour from you, wherewith you honour us through your letter.
ΕΠΙΣΤΟΛΗ ΡΝΔʹ.
Epistle 154.
Ἀσχολίῳ, ἐπισκόπῳ Θεσσαλονίκης.
To Ascholius, Bishop of Thessalonica.
Καλῶς ἐποίησας, καὶ κατὰ τὸν τῆς πνευματικῆς ἀγάπης νόμον, κατάρξας τῶν πρὸς ἡμᾶς γραμμάτων, καὶ τῷ ἀγαθῷ ὑποδείγματι πρὸς τὸν ὅμοιον ζῆλον ἡμᾶς ἐκκαλεσάμενος. Καὶ γὰρ ἡ μὲν τοῦ κόσμου φιλία ὀφθαλμῶν δεῖται καὶ συντυχίας, ὥστε ἐκεῖθεν ἀρχὴν τῆς συνηθείας γενέσθαι· οἱ δὲ πνευματικῶς ἀγαπᾷν εἰδότες οὐ τῇ σαρκὶ προξένῳ κέχρηνται τῆς φιλίας, ἀλλὰ τῇ τῆς πίστεως κοινωνίᾳ πρὸς τὴν πνευματικὴν συνάφειαν ἄγονται. Χάρις οὖν τῷ Κυρίῳ τῷ παρακαλέσαντι ἡμῶν τὰς καρδίας, ἐν τῷ δεῖξαι, ὅτι οὐκ ἐν πᾶσι κατέψυκται ἡ ἀγάπη· ἀλλ' εἰσί που τῆς οἰκουμένης, οι τῆς Χριστοῦ μαθητείας τὸν χαρακτῆρα δεικνύντες. Καὶ τοίνυν ἔδοξέ μοι τὸ καθ' ὑμᾶς ἐοικέναι πρᾶγμα ἄστροις ἐν νυκτερινῇ συναφείᾳ, ἄλλοις κατ' ἄλλα μέρη τοῦ οὐρανοῦ διαλάμπουσιν, ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον. Τοιοῦτοι δὲ καὶ ὑμεῖς, οἱ τῶν Ἐκκλησιῶν φωστῆρες, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι ἐν τῇ σκυθρωπῇ ταύτῃ καταστάσει, οἷον ἐν σκοτομήνῃ διαφαινόμενοι, πρὸς τῷ
You did well, and according to the law of spiritual love, in making a beginning of letters to us, and calling us forth by your good example towards the like zeal. For the friendship of the world indeed needs eyes and converse, so that from thence a beginning of intimacy may arise; whereas those who know how to love spiritually do not use the flesh as a broker of friendship, but by the fellowship of the faith are led towards spiritual union. Thanks therefore be to the Lord Who comforted our hearts, in showing that love has not grown cold in all; but there are somewhere in the inhabited world those who show the mark of the discipleship of Christ. And accordingly the matter concerning you seemed to me to resemble stars in nocturnal conjunction, shining through in different parts of the heaven, whose brightness indeed is graceful, but more graceful doubtless is its unexpectedness. And such are you also, the luminaries of the Churches, altogether few and easily numbered in this gloomy state of affairs, shining through as though in a moonless night, besides the
Notes, col. 609

On the reading

Printed προς, for πρὸς.

Printed διασωσάμενος, for διασωσάμενος..

Printed οι, for οἱ.

PG 32:612Read from the page
ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως, τὸ περιπόθητον ἔχοντες. Ἐγνώρισε δέ σου τὴν διάθεσιν ἡμῖν τὸ γράμμα αὐτάρκως. Εἰ γὰρ καὶ μικρὸν ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλὰ τῇ γε ὀρθότητι τῆς διανοίας, ἀρκοῦσαν ἡμῖν τῆς προαιρέσεως τὴν ἀπόδειξιν ἔδωκε. Τὸ γὰρ περὶ τὸν μακαριώτατον Ἀθανάσιον ἐσπουδακέναι δεῖγμα ἐναργέστατον τοῦ ὑγιῶς ἔχειν περὶ τὰ μέγιστα. Ἀντὶ οὖν τῆς ἐπὶ τοῖς γράμμασιν εὐφροσύνης πολλὴν οἴδαμεν χάριν τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Εὐφημίῳ· ᾧ καὶ αὐτὸς εὔχομαι πᾶσαν ὑπάρχειν βοήθειαν ἐξ ἁγίου· καὶ σὲ συνεύχεσθαι ἡμῖν παρακαλῶ, ὅπως ἂν ἀπολάβοιμεν αὐτὸν ἐν τάχει μετὰ τῆς κοσμιωτάτης ὁμόζυγος αὐτοῦ, θυγατρὸς δὲ ἡμῶν ἐν Κυρίῳ. Παρακλήθητι δὲ καὶ αὐτὸς μὴ ἐν προοιμίοις ἡμῖν στῆσαι τὴν εὐφροσύνην, ἀλλὰ διὰ τῆς ἀεὶ παραπιπτούσης προφάσεως ἐπιστέλλειν, καὶ τὴν πρὸς ἡμᾶς διάθεσιν τῷ πυκνῷ τῆς ὁμιλίας αὔξειν, καὶ τὰ περὶ τῶν αὐτοῦ Ἐκκλησιῶν, ὅπως ἔχει κατὰ τὴν συμφωνίαν, σημαίνειν· περὶ δὲ τῶν ἐν-
having what is deeply desired through the charm that comes from virtue, and still more through the rarity of its being found. And your letter made your disposition towards us sufficiently known. For even if it was small in the number of its syllables, yet by the uprightness of its thought it gave us a sufficient proof of your purpose. For to have been zealous concerning the most blessed Athanasius is the clearest token of being sound regarding the greatest matters. In return, therefore, for our gladness over the letter, we owe much gratitude to our most honourable son Euphemius, for whom I myself also pray that every help may be his from the sanctuary; and I exhort you to pray together with us, so that we may receive him back swiftly with his most modest consort, our daughter in the Lord. And be entreated yourself also not to halt our gladness at the prelude, but to write upon every occasion that continually presents itself, and to increase your disposition towards us by the frequency of your converse, and to signify the affairs of the Churches there, how they stand with respect to harmony; and concerning those he-
ΕΠΙΣΤΟΛΗ ΡΝΕʹ.
Letter 155.
Ἀνεπίγραφος ἐπὶ ἀλείπτῃ
Without address, regarding a trainer
Πρὸς πολλὰς τὰς διὰ τῆς ἐπιστολῆς, ἣν πρώτην καὶ μόνην κατηξίωσεν ἡμῖν ἡ εὐγένειά σου διαπέμψασθαι, ἐγγεγραμμένας κατηγορίας ἀπορῶ ἀπολογήσασθαι· οὐ διὰ τὴν τοῦ δικαίου ἔνδειαν, ἀλλὰ διὰ τὸ ἐν πλήθει τῶν ἐπιφερομένων δύσκολον εἶναι τῶν καιριωτέρων τὴν προτίμησιν, καὶ ὅθεν δεῖ πρῶτον ἡμᾶς ἄρξασθαι τῆς θεραπείας. Ἢ τάχα δεῖ αὐτῇ τῇ τάξει τῶν γεγραμμένων χρησαμένους ὁδῷ πρὸς ἕκαστον ἀπαντᾷν. Τοὺς ἐπὶ Σκυθίαν ἀπαίροντας ἐντεῦθεν μέχρι σήμερον οὐκ ἐγνωρίσαμεν· ἀλλ' οὐδὲ τῶν ἐκ τῆς οἰκίας ὑπέμνησαν ἡμᾶς, ὥστε προσειπεῖν σε δι' αὐτῶν· καίτοι πάνυ διὰ σπουδῆς τιθεμένους ἐπὶ πάσης προφάσεως προσφθέγγεσθαί σου τὴν τιμιότητα. Ἐπιλαθέσθαι δέ σου ἐν προσευχαῖς ἀδύνατον, εἰ μὴ πρότερον τοῦ ἔργου ἡμῶν ἐπιλαθώμεθα, εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. Μέμνησαι γὰρ πάντως τῶν κηρυγμάτων τῶν ἐκκλησιαστικῶν, πιστὸς ὢν τῇ τοῦ Θεοῦ χάριτι· ὅτι
To the many accusations written in the letter, which is the first and only one that your nobility has deigned to send across to us, I am at a loss to make a defence; not through lack of justice, but because in the multitude of the charges brought forward it is difficult to give precedence to the more vital points, and to know whence we must first begin the remedy. Or perhaps we must make use of the very order of what has been written and meet each point methodically. Those departing hence for Scythia up to today we have not known; nor did any of those from your household remind us, so that we might greet you through them, even though we make it very much our earnest care upon every occasion to address your honour. Moreover, to forget you in prayers is impossible, unless we first forget our own work, to which the Lord has appointed us. For you altogether remember the ecclesiastical proclamations, being faithful by the grace of God: that
PG 32:613Read from the page
καὶ ὑπὲρ τῶν ἐν ἀποδημίαις ἀδελφῶν δεόμεθα, καὶ ὑπὲρ τῶν ἐν ταῖς στρατείαις ἐξεταζομένων, καὶ ὑπὲρ παῤῥησιαζομένων διὰ τὸ ὄνομα Κυρίου, καὶ ὑπὲρ τῶν τοὺς πνευματικοὺς καρποὺς ἐπιδεικνυμένων, ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ τὰς εὐχὰς ποιούμεθα· ὧν πάντως ἐν τοῖς πλείοσιν ἢ καὶ ἐν τοῖς πᾶσι νομίζομεν καὶ τὴν σὴν ἐμπεριλαμβάνεσθαι τιμιότητα. Ἰδίᾳ δέ σου ἡμεῖς πῶς ἂν ἐπιλαθώμεθα, τοσαῦτα ἔχοντες τὰ κινοῦντα ἡμᾶς πρὸς μνήμην, ἀδελφὴν τοιαύτην, ἀδελφιδοὺς τοιούτους, συγγένειαν οὕτω χρηστὴν, οὕτως ἀγαπῶσαν ἡμᾶς, οἶκον, οἰκέτας, φίλους· ἐξ ὧν, κἂν μὴ βουλώμεθα, ἀναγκαίως ὑπομιμνησκόμεθά σου τῆς ἀγαθῆς προαιρέσεως; Περὶ δὲ τοῦδε ὁ ἀδελφὸς ὁ δεῖνα οὐδὲν ἡμῖν ἤνεγκεν ἐπαχθὲς, οὐδὲ παρ' ἡμῶν βλάπτουσα αὐτόν τις κρίσις ἐξενήνεκται οὐδεμία. Τρέψον οὖν τὴν λύπην ἐπὶ τοὺς τὰ ψευδῆ διηγησαμένους, ἀπολύσας πάσης μέμψεως καὶ τὸν χωρεπίσκοπον καὶ ἐμέ. Εἰ δέ τινα δίκην γυμνάζει ὁ σχολαστικὸς ὁ δεῖνα, ἔχει δικαστήρια δημόσια καὶ νόμους. Ἀξιῶ οὖν ὑμᾶς ἐπὶ τούτοις μηδεμίαν ἔχειν μέμψιν. Αὐτὸς δὲ ὅσα ποιεῖς ἀγαθὰ, σεαυτῷ θησαυρίζεις· καὶ ἣν παρέχῃ ἀνάπαυσιν τοῖς διὰ τὸ ὄνομα τοῦ Κυρίου διωκομένοις, ταύτην σεαυτῷ ἐν ἡμέρᾳ τῆς μισθαποδοσίας προετοιμάζεις Καλῶς δὲ ποιήσεις, ἐὰν καὶ λείψανα μαρτύρων τῇ πατρίδι ἐκπέμψῃς· εἴπερ, ὡς ἐπέστειλας ἡμῖν, ὁ ἐκεῖ διωγμὸς ποιεῖ καὶ νῦν μάρτυρας τῷ Κυρίῳ.
we both entreat on behalf of the brethren on journeys abroad, and make our prayers in the holy Church on behalf of those enrolled in military service, and on behalf of those speaking boldly for the name of the Lord, and on behalf of those displaying spiritual fruits; among the majority of whom, or even among all of whom, we reckon your honour also to be altogether included. And in private how could we forget you, having so many things moving us to remembrance: such a sister, such nephews, kinsfolk so kind and so loving towards us, household, domestic servants, friends; from whom, even if we should not wish it, we are of necessity reminded of your good purpose? As for this matter, the brother so-and-so brought nothing grievous to us, nor has any judgement harmful to him been pronounced by us at all. Turn your grief, therefore, against those who related the falsehoods, absolving both the chorepiscopus and me from all blame. And if the advocate so-and-so is pursuing some lawsuit, he has public courts and laws. I ask you, therefore, to hold no blame over these matters. Whatever good things you yourself do, you treasure up for yourself; and the rest that you provide to those persecuted for the name of the Lord, this you prepare beforehand for yourself in the day of recompense. And you will do well if you also send out relics of martyrs to your native land; if indeed, as you wrote to us, the persecution there is even now making martyrs for the Lord.
ΕΠΙΣΤΟΛΗ ΡΝϚʹ.
Letter 156.
Εὐαγρίῳ πρεσβυτέρῳ.
To Evagrius the presbyter.
1. Τοσοῦτον ἀπέσχον τοῦ δυσχερᾶναι προς τὸ μῆκος τῶν γραμμάτων, ὥστε καὶ μικρά μοι ἔδοξεν εἶναι ἡ ἐπιστολὴ ὑπὸ τῆς κατὰ τὴν ἀνάγνωσιν ἡδονῆς. Τί γὰρ ἥδιον ἄκουσμα τοῦ τῆς εἰρήνης ὀνόματος; ἢ τί τοῦ ὑπὲρ τῶν τοιούτων βουλεύεσθαι ἱεροπρεπέστερον, καὶ μᾶλλον τῷ Κυρίῳ κεχαρισμένον; Σοὶ μὲν οὖν παράσχοι ὁ Κύριος τὸν μισθὸν τῆς εἰρηνοποιίας, οὕτω καλῶς προαιρουμένῳ, καὶ σπουδαίως ἐγκειμένῳ πράγματι μακαριστῷ· ἡμᾶς δὲ νόμιζε, τιμία κεφαλὴ, ἕνεκα μὲν τοῦ προῃρῆσθαι, καὶ εὔχεσθαι ἰδεῖν ποτε τὴν ἡμέραν ἐν ᾗ πάντες τὸν αὐτὸν πληρώσουσι σύλλογον, οἱ ταῖς διανοίαις ἀλλήλων μὴ ἀπεσχισμένοι, μηδενὶ παραχωρεῖν τῶν εἰς τὴν σπουδὴν ταύτην πρωτείων. Καὶ γὰρ ἂν εἴημεν ὡς ἀληθῶς πάντων ἀνθρώπων ἀτοπώτατοι, σχίσμασι καὶ κατατομαῖς Ἐκκλησιῶν ἐφηδόμενοι, καὶ μὴ τὴν συνάφειαν τῶν μελῶν τοῦ σώματος τοῦ Χριστοῦ τὸ μέγιστον τῶν ἀγαθῶν τιθέμενοι. Ὅσον μέντοι τῆς ἐπιθυμίας ἡμῖν περίεστι, τοσοῦτον γίνω-
1. So far was I from being vexed at the length of your letter, that the epistle even seemed to me brief because of the pleasure of reading it. For what sound is sweeter than the name of peace? Or what is more befitting the sacred office, and more pleasing to the Lord, than taking counsel on behalf of such things? To you, then, may the Lord grant the reward of peacemaking, choosing so nobly as you do and pressing on earnestly in a most blessed work; and reckon that we, honourable head, so far as concerns our purpose and our praying to see one day the day on which all who are not torn apart from one another in their minds shall fill the same assembly, yield to no one the first place in this zeal. For we should in truth be the most absurd of all men, if we rejoiced over schisms and divisions of the Churches, and did not count the union of the members of the body of Christ the greatest of goods. Yet by as much as desire abounds in us, by so much kn-
Notes, col. 613

On the reading

Printed προετοιμάζεις Καλῶς, for προετοιμάζεις. Καλῶς.

Printed προς, for πρὸς.