Migne Reading Room

PG 32 · cols. 304–313 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:304Read from the page
ἑαυτῶν ἐπιμέλεσθαι κατὰ πᾶσαν ἀκρίβειαν. Εἰ γάρ τινα ἡμῖν ἔννοιαν ὁ τοῦ θανάτου κίνδυνος ἐπικείμενος ἐνεδίδου, οἶμαί σε ἢ ταῦτα, ἢ ἐγγύτατα τούτων ἀναλογίζεσθαι τηνικαῦτα. Ὥστε ἀναγκαίου ὀφλήματος ἐκτίσει ὑπεύθυνοι καθεστήκαμεν. Ταῦτα ὁμοῦ μὲν περιχαρὴς ὢν τῇ τοῦ Θεοῦ δωρεᾷ, ὁμοῦ δὲ καὶ φροντίδα ἔχων περὶ τῶν μελλόντων,
take care of ourselves with all strictness. For if the impending peril of death inspired any thought in us, I think that you reasoned at that time either these things or things very near to them. So that we stand bound to the payment of a necessary debt. These things, being at once overjoyed at the gift of God, and at once also having anxiety concerning the things to come,
ΕΠΙΣΤΟΛΗ ΚΖʹ.
Epistle 27.
Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων.
To Eusebius, bishop of Samosata.
Ὅτε τῇ τοῦ Θεοῦ χάριτι καὶ τῇ βοηθείᾳ τῶν σῶν προσευχῶν μικρὸν ἀναφέρειν ἐκ τῆς ἀῤῥωστίας ἔδοξα, καὶ ἀνελεξάμην ἐμαυτοῦ τὰς δυνάμεις, τότε ὁ χειμὼν ἐπεγένετο, οἴκοι καθείργων ἡμᾶς, καὶ κατὰ χώραν μένειν συναναγκάζων. Εἰ γὰρ καὶ πολλῷ κουφότερος τῆς συνηθείας ἀπήντησεν· ἀλλ' οὖν ἔμοιγε ἱκανὸς εἰς ἐμπόδιον, οὐχ ὅπως ὁδοιπορεῖν δι' αὐτοῦ, ἀλλ' οὐδὲ μικρὸν προκύπτειν τοῦ δωματίου δύνασθαι. Ἔστι δέ μοι οὐδὲ τοῦτο μικρὸν, τὸ καταξιοῦσθαι διὰ γραμμάτων ὁμιλεῖν τῇ θεοσεβείᾳ σου, καὶ τῇ ἐλπίδι τῶν ἀντιδόσεων ἤδη προαναπαύεσθαι. Εἰ δὲ καὶ ὁ καιρὸς ἐνδοίη, καὶ τῆς ζωῆς ἡμῖν ἔτι λείποιτο χρόνος, καὶ μὴ ἄπορον ἡμῖν τὴν ὁδὸν ὁ λιμὸς ἀπεργάσαιτο· ταχὺ ἂν τύχοιμεν τῆς ἐπιθυμίας διὰ τῶν σῶν προσευχῶν· καὶ ἐπὶ τῆς ἑστίας σε καταλαβόντες, κατὰ πᾶσαν σχολὴν τῶν μεγάλων θησαυρῶν τῆς ἐν σοὶ σοφίας ἐμφορηθείημεν.
When by the grace of God and the help of your prayers I seemed to recover a little from my sickness, and rallied my strength, then winter came on, shutting us up at home and compelling us to remain in place. For even if it met us much milder than usual, yet to me at least it is sufficient for a hindrance, so that not only am I unable to travel through it, but I cannot even peer out a little from my chamber. Yet neither is this a small thing to me, to be counted worthy to converse by letters with your godliness, and already to rest beforehand in the hope of your replies. And if both the season should permit, and time of life should still be left to us, and famine should not render the road impassable for us, we might quickly obtain our desire through your prayers; and finding you at your hearth, we might at full leisure take our fill of the great treasures of the wisdom that is in you.
ΕΠΙΣΤΟΛΗ ΚΗʹ.
Epistle 28.
Τῇ Ἐκκλησίᾳ Νεοκαισαρείας παραμυθητική.
Consolatory to the Church of Neocaesarea.
1. Ἀπήτει μὲν τὰ συμβάντα τὴν ἡμῶν αὐτῶν παρουσίαν, τοῦ τε τὴν τιμὴν τῷ μακαρίῳ τοῖς οἰκειοτάτοις ὑμῖν συνεκπληρῶσαι, καὶ τοῦ τῆς ἐπὶ τῷ πάθει κατηφείας ἀπ' αὐτῆς τῆς θέας τῶν σκυθρωποτέρων συμμετασχεῖν, καὶ ὥστε τῶν ἀναγκαίων βουλευμάτων ὑμῖν κοινωνῆσαι· ἐπεὶ δὲ τὴν σωματικὴν συνάφειαν πολλὰ τὰ διακωλύοντα, λειπόμενον ἦν διὰ τοῦ γράμματος κοινωνεῖν ὑμῖν τῶν παρόντων. Τὰ μὲν οὖν τοῦ ἀνδρὸς θαύματα, ἐφ' οἷς καὶ μάλιστα
1. What has happened demanded indeed our own presence in person, both to join with you who are nearest to him in fulfilling the honour due to the blessed man, and to share in the dejection over this calamity from the very sight of the mournful events, and so as to partake with you in the necessary counsels; but since the things hindering bodily union are many, it remained to share with you in the present circumstances by letter. Now the marvels of the man, on account of which most of all
PG 32:305Read from the page
τὴν ζημίαν ἡμῖν ἀφόρητον ὑπάρχειν λογίζεσθαι, οὔτ' ἂν ἐπιστολῆς μέτρον ὑποδέξαιτο, καὶ ἄλλως ἄωρον ἀνδραγαθημάτων πλήθει τὸν λόγον προσάγειν, οὕτω συμπεπτωκυίας τῆς ψυχῆς ἡμῶν ἐπὶ τῇ λύπῃ. Τί γὰρ τῶν ἐκείνου τοιοῦτον, οἷον ἢ τῆς μνήμης ἡμῶν ἐκπεσεῖν, ἢ σιωπᾶσθαι ἄξιον νομισθῆναι; Πάντα μὲν γὰρ ἀθρόως εἰσάπαξ εἰπεῖν ἀμήχανον· τὸ δὲ ἐκ μέρους λέγειν δέδοικα μὴ προδοσίαν ἔχῃ τῆς ἀληθείας. Οἴχεται ἀνὴρ διαφανέστατα δὴ τῶν καθ' ἑαυτὸν πᾶσιν ὁμοῦ τοῖς ἀνθρωπίνοις ὑπερενεγκὼν ἀγαθοῖς, ἔρεισμα πατρίδος, Ἐκκλησιῶν κόσμος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, στερέωμα τῆς εἰς Χριστὸν πίστεως, οἰκείοις ἀσφάλεια, δυσμαχώτατος τοῖς ὑπεναντίοις, φύλαξ πατρῴων θεσμῶν, νεωτεροποιίας ἐχθρός· ἐν ἑαυτῷ δεικνὺς τὸ παλαιὸν τῆς Ἐκκλησίας σχῆμα, οἷον ἀπό τινος ἱεροπρεποῦς εἰκόνος, τῆς ἀρχαίας καταστάσεως, τὸ εἶδος τῆς ὑπ' αὐτὸν Ἐκκλησίας διαμορφῶν, ὥστε τοὺς αὐτῷ συγγενομένους τοῖς πρὸ διακοσίων ἐτῶν καὶ ἐπέκεινα φωστήρων τρόπον ἐκλάμψασι συγγεγονέναι δοκεῖν. Οὕτως οὐδὲν οἴκοθεν οὐδὲ νεωτέρας φρενὸς εὕρημα προέφερεν ὁ ἀνήρ· ἀλλὰ, κατὰ τὴν Μωϋσέως εὐλογίαν, ᾔδει προκομίζειν ἐκ τῶν ἀδύτων τῆς καρδίας αὐτοῦ ἀγαθῶν θησαυρῶν, παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἀπὸ προσώπου νέων. Ταύτῃ τοι καὶ τῆς προτιμήσεως οὐ κατὰ τὴν ἡλικίαν ἐν τοῖς συλλόγοις τῶν ὁμοτίμων ἠξιοῦτο, ἀλλ' ὑπὲρ πάντας ἦν τῷ τῆς σοφίας ἀρχαίῳ, ἐκ κοινῆς συγχωρήσεως τὸ πρωτεῖον καρπούμενος. Ὅσον δὲ τῆς τοιαύτης ἀγωγῆς τὸ κέρδος, οὐδεὶς ἂν ἐπιζητήσειε, πρὸς ὑμᾶς ἀποβλέπων. Μόνοι γὰρ, ὧν ἴσμεν, ἢ κομιδῇ γε ἐν ὀλίγοις, ἐν χειμῶνι τοσούτῳ καὶ λαίλαπι πραγμάτων ἀκύμαντον τῇ ἐκείνου κυβερνήσει τὴν ζωὴν διηγάγετε. Οὐ γὰρ ἥψατο ὑμῶν αἱρετικῶν πνευμάτων ζάλη, καταποντισμοὺς ἐπάγουσα καὶ ναυάγια ταῖς εὐπεριτρέπτοις ψυχαῖς. Μήτε δὲ ἅψαιτό ποτε, ὦ Δέσποτα τῶν ἁπάντων, ὃς τῷ σῷ θεράποντι Γρηγορίῳ, τῷ ἐξ ἀρχῆς πηξαμένῳ τὴν κρηπῖδα τῆς Ἐκκλησίας, τῆς ἐπὶ μήκιστον ἀταραξίας τὴν χάριν ἔδωκας. Ἣν μὴ προδῶτε ὑμεῖς ἐν τῷ παρόντι καιρῷ· μηδὲ θρήνων ἀμετρίᾳ, καὶ τῷ ἐκδότους ἑαυτοὺς τοῖς λυπηροῖς ποιῆσαι, τοὺς τῶν ἀναγκαίων καιροὺς τοῖς ἐφεδρεύουσι πρόησθε. Ἀλλ' εἰ δεῖ πάντως θρηνεῖν (ὥσπερ οὖν οὔ φημι, ἵνα μὴ ὁμοιωθῶμεν ἐν τούτῳ τοῖς μὴ ἔχουσιν ἐλπίδα), ὑμεῖς
to reckon the loss to us unendurable, neither would the measure of a letter admit, and besides it is untimely to apply our discourse to a multitude of noble deeds when our soul has so collapsed in grief. For what among his deeds is such as either to fall from our memory or to be deemed worthy to be passed over in silence? For to tell all of them together at once is impossible; yet to speak of them in part I fear may involve a betrayal of the truth. Gone is a man who most manifestly of those of his own time surpassed all in all human excellences together, a stay of his fatherland, an ornament of the Churches, a pillar and ground of the truth, a firmament of the faith in Christ, a security to his own, hardest to fight against for his adversaries, a guardian of ancestral ordinances, an enemy of innovation; showing in himself the ancient form of the Church, fashioning as it were from some sacred image of the ancient constitution the form of the Church under him, so that those who associated with him seemed to have associated with those who shone forth like luminaries two hundred years ago and more. Thus the man brought forward nothing from himself nor any invention of a newer mind; but, according to the blessing of Moses, he knew how to bring forth from the good treasures of the innermost shrines of his heart old things of old things, and old things from before the face of new. Wherefore also he was deemed worthy of precedence not according to his age in the assemblies of his peers, but he was above all by the antiquity of his wisdom, reaping the first place by common consent. And how great is the gain of such training no one would question who looks towards you. For alone of those we know, or at least altogether among a few, in so great a winter and tempest of affairs you passed your life unbuffeted by waves under his pilotage. For no storm of heretical spirits touched you, bringing submersions and shipwrecks upon easily turned souls. And may it never touch you, O Master of all, Who to Thy servant Gregory, who from the beginning fixed the foundation of the Church, gavest the grace of the longest tranquillity. Do not you betray this in the present season; nor by excess of lamentations, and by rendering yourselves given up to griefs, abandon the seasons for necessary actions to those who lie in wait. But if one must by all means lament (even as indeed I say one must not, lest in this we be made like those who have no hope), do you
PG 32:308Read from the page
δὲ, εἰ δοκεῖ, οἷόν τις χορὸς πενθήρης τὸν κορυφαῖον ἑαυτῶν προστησάμενοι, ἐμμελέστερον μετ' ἐκείνου τὸ συμβὰν ἀποκλαύσατε.
on your part, if it seems good, like some mournful chorus setting your leader at your head, bewail what has happened more harmoniously with him.
2. Καίτοιγε εἰ καὶ μὴ ἐπ' ἐσχατου γήρως ἤλαυνεν ὁ ἀνὴρ, ἀλλ' οὖν τοῦ γε χρόνου ἕνεκεν τῆς ὑμετέρας ἐπιστασίας, οὐκ ἐνδεῶς εἶχε τοῦ βίου. Τοῦ τε σώματος τοσοῦτον μετεῖχεν, ὅσον τῆς ψυχῆς τὸ καρτερὸν ἐπὶ ταῖς ἀλγηδόσιν αὐτοῦ δεικνύναι. Τυχὸν δὲ ἄν τις ὑμῶν ὑπολάβοι, ὅτι καὶ ὁ χρόνος αὔξησις συμπαθείας, καὶ προσθήκη φίλτρου, οὐχὶ ἀφορμὴ κόρου τοῖς πειραθεῖσιν ἐγγίνεται, ὥστε, ὅσῳ ἐν πλείονι χρόνῳ τῆς εὐεργεσίας πεπείρασθε, τοσούτῳ μᾶλλον τῆς ἀπολείψεως ἐπαισθάνεσθαι· σώματος δὲ δικαίου καὶ σκιὰ τοῦ παντὸς ἀξία τοῖς εὐλαβέσι. Καὶ εἴη γε πολλοὺς ὑμῶν ἐπὶ ταύτης εἶναι τῆς διανοίας (οὐδὲ γὰρ αὐτὸς ἀμελῶς ἔχειν τοῦ ἀνδρός φημι χρῆναι)· ἀλλ' ἀνθρωπίνως συμβουλεύω τὸ λυπηρὸν διαφέρειν. Ἐπεὶ ὅσα γέ ἐστιν εἰπεῖν ἀποκλαιομένους τὴν ζημίαν, οὐδὲ ἐμὲ αὐτὸν διαφεύγει. Σιωπᾷ μὲν γλῶττα, ποταμοῖς ἴσα τὰς ἀκοὰς ἐπικλύζουσα· καρδίας δὲ βάθος, οὐδενὶ τέως καταληπτὸν, ὀνείρων ἀσθενέστερον, ὅσα γε πρὸς ἀνθρώπους, διιπτάμενον οἴχεται. Τίς ὀξύτερον ἐκείνου προϊδέσθαι τὸ μέλλον; τίς ἐν οὕτω σταθερῷ καὶ παγίῳ τῆς ψυχῆς ἤθει ἀστραπῆς τάχιον τοῖς πράγμασιν ἐπελθεῖν ἱκανός; Ὢ πόλις πολλοῖς μὲν ἤδη προειλημμένη πάθεσιν, ὑπ' οὐδενός γε μὴν οὕτως εἰς αὐτὰ τὰ καίρια τοῦ βίου ζημιωθεῖσα! Νῦν ἀπήνθηκέ σοι κόσμος ὁ κάλλιστος· Ἐκκλησία δὲ μέμυκε, καὶ σκυθρωπάζουσι πανηγύρεις, καὶ τὸ ἱερὸν συνέδριον τὸν κορυφαῖον ἐπιποθεῖ, λόγοι δὲ μυστικοὶ τὸν ἐξηγητὴν ἀναμένουσιν, οἱ παῖδες τὸν πατέρα, οἱ πρεσβῦται τὸν ἡλικιώτην, οἱ ἐν τέλει τὸν ἔξαρχον, ὁ δῆμος τὸν προστάτην, οἱ βίου δεόμενοι τὸν τροφέα· πάντες αὐτὸν ἐκ τῶν οἰκειοτάτων ὀνομάτων ἀνακαλούμενοι, ἐπὶ οἰκείῳ πάθει οἰκεῖον αὐτῷ καὶ προσήκοντα ἕκαστος τὸν θρῆνον αἴρουσιν. Ἀλλὰ ποῦ μοι ὁ λόγος ὑφ' ἡδονῆς τῶν δακρύων ἐκφέρεται; Οὐκ ἀνανήψομεν; οὐχ ἡμῶν αὐτῶν γένησόμεθα; οὐκ ἀποβλέψομεν πρὸς τὸν κοινὸν Δεσπότην, ὃς, ἕκαστον τῶν ἁγίων τῇ ἰδίᾳ γενεᾷ ἐπιτρέψας ὑπηρετήσασθαι, τοῖς καθήκουσι χρόνοις πρὸς ἑαυτὸν πάλιν ἀνεκαλέσατο; Νῦν ἐν καιρῷ τῶν ἐκείνου φωνῶν ὑπομνήσθητε· ὃς ἐκκλησιάζων ὑμῖν ἀεὶ διεστέλλετο, Βλέπετε, λέγων, τοὺς κύνας, βλέπετε τοὺς
2. And yet, even if the man did not advance to extreme old age, at all events as regards the time of his presidency over you he had no lack of life. And of the body he partook so much as to show the endurance of his soul in its pains. Yet perhaps someone of you might suppose that time becomes an increase of sympathy and an addition of affection, not an occasion of satiety, to those who have experienced it, so that the longer the time in which you have experienced his benefaction, the more you feel his loss; and even the shadow of a righteous body is worth everything to the devout. And may it be that many of you are of this mind (for neither do I myself say that one ought to be careless of the man); yet I counsel you to bear the sorrow humanly. Since whatever things there are for those bewailing the loss to say do not escape even me myself. Silent is the tongue that flooded the ears like rivers; and the depth of a heart hitherto comprehensible to no one, weaker than dreams so far at least as regards men, has flown away and is gone. Who was keener than he to foresee the future? Who in so steadfast and firm a character of soul was capable of coming upon affairs swifter than lightning? O city already seized beforehand by many calamities, yet by none so damaged in the very vitals of life! Now your fairest ornament has faded away; the Church is closed, and festival assemblies are gloomy, and the sacred council longs for its leader, and mystical discourses await their expounder, the children their father, the elders their comrade in age, the magistrates their chief, the people their champion, those in need of livelihood their nourisher; all calling upon him by the most intimate names, over their own calamity each raises a lamentation intimate and fitting for him. But whither is my discourse carried away by the pleasure of tears? Shall we not return to soberness? Shall we not come to ourselves? Shall we not look towards our common Master, Who, having permitted each of the saints to minister to his own generation, in due seasons called him back again to Himself? Now in season remember his words, who in preaching to the assembly always charged you, saying, Beware of the dogs, beware of the
Notes, col. 308

On the reading

Printed ἐσχατου, for ἐσχάτου.

Printed γένησόμεθα, for γενησόμεθα.

PG 32:309Read from the page
κακοὺς ἐργάτας. Πολλοὶ οἱ κύνες. Τί λέγω κύνες; Λύκοι μὲν οὖν βαρεῖς, ἐν ἐπιφανείᾳ προβάτων τὸ δολερὸν ὑποκρύπτοντες, πανταχοῦ τῆς οἰκουμένης τὸ Χριστοῦ ποίμνιον διασπῶσιν. Οὓς φυλακτέον ὑμῖν, ἐγρηγορικοῦ τινος ποιμένος ἐπιστασίᾳ. Ὃν ὑμέτερον μὲν αἰτῆσαι, φιλονεικίας πάσης καὶ φιλοπρωτίας τὰς ψυχὰς καθαρεύοντας, τοῦ Κυρίου δὲ ἀναδεῖξαι· ὃς ἀπὸ τοῦ μεγάλου προστάτου τῆς Ἐκκλησίας ὑμῶν Γρηγορίου μέχρι τοῦ μακαρίου τούτου, ἄλλον ἐπ' ἄλλῳ προστιθεὶς καὶ συναρμόζων ἀεὶ, οἷον ἔκ τινος ἁρμοῦ λίθων πολυτελῶν, θαυμαστὸν οἷον κάλλος τῆς Ἐκκλησίας ὑμῶν ἐχαρίσατο. Ὥστε οὐδὲ τῶν ἐφεξῆς ἀπελπιστέον. Οἶδε γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ· καὶ ἀγάγοι ἂν εἰς τὸ μέσον τοὺς παρ' ἡμῶν τυχὸν οὐ προσδοκωμένους.
evil workers. Many are the dogs. Why do I say dogs? Grievous wolves rather, hiding their deceit under the outward appearance of sheep, everywhere in the inhabited world tear apart the flock of Christ. Against whom you must guard by the presidency of some watchful shepherd. Whom it is yours indeed to ask for, purifying your souls from all contentiousness and love of pre-eminence, but the Lord's to declare; Who from the great champion of your Church, Gregory, down to this blessed man, ever adding and fitting together one upon another, as if from some jointing of precious stones, has graciously bestowed a marvellous beauty upon your Church. So that neither must you despair of what is to come hereafter. For the Lord knows those who are His; and He would bring forward into the midst those who perhaps are not expected by us.
3. Πάλαι με θέλοντα τῶν λόγων παύσασθαι ἡ ὀδύνη τῆς καρδίας οὐκ ἐπιτρέπει· ἀλλ' ἐπισκήπτω ὑμῖν πρὸς τῶν Πατέρων, πρὸς τῆς ὀρθῆς πίστεως, πρὸς τοῦ μακαρίου τούτου, διαναστῆναι τὴν ψυχὴν, οἰκεῖον ἕκαστον ἑαυτοῦ τὸ σπουδαζόμενον κρίναντα, καὶ τῆς ἐφ' ἑκάτερα τῶν πραγμάτων ἐκβάσεως πρῶτον αὐτὸν ἀπολαύσειν ἡγούμενον, μηδὲ, τὸ τοῖς πολλοῖς συμβαῖνον, πρὸς τὸν πλησίον τὴν τῶν κοινῶν ἐπιμέλειαν ἀπωθεῖσθαι· εἶτα, ἑκάστου τῇ αὐτοῦ διανοίᾳ τῶν πραγμάτων ὀλιγωροῦντος, λαθεῖν ἅπαντας ἴδιον ἑαυτοῖς κακὸν διὰ τῆς ἀμελείας ἐπισπασαμένους. Ταῦτα εἴτε ὡς γειτόνων συμπάθεια, εἴτε ὡς ὁμοδοξούντων κοινωνία, εἴτε καὶ, ὅπερ ἀληθέστερόν ἐστι, τῷ τῆς ἀγάπης πειθομένων νόμῳ, καὶ τὸν ἐκ τοῦ σιωπῆσαι κίνδυνον ἐκκλινόντων, μετὰ πάσης εὐνοίας δέξασθε· πεπεισμένοι, ὅτι καύχημα ἡμῶν ἐστε, καθάπερ καὶ ἡμεῖς ὑμῶν εἰς τὴν ἡμέραν τοῦ Κυρίου, καὶ ὅτι ἐκ τοῦ δοθησομένου ποιμένος ὑμῖν ἢ ἐπὶ πλέον τῷ συνδέσμῳ τῆς ἀγάπης ἑνωθησόμεθα, ἢ πρὸς παντελῆ διάστασιν· ὃ μὴ γένοιτο, μηδὲ ἔσται, τῇ τοῦ Θεοῦ χάριτι, οὐδ' ἂν αὐτὸς εἴποιμι νῦν βλάσφημον οὐδέν. Τοῦτο δὲ εἰδέναι ὑμᾶς βουλόμεθα, ὅτι, εἰ καὶ πρὸς τὴν εἰρήνην τῶν Ἐκκλησιῶν συντρέχοντα ἡμῖν οὐκ ἔσχομεν τὸν μακάριον διά τινας, ὡς αὐτὸς ἡμῖν διεβεβαιοῦτο, προλήψεις, ἀλλ' οὖν γε τῆς πρὸς αὐτὸν ὁμοδοξίας, καὶ τοῦ ἀεὶ κοινωνὸν ἐπικαλεῖσθαι τῶν πρὸς τοὺς αἱρετικοὺς ἀγώνων, ὑπὸ μάρτυρι τῷ θεῷ καὶ ἀνθρώποις τοῖς πεπειραμένοις ἡμῶν οὐδένα καιρὸν ἀπελείφθημεν.
3. Long since, though I wish to cease from speaking, the pain of my heart does not permit me; but I adjure you by the Fathers, by the right faith, by this blessed man, to rouse up your soul, each judging the matter in hand to be his own personal concern, and accounting that he himself will first reap the fruit of the issue of affairs either way, and not, as happens with most people, thrusting off the care of common affairs upon his neighbour; and then, while each in his own mind neglects affairs, all unawares drawing down upon themselves a private evil through negligence. Receive these words with all goodwill, whether as the sympathy of neighbours, or as the fellowship of those of the same faith, or even, what is truer, of those who obey the law of love and shun the danger of keeping silence; being persuaded that you are our boasting, even as we also are yours unto the day of the Lord, and that from the shepherd who shall be given to you either we shall be united still more in the bond of love, or unto complete separation—which may it not be, nor shall it be, by the grace of God, nor would I myself now utter anything of ill omen. But this we wish you to know, that, even if we did not have the blessed man concurring with us towards the peace of the Churches on account of certain preconceptions, as he himself assured us, yet at all events from agreement in faith with him, and from ever calling upon him as a partner in our struggles against the heretics, before God as witness and men who have had experience of us, at no time did we fall short.
ΕΠΙΣΤΟΛΗ ΚΘʹ.
Epistle 29.
Τῆ Ἐκκλησίᾳ Ἀγκύρας παραμυθητική.
Consolatory to the Church of Ancyra.
Πολὺν ἡμῖν χρόνον σιωπὴν ἐνεποίησεν ἡ ἔκπλη-
For a long time silence was wrought in us by the asto-
Notes, col. 309

On the reading

Printed Τῆ, for Τῇ.

PG 32:312Read from the page
ξις τῆς βαρυτάτης ἀγγελίας τοῦ συμβάντος κακοῦ. Ἐπεὶ δὲ μικρόν πως τῆς ἀφασίας ἀνηνέγκαμεν, ἣν ὡς οἱ βροντῇ μεγάλῃ τὰς ἀκοὰς καταπλαγέντες, πεπόνθαμεν· ἀναγκαίως νῦν ἐπεστενάξαμεν τῷ συμβάντι, καὶ μεταξὺ ὀδυρόμενοι τὴν ἐπιστολὴν ὑμῖν ἐξεπέμψαμεν· οὐ παρακλήσεως ἕνεκεν, (τίς γὰρ ἂν καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;) ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας ἡμῶν, καθ' ὅσον δυνατὸν, ἐκ τῆς φωνῆς, ταύτης ὑμῖν διασημαίνοντες. Νῦν ἐδεόμην τῶν Ἱερεμίου θρήνων, καὶ εἴ δή τις ἄλλος τῶν μακαρίων ἀνδρῶν συμφορᾶς μέγεθος ἐμπαθῶς ἀπωδύρατο. Πέπτωκεν ἀνὴρ, στῦλος τῷ ὄντι καὶ ἑδραίωμα τῆς Ἐκκλησίας· μᾶλλον δὲ αὐτὸς μὲν πρὸς τὴν μακαρίαν ζωὴν ἀρθεὶς ἀφ' ἡμῶν οἴχεται· κίνδυνος δὲ οὐ μικρὸς, μὴ πολλοὶ τῷ ἐρείσματι τούτῳ ὑπεξαιρεθέντι συγκαταπέσωσι, καὶ τὰ σαθρά τινων φανερὰ γένηται. Κέκλεισται στόμα παῤῥησίας τε δικαίας καὶ λόγους χάριτος ἐπ' οἰκοδομῇ τῆς ἀδελφότητος βρύον. Οἴχεται δὲ φρενὸς βουλεύματα, τῆς ὄντως ἐν Θεῷ κινουμένης. Ὢ ποσάκις μοι (κατηγορήσω γὰρ ἐμαυτοῦ) ἐπῆλθεν ἀγανακτῆσαι κατὰ τοῦ ἀνδρός· ὅτι, ὅλως γενόμενος τῆς ἐπιθυμίας τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, τὸ ἐπιμεῖναι ἐν τῇ σαρκὶ οὐ προετίμησε δι' ἡμᾶς. Πρὸς τίνα λοιπὸν τὰς φροντίδας τῶν Ἐκκλησιῶν ὑπερθώμεθα; τίνα κοινωνὸν τῶν λυπηρῶν λάβωμεν; τίνα μεριστὴν τῆς εὐφροσύνης; Ὢ τῆς δεινῆς ὄντως καὶ σκυθρωπῆς ἐρημίας! Πῶς ἀκριβῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ; Ἀλλὰ μὴν τά γε συναφθέντα μέλη τῆς Ἐκκλησίας, οἷον ὑπὸ ψυχῆς τινος, τῆς ἐκείνου προστασίας, εἰς μίαν συμπάθειαν καὶ ἀκριβῆ κοινωνίαν συναρμοσθέντα, καὶ φυλάσσεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης πρὸς τὴν πνευματικὴν ἁρμολογίαν παγίως, καὶ φυλαχθήσεται εἰς ἀεὶ, τοῦτο τοῦ Θεοῦ χαριζομένου, ἑδραῖα μένειν καὶ ἀμετακίνητα τῆς μακαρίας ἐκείνης ψυχῆς τὰ ἔργα, ὅσα ἐνήθλησε ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. Πλὴν ἀλλ' ὁ ἀγὼν οὐ μικρὸς, μή τινες πάλιν ἔριδες καὶ διχοστασίαι, ἐπὶ τὴν ἐκλογὴν τοῦ προστατοῦντος ἀναφυεῖσαι, πάντα ὁμοῦ τὸν κόπον ἐκ τῆς τυχούσης ἔριδος ἀνατρέψωσιν.
report of the calamity that has come to pass. But when we had recovered a little from our speechlessness, which we suffered like those struck in their hearing by a great thunderclap, we necessarily groaned now over what has happened, and in the midst of our lamentation we sent off this letter to you: not for the sake of consolation (for what word could even be found as a physician for so great a misfortune?), but signifying to you through this voice, so far as is possible, the pain of our heart. Now I stood in need of the lamentations of Jeremiah, and of whatever other among blessed men has passionately bewailed the magnitude of a calamity. A man has fallen, truly a pillar and bulwark of the Church; or rather, he himself has departed, taken up from us to the blessed life, while there is no small danger lest many fall down together when this support has been removed from under them, and the unsoundness of some become manifest. Closed is a mouth of righteous boldness of speech and gushing forth words of grace for the edification of the brotherhood. Gone are the counsels of a mind that was truly moved in God. Oh, how many times has it come upon me (for I shall accuse myself) to be indignant against the man, because, having given himself wholly to the desire to depart and to be with Christ, he did not prefer to remain in the flesh on our account! Upon whom henceforth shall we lay the cares of the Churches? Whom shall we take as a partner in our griefs? Whom as a sharer in our gladness? Oh, the truly dreadful and gloomy desolation! How exactly have we been made like a pelican of the wilderness! Yet truly the members of the Church that were joined together, fitted into one sympathy and exact fellowship as though by a single soul, namely his presidency, both are firmly preserved through the bond of peace towards spiritual harmony, and will be preserved for ever, God granting this, so that the works of that blessed soul, all that he laboured in for the Churches of God, may remain steadfast and immovable. Nevertheless, the struggle is no small one, lest some strifes and divisions, springing up again over the election of the one who is to preside, overturn all the toil together out of some chance strife.
PG 32:313Read from the page
ΕΠΙΣΤΟΛΗ Λʹ.
Epistle 30.
Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων.
To Eusebius, Bishop of Samosata.
Εἰ πάσας ἐφεξῆς γράφοιμι τὰς αἰτίας ὑφ' ὧν μέχρι τοῦ παρόντος κατεσχέθην, καὶ πάνυ ὡρμημένος πρὸς τὴν σὴν θεοσέβειαν, ἱστορίας ἂν μῆκος ἀπέραντον ἐκπληρώσαιμι. Νόσους μὲν ἐπαλλήλους καὶ χειμῶνος ἐπάχθειαν, καὶ πραγμάτων συνοχὴν παρίημι λέγειν, γνώριμα ὄντα καὶ ἤδη προδεδηλωμένα τῇ τελειότητί σου. Νῦν δὲ καὶ ἣν μόνην εἶχον τοῦ βίου παραμυθίαν τὴν μητέρα, καὶ ταύτην ἀφῃρέθην ὑπὸ τῶν ἁμαρτιῶν μου. Καὶ μὴ καταγελάσῃς μου ὡς ἐν τούτῳ τῆς ἡλικίας ὀρφανίαν ἀποδυρομένου· ἀλλὰ σύγγνωθί μοι ψυχῆς χωρισμὸν ἀνεκτῶς μὴ φέροντι, ἧς οὐδὲν ἀντάξιον ἐν τοῖς λειπομένοις ὁρῶ. Πάλιν οὖν μοι ὑπέστρεψε τὰ ἀῤῥωστήματα, καὶ πάλιν ἐπὶ κλίνης κατάκειμαι ἐπὶ μικρᾶς παντελῶς τῆς δυνάμεως σαλεύων, καὶ μόνον οὐκ ἐφ' ἑκάστης ὥρας τὸ ἀναγκαῖον πέρας τῆς ζωῆς ἐκδεχόμενος. Αἱ δὲ Ἐκκλησίαι σχεδόν τι παραπλησίως τῷ σώματί μου διάκεινται, ἀγαθῆς μὲν ἐλπίδος οὐδεμιᾶς ὑποφαινομένης, ἀεὶ δὲ πρὸς τὸ χεῖρον τῶν πραγμάτων ὑποῤῥεόντων. Τέως δὲ ἡ Νεοκαισάρεια καὶ ἡ Ἄγκυρα ἔδοξαν ἔχειν διαδόχους τῶν ἀπελθόντων, καὶ μέχρι τοῦ νῦν ἡσυχάζουσιν. Ἀλλ' οὐδὲ ἡμῖν οἱ ἐπιβουλεύοντες ποιῆσαί τι τοῦ θυμοῦ καὶ τῆς πικρίας ἄξιον μέχρι τοῦ παρόντος συνεχωρήθησαν. Καὶ τούτου τὴν αἰτίαν ταῖς σαῖς ὑπὲρ τῶν Ἐκκλησιῶν πρεσβείαις προδήλως ἡμεῖς ἀνατίθεμεν. Ὥστε μὴ ἀποκάμῃς προσευχόμενος ὑπὲρ τῶν Ἐκκλησιῶν, καὶ δυσωπῶν τὸν Θεόν. Τοὺς καταξιωθέντας ἐξυπηρετεῖσθαι τῇ ὁσιότητί σου πάμπολλα πρόσειπε.
If I were to write out in order all the causes by which I have been detained up to the present, even though most eager to come to your godly reverence, I would fill up an endless length of history. Successive illnesses and the heaviness of winter and the pressure of affairs I pass over to mention, as they are known and have already been made clear beforehand to your perfection. But now even the sole consolation of life that I had, my mother, even her I have had taken from me by my sins. And do not laugh at me as bewailing orphanhood at this time of life; but pardon me for not bearing with endurance the separation of a soul to which I see nothing comparable among those left behind. Again, therefore, my infirmities have returned to me, and again I lie upon my bed, tossing upon exceedingly slight strength, and all but awaiting at every hour the necessary end of life. And the Churches are in a state almost similar to my body, with no good hope dawning, while affairs are ever slipping away towards the worse. For the time being, however, Neocaesarea and Ancyra have seemed to have successors to those who departed, and up to now they are quiet. Nor even against us have those who plot been permitted up to the present to do anything worthy of their wrath and bitterness. And the cause of this we manifestly ascribe to your intercessions on behalf of the Churches. Wherefore do not grow weary in praying on behalf of the Churches and entreating God. Greet very much those who have been deemed worthy to minister to your holiness.
ΕΠΙΣΤΟΛΗ ΛΑʹ
Epistle 31.
Εὐσεβίῳ ἐπισκόπῳ Σαμοσάτων.
To Eusebius, Bishop of Samosata.
Οὔπω ἡμᾶς ὁ λιμὸς ἀνῆκε· διόπερ ἀναγκαία ἡμῖν ἐστιν ἡ ἐπὶ τῆς πόλεως διαγωγὴ, ἢ οἰκονομίας
The famine has not yet left us; wherefore our stay in the city is necessary for us, either for the sake of stewardship