αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς Κύριον ἀπειθοῦσιν. Εἶτα Μωϋσῆς μὲν ἐπὶ περιφάνειαν βίου καὶ λαοῦ προστασίαν τοσούτου καλούμενος, παραιτεῖται· Τίς εἰμι, ὅτι πορεύσομαι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, καὶ ἐξάξω τὸν λαὸν ἐκ τῆς Αἰγύπτου; καὶ πάλιν· Δέομαι, Κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς χθὲς, οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας, οὐδὲ ἀφ' οὗ ἤρξω λέγειν τῷ θεράποντί σου· καὶ πάλιν· Δέομαι, Κύριε, προχείρισαι ἄλλον δυνάμενον, ὃν ἀποστελεῖς. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Πορεύου καὶ ὁδήγει τὸν λαὸν τοῦτον, καὶ τὸν ἄγγελόν μου ἐξαποστελῶ ἔμπροσθέν σου. Τί οὖν ὁ Μωϋσῆς· Δέομαι, Κύριε, εἰ μὴ αὐτὸς σὺ προπορεύῃ ἡμῶν, μὴ ἀναγάγῃς ἡμᾶς ἐντεῦθεν; Ἠσαΐας δὲ οὐδὲν τοιοῦτον ἀκούσας, ἀλλὰ μόνην τὴν χρείαν διδαχθεὶς τῆς ἀποστολῆς, ἑκὼν ἑαυτὸν ἐπέδωκε, καὶ μέσοις ἐνέβη τοῖς δεινοῖς. Τίς οὖν ἡ διάνοια τῶν ἀνδρῶν; Τοῦ μὲν Μωϋσέως, ὅτι ἁμαρτωλὸς ὁ λαὸς, καὶ χρήζει τοῦ ἀφιέντος ἁμαρτίας, ὅπερ ἀγγέλοις ἀδύνατον. Τιμωροὶ μὲν γὰρ τῶν ἁμαρτανομένων ἄγγελοι, συγχωρητικοὶ δὲ τῶν πλημμελουμένων, οὐχ ἔτι· ἐλθέτω οὖν ὁ ἀληθινὸς νομοθέτης, ὁ δυνατὸς Σωτὴρ, ὁ μόνος ἔχων ἐξουσίαν ἀφιέναι ἁμαρτίας· τοῦ δὲ Ἠσαΐου, ὅτι τῇ ὑπερβολῇ τῆς ἀγάπης, οὐδὲν τῶν μελλόντων ἐπάγεσθαι αὐτῷ παρὰ τοῦ λαοῦ ἐλογίσατο. Τούτων ἑκατέρου τὸν τρόπον ζηλώσωμεν, ἵνα καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
of them with lawlessness disobey the things towards the Lord. Then Moses indeed, being called to splendour of life and the leadership of so great a people, excuses himself: Who am I, that I should go unto Pharaoh king of Egypt, and bring forth the people out of Egypt? (Exod. 3:11) and again: I beseech Thee, O Lord, I am not sufficient before yesterday, nor before the third day, nor since Thou hast begun to speak to Thy servant; (Exod. 4:10) and again: I beseech Thee, O Lord, appoint another who is able, whom Thou shalt send. (Exod. 4:13) And the Lord unto him: Go and lead this people, and I will send forth Mine angel before thee. (Exod. 32:34) What then says Moses: I beseech Thee, O Lord, if Thou Thyself go not before us, bring us not up hence? (Exod. 33:15) Whereas Isaiah, having heard no such thing, but having been taught only the need of the mission, willingly gave himself up, and stepped into the midst of the perils. What then was the mind of the men? That of Moses indeed, that the people is sinful, and stands in need of Him Who forgives sins, which thing is impossible for angels. For angels are avengers of sins committed, but pardoners of offences they are no longer; let the true Lawgiver therefore come, the mighty Saviour, Who alone has authority to forgive sins; whereas that of Isaiah, that through the excess of his love, he took no account of any of the things that were about to be brought upon him by the people. Let us emulate the manner of each of these men, that we may also attain unto the good things to come, in Christ Jesus our Lord, with Whom to the Father be glory, honour, might, together with the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
1. Οὔτε τὰ δεξιὰ καὶ περισπούδαστα τοῖς πολλοῖς τὸ ἑστὼς καὶ μόνιμον ἔχει, οὔτε τὰ περιστατικὰ τῶν πραγμάτων καὶ κατηφῆ παγίως ἥδρασται, ἀλλὰ πάντα σάλῳ τινὶ καὶ κλόνῳ καὶ μεταβολαῖς ἀδοκήτοις ὑπόκειται. Οὔτε γὰρ ὑγεία σώματος, οὔτε νεότητος ἄνθος, οὔτε εὐθηνία οἴκου, οὐχ ἡ λοιπὴ συμμετρία τοῦ βίου ἐπὶ πολὺ διαμένει· ἀλλ' ἐν τῇ εὐοδίᾳ ὢν τοῦ βίου, ἐκδέχου ποτὲ καὶ χειμῶνα πραγμάτων. Ἥξει γὰρ νόσος, ἥξει πενία, οὐκ ἀεὶ κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος. Ἀλλὰ καὶ τὸν περίβλεπτον ἐν πᾶσι καὶ ζηλωτὸν ἀδόκητοι πολλάκις ἀδοξίαι καταλαμβάνουσι· καὶ πᾶσαν εὐημερίαν τοῦ βίου, οἷον σπιλάδες τινὲς, περιστάσεις ἀβούλητοι συνετάραξαν. Καὶ ἡ συνέχεια τῶν κακῶν ὥσπερ κύματά σοί ἐστιν, ἄλλα ἐπ' ἄλλοις ἐπεγειρόμενα. Ὄψει δέ ποτε καὶ ταῦτα παραδραμόντα, καὶ πρὸς ἱλαρότητα καὶ λευκὴν ὄντως γαλήνην τὸν βίον μεταβαλλό-
1. Neither do the things that are favourable and eagerly sought after by the many possess stability and permanence, nor are the afflictive and gloomy circumstances of affairs firmly established, but all things are subject to a certain tossing and turmoil and unexpected changes. For neither health of body, nor the bloom of youth, nor abundance of household, nor the rest of the due proportion of life abides for long; but while you are in the prosperous journey of life, expect at some time also a storm of affairs. For sickness will come, poverty will come, since the wind does not always stand fair astern. Moreover, unexpected disgraces oftentimes overtake even the man who is admired in all things and envied; and unwelcome crises, like certain sunken rocks, trouble all the prosperity of life. And the succession of evils is to you like waves, raised up one upon another. Yet at some time you will see even these things having passed by, and life changing towards cheerfulness and a truly bright calm.