μονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. Μὴ οὖν ἀποκάμωμεν ἐναθλοῦντες εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μηδὲ δι' ἀνελπιστίας τὰ πονηθέντα ἡμῖν προώμεθα. Οὐ γὰρ μία πρᾶξις ἀνδρείας, οὐδὲ βραχὺς πόνος τὸ τῆς ψυχῆς καρτερὸν διαδείκνυσιν· ἀλλ' ὁ δοκιμάζων ἡμῶν τὰς καρδίας διὰ μακρᾶς καὶ παρατεταμένης τῆς δοκιμασίας βούλεται ἡμᾶς τῆς δικαιοσύνης στεφανίτας ἀποδειχθῆναι. Μόνον ἀνένδοτον φυλασσέσθω τὸ φρόνημα ἡμῶν, ἄσειστον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διατηρείσθω, καὶ ἥξει ἐν τάχει ὁ ἀντιληψόμενος ἡμῶν· ἥξει καὶ οὐ χρονιεῖ. Προσδέχου γὰρ θλίψιν ἐπὶ θλίψει, ἐλπίδα ἐπ' ἐλπίδι· ἔτι μικρὸν, ἔτι μικρόν. Οὕτως οἶδε ψυχαγωγεῖν τῇ ἐπαγγελίᾳ τοῦ μέλλοντος τοὺς ἑαυτοῦ τροφίμους τὸ Πνεῦμα τὸ ἅγιον. Μετὰ γὰρ τὰς θλίψεις ἡ ἐλπίς· ἐκ τοῦ σύνεγγυς δὲ πάρεστι τὰ ἐλπιζόμενα. Κἂν γὰρ ὅλον τις εἴποι τὸν ⟨…⟩α παντελῶς, συγκρίσει ἐκείνου τοῦ ἀπεράντου αἰῶνος τοῦ ἐν
rance and of our hope in Him. Let us not, then, grow weary as we contend in the contests on behalf of godliness, nor cast away through hopelessness the things for which we have laboured. For not a single deed of courage, nor a brief toil, manifests the steadfastness of the soul; but He Who tests our hearts wills that through a long and protracted testing we should be shown forth as winners of the crown of righteousness. Only let our resolve be kept unyielding, let the firm foundation of our faith in Christ be preserved unshaken, and He Who will help us will come quickly; He will come and will not tarry. For look for affliction upon affliction, for hope upon hope; yet a little while, yet a little while. Thus the Holy Spirit knows how to comfort His nurslings with the promise of the future. For after afflictions comes hope; and the things hoped for are nigh at hand. For even if one should call the whole ⟨…⟩ altogether, in comparison with that boundless age which is laid up in
2. Πίστιν δὲ ἡμεῖς οὔτε παρ' ἄλλων γραφομένην ἡμῖν νεωτέραν παραδεχόμεθα, οὔτε αὐτοὶ τὰ τῆς ἡμετέρας διανοίας γεννήματα παραδιδόναι τολμῶμεν, ἵνα μὴ ἀνθρώπινα ποιήσωμεν τὰ τῆς εὐσεβείας ῥήματα· ἀλλ' ἅπερ παρὰ τῶν ἁγίων Πατέρων δεδιδάγμεθα, ταῦτα τοῖς ἐρωτῶσιν ἡμᾶς διαγγέλλομεν. Ἔστι τοίνυν ἐκ πατέρων ἐμπολιτευομένη τῇ Ἐκκλησίᾳ ἡμῶν ἡ γραφεῖσα παρὰ τῶν ἁγίων Πατέρων πίστις τῶν κατὰ τὴν Νίκαιαν συνελθόντων· ἣν ἡγούμεθα μὲν διὰ στόματος εἶναι καὶ παρ' ὑμῖν, οὐ παραιτούμεθα δὲ, ἵνα μὴ ὄκνου ἔγκλημα ἀπενεγκώμεθα, καὶ αὐτὰ τὰ ῥήματα ἐνσημᾶναι τῷ γράμματι. Ἔστι δὲ ταῦτα· Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ὁρατῶν τε πάντων καὶ ἀοράτων ποιητήν. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ· τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός· φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα· σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανοὺς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ εἰς τὸ ἅγιον Πνεῦμα. Τοὺς δὲ λέγοντας, Ἦν ποτε, ὅτε οὐκ ἦν· καὶ, Πρὶν γεννηθῆναι οὐκ ἦν· καὶ, ὅτι Ἐξ οὐκ ὄντων ἐγένετο· ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι,
2. Now as for faith, we neither accept a newer one written for us by others, nor do we ourselves dare to hand down the offspring of our own mind, lest we make the words of godliness human; but the things which we have been taught by the holy Fathers, these we declare to those who question us. There has lived, then, in our Church from our fathers the faith written by the holy Fathers who assembled at Nicaea; which we suppose indeed to be on your lips also, yet we do not decline, lest we incur a charge of sloth, to set down the very words also in this letter. And they are these: We believe in one God the Father Almighty, Maker of all things both visible and invisible. And in one Lord Jesus Christ the Son of God, begotten of the Father as only-begotten, that is, of the essence of the Father; Light of Light, true God of true God; begotten, not made, consubstantial with the Father, through Whom all things came into being, both the things in heaven and the things on earth; Who for us men and for our salvation came down, was incarnate, became man, suffered, and rose again on the third day; ascended into the heavens, and is coming to judge the living and the dead. And in the Holy Spirit. But those who say, There was once when He was not; and, Before He was begotten He was not; and that He came into being out of nothing; or who assert that the Son of God is of another hypostasis or essence,