Migne Reading Room

PG 32 · cols. 496–505 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:496Read from the page
ΕΠΙΣΤΟΛΗ ϟΗʹ.
Letter 98.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων.
To Eusebius, Bishop of Samosata.
1. Πάνυ ὡρμημένος καταλαβεῖν τὴν Νικόπολιν, μετὰ τὸ δέξασθαι τὰ παρὰ τῆς ὁσιότητός σου γράμματα ἄρνησιν ἔχοντα τῆς ἀφίξεως, παρείθην ἀπὸ τῆς ἐπιθυμίας, καὶ πάσης ὁμοῦ τῆς ἀσθενείας ἀνεμνήσθην. Ἦλθε δέ μοι εἰς ἔννοιαν καὶ ἡ τῶν κεκληκότων ἀφοσίωσις, ὅτι, παροδικὴν πρὸς ἡμᾶς ποιησάμενοι τὴν κλῆσιν διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου τοῦ ἐξισοῦντος Ναζιανζὸν, δεύτερον περὶ τῶν αὐτῶν ὑπομιμνήσκοντα, ἢ ὁδηγοῦντα ἡμᾶς, οὐ κατηξίωσαν ἀποστεῖλαι. Ἐπεὶ οὖν ὕποπτοι αὐτοῖς ἐσμεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ἐφοβήθημεν μή που τὸ φαιδρὸν αὐτοῖς τῆς πανηγύρεως τῇ παρουσίᾳ ἡμῶν ἐπιθολώσωμεν. Μετὰ μὲν γὰρ τῆς σῆς μεγαλοφυΐας καὶ πρὸς τοὺς μεγάλους ἀποδύσασθαι πειρασμοὺς οὐκ ὀκνοῦμεν· ἄνευ δὲ σοῦ οὐδὲ ταῖς τυχούσαις θλίψεσιν ἀντιβλέψαι αὐτάρκως ἔχομεν. Ἐπεὶ οὖν ἐκκλησιαστικῶν ἕνεκεν γίνεσθαι ἡμῶν ἡ πρὸς αὐτοὺς ἔντευξις ἔμελλε, τὸν μὲν τῆς πανηγύρεως καιρὸν παρελίπομεν, εἰς ἡσυχίαν δὲ καὶ ἀτάραχον διαγωγὴν τὴν συντυχίαν ὑπερεθέμεθα, καὶ προῃρήμεθα καταλαβόντες τὴν Νικόπολιν διαλεχθῆναι περὶ τῶν ταῖς Ἐκκλησίαις ἀναγκαίων τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ, εἰ μέλλοι παραιτεῖσθαι τὴν ἐπὶ Σαμόσατα ὁδόν· εἰ δὲ μὴ, αὐτῷ συνδραμούμεθα, ἐὰν παρ' ἀμφοτέρων τοῦτο ἡμῖν
1. Although I was very eager to reach Nicopolis, after receiving the letters from your Holiness containing a refusal of your coming, I slackened from my desire, and at the same time called to mind all my infirmity. There came into my thought also the perfunctory conduct of those who had invited us, in that, having made a passing invitation to us through the most reverend brother Hellenius, the peraequator of Nazianzus, they did not deign to send a second time anyone to remind us of the same matters or to escort us. Since, therefore, we are suspect to them on account of our sins, we feared lest perhaps by our presence we might cloud for them the brightness of the festival. For with your high-mindedness we do not shrink from stripping for the contest even against great trials; but without you we are not even sufficiently able to look ordinary afflictions in the face. Since, then, our conference with them was to take place for the sake of ecclesiastical affairs, we let the season of the festival pass by, and deferred the meeting for a time of quiet and untroubled converse, and we purposed, upon reaching Nicopolis, to confer concerning the matters necessary for the Churches with the most God-beloved Bishop Meletius, in case he should decline the journey to Samosata; and if not, we shall run thither together with him, if from both of you this to us
2. Ἐπισκόποις δὲ τοῖς ἐκ τῆς δευτέρας Καππαδοκίας συντυγχάνειν ἐμέλλομεν· οἳ, ἐπειδὴ ἑτέρας ὠνομάσθησαν ἐπαρχίας, ἐνόμισαν ἀθρόως καὶ ἀλλοεθνεῖς καὶ ἀλλόφυλοι πρὸς ἡμᾶς γεγενῆσθαι· οἳ τοσοῦτον ἡμᾶς ἠγνόησαν, ὅσον οἱ μηδὲ τὴν ἀρχὴν πεπειραμένοι, μηδὲ εἰς λόγους ποτὲ ἀφικόμενοι. Προσεδοκᾶτο δὲ καὶ ἑτέρα συντυχία τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Εὐσταθίου, ἡ καὶ γενομένη ἡμῖν. Διὰ γὰρ τὸ παρὰ πολλῶν καταβοᾶσθαι αὐτὸν, ὡς περὶ τὴν πίστιν παραχαράσσοντά τι, ἀφικόμεθα αὐτῷ εἰς λόγους, καὶ εὕρομεν σὺν Θεῷ πρὸς πᾶσαν ὀρθότητα εὐγνωμόνως ἀκολουθοῦντα. Τὰ δὲ τῶν ἐπισκόπων γράμματα παρὰ τὴν αἰτίαν αὐτῶν ἐκείνων οὐκ ἐκομίσθη τῇ τιμιότητί σου, οὓς ἐχρῆν τὰ παρ' ἡμῶν διαπέμψασθαι· ἀλλὰ καὶ ἐμὲ παρῆλθε, τῇ συνεχείᾳ τῶν φροντίδων ἐκκρουσθέντα τῆς μνήμης. Τὸν δ'
2. We were also about to meet with the bishops from the Second Cappadocia; who, since they have been named of another province, supposed that all at once they had become both of another nation and of another race towards us; who ignored us as much as those who had never made trial of us at all, nor ever come into conversation with us. Another meeting also was expected, that of the most reverend Bishop Eustathius, which indeed took place for us. For because an outcry was raised against him by many, as though he were counterfeiting something regarding the faith, we came into conference with him, and with God's help we found him reasonably following towards all orthodoxy. As for the letters of the bishops, through the fault of those very men they were not conveyed to your Honour, who ought to have transmitted the communications from us; moreover it escaped me also, as I was driven from the remembrance of it by the continual pressure of cares. And the
PG 32:497Read from the page
ἀδελφὸν Γρηγόριον κἀγὼ ἠβουλόμην οἰκονομεῖν Ἐκκλησίαν τῇ αὐτοῦ φύσει σύμμετρον. Αὕτη δὲ ἦν πᾶσα εἰς ἓν συναχθεῖσα ἡ ὑφ' ἡλίῳ. Ἐπειδὴ δὲ τοῦτο ἀδύνατον, ἔστω ἐπίσκοπος, μὴ ἐκ τοῦ τόπου σεμνυνόμενος, ἀλλὰ τὸν τόπον σεμνύνων ἀφ' ἑαυτοῦ. Ὄντως γὰρ μεγάλου ἐστὶν οὐ τοῖς μεγάλοις μόνον ἀρκεῖν, ἀλλὰ καὶ τὰ μικρὰ μεγάλα ποιεῖν τῇ ἑαυτοῦ δυνάμει. Τί δὲ δεῖ ποιῆσαι τῷ Παλματίῳ, μετὰ τοσαύτας παρακλήσεις τῶν ἀδελφῶν ἔτι ὑπηρετοῦντι τῷ Μαξίμῳ πρὸς τοὺς διωγμούς; Ἀλλ' ὅμως οὐδὲ νῦν ὀκνοῦσιν ἐπιστεῖλαι· παραγενέσθαι γὰρ καὶ ὑπὸ ἀσθενείας σώματος καὶ ὑπὸ ἀσχολιῶν οἰκειακῶν οὐκ ἐπιτρέπονται. Γίνωσκε μέντοι, θεοφιλέστατε Πάτερ, ὅτι πάνυ χρήζει τῆς παρουσίας σου τὰ ἡμέτερα, καὶ ἀνάγκη σε τὸ τίμιον γῆρας ἔτι ἅπαξ κινῆσαι, ὑπὲρ τοῦ στῆσαι περιφερομένην λοιπὸν καὶ ἐγγὺς πτώματος οὖσαν τὴν Καππαδοκίαν.
brother Gregory I too would have wished to govern a Church commensurate with his own nature. And that would have been the whole Church under the sun gathered into one. But since this is impossible, let him be a bishop, not deriving dignity from the place, but dignifying the place from himself. For truly it belongs to a great man not only to suffice for great things, but also to make small things great by his own power. What, however, must be done with Palmatius, who after so many exhortations of the brethren still serves Maximus for the persecutions? Nevertheless, not even now do they hesitate to write; for to come in person they are prevented both by bodily infirmity and by domestic occupations. Know, however, most God-beloved Father, that our affairs stand very much in need of your presence, and it is necessary that you rouse your venerable old age once more, in order to steady Cappadocia, which is now reeling and near to a fall.
ΕΠΙΣΤΟΛΗ ϟΘʹ.
Letter 99.
Τερεντίῳ Κόμητι.
To Count Terentius.
Πάνυ πολλὴν σπουδὴν ἐνστησάμενος πειθαρχῆσαι μερικῶς γοῦν καὶ τῷ βασιλ⟨…⟩κῷ προστάγματι καὶ τῷ φιλικῷ τῆς σῆς τιμιότητος γράμματι, οὗ ἐγὼ πάντα λόγον καὶ πᾶσαν γνώμην γέμειν ὀρθῆς προαιρέσεως καὶ ἀγαθῆς διανοίας πεπίστευκα, εἰς ἔργον ἀγαγεῖν τὴν προθυμίαν οὐκ ἐπετράπην. Αἴτιον δὲ τὸ μὲν πρῶτον καὶ ἀληθέστατον αἱ ἐμαὶ ἁμαρτίαι, πανταχοῦ μοι προαπαντῶσαι, καὶ ὑποσκελίζουσαί μου τὰ διαβήματα· ἔπειτα καὶ ἡ τοῦ δοθέντος ἡμῖν εἰς συνεργίαν ἐπισκόπου πρὸς ἡμᾶς ἀλλοτρίωσις. Οὐκ οἶδα γὰρ ὅ τι παθὼν ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Θεόδοτος, ὁ ἐπαγγειλάμενος ἡμῖν ἐξ ἀρχῆς πάντα συμπράξειν, καὶ προθύμως ἡμᾶς ἀπὸ Γητασῶν ἐπὶ Νικόπολιν καταγαγὼν, ἐπειδὴ εἶδεν ἡμᾶς ἐπὶ τῆς πόλεως, οὕτως ἡμᾶς ἐβδελύξατο, καὶ οὕτως ἐφοβήθη τὰς ἁμαρτίας ἡμῶν, ὡς μήτε εἰς ἑωθινὴν εὐχὴν μήτε εἰς ἑσπερινὴν ἀνασχέσθαι ἡμᾶς παραλαβεῖν· δίκαια μὲν ποιῶν, ὡς πρὸς ἡμᾶς, καὶ πρέποντα τῷ ἐμῷ βίῳ, οὐ λυσιτελοῦντα δὲ τῇ κοινῇ καταστάσει τῶν Ἐκκλησιῶν βουλευόμενος. Τὴν δὲ αἰτίαν τούτων προέφερεν ἡμῖν,
Having entered upon a very great zeal to obey, at least in part, both the imperial command and the friendly letter of your Honour, every word and every sentiment of which I am persuaded is full of right purpose and good intent, I was not permitted to bring my eagerness into effect. And the first and truest cause is my own sins, meeting me beforehand everywhere and tripping up my steps; and next, the alienation from us of the bishop who had been given to us for cooperation. For I do not know what came over our most reverend brother Theodotus, who promised us from the beginning to cooperate in all things, and readily brought us down from Getasa to Nicopolis, that when he saw us in the city, he so abhorred us, and so feared our sins, that he could not bear to receive us either for morning prayer or for evening prayer; doing what was just, indeed, as regards ourselves, and fitting for my life, yet taking counsel in a manner not advantageous to the common state of the Churches. And as the cause of these things he alleged to us,
PG 32:500Read from the page
οτι ἠνεσχόμεθα εἰς κοινωνίαν τὸν αἰδεσιμώτατον ἐπίσκοπον Εὐστάθιον παραδέξασθαι. Τὸ μέντοι γενόμενον παρ' ἡμῶν τοιοῦτόν ἐστιν.
that we endured to receive into communion the most reverend Bishop Eustathius. What, however, was done on our part is as follows.
2. Ἡμεῖς, κληθέντες εἰς σύνοδον παρὰ τοῦ ἀδελφοῦ Θεοδότου τελουμένην, καὶ ὁρμήσαντες δι' ἀγάπην ὑπακοῦσαι τῇ κλήσει, ἵνα μὴ δόξωμεν ἄπρακτον καὶ ἀργὴν ποιεῖσθαι τὴν συντυχίαν, ἐσπουδάσαμεν εἰς λόγους ἐλθεῖν τῷ προειρημένῳ ἀδελφῷ Εὐσταθίῳ. Καὶ προετείναμεν αὐτῷ τὰ περὶ τῆς πίστεως ἐγκλήματα, ὅσα προφέρουσιν αὐτῷ οἱ περὶ τὸν ἀδελφὸν Θεόδοτον· καὶ ἠξιώσαμεν, εἰ μὲν ἕπεται τῇ ὀρθῇ πίστει, φανερὸν ἡμῖν καταστῆσαι, ὥστε ἡμᾶς εἶναι κοινωνικούς· εἰ δὲ ἀλλοτρίως ἔχει, ἀκριβῶς εἰδέναι, ὅτι καὶ ἡμεῖς ἕξομεν πρὸς αὐτὸν ἀλλοτρίως. Πολλῶν τοίνυν γενομένων λόγων πρὸς ἀλλήλους, καὶ πάσης ἐκείνης τῆς ἡμέρας ἐν τῇ περὶ τούτων σκέψει δαπανηθείσης· καταλαβούσης λοιπὸν τῆς ἑσπέρας, διεκρίθημεν ἀπ' ἀλλήλων, εἰς οὐδὲν ὁμολογούμενον πέρας τὸν λόγον προαγαγόντες. Τῇ δὲ ἑξῆς πάλιν, ἕωθεν συγκαθεσθέντες, περὶ τῶν αὐτῶν διελεγόμεθα, ἐπελθόντος ἤδη καὶ τοῦ ἀδελφοῦ Ποιμενίου, τοῦ πρεσβυτέρου τῆς Σεβαστείας, καὶ σφοδρῶς ἡμῖν τὸν ἐναντίον γυμνάζοντος λόγον. Κατὰ μικρὸν οὖν ἡμεῖς τε, ὑπὲρ ὧν ἔδοξεν ἡμῖν ἐγκαλεῖν, ἀπελυόμεθα, κἀκείνους εἰς τὴν τῶν ἐπιζητουμένων ὑφ' ἡμῶν συγκατάθεσιν προηγάγομεν· ὥστε χάριτι τοῦ Κυρίου εὑρεθῆναι ἡμᾶς μηδὲ εἰς τὸ σμικρότατον πρὸς ἀλλήλους διαφερομένους. Οὕτω τοίνυν περὶ ἐννάτην που ὥραν ἀνέστημεν ἐπὶ τὰς προσευχὰς, εὐχαριστήσαντες τῷ Κυρίῳ, τῷ δόντι ἡμῖν τὸ αὐτὸ φρονεῖν, καὶ τὸ αὐτὸ λέγειν. Ἐπὶ τούτοις ἔδει με καὶ ἔγγραφόν τινα παρὰ τοῦ ἀνδρὸς ὁμολογίαν λαβεῖν, ὥστε καὶ τοῖς ἐναντιουμένοις αὐτῷ φανερὰν γενέσθαι τὴν συγκατάθεσιν, καὶ τοῖς λοιποῖς ἱκανὴν εἶναι τοῦ ἀνδρὸς τῆς προαιρέσεως τὴν ἀπόδειξιν. Ἀλλ' ἐβουλήθην αὐτὸς ὑπὸ πολλῆς ἀκριβείας, τοῖς ἀδελφοῖς συντυχὼν τοῖς περὶ Θεόδοτον, παρ' αὐτῶν λαβεῖν γραμματεῖον πίστεως, καὶ αὐτὸ προτεῖναι τῷ προειρημένῳ· ἵνα ἀμφότερα γένηται, ἥ τε ὀρθὴ πίστις παρ' αὐτοῦ ὁμολογηθῇ, καὶ αὐτοὶ πληροφορηθῶσι, μηδεμίαν ἔχοντες ἀντιλογίας ὑπόθεσιν ἐκ τοῦ τὰς παρ' αὐτῶν προτάσεις παραδεχθῆναι. Ἀλλὰ πρὶν μαθεῖν τίνος ἕνεκεν συνετύχομεν, καὶ τί ἡμῖν ἐκ τῆς ὁμιλίας κατώρθωται, οἱ περὶ τὸν ἐπίσκοπον Θεόδοτον οὐκέτι ἡμᾶς εἰς τὴν σύνοδον
2. Having been invited to a synod held by our brother Theodotus, and having set out through charity to obey the summons, in order that we might not seem to render the meeting fruitless and idle, we endeavoured to come into conference with the aforesaid brother Eustathius. And we laid before him the charges concerning the faith which those around our brother Theodotus bring against him; and we requested that, if indeed he follows the right faith, he should make it manifest to us, so that we might be in communion with him; but if he is differently disposed, he should know accurately that we also shall be differently disposed towards him. After many words, therefore, had passed between us, and all that day had been spent in the examination of these matters, when evening had now come on, we parted from one another, having brought the discussion to no agreed conclusion. On the following day again, sitting down together at dawn, we discussed the same matters, when our brother Poemenius also, the presbyter of Sebasteia, had now arrived and was vigorously pressing the opposing argument against us. Little by little, therefore, both we ourselves cleared away the points on which he had thought fit to accuse us, and we led them into agreement on the points required by us; so that by the grace of the Lord we were found not even in the smallest degree differing from one another. Thus, then, about the ninth hour we rose for prayers, giving thanks to the Lord, Who had granted us to think the same thing and to speak the same thing. Upon this it was needful for me also to receive some written confession from the man, so that both to those opposing him his agreement might become manifest, and to the rest the proof of the man's purpose might be sufficient. But out of great exactness I myself wished, after meeting with the brethren around Theodotus, to receive from them a formulary of faith, and to tender that to the aforesaid man; in order that both results might be achieved, both that the right faith might be confessed by him, and that they themselves might be fully assured, having no ground for contradiction through the acceptance of the propositions coming from themselves. But before learning for what purpose we had met together, and what had been accomplished by us from the conference, those around Bishop Theodotus no longer us to the synod
3. Μετὰ ταῦτα τοίνυν, ἐπειδὴ κατέλαβεν ἡμᾶς η ἀνάγκη τῆς ἐπὶ τὴν Ἀρμενίαν ὁδοῦ, εἰδὼς τοῦ ἀνδρὸς τὸ ἰδιότροπον, καὶ βουλόμενος ὑπὸ μάρτυρι ἀξιοπίστῳ αὐτός τε ὑπὲρ τῶν πεπραγμένων ἀπολο-
3. After these things, therefore, when the necessity of the journey to Armenia overtook us, knowing the peculiarity of the man's character, and wishing before a trustworthy witness both to make my own defence concerning what had been done-
Notes, col. 500

On the reading

Printed οτι, for ὅτι.

Printed η, for ἡ.

PG 32:501Read from the page
γήσασθαι, κἀκεῖνον πληροφορῆσαι, ἦλθον ἐπὶ τὰ Γήτασα τὸν ἀγρὸν τοῦ θεοφιλεστάτου ἐπισκόπου Μελετίου, συμπαρόντος μοι καὶ αὐτοῦ τοῦ προειρημένου Θεοδότου· καὶ οὕτως ἐκεῖ, ἐπειδὴ ἐνεκλήθημεν παρ' αὐτοῦ ἐπὶ τῇ πρὸς Εὐστάθιον συναφείᾳ, εἶπον τὸ ἐκ τῆς συντυχίας κατόρθωμα, ὅτι ἔλαβον αὐτὸν εἰς πάντα ἡμῖν ὁμοδοξοῦντα. Ὡς δὲ διεβεβαιοῦτο ἔξαρνον γεγενῆσθαι μετὰ τὴν ἀφ' ἡμῶν ἀναχώρησιν, καὶ διαβεβαιοῦσθαι αὐτὸν τοῖς ἰδίοις αὐτοῦ μαθηταῖς, ἦ μὲν εἰς μηδὲν ἡμῖν περὶ τῆς πίστεως συντεθεῖσθαι, ἀπήντων ἐγὼ πρὸς ταῦτα (καὶ σκόπει, θαυμασιώτατε, εἰ μὴ δικαιοτάτας καὶ ἀναντιῤῥήτους ἐποιούμην πρὸς τοῦτο τὰς ἀποκρίσεις), ὅτι ἐγὼ μὲν πέπεισμαι, εἰκάζων ἐκ τῆς λοιπῆς εὐσταθείας τοῦ ἀνδρὸς, μὴ οὕτως αὐτὸν κούφως περιτρέπεσθαι πρὸς τὰ ἐναντία, μήδὲ νῦν μὲν ὁμολογεῖν, νῦν δὲ ὑπὲρ ὧν εἶπεν ἀρνεῖσθαι· ἄνδρα καὶ τὸ ὑπὲρ τῶν τυχόντων ψεῦδος, ὡς φοβερὸν, ἀποφεύγοντα, μὴ ὅτι γε περὶ τῶν τηλικούτων πραγμάτων, καὶ οὕτω παρὰ πᾶσι βεβοημένων, ἑλέσθαι ἄν ποτε ἐναντιωθῆναι τῇ ἀληθείᾳ. Εἰ δὲ ἄρα καὶ ἀληθῆ εἶναι συμβῇ τὰ θρυλλούμενα παρ' ὑμῶν, προτεῖναι αὐτῷ γραμματεῖον, πᾶσαν ἔχον τῆς ὀρθῆς πίστεως τὴν ἀπόδειξιν, χρή. Ἐὰν μὲν οὖν εὕρω αὐτὸν συντιθέμενον ἐγγράφως, ἐπιμενῶ τῇ κοινωνίᾳ· ἐὰν δὲ λάβω ἀναδυόμενον, ἀποστήσομαι αὐτοῦ τῆς συναφείας. Ἀποδεξαμένου τὸν λόγον τοῦ ἐπισκόπου Μελετίου, καὶ τοῦ ἀδελφοῦ Διοδώρου τοῦ συμπρεσβυτέρου (παρῆν γὰρ τοῖς γινομένοις), συνθέμενος ὁ αἰδεσιμώτατος ἀδελφὸς Θεόδοτος ἐκεῖ, καὶ παρακαλέσας ἡμᾶς κατελθεῖν ἐπὶ Νικόπολιν, ἵνα καὶ τὴν Ἐκκλησίαν αὐτοῦ ἐπισκεψώμεθα, καὶ αὐτὸν λάβωμεν τῆς μέχρι Σατάλων ὁδοιπορίας συνέμπορον, καταλιπὼν ἡμᾶς ἐν Γητάσοις, ἐπειδὴ κατελάβομεν τὴν Νικόπολιν, ἐπιλαθόμενος ὧν τε παρ' ἐμοῦ ἤκουσεν, ὧν τε συνέθετο ἡμῖν, ἐκείναις ταῖς ὕβρεσι καὶ ταῖς ἀτιμίαις, ἃς μικρῷ πρόσθεν διηγησάμην, καταισχύνας ἡμᾶς ἀπέπεμψε.
and to satisfy him also, I came to Getasa, the estate of the most God-beloved Bishop Meletius, the aforesaid Theodotus himself also being present with me; and thus there, when we were reproached by him over our union with Eustathius, I stated the success resulting from the conference, that I had found him agreeing in opinion with us in all things. But when he maintained that he had made a denial after our departure, and that he was affirming to his own disciples that he had in nothing agreed with us concerning the faith, I replied to these things (and consider, most admirable sir, whether I did not make most just and irrefutable answers to this), that for my part I am persuaded, conjecturing from the rest of the man's steadfastness, that he is not so lightly turned round towards the opposite, nor does he now confess and now deny what he spoke; a man who shuns even a falsehood over ordinary matters as something fearful, much less in matters of such great moment, and so bruited abroad among all, would he ever choose to oppose the truth. But if after all the rumours circulated among you should happen to be true, it is necessary to tender to him a document containing every proof of the right faith. If, then, I find him agreeing in writing, I shall abide in communion with him; but if I find him drawing back, I shall withdraw from union with him. When Bishop Meletius approved the proposal, as did also our brother Diodorus the fellow-presbyter (for he was present at what took place), the most reverend brother Theodotus having agreed there, and having exhorted us to come down to Nicopolis, so that we might both visit his Church and take him as a travelling companion for the journey as far as Satala, after leaving us behind at Getasa, when we reached Nicopolis, forgetting both what he had heard from me and what he had agreed upon with us, having put us to shame with those insults and indignities which I recounted a little before, he sent us away.
4. Πῶς οὖν ἦν δυνατόν μοι, τιμιωτάτη κεφαλὴ, ποιῆσαί τι τῶν προστεταγμένων, καὶ δοῦναι ἐπισκόπους τῇ Ἀρμενίᾳ; οὕτω πρὸς μὲ τοῦ κοινωνοῦ τῆς φροντίδος διατεθέντος, παρ' οὗ ἐγὼ προσεδόκων τοὺς ἐπιτηδείους ἄνδρας εὑρήσειν, διὰ τὸ εἶναι ἐν τῇ παροικίᾳ αὐτοῦ καὶ εὐλαβεῖς, καὶ συνετοὺς, καὶ τῆς γλώττης ἐμπείρους, καὶ τὰ λοιπὰ ἰδιώματα τοῦ ἔθνους ἐπισταμένους· ὧν εἰδὼς τὰ ὀνόματα, ἑκὼν σιωπήσομαι, ἵνα μή τι ἐμπόδιον γένηται πρὸς τὸ ἐν ἑτέρῳ γοῦν χρόνῳ χρησιμευθῆναι τὴν Ἀρμενίαν. Καὶ νῦν γενόμενος μέχρι Σατάλων ἐν τοιούτῳ σώματι, τὰ μὲν λοιπὰ ἔδοξα τῇ τοῦ Θεοῦ χάριτι καθιστᾷν, εἰρηνεύσας τοὺς τῆς Ἀρμενίας ἐπισκόπους, καὶ δια-
4. How then was it possible for me, most honoured head, to perform any of the things commanded, and to give bishops to Armenia, when the partner of my care was thus disposed towards me, from whom I was expecting to find suitable men, because there are in his diocese men both devout, and prudent, and skilled in the language, and acquainted with the other peculiarities of the nation; whose names, though I know them, I shall willingly pass over in silence, lest any hindrance should arise to Armenia's being served at least at another time? And now, having come as far as Satala in such a state of body, I seemed by the grace of God to settle the remaining matters, having brought peace among the bishops of Armenia, and having dis-
Notes, col. 501

On the reading

Printed μήδὲ, for μηδὲ.

PG 32:504Read from the page
λεχθεὶς αὐτοῖς τὰ πρέποντα, ὥστε ἀποθέσθαι τὴν συνήθη ἀδιαφορίαν, καὶ ἀναλαβεῖν τὴν γνησίαν τοῦ Κυρίου ὑπὲρ τῶν Ἐκκλησιῶν σπουδὴν, δοὺς αὐτοῖς καὶ τύπους περὶ τῶν ἀδιαφόρως κατὰ τὴν Ἀρμενίαν παρανομουμένων, ὅπως αὐτοῖς προσῆκεν ἐπιμελεῖσθαι· ἐδεξάμην δὲ καὶ ψηφίσματα παρὰ τῆς ἐκκλησίας Σατάλων, παράκλησιν ἔχοντα δοθῆναι αὐτοῖς παρ' ἡμῶν ἐπίσκοπον. Ἐπιμελὲς δέ μοι τοῦτο ἐγένετο, καὶ τὴν περιχυθεῖσαν βλασφημίαν τῷ ἀδελφῷ ἡμῶν Κυρίλλῳ τῷ ἐπισκόπῳ Ἀρμενίας ἀνερευνῆσαι· καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ εὕρομεν αὐτὴν ψευδῶς κινηθεῖσαν, ἐκ διαβολῆς τῶν μισούντων αὐτόν· ἣν καὶ φανερῶς ὡμολόγησαν ἐφ' ἡμῶν. Καὶ ἐδόξαμεν μετρίως ἡμεροῦν πρὸς αὐτὸν τὸν ἐν Σατάλοις λαὸν, ὥστε μηκέτι αὐτοῦ τὴν κοινωνίαν φεύγειν. Εἰ δὲ μικρὰ ταῦτα, καὶ οὐδενὸς ἄξια, ἀλλὰ παρ' ἡμῶν οὐδὲν ἦν πλέον δυνατὸν γενέσθαι, διὰ τὴν ἐκ τῆς τοῦ διαβόλου περιεργίας ἡμῶν αὐτῶν πρὸς ἀλλήλους ἀσυμφωνίαν. Ταῦτά με ἔδει σιωπᾷν, ἵνα μὴ δόξω δημοσιεύειν ἐμαυτοῦ τὰ ὀνείδη· ἀλλ' ἐπειδὴ οὐκ
coursed with them as was fitting, so that they should lay aside their customary indifference and resume the genuine zeal of the Lord on behalf of the Churches, having also given them rules concerning the transgressions committed with indifference throughout Armenia, showing how it befitted them to take care; and I also received decrees from the Church of Satala, containing a request that a bishop be given to them by us. And this also became a matter of care to me, to investigate the slander poured around our brother Cyril, the bishop of Armenia; and through the grace of God we found that it had been falsely set in motion, out of calumny on the part of those who hate him; which indeed they openly confessed before us. And we seemed moderately to soothe the people in Satala towards him, so that they no longer shunned communion with him. And if these things are small, and worthy of nothing, yet on our part nothing more was possible to be done, on account of our own discord with one another arising from the meddling of the devil. These things I ought to have kept silent, lest I should seem to publish my own reproaches; but since not
ΕΠΙΣΤΟΛΗ Ρʹ.
Letter 100.
Εὐσεβίῳ, ἐπισκόπῳ Σαμοσάτων.
To Eusebius, Bishop of Samosata.
Οὕτως εἶδον τὰ γράμματα τῆς ἀγάπης σου ἐν τῇ γείτονι χώρᾳ τῆς Ἀρμενίας, ὡς ἂν ἴδοιεν οἱ θαλαττεύοντες πυρσὸν ἐν πελάγει πόῤῥωθεν φρυκτωρούμενον, ἄλλως τε κἂν ἀγριαίνουσά πως τύχοι ἡ θάλασσα ὑπ' ἀνέμων. Καὶ γὰρ φύσει μὲν ἡδὺ καὶ παρηγορίαν ἔχον πολλὴν τὸ τῆς σῆς σεμνότητος γράμμα, τότε δὲ μάλιστα τὴν ἀπ' αὐτοῦ χάριν ὁ καιρὸς συνηύξησεν, ὃν ὁποῖος ἦν, καὶ ὅπως ἡμᾶς λυπήσας, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι, κρίνας ἅπαξ ἐπιλαθέσθαι τῶν λυπηρῶν· ὁ μέντοι συνδιάκονος ἡμῶν διηγήσεταί σου τῇ θεοσεβείᾳ. Ἐμὲ δὲ ἐπέλιπε παντελῶς τὸ σῶμα, ὥστε μηδὲ τὰς σμικροτάτας κινήσεις δύνασθαι ἀλύπως φέρειν. Πλὴν ἀλλ' εὔχομαι δυνηθῆναί μοι τὴν παλαιὰν ἐπιθυμίαν νῦν γοῦν διὰ τῆς βοηθείας τῶν σῶν προσευχῶν ἐκπληρωθῆναι· εἰ καὶ ὅτι πολλήν μοι πεποίηκε τὴν δυσκολίαν ἡ ἀποδημία αὕτη, τοσούτῳ χρόνῳ ἀμεληθέντων τῶν κατὰ τὴν ἡμετέραν Ἐκκλησίαν πραγμάτων. Ἐὰν δὲ ὁ Θεὸς, ἕως ἐσμὲν ὑπὲρ γῆς, καταξιώσῃ ἡμᾶς ἰδεῖν ἐπὶ τῆς Ἐκκλησίας ἡμῶν τὴν σὴν θεοσέβειαν· ὄντως ἀγαθὰς ἐλπίδας καὶ ἐπὶ τοῖς μέλλουσιν ἕξομεν, ὡς οὐ πάντη ἐσμὲν ἀπόβλητοι τῶν δωρεῶν τοῦ Θεοῦ. Τοῦτο
Thus did I behold the letters of your charity in the neighbouring country of Armenia, even as mariners at sea would behold a beacon-fire signalled from afar upon the deep, especially if the sea should happen to be somewhat roughened by winds. For while by nature the letter of your Gravity is sweet and possesses much consolation, at that time above all the occasion heightened the grace coming from it; of what sort that occasion was, and how it grieved us, I for my part would not say, having judged once for all to forget painful things; our fellow-deacon, however, will relate it to your Godliness. As for me, my body has completely failed me, so that I cannot bear even the smallest movements without pain. Nevertheless, I pray that my ancient desire may be able now at least to be fulfilled for me through the help of your prayers; although this journey abroad has caused me great difficulty, the affairs of our own Church having been neglected for so long a time. But if God, while we are upon the earth, should count us worthy to see your Godliness in our Church, truly we shall have good hopes for the future also, that we are not altogether cast away from the gifts of God. This
PG 32:505Read from the page
γοῦν, ἐὰν ᾖ δυνατὸν, παρακαλοῦμεν ἐπὶ τῆς συνόδου γενέσθαι, ἣν δι' ἔτους ἄγομεν ἐπὶ τῇ μνήμῃ τοῦ μακαρίου μάρτυρος Εὐψυχίου προσεγγιζούσῃ λοιπὸν κατὰ τὴν ἑβδόμην ἡμέραν τοῦ Σεπτεμβρίου μηνός. Καὶ γὰρ καὶ φροντίδος ἄξια ἡμῖν περίκειται πράγματα τῆς παρὰ σοῦ δεόμενα συνεργίας, εἴς τε κατάστασιν ἐπισκόπων καὶ εἰς βουλὴν καὶ σκέψιν τῶν μελετωμένων καθ' ἡμῶν παρὰ τῆς χρηστότητος
therefore, if it be possible, we exhort to take place at the synod which we hold yearly in memory of the blessed martyr Eupsychius, now approaching on the seventh day of the month of September. For indeed matters worthy of care encompass us which require cooperation from you, both for the appointment of bishops and for counsel and consideration concerning the things devised against us by the goodness
ΕΠΙΣΤΟΛΗ ΡΑʹ.
Letter 101.
Παραμυθητική.
Consolatory.
Εὐχῆς ἄξιον ἦν, πρώτην διαπεμπομένους ἐπιστολὴν, εὐθυμοτέραν ἔχειν τὴν τῶν γραμμάτων ὑπόθεσιν. Οὕτω γὰρ ἂν ἡμῖν τὰ κατὰ γνώμην ὑπῆρξε, διότι πᾶσι βουλόμεθα τοῖς ἐν εὐσεβείᾳ ζῇν προαιρουμένοις πάντα τὸν βίον εἰς ἀγαθὸν εὐοδοῦσθαι. Ἀλλ' ἐπειδὴ ὁ διοικῶν τὴν ζωὴν ἡμῶν Κύριος, κατὰ τὴν ἄῤῥητον αὐτοῦ σοφίαν πάντως πρὸς τὸ συμφέρον τῶν ψυχῶν τῶν ἡμετέρων ταῦτα ᾠκονόμησε γενέσθαι, δι' ὧν σοι μὲν ὀδυνηρὰν κατέστησε τὴν ζωὴν, ἡμᾶς δὲ, τοὺς τῇ κατὰ Θεὸν ἀγάπῃ συνημμένους, εἰς συμπάθειαν ἤγαγε, μαθόντας παρὰ τῶν ἀδελφῶν ἡμῶν, ἐν οἷς γέγονας· ἀναγκαῖον ἡμῖν ἐφάνη, τὴν ἐνδεχομένην παράκλησιν προσαγαγεῖν σοι. Εἰ μὲν οὖν ἦν δυνατὸν καὶ διαβῆναι μέχρι τοῦ τόπου ἐν ᾧ συμβαίνει διάγειν σου τὴν εὐγένειαν, περὶ παντὸς ἂν τοῦτο ἐποιησάμην· ἐπεὶ δὲ καὶ ἡ τοῦ σώματος ἀῤῥωστία, καὶ τῶν συνεχόντων ἡμᾶς πραγμάτων τὸ πλῆθος, καὶ αὐτὴν ταύτην ἣν ὑπέστημεν ὁδὸν ἐπὶ πολλῇ τῶν καθ' ἡμᾶς Ἐκκλησιῶν ζημίᾳ παρεσκεύασε· διὰ γραμμάτων ἐπισκέψασθαί σου τὴν σεμνότητα προεθυμήθημεν, ὑπομιμνήσκοντες, ὅτι αἱ θλίψεις αὗται οὐκ ἀργῶς τοῖς δούλοις τοῦ Θεοῦ παρὰ τοῦ ἐπισκοποῦντος ἡμᾶς Κυρίου γίνονται, ἀλλὰ ἐπὶ δοκιμασίᾳ τῆς ἀληθινῆς πρὸς τὸν κτίσαντα ἡμᾶς Θεὸν ἀγάπης. Ὡς γὰρ τοὺς ἀθλητὰς οἱ τῶν ἀγώνων κάματοι τοῖς στεφάνοις προσάγουσιν, οὕτω καὶ τοὺς Χριστιανοὺς ἡ ἐν τοῖς πειρασμοῖς δοκιμασία πρὸς τὴν τελείωσιν ἄγει, ἐὰν μετὰ τῆς πρεπούσης ὑπομονῆς ἐν εὐχαριστίᾳ πάσῃ τὰ οἰκονομούμενα παρὰ τοῦ Κυρίου καταδεξώμεθα. Ἀγα-
It were a thing worthy of prayer that, in sending a first letter, we might have a more cheerful subject for our writing. For so would matters have been according to our mind, because we wish for all who choose to live in godliness that their whole life may prosper unto good. But since the Lord Who governs our life, according to His ineffable wisdom, has altogether dispensed that these things should come to pass for the benefit of our souls, whereby He has rendered life painful to you, and has brought us, who are united in the love that is according to God, into sympathy upon learning from our brethren the circumstances in which you have been placed, it seemed necessary to us to offer you such consolation as is possible. If, then, it had been possible even to cross over as far as the place in which your Nobility happens to dwell, I would have done this above all things; but since both bodily infirmity and the multitude of affairs that press upon us caused even this very journey which we undertook to be at great loss to the Churches among us, we were eager to visit your Gravity by letter, reminding you that these afflictions do not come idly upon the servants of God from the Lord Who watches over us, but for the testing of true love towards God Who created us. For just as the toils of the contests bring the athletes to the crowns, so also for Christians the testing in trials leads towards perfection, if with fitting patience in all thanksgiving we accept the things dispensed by the Lord. By the good-