Migne Reading Room

PG 32 · cols. 412–421 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:412Read from the page
σιωπῆς κυρῶσαι κατ' ἐμαυτοῦ μήτε αὐτὸς ἐπιστέλλων, μήτε ἀκούων προσφθεγγομένου; Ἐγὼ μὲν γὰρ, μέχρι τοῦ παρόντος ἐγκαρτερήσας τῷ σκυθρωπῷ τούτῳ δόγματι, ἡγοῦμαι πρέπειν κἀμοὶ τὰ τοῦ προφήτου λέγειν· ὅτι Ἐκαρτέρησα ὡς ἡ τίκτουσα· ἀεὶ μὲν ἐπιθυμῶν ἢ συντυχίας ἢ λόγων, ἀεὶ δὲ ἀποτυγχάνων διὰ τὰς ἁμαρτίας τὰς ἐμαυτοῦ. Οὐ γὰρ δὴ ἄλλην τινὰ αἰτίαν ἔχω τοῖς γινομένοις ἐπινοεῖν, πλήν γε δὴ τοῦ πεπεῖσθαι παλαιῶν ἁμαρτημάτων ἐκτιννύειν δίκας, ἐν τῷ χωρισμῷ τῆς ἀγάπης σου· εἰ δὴ καὶ ὀνομάζειν χωρισμὸν, ὅσιον ἐπὶ σοῦ, καὶ οὑτινοσοῦν τῶν τυχόντων, μὴ ὅτι γε ἡμῶν, οἷς ἐξ ἀρχῆς ἐν πατρὸς γέγονας χώρᾳ. Ἀλλ' ἡ ἁμαρτία μου νῦν, οἷα νεφέλη βαθεῖά τις ἐπισχοῦσα, πάντων ἐκείνων ἄγνοιαν ἐνεποίησεν. Ὅταν γὰρ ἀπίδω, πλὴν τοῦ ἐμοὶ λύπην τὸ γινόμενον φέρειν, μηδὲν ἕτερον ἐξ αὐτοῦ κατορθούμενον, πῶς οὐχὶ εἰκότως ταῖς ἐμαυτοῦ κακίαις ἀνατίθημι τὰ παρόντα; Ἀλλ' εἴτε ἁμαρτίαι τῶν συμβάντων αἰτίαι, τοῦτό μοι πέρας ἔστω τῶν δυσχερῶν· εἴτε τι τὸ οἰκονομούμενον ἦν, ἐξεπληρώθη πάντως τὸ σπουδαζόμενον. Οὐ γὰρ ὀλίγος ὁ τῆς ζημίας χρόνος. Διὸ, μηκέτι στέγων, πρῶτος ἔῤῥηξα φωνὴν, παρακαλῶν ἡμῶν τε αὐτῶν ἀναμνησθῆναι καὶ σεαυτοῦ, ὃς πλέον ἢ κατὰ τὸ τῆς συγγενείας εἰκὸς, παρὰ πάντα τὸν βίον τὴν κηδεμονίαν ἡμῶν ἐπεδείξω, καὶ τὴν πόλιν νῦν ἡμῶν ἕνεκεν ἀγαπᾷν, ἀλλὰ μὴ δι' ἡμᾶς ἀλλοτριοῦν σαυτὸν τῆς πόλεως.
silence against myself, neither writing myself, nor hearing you address me? For I indeed, having up to the present persevered in this gloomy resolve, think it fitting for me also to speak the words of the prophet: I have endured like a woman in travail (Isa. 42:14); always longing either for a meeting or for words, and always failing to obtain them because of my own sins. For indeed I have no other cause to devise for the things that are happening, save that of being persuaded that I am paying the penalty of old sins in the separation from your love; if indeed it is even holy to name separation in your case, and that with reference to any ordinary person whomever, to say nothing of us, to whom from the beginning you have been in the place of a father. But my sin now, having come over like some deep cloud, has produced forgetfulness of all those things. For when I look away to the fact that, save for bringing grief to me by what is happening, nothing else is accomplished by it, how do I not reasonably attribute the present things to my own wickedness? Yet whether sins are the causes of what has come to pass, let this be the limit of my hardships; or whether there was some dispensation intended, that which was sought has altogether been fulfilled. For the time of the loss is not short. Wherefore, no longer containing myself, I have been the first to break forth in voice, exhorting you to remember both ourselves and yourself, who more than according to the likelihood of kinship have throughout all your life shown care for us, and now to love the city for our sake, and not on our account to alienate yourself from the city.
2. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοὶ, πλήρωσον ἡμῶν τὴν εὐχήν· ἐνταῦθα στῆσον τὰ κατηφῆ, ἀρχήν τινα δὸς τοῖς φαιδροτέροις πρὸς τὸ ἑξῆς, αὐτὸς τοῖς ἄλλοις καθηγούμενος ἐπὶ τὰ βέλτιστα, ἀλλ' οὐχὶ ἀκολουθῶν ἑτέρῳ ἐφ' ἃ μὴ δεῖ. Καὶ γὰρ οὐδὲ σώματος χαρακτὴρ ἴδιος οὕτω τινὸς ἐνομίσθη, ὡς τῆς σῆς ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον. Πρέποι δ' ἂν οὖν τῷ τοιούτῳ τοὺς ἄλλους ἕλκειν πρὸς ἑαυτὸν, καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσί σοι, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ σοῦ τρόπου χρηστότητος ἀναπίμπλασθαι. Καὶ γὰρ εἴ τι καὶ ἀντιτεῖνόν ἐστι νῦν, ἀλλὰ μικρὸν ὕστερον καὶ αὐτὸ τὸ τῆς εἰρήνης ἀγαθὸν ἐπιγνώσεται. Ἕως δ' ἂν ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον συναύξεσθαι. Ἔστι μὲν οὖν οὐδὲ ἐκείνοις πρέπον ἀμελεῖν ἡμῶν, πάντων δὲ πλέον τῇ τιμιότητί σου. Καὶ γὰρ εἰ μὲν ἁμαρτάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμενοι.
2. If there is therefore any consolation in Christ, if any communion of the Spirit, if any bowels and mercies (Phil. 2:1), fulfil our prayer; halt here the gloomy things, grant some beginning to brighter things for the future, yourself leading others unto what is best, and not following another unto the things that ought not to be. For indeed not even a bodily feature has been considered so peculiar to anyone as peaceableness and gentleness are to your soul. It would be fitting, therefore, for such a man to draw others to himself, and to grant to all who approach you to be filled, as with the fragrance of some ointment, with the goodness of your character. For even if there is something resisting now, yet a little later it too will recognize the good of peace. But so long as slanders have room from our division, suspicions must needs always grow together for the worse. Neither for them, therefore, is it fitting to neglect us, and most of all not for your reverence. For if indeed we err in anything, we shall be better when admonished.
PG 32:413Read from the page
Τοῦτο δὲ ἄνευ συντυχίας ἀμήχανον. Εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα; Ταῦτα μὲν δὴ οὖν τὰ τῆς ἰδίας ἐμαυτοῦ δικαιολογίας προΐσχομαι.
Yet this is impossible without a meeting. And if we do no wrong, wherefore are we hated? These things, then, I put forward by way of my own defence.
3. Ἃ δ' ἂν ὑπὲρ ἑαυτῶν αἱ Ἐκκλησίαι εἴποιεν, οὐκ εἰς καλὸν τῆς διαστάσεως ἡμῶν ἀπολαύουσαι, βέλτιον μὲν σιωπᾷν. Οὐ γὰρ ἵνα λυπήσω, τοῖς λόγοις κέχρημαι, ἀλλ' ἵνα παύσω τὰ λυπηρά. Τὴν δὲ σὴν σύνεσιν πάντως οὐδὲν διαπέφευγεν, ἀλλὰ πολλῷ μείζω καὶ τελειότερα ὧν ἡμεῖς νοοῦμεν, αὐτὸς ἂν ἐξεύροις τῇ διανοίᾳ, καὶ ἄλλοις εἴποις, ὅς γε καὶ εἶδες πρὸ ἡμῶν τὰς βλάβας τῶν Ἐκκλησιῶν, καὶ λυπῇ μᾶλλον ἡμῶν, πάλαι δεδιδαγμένος παρὰ τοῦ Κυρίου μηδενὸς τῶν ἐλαχίστων καταφρονεῖν. Νυνὶ δὲ ἡ βλάβη οὐκ εἰς ἕνα ἢ δεύτερον περιορίζεται, ἀλλὰ πόλεις ὅλαι καὶ δῆμοι τῶν ἡμετέρων παραπολαύουσι συμφορῶν. Τὴν γὰρ ἐπὶ τῆς ὑπερορίας φήμην τί χρὴ καὶ λέγειν ὁποία τις ἔσται περὶ ἡμῶν; Πρέπει οὖν ἂν τῇ σῇ μεγαλοψυχίᾳ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν· μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυχῆς, εἴπερ οἷόν τε· αὐτὸν δὲ δι' ἀνεξικακίας νικῆσαι τὰ λυπηρά. Τὸ μὲν γὰρ ἀμύνεσθαι παντός ἐστι τοῦ ὀργιζομένου· τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο δὴ μόνου σοῦ, καὶ εἴ τίς σοι τὴν ἀρετὴν παραπλήσιος. Ἐκεῖνο δὲ οὐκ ἐρῶ, ὅτι ὁ ἡμῖν χαλεπαίνων εἰς τοὺς μηδὲν ἀδικήσαντας τὴν οργὴν ἐπαφίησιν. Εἴτε οὖν παρουσίᾳ, εἴτε γράμματι, εἴτε κλήσει τῇ πρὸς ἑαυτὸν, εἴτε ᾧπερ ἂν ἐθέλοις τρόπῳ, παραμύθησαι ἡμῶν τὴν ψυχήν. Ἡμῖν μὲν γὰρ εὐχὴ ἐπὶ τῆς Ἐκκλησίας φανῆναι τὴν θεοσέβειάν σου, καὶ ἡμᾶς τε ὁμοῦ, καὶ τὸν λαὸν θεραπεῦσαι αὐτῇ τε τῇ ὄψει καὶ τοῖς λόγοις τῆς χάριτός σου. Ἐὰν μὲν οὖν τοῦτο ᾖ δυνατὸν, τοῦτο κράτιστον· ἐὰν δέ τι ἕτερον δόξῃ, κἀκεῖνο δεξόμεθα. Μόνον παγίως γνωρίσαι ἡμῖν τὸ παριστάμενον τῇ φρονήσει σου παρακλήθητι.
3. What the Churches might say on their own behalf, deriving no good benefit from our estrangement, it is better to pass over in silence. For I have used words not in order to grieve you, but in order to put an end to grieving things. Yet nothing at all has escaped your intelligence, and things far greater and more complete than what we conceive you yourself could discover in your mind and tell to others, seeing that even before us you saw the harms done to the Churches, and grieve more than we do, having long since been taught by the Lord to despise none of the least. And now the harm is not confined to one or two, but whole cities and peoples share in the ill effects of our misfortunes. For what need is there even to say what sort of report there will be concerning us in foreign parts? It would therefore befit your magnanimity to leave contentiousness to others, or rather to remove it even from their souls, if it is possible, and for you yourself to overcome grieving things through forbearance. For to avenge oneself belongs to everyone who grows angry; but to be superior even to anger itself belongs to you alone, and to anyone who is like you in virtue. Yet that I will not say, that he who is angry with us lets loose his anger against those who have done no wrong. Whether therefore by your presence, or by letter, or by a summons to yourself, or in whatever way you may wish, comfort our soul. For our prayer is that your godliness may appear in the Church, and heal both us together and the people by your very sight and by the words of your grace. If, then, this is possible, this is best; if something else should seem good, we shall accept that also. Only be entreated to make known to us firmly what commends itself to your prudence.
ΕΠΙΣΤΟΛΗ Ξʹ.
Epistle 60.
Γρηγορίῳ θείῳ.
To Gregory, his uncle.
Καὶ πρότερον ἡδέως εἶδον τὸν ἀδελφόν μου. Τί γαρ οὐκ ἔμελλον, ἀδελφόν τε ὄντα ἐμαυτοῦ, καὶ τοιοῦτον; Καὶ νῦν δὲ τῇ αὐτῇ διαθέσει προσεδεξάμην ἐπιδημήσαντα, μηδέν τι τῆς ἐμαυτοῦ στοργῆς παρατρέψας. Μηδὲ γὰρ γένοιτό τι τοιοῦτο παθεῖν μηδὲν, ὃ τῆς φύσεως ἐπιλαθέσθαι, καὶ ἐκπολεμωθῆναι πρὸς
Even formerly I was glad to see my brother. For why should I not have been, seeing that he is both my own brother and such a man? And now too I have received him with the same disposition upon his arrival, having altered nothing of my affection. For may it never happen that I suffer any such thing as would make me forget nature and be set at enmity towards
Notes, col. 413

On the reading

Printed οργὴν, for ὀργὴν.

Printed γαρ, for γὰρ.

PG 32:416Read from the page
τοὺς οἰκείους ποιήσει. Ἀλλὰ καὶ τῶν τοῦ σωματος ἀῤῥωστημάτων, καὶ τῶν ἄλλων ἀλγεινῶν τῆς ψυχῆς, παραμυθίαν ἡγησάμην εἶναι τὴν τοῦ ἀνδρὸς παρουσίαν· τοῖς τε παρὰ τῆς τιμιότητός σου δι' αὐτοῦ κομισθεῖσι γράμμασιν ὑπερήσθην· ἃ καὶ ἐκ πολλοῦ μοι ἐπεθύμουν ἐλθεῖν, οὐκ ἄλλου τινὸς ἕνεκεν, ἢ τοῦ μὴ καὶ ἡμᾶς τι σκυθρωπὸν διήγημα τῷ βίῳ προσθεῖναι, ὡς ἄρα τις εἴη τοῖς οἰκειοτάτοις πρὸς ἀλλήλους διάστασις· ἡδονὴν μὲν ἐχθροῖς παρασκευάζουσα, φίλοις δὲ συμφορὰν, ἀπαρέσκουσα δὲ Θεῷ, τῷ ἐν τῇ τελείᾳ ἀγάπῃ τὸν χαρακτῆρα τῶν ἑαυτοῦ μαθητῶν θεμένῳ. Διὸ καὶ ἀντιφθέγγομαι ἀναγκαίως εὔχεσθαί σε ὑπὲρ ἡμῶν παρακαλῶν, καὶ τὰ ἄλλα κήδεσθαι ἡμῶν ὡς οἰκείων. Τὸν δὲ νοῦν τῶν γινομένων ἐπειδὴ αὐτοὶ ὑπὸ ἀμαθείας συνιέναι οὐκ ἔχομεν, ἐκεῖνον ἐκρίναμεν ἀληθῆ εἶναι νομίζειν, ὃν ἂν αὐτὸς ἡμῖν ἐξηγήσασθαι καταξιώσῃς. Ἀνάγκη δὲ καὶ τὰ λειπόμενα παρὰ τῆς σῆς μεγαλονοίας ὁρισθῆναι, τὴν συντυχίαν ἡμῶν τὴν πρὸς ἀλλήλους, καὶ καιρὸν τὸν πρέποντα, καὶ τόπον ἐπιτήδειον. Εἴπερ οὖν ὅλως ἀνέχεται καταβῆναι πρὸς τὴν ταπείνωσιν ἡμῶν ἡ σεμνότης σου, καὶ λόγου τινὸς μεταδοῦναι ἡμῖν, εἴτε μετ' ἄλλων, εἴτε κατὰ σεαυτὸν βούλει γενέσθαι τὴν συντυχίαν, ὑπακουσόμεθα, τοῦτο ἅπαξ ἑαυτοῖς συμβουλεύσαντες, δουλεύειν σοι ἐν ἀγάπῃ, καὶ ποιεῖν ἐκ παντὸς τρόπου τὰ εἰς δόξαν Θεοῦ παρὰ τῆς εὐλαβείας σου ἡμῖν ἐπιτασσόμενα. Τὸν δὲ αἰδεσιμώτατον ἀδελφὸν οὐδὲν ἠναγκάσαμεν ἀπὸ γλώττης εἰπεῖν ἡμῖν· διότι οὔτε πρότερον μεμαρτυρημένον εἶχε τὸν λόγον ὑπὸ τῶν ἔργων
those of one's own household. Moreover, I deemed the man's presence to be a comfort both for the infirmities of the body and for the other pains of the soul; and I was exceedingly delighted with the letters brought through him from your honour, which indeed I had long desired to come to me, for the sake of nothing else than that we too might not add some gloomy tale to life, namely that there should be any estrangement towards one another among those who are most closely related—preparing pleasure for enemies, misfortune for friends, and displeasing to God, Who has set the mark of His own disciples in perfect love. Wherefore I also necessarily write in reply, entreating you to pray on our behalf, and in other matters to care for us as your own. And since through ignorance we ourselves are unable to understand the meaning of the things that are happening, we have judged that we should account that meaning true which you yourself may deign to explain to us. And it is necessary that the remaining matters also be determined by your high-mindedness: our meeting with one another, and the fitting time, and a suitable place. If therefore your gravity endures at all to descend to our lowliness and to impart some word to us, whether you wish the meeting to take place with others or by yourself, we shall obey, having once for all counselled ourselves this: to serve you in love, and in every way to do the things enjoined upon us by your reverence for the glory of God. But the most reverend brother we did not compel to tell us anything by word of mouth, because neither formerly did he have his word attested by his deeds.
ΕΠΙΣΤΟΛΗ ΞΑʹ.
Epistle 61.
Ἀθανασίῳ, ἐπισκόπῳ Ἀλεξανδρείας.
To Athanasius, Bishop of Alexandria.
Ἐνέτυχον τοῖς γράμμασι τῆς σῆς ὁσιότητος, δι' ὧν τοῦ ἡγεμόνος τῆς Λιβύης, τοῦ δυσωνύμου ἀνδρὸς, κατεστέναξας. Καὶ ὠδυράμεθα μὲν τὴν ἡμετέραν πατρίδα, ὅτι τοιούτων κακῶν μήτηρ ἐστὶ καὶ τροφός· ὠδυράμεθα δὲ καὶ τὴν γείτονα τῆς ἡμετέρας Λιβύην, τῶν ἡμετέρων κακῶν ἀπολαύουσαν, καὶ θηριώδει ἤθει παραδοθεῖσαν ἀνδρὸς ὠμότητί τε ὁμοῦ καὶ ἀκολασίᾳ συζῶντος. Τοῦτο ἦν
I have read the letters of your holiness, through which you groaned over the governor of Libya, that man of ill name. And we lamented our own country, because it is the mother and nurse of such evils; and we lamented also Libya, the neighbour of our country, which experiences our evils and has been delivered over to the beastly character of a man living at once with cruelty and licentiousness. This was
Notes, col. 416

On the reading

Printed σωματος, for σώματος.

PG 32:417Read from the page
ἄρα τοῦ Ἐκκλησιαστοῦ τὸ σοφόν· Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος (ἐνταῦθα δέ ἐστί τι καὶ χαλεπώτερον), καὶ οἱ ἄρχοντές σου οὐκ ἀπὸ νυκτὸς ἐσθίουσιν, ἀλλὰ μεσούσης τῆς ἡμέρας ἀκολασταίνουσι, βοσκημάτων ἀλογώτερον ἀλλοτρίοις γάμοις ἐπιμαινόμενοι! Ἐκεῖνον μὲν οὖν αἱ μάστιγες μένουσι παρὰ τοῦ δικαίου κριτοῦ, τῷ ἴσῳ μέτρῳ ἀντιμετρηθησόμεναι, ἃς αὐτὸς προλαβὼν ἐπέθηκε τοῖς ἁγίοις αὐτοῦ. Ἐγνωρίσθη δὲ καὶ τῇ Ἐκκλησίᾳ ἡμῶν ἐκ τῶν γραμμάτων τῆς σῆς θεοσεβείας, καὶ ἀποτρόπαιον αὐτὸν πάντες ἡγήσονται, μὴ πυρὸς, μὴ ὕδατος, μὴ σκέπης αὐτῷ κοινωνοῦντες, εἴπερ τι ὄφελος τοῖς οὕτω κεκρατημένοις κοινῆς καὶ ὁμοψήφου καταγνώσεως. Ἀρκοῦσα δὲ αὐτῷ στήλη, καὶ αὐτὰ τὰ γράμματα ἀναγινωσκόμενα πανταχοῦ. Οὐ γὰρ διαλείψομεν πᾶσιν αὐτοῦ καὶ οἰκείοις καὶ φίλοις καὶ ξένοις ἐπιδεικνύντες. Πάντως δὲ, κἂν μὴ ἅψωνται αὐτοῦ παραχρῆμα τὰ ἐπιτίμια, ὥσπερ τοῦ Φαραὼ, ἀλλ' εἰς ὕστερόν ποτε βαρεῖαν αὐτῷ καὶ ἀλγεινὴν τὴν ἀνάδοσιν οἴσει.
indeed the wise saying of the Preacher: Woe to you, O city, whose king is young (and here there is something even more grievous), and whose rulers eat not from nightfall, but in the middle of the day indulge in licentiousness, raging more senseless than cattle after the marriages of others! Him, therefore, the scourges await from the righteous Judge, to be measured back in equal measure to those which he himself beforehand laid upon His saints. Moreover, he has been made known to our Church also from the letters of your godliness, and all will account him an abomination, sharing with him neither fire, nor water, nor shelter, if indeed there is any benefit of a common and unanimous condemnation to those who are thus overpowered. And a sufficient monument against him are the letters themselves, being read everywhere. For we shall not cease showing them to all his kinsfolk and friends and strangers. And altogether, even if the penalties do not touch him immediately, just as with Pharaoh, yet hereafter at some time they will bring him a heavy and painful retribution.
ΕΠΙΣΤΟΛΗ ΞΒʹ.
Epistle 62.
Τῇ Ἐκκλησίᾳ Παρνασσοῦ παραμυθητική.
Consolatory to the Church of Parnassus.
Καὶ ἔθει ἑπόμενοι παλαιῷ ἐκ μακρᾶς τῆς ἀκολουθίας κεκρατηκότι, καὶ τὸν καρπὸν τοῦ Πνεύματος, τὴν κατὰ Θεὸν ἀγάπην, ὑμῖν ἐπιδεικνύμενοι, διὰ τοῦ γράμματος τὴν εὐλάβειαν ὑμῶν ἐπισκεπτόμεθα, κοινωνοῦντες ὑμῖν τῆς τε ἐπὶ τῷ συμβάντι λύπης, καὶ τῆς φροντίδος τῶν ἐν χερσίν. Ὑπὲρ μὲν οὖν τῶν λυπηρῶν τοσοῦτον λέγομεν, ὅτι καιρὸς ἡμῖν ἀποβλέψαι πρὸς τὰ τοῦ Ἀποστόλου παραγγέλματα, καὶ μὴ λυπεῖσθαι Ὡς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα· οὐ μὴν οὐδ' ἀπαθῶς ἔχειν πρὸς τὸ συμβὰν, ἀλλὰ τῆς μὲν ζημίας αἰσθάνεσθαι, ὑπὸ δὲ τῆς λύπης μὴ καταπίπτειν, τὸν μὲν ποιμένα τοῦ τέλους μακαρίζοντας, ὡς ἐν γήρᾳ πίονι τὴν ζωὴν καταλύσαντα, καὶ ταῖς μεγίσταις παρὰ τοῦ Κυρίου τιμαῖς ἐναναπαυσάμενον. Περὶ δὲ τῶν λοιπῶν ἐκεῖνα παραινεῖν ἔχομεν, ὅτι προσήκει, πᾶσαν ἀποθεμένους κατήφειαν, ἑαυτῶν γενέσθαι, καὶ πρὸς τὴν ἀναγκαίαν πρόνοιαν τῆς Ἐκκλησίας διαναστῆναι· ὅπως ἂν ὁ ἅγιος Θεὸς ἐπιμεληθείη τοῦ ἰδίου ποιμνίου, καὶ παράσχοιτο ὑμῖν ποιμένα κατὰ τὸ αὐτοῦ θέλημα, ποιμαίνοντα ὑμᾶς μετ' ἐπιστήμης.
Both following an ancient custom that has prevailed from a long succession, and displaying to you the fruit of the Spirit, love according to God, we visit your reverence by letter, sharing with you both the grief over what has happened and the care for the matters at hand. Concerning the grievous things, then, we say this much, that it is time for us to look to the precepts of the Apostle, and not to grieve as do the rest also, who have no hope; yet neither to be insensible towards what has happened, but to feel the loss indeed, and yet not to be cast down by grief, counting the shepherd blessed in his end, as having closed his life in a rich old age and having come to rest in the greatest honours from the Lord. And concerning the remaining matters we have this to exhort, that it is fitting, having put away all dejection, to come to yourselves and to rise up to the necessary care of the Church; so that the holy God may take care of His own flock, and grant you a shepherd according to His will, shepherding you with knowledge.
PG 32:420Read from the page
ΕΠΙΣΤΟΛΗ ΞΓʹ.
Epistle 63.
Ἡγεμόνι Νεοκαισαρείας
To the Governor of Neocaesarea
Τὸν σοφὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονὸς, κἂν μήποτ' αὐτὸν ὄσσοις προσίδω, κρίνω φίλον· Εὐριπίδου ἐστὶ τοῦ τραγικοῦ λόγος. Ὥστε, εἰ, μήπω τῆς κατ' ὀφθαλμοὺς ἡμῖν συντυχίας τὴν γνῶσιν σου τῆς μεγαλοφυΐας χαρισαμένης, φαμὲν εἶναι φίλοι σου καὶ συνήθεις, μὴ κολακείαν εἶναι τὸν λόγον κρίνῃς. Ἔχομεν γὰρ φήμην πρόξενον τῆς φιλίας, μεγαλοφώνως τὰ σὰ πᾶσιν ἀνθρώποις συμβοῶσαν. Ἀφ' οὗ μέντοι καὶ τῷ αἰδεσιμωτάτῳ Ἐλπιδίῳ συνετύχομεν, τοσοῦτόν σε ἐγνωρίσαμεν, καὶ οὕτω κατ' ἄκρας ἑαλώκαμέν σου, ὡσανεὶ πολὺν χρόνον συγγεγονότες, καὶ διὰ μακρᾶς τῆς πείρας τῶν ἐν σοὶ καλῶν τὴν γνῶσιν ἔχοντες. Οὐ γὰρ ἐπαύσατο ὁ ἀνὴρ ἕκαστα ἡμῖν τῶν περὶ σὲ διηγούμενος· τὸ μεγαλοπρεπὲς τῆς ψυχῆς, τοῦ φρονήματος τὸ ἀνάστημα, τῶν τρόπων τὴν ἡμερότητα· ἐμπειρίαν πραγμάτων, σύνεσιν γνώμης, σεμνότητα βίου, φαιδρότητι κεκραμένην· λόγου δύναμιν, τἆλλα ὅσα αὐτὸς μὲν διὰ πολλῆς τῆς πρὸς ἡμᾶς ὁμιλίας ἀπηριθμήσατο, ἡμῖν δὲ γράφειν οὐκ ἦν δυνατὸν, ἵνα μὴ ἔξω τοῦ μέτρου τὴν ἐπιστολὴν προαγάγωμεν. Πῶς οὖν οὐκ ἔμελλον ἀγαπᾷν τὸν τοιοῦτον; πῶς γοῦν ἠδυνάμην ἐμαυτοῦ κρατῆσαι, πρὸς τὸ μὴ οὐχὶ καὶ ἐκβοᾶν τὸ τῆς ψυχῆς ἐμαυτοῦ πάθος διασημαίνειν; Δέχου τοίνυν τὴν προσηγορίαν, ὦ θαυμάσιε, ἐκ φιλίας ἀληθινῆς καὶ ἀδόλου σοι προσαγομένην· πόῤῥω γὰρ θωπείας δουλοπρεποῦς τὰ ἡμέτερα· καὶ ἔχε ἡμᾶς τῷ καταλόγῳ τῶν σεαυτοῦ φίλων ἐναριθμίους, γράμμασι συνεχέσι σαυτόν τε δεικνὺς καὶ παραμυθούμενος τὴν ἀπόλειψιν
The wise man, even if he dwell far off in the land, even if I never behold him with my eyes, I judge a friend: it is a saying of Euripides the tragedian. Wherefore, even though a face-to-face meeting has not yet granted us the knowledge of your noble nature, if we say that we are your friends and intimates, do not judge the word to be flattery. For we have report as the sponsor of friendship, loudly proclaiming your deeds with one voice to all men. Yet from the time when we also met with the most reverend Elpidius, we came to know you so well, and have been so utterly captivated by you, as though we had been together for a long time and had knowledge of the good qualities in you through long experience. For the man did not cease recounting to us each of the things concerning you: the magnificence of your soul, the elevation of your spirit, the gentleness of your manners; experience in affairs, intelligence of judgement, gravity of life blended with cheerfulness; power of speech, and all the other things which he himself enumerated through much conversation with us, but which it was not possible for us to write, lest we draw out the letter beyond measure. How then was I not bound to love such a man? How indeed could I restrain myself from even crying aloud to declare the affection of my soul? Receive therefore the salutation, O admirable sir, offered to you out of a true and guileless friendship—for our ways are far from servile flattery—and hold us numbered in the roll of your friends, both showing yourself by frequent letters and comforting your absence.
ΕΠΙΣΤΟΛΗ ΞΔʹ.
Epistle 64.
Ἡσυχίῳ.
To Hesychius.
Ἐμὲ πολλὰ μὲν ἦν καὶ ἐξ ἀρχῆς τὰ συνάπτοντά σου τῇ τιμιότητι, ὅ τε περὶ λόγους κοινὸς ἔρως, πολλαχοῦ παρὰ τῶν πεπειραμένων περιφερόμενος, ἥ τε πρὸς τὸν θαυμάσιον ἄνδρα Τερέντιον ἡμῖν ἐκ παλαιοῦ φιλία· ἐπεὶ δὲ καὶ ὁ πάντα ἄριστος, καὶ πάσης ἡμῖν οἰκειότητος ὄνομα ἐκπληρῶν, ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἐλπίδιος εἰς λόγους ἀφίκετο, καὶ ἕκαστα τῶν ἐν σοὶ καλῶν διηγήσατο (δυνατώτα-
Many indeed were the things even from the beginning that joined me to your honour: both our common love for letters, reported in many places by those who have had experience of it, and our ancient friendship with the admirable man Terentius; and when he who is best in all things, and who fulfils for us the name of every kinship, our most reverend brother Elpidius, came into conversation with us and recounted each of the good qualities in you (and most able
PG 32:421Read from the page
τος δὲ, εἴπερ τις ἄλλος, καὶ ἀρετὴν ἀνθρώπου καταμαθεῖν, καὶ παραστῆσαι ταύτην τῷ λόγῳ)· τοσοῦτον ἡμῖν τὸν ἐπὶ σοὶ πόθον ἐξέκαυσεν, ὥστε εὔχεσθαι ἡμᾶς ἐπιστῆναί σέ ποτε τῇ παλαιᾷ ἑστίᾳ ἡμῶν, ἵνα μὴ ἀκοῇ μόνον, ἀλλὰ καὶ πείρᾳ τῶν ἐν σοὶ καλῶν ἀπολαύσωμεν.
is he, if anyone else, both to discern a man's virtue and to set it forth in speech), he kindled in us so great a longing for you that we pray that you may one day visit our ancient hearth, so that not by hearing only, but also by experience we may enjoy the good qualities that are in you.
ΕΠΙΣΤΟΛΗ ΞΕʹ.
Epistle 65.
Ἀταρβίῳ.
To Atarbius.
Καὶ τί πέρας ἔσται τῆς σιωπῆς, εἰ ἐγὼ μὲν, τὰ ἐκ τῆς ἡλικίας πρεσβεῖα ἀπαιτῶν, ἀναμένοιμι παρὰ σοῦ γενέσθαι τὴν ἀρχὴν τῆς προσφωνήσεως, ἡ δὲ σὴ ἀγάπη ἐπὶ πλεῖον βούλοιτο τῇ βλαβερᾷ κρίσει τῆς ἡσυχίας ἐγκαρτερεῖν; Ἀλλ' ὅμως ἐγὼ, τὴν ἐν τοῖς φιλικοῖς ἧτταν νίκης ἔχειν δύναμιν ἡγησάμενος, ὁμολογῶ σοι μὲν παραχωρεῖν τῆς ἐπὶ τῷ δοκεῖν περιγεγενῆσθαι τῆς οἰκείας κρίσεως φιλοτιμίας· αὐτὸς δὲ πρῶτος ἐπὶ τὸ γράφειν ἦλθον, εἰδὼς, ὅτι ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει, οὐδαμοῦ ζητεῖ τὸ ἑαυτῆς· διόπερ οὔτε ἐκπίπτει ποτέ. Ἀταπείνωτος γὰρ ὁ κατὰ ἀγάπην τῷ πλησίον ὑποτασσόμενος. Ὅπως οὖν καὶ αὐτὸς πρὸς γοῦν τὸ ἑξῆς τὸν πρῶτον καὶ μέγιστον καρπὸν τοῦ Πνεύματος ἐπιδεικνύμενος, τὴν ἀγάπην, ἀποῤῥίψῃς μὲν τὸ τῶν ὀργιζομένων σκυθρωπὸν, ὅπερ ἡμῖν διὰ τῆς σιωπῆς ὑποφαίνεις, ἀναλάβῃς δὲ χαρὰν ἐν τῇ καρδίᾳ, εἰρήνην πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, σπουδὴν καὶ μέριμναν ὑπὲρ τῆς τῶν Ἐκκλησιῶν τοῦ Κυρίου διαμονῆς. Γίνωσκε γὰρ, ὅτι, εἰ μὴ τὸν ἴσον ἡμεῖς ἀγῶνα ὑπὲρ τῶν Ἐκκλησιῶν ἀναλάβοιμεν, ὁπόσον ἔχουσιν οἱ ἀντικείμενοι τῇ ὑγιαινούσῃ διδασκαλίᾳ εἰς καθαίρεσιν αὐτῶν καὶ παντελῆ ἀφανισμὸν, οὐδὲν τὸ κωλύον οἴχεσθαι μὲν παρασυρεῖσαν ὑπὸ τῶν ἐχθρῶν τὴν ἀλήθειαν, παραπολαῦσαι δέ τι καὶ ἡμᾶς τοῦ κρίματος, μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἐν ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ συμπνοίᾳ τῇ κατὰ τὸν Θεὸν τὴν ἐνδεχομένην μέριμναν ὑπὲρ τῆς ἑνώσεως τῶν Ἐκκλησιῶν ἐπιδειξαμένους. Παρακαλῶ οὖν, ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. Οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος οὐδὲ πληροῦντός ἐστι τὴν ἐντολὴν τοῦ Χριστοῦ, τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. Ἅμα δὲ κἀκεῖνο λογίζεσθαι τὴν ἀγαθήν σου προαίρεσιν βούλομαι, ὅτι τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν,
And what end will there be of silence, if I, demanding the privileges of age, should wait for the beginning of address to come from you, while your love should wish to persist further in the harmful resolve of silence? Nevertheless I, deeming defeat in friendly matters to have the force of victory, confess that I yield to you the ambition of seeming to have prevailed in your own resolve; and I myself have come first to writing, knowing that love bears all things, endures all things, nowhere seeks its own; wherefore it never fails. For he who in accordance with love submits himself to his neighbour is not humbled. See to it, therefore, that you yourself also, at least for the future, displaying the first and greatest fruit of the Spirit, which is love, cast away the gloominess of those who are angry, which you intimate to us through your silence, and take up joy in your heart, peace towards like-minded brethren, and zeal and care for the endurance of the Churches of the Lord. For know that unless we take up an equal struggle on behalf of the Churches to that which those who oppose sound teaching maintain for their overthrow and utter destruction, there is nothing to prevent the truth from perishing, swept away by the enemies, and us also from sharing somewhat in the judgement, for not having displayed with all zeal and readiness, in concord towards one another and in harmony according to God, every possible care on behalf of the unity of the Churches. I entreat you, therefore, cast out of your own soul the notion that you stand in need of no one else for communion. For it is not the part of one walking according to love, nor of one fulfilling the commandment of Christ, to cut oneself off from union with the brethren. And at the same time I wish your good purpose to consider that thing also, that the evil of war going round in a circle,