1. Τοῖς θεοφιλεστάτοις καὶ ὁσιωτάτοις ἀδελφοῖς συλλειτουργοῖς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ὁμοψύχοις ἐπισκόποις Μελέτιος, Εὐσέβειος, Βασίλειος, Βάσσος, Γρηγόριος, Πελάγιος, Παῦλος, Ἄνθιμος, Θεόδοτος, Βῖθος, Ἀβραάμιος, Ἰοβῖνος, Ζήνων, Θεοδώρητος, Μαρκιανὸς, Βάραχος, Ἀβραάμιος, Λιβάνιος, Θαλάσσιος, Ἰωσὴφ, Βοηθὸς, Ἰάτριος, Θεόδοτος, Εὐστάθιος, Βαρσούμας, Ἰωάννης, Χοσρόης, Ἰωσάκης, Νάρσης, Μάρις, Γρηγόριος, Δαφνὸς, ἐν Κυρίῳ χαίρειν. Φέρει μέν τινα παραμυθίαν ταῖς ὀδυνωμέναις ψυχαῖς καὶ στεναγμὸς πολλάκις ἐκ βάθους τῆς καρδίας ἀνάπεμπόμενος, καί που καὶ δάκρυον ἀποστάξαν τὸ πολὺ τῆς θλίψεως διεφόρησεν· ἡμῖν δὲ οὐχ, ὅσον στεναγμὸς καὶ δάκρυον, παραμυθίαν ἔχει τὸ ἐξειπεῖν ἡμῶν τὰ πάθη πρὸς τὴν ἀγάπην ὑμῶν· ἀλλά τις ἡμᾶς καὶ ἐλπὶς χρηστοτέρα θάλπει, ὡς τάχα ἂν, εἰ ἐξαγγείλαιμεν ὑμῖν τὰ λυποῦντα ἡμᾶς, διαναστήσαιμεν ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν, ἣν πάλαι μὲν προσεδοκήσαμεν παρ' ὑμῶν ταῖς κατὰ τὴν Ἀνατολὴν Ἐκκλησίαις γενήσεσθαι, οὐδέπω δὲ τετυχήκαμεν, πάντως τοῦ ἐν σοφίᾳ τὰ ἡμέτερα διοικοῦντος Θεοῦ, κατὰ τὰ ἀθεώρητα αὐτοῦ τῆς δικαιοσύνης κρίματα, πλείονι χρόνῳ παραταθῆναι ἡμᾶς ἐν τοῖς πειρασμοῖς τούτοις οἰκονομήσαντος. Οὐ γὰρ δήπου ἠγνοήσατε τὰ καθ' ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, ὧν ἡ ἀκοὴ καὶ ἐπὶ τὰ ἔσχατα τῆς οἰκουμένης ἐξέδραμεν · οὐδὲ ἀσυμπαθεῖς που ὑμεῖς πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, μαθηταὶ ὑπάρχοντες τοῦ Ἀποστόλου, τοῦ πλήρωμα εἶναι τοῦ νόμου τὴν πρὸς τὸν πλησίον ἀγάπην διδάσκοντος. Ἀλλ', ὅπερ εἴπαμεν, ἐπέσχεν ὑμῶν τὴν ὁρμὴν ἡ δικαία τοῦ Θεοῦ κρίσις, ἐκπληρωθῆναι ἡμῖν τὴν διατεταγμένην ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν θλίψιν ἐπιμετροῦσα. Ἀλλὰ νῦν γοῦν, καὶ πρὸς τὸν ὑπὲρ τῆς ἀληθείας ζῆλον, καὶ τὴν ἡμετέραν συμπάθειαν, διαναστῆναι ὑμᾶς παρακαλοῦμεν, πάντα μαθόντας, καὶ ὅσα πρὸ τούτου τὰς ἀκοὰς ὑμῶν διέφυγε, παρὰ
1. To our most God-beloved and most holy brothers and fellow-ministers throughout Italy and Gaul, bishops of one soul with us, Meletius, Eusebius, Basil, Bassus, Gregory, Pelagius, Paul, Anthimus, Theodotus, Bithus, Abrahamius, Jovinus, Zeno, Theodoret, Marcian, Barachus, Abrahamius, Libanius, Thalassius, Joseph, Boethus, Iatrius, Theodotus, Eustathius, Barsumas, John, Chosroes, Iosaces, Narses, Maris, Gregory, Daphnus, greeting in the Lord. Even a groan sent up oftentimes from the depth of the heart brings some consolation to pained souls, and perchance a tear dropping down has also dispersed the greater part of affliction; yet for us, to tell out our sufferings to your love does not merely hold such consolation as a groan and a tear; rather, a kinder hope also warms us, that perhaps, if we should declare to you the things that grieve us, we might rouse you up to our aid, which long ago indeed we expected would come from you to the Churches throughout the East, but have not yet obtained, doubtless because God, Who in wisdom administers our affairs, according to the inscrutable judgements of His righteousness, has ordained that we be prolonged for a greater time in these trials. For surely you have not been ignorant of our affairs, most honoured brothers, the report of which has run forth even to the uttermost parts of the inhabited world; nor are you somehow without sympathy towards brothers of one soul with you, being disciples of the Apostle, who teaches that love towards one's neighbour is the fulfilling of the law. But, as we said, the righteous judgement of God restrained your impulse, measuring out to be fulfilled for us the affliction appointed for our sins. Yet now at least, both for zeal on behalf of the truth and for sympathy with us, we beseech you to rise up, having learned all things, even whatsoever before this escaped your ears, from