Migne Reading Room

PG 32 · cols. 1192–1201 · Read from the page

Epistles

Epistles

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 32:1192Read from the page
θεασάμενος φοβεῖται, μή ποτε εἰς ἡλικίαν ἐλθὸν μιμήσηται τὸν πατέρα· οὕτω καὶ τὰ σὰ ἔκγονα πονηρίας πατρικῆς εἶναι κληρονόμα ὑποπτευόμενα, πρὶν εἰς ἡλικίαν ἐλθεῖν, παρὰ πάντων ἐπιβουλευθήσεται. Ὡς γὰρ οἱ ποταμοὶ ἐκ μικρᾶς τῆς πρώτης ἀρχῆς ὁρμηθέντες, εἶτα ταῖς κατ' ὀλίγον προσθήκαις ἀνυπόστατον λαμβάνοντες τὴν αὔξησιν, τῷ βιαίῳ τῆς φορᾶς τὸ ἐνιστάμενον παρασύρουσιν· οὕτω δὴ καὶ οἱ πλούσιοι ἐκ μικρᾶς δυνάμεως προελθόντες, καὶ ἐκ τῶν ἤδη καταδυναστευθέντων τὴν τοῦ πλεῖον ἀδικεῖν δύναμιν προσλαμβάνοντες, τοῖς προηδικημένοις τοὺς λειπομένους καταδουλοῦνται, καὶ γίνεται αὐτοῖς δυνάμεως αὔξησις ἡ περιουσία τῆς πονηρίας, πλείονα λόγον ἑκάστου τῶν ἠδικημένων ἔχοντος μὴ προσπαθεῖν τι κακὸν, ἢ δίκην λαβεῖν ὑπὲρ τῶν φθασάντων.
beholds the young of a scorpion fears lest, coming to maturity, it may imitate its father; so also your offspring, being suspected of being heirs of their father's wickedness, before coming to maturity, will be plotted against by all. For as rivers, starting from a small first beginning, then receiving an irresistible increase by gradual additions, sweep away with the violence of their rush whatever stands in their way; so indeed the rich also, advancing from a small power, and from those already oppressed acquiring the power to do greater wrong, enslave those who are left by means of those previously wronged, and the abundance of their wickedness becomes an increase of power for them, since each of those who have been wronged takes more account of not suffering some further evil than of obtaining justice for what has already happened.
6. Μὴ τοίνυν ἐπιθυμήσῃς τῆς τοῦ πλησίον χώρας Μὴ αὔλακα αὔλακι προστιθεὶς, κατὰ μικρὸν αὔξανε τὴν γῆν. Ὅσον γὰρ πλατύνεις ἐκ τῆς ἀλλοτρίας προσθήκης τὴν γῆν, τοσούτῳ μακροτέραν σοι τὴν ἁμαρτίαν κατασκευάζεις. Καὶ ἡ μὲν γῆ ἐνταῦθα παραμένει, κατὰ μικρόν σοι προχωρηθεῖσα, καὶ διὰ τῆς πλεονεξίας γενομένη, οὐκ ἔτι σὴ, ἀλλὰ τῶν μετὰ σὲ, καὶ ἀφίεις ἄδικον τῷ διαδεχομένῳ τὸν βίον. Ἡ γῆ ἕστηκεν εἰς τὸν αἰῶνα· ἡ δὲ ἁμαρτία ἀκολουθήσει ὡς σκιὰ, πάσῃ ἑπομένη ψυχῇ. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώματι ἕπεται, οὕτω καὶ ἡ ἁμαρτία τῇ ψυχῇ συμπέφυκεν. Ἄλλως τε ὅσοι μετὰ παρορισμοῦ τῶν πλησίον, τοὺς ὅρους τῶν οἰκείων κτήσεων ὑπερεξέτειναν, διὰ τὸ ἀπὸ στεναγμοῦ τῶν ἠδικημένων συμπεπορίσθαι τὰς κτήσεις, ἀλλότριοι τῆς θείας ἀπεδείχθησαν εὐλογίας· ὥστε ἔνθα ζεύγη δέκα βοῶν εἰργάσατο, κατὰ τὸν Ἠσαΐαν, μόγις κεράμιον ἓν τρυγηθῆναι· καὶ ἔνθα ἓξ ἀτράβαι κατεσπάρησαν, τρία μέτρα συνάγεσθαι τὸν καρπόν. Πονηρὸς ἐν πόλει σύνοικος, πονηρὸς ἐν ἀγροῖς ὁ πλεονέκτης. Ἡ θάλασσα οἶδε τὰ ὅρια αὐτῆς· ἡ νὺξ οὐχ ὑπερβαίνει ὁροθεσίας ἀρχαίας. Ὁ πλεονέκτης δὲ οὐκ αἰδεῖται χρόνον, οὐ γνωρίζει ὅρον, οὐ συγχωρεῖ ἀκολουθίῳ διαδοχῆς· ἀλλὰ μιμεῖται τοῦ πυρὸς τὴν βίαν, πάντα ἐπιλαμβάνων, καὶ πάντα ἐπινεμόμενος. Ὅσα ἐπιβλέπει ὁ ὀφθαλμὸς, τοσούτων ἐπιθυμεῖ ὁ πλεονέκτης. Οὐ πλησθήσεται ὁ ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ κορεσθήσεται φιλάργυρος τοῦ λαμβάνειν. Ὁ ᾅδης οὐκ εἶπεν, Ἀρκεῖ, οὐδ' ὁ πλεονέκτης εἶπέ ποτε· Ἀρκεῖ. Τὸ δὲ ἐντεῦθεν κέρδος τί; Ἀγρυπνίαι, μέριμναι, φροντίδες. Δικαστὴς προσδοκᾶται, καὶ οὗτος
6. Do not, therefore, covet your neighbour's land. Do not, adding furrow to furrow, little by little increase your land. For by as much as you widen your land from the addition of what is another's, by so much do you prepare a longer sin for yourself. And the land indeed remains here, having advanced to you little by little, and having become through covetousness no longer yours, but that of those after you, and you leave an unrighteous livelihood to him who succeeds you. The earth stands for ever (Eccles. 1:4); but sin will follow like a shadow, attending every soul. For just as the shadow follows the body, so also sin grows together with the soul. Moreover, all who by displacing their neighbours' landmarks have stretched the boundaries of their own possessions beyond measure, because their possessions have been procured from the groaning of the wronged, have been shown to be strangers to the divine blessing; so that where ten yoke of oxen ploughed, according to Isaiah, scarcely one jar is harvested; and where six artabas were sown, three measures of fruit are gathered in (Isa. 5:10). A wicked housemate in the city, a wicked neighbour in the fields is the covetous man. The sea knows its bounds; the night does not overstep ancient boundary-marks. The covetous man, however, does not respect time, does not recognize a bound, does not yield to the order of succession; but imitates the violence of fire, seizing upon all things, and devouring all things. As many things as the eye looks upon, so many does the covetous man covet. The eye shall not be filled with seeing (Eccles. 1:8), and the lover of money shall not be satisfied with taking. Hades has not said, It is enough (Prov. 27:20; 30:16), nor has the covetous man ever said, It is enough. And what is the gain from this? Sleepless nights, anxieties, cares. A judge is expected, and this man
Notes, col. 1192

On the reading

Printed ἀτράβαι, for ἀρτάβαι.

Printed ἀκολουθίῳ, for ἀκολουθίᾳ.

PG 32:1193Read from the page
περισκοπεῖ, μὴ εἰς δικαστήρια παρασυρῇ. Βουλεύεται ἐν νυκτὶ, τίνας τῶν πικρῶν συνηγόρων παρασκευάσει, ἵνα ψευδεῖς μαρτυρίας ἐκμισθώσηται· πῶς ἐκπολιορκήσει τὸν ἐν τῇ ἐρημίᾳ, πῶς καταδυναστεύσει τούτου, καὶ ἐν δικαστηρίῳ τὴν ἀλήθειαν κλέψας, ἀμφοτέρους ἀναλώσει, καὶ τὸν δικαστὴν παρακρουσάμενος, καὶ τὸν ἀδικηθέντα πλεονεκτήσας. Τὸν πλοῦτον, τὸν μὲν δημοσιεύει, τὸν δὲ κατωρυγμένον ἔχει πρὸς ἐλπίδας τὰς ἀδήλους ἀποτιθέμενος, ἐλπίδας τὰς οὐκ ἐλπίδας. Εἰ γὰρ πρὸς ἐλπίδας ἦν ἡ ἀπόθεσις, πρὸς τὴν αιωνίαν ἐλπίδα ἐγένετο ἂν ἡ παρασκευή. Νυνὶ δὲ ὑποκρύπτει τῇ κλίνῃ τὸν πλοῦτον τὸν ἄδηλον, τὴν ἐπερχομένην ζημίαν ἀποστρέφειν οἰόμενος. Ἀλλ' εἰ μὲν ἥξει ποτὲ ἡ χρεία, ἄδηλον· ἥξει μέντοι καιρὸς, ἐν ᾧ μεταμεληθήσεται, μὴ οἰκονομήσας τὸν πλοῦτον. Τοῦτο πρόδηλον, κἀγώ εἰμι ὁ ἐγγυώμενος. Τί ποιεῖς, ἄθλιε; Τῇ γῇ παραδίδως τὸν θησαυρόν. Πότε χρήσῃ τοῖς παροῦσι; πότε ἀπολαύσεις αὐτῶν, ἀεὶ τοῖς πόνοις τῆς κτήσεως συνεχόμενος; Οὐ προφασίζῃ μυρία, ἵνα λάβῃς τὰ τοῦ πλησίον; Ἐπισκοτεῖ μοι, φησὶ, τοῦ γείτονος ἡ οἰκία· θορύβους ἐνίησιν, ἢ τὸ ἀποπλανώμενον ὑποδέχεται. Εἰ ἐπιθυμεῖς τῆς τοῦ γείτονος οἰκίας, γείτων δέ σοι πάντως οὐ λείψει, ἀνάγκη σε δηλονότι ἐπὶ τὰ ἔσχατα φθάσαι τῆς καθ' ἡμᾶς οἰκουμένης. Εἰ δὲ τοῦτο ἀμήχανον, ἀπὸ τῆς πρώτης ἐννοίας παῦσον σεαυτοῦ τὴν πρὸς τὸ κακὸν ὁρμὴν, ὦ ἄνθρωπε, ἀρκούμενος οἷς παρέλαβες, ἐπιμένων οἷς ἔχεις· εἰδὼς, ὅτι καὶ μεγέθη οἰκιῶν, διὰ τὸ ἐξ ἀδικίας συστῆναι, ἔρημά ἐστι τῶν οἰκητόρων, καὶ πλῆθος χώρας ἐκ πλεονεξίας περιληφθὲν ἄγονον πολλάκις τῶν καρπῶν ἀπεδείχθη. Προλαμβάνει γὰρ πολλάκις τὴν μέλλουσαν κρίσιν ἡ θεία δίκη, καὶ ἤδη τὰς ἀδίκως περιωρισμένας οἰκίας εἰς ἄχρηστον περιίστησιν, ἀπὸ τῆς πολυανθρώπου οἰκήσεως καὶ τῆς λαμπρᾶς εὐθηνίας ἐρήμους τῶν οἰκητόρων ποιοῦσα. Ὁ γὰρ τῶν ἀλλοτρίων ἐρῶν μετ' οὐ πολὺ θρηνήσει, τῶν ἰδίων ἀποστερούμενος. Τί τὸν Ναυουθαὶ τὸν Ἰεζραηλίτην ἀπέκτεινεν· οὐχ ἡ τοῦ Ἀχαὰβ ἐπιθυμία τοῦ ἀμπελῶνος;
looks round anxiously lest he be dragged into law-courts. He deliberates at night which of the bitter advocates he will suborn, that he may hire false testimonies; how he will besiege the man in solitude, how he will overpower him, and stealing away the truth in the law-court, ruin both, both cheating the judge and defrauding the wronged man. His wealth, part of it he displays in public, and part of it he keeps buried, laying it away for uncertain hopes, hopes that are no hopes. For if the laying away were for hopes, the preparation would have been for the eternal hope. But now he hides away under his bed the uncertain wealth, supposing that he averts coming loss. Yet whether the need will ever come is uncertain; a time will come, however, in which he will repent of not having dispensed his wealth as a steward. This is manifest, and I am the surety. What are you doing, wretched man? You hand your treasure over to the earth. When will you use the things that are present? When will you enjoy them, being ever held fast by the toils of acquisition? Do you not allege ten thousand pretexts, that you may take your neighbour's goods? My neighbour's house darkens me, says he; it sends in noises, or harbours strays. If you covet your neighbour's house, and a neighbour will assuredly never fail you, needs must you plainly reach the uttermost ends of our inhabited world. But if this is impossible, check your impulse towards evil from the first thought, O man, being content with what you have received, abiding in what you have; knowing that both great houses, because they were put together out of unrighteousness, are desolate of inhabitants, and a multitude of land encompassed out of covetousness has often been shown barren of fruits. For divine justice often anticipates the coming judgement, and already turns into uselessness houses unjustly enclosed, making them desolate of inhabitants after their populous habitation and splendid prosperity. For he who lusts after the goods of others will lament before long, being deprived of his own. What slew Naboth the Jezreelite; was it not Ahab's lust for the vineyard?
7. Μνήσθητι τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ Ἀποκαλύπτεται ὀργὴ ἀπ' οὐρανοῦ. Μνήσθητι τῆς ἐνδόξου τοῦ Χριστοῦ παρουσίας, ὅτε ἀναστήσονται, οἱ μὲν τὰ ἀγαθὰ πράξαντες, εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα, εἰς ἀνάστασιν κρίσεως. Ἐκεῖνα λυπείτω σε, καὶ μὴ λυπείτω σε ἡ τοῦ Θεοῦ ἐντολή. Πῶς σε δυσωπήσω; τί φθέγξομαι; Βασιλείας οὐκ ἐπιθυμεῖς, γέενναν οὐ φοβῇ· πόθεν εὑρεθῇ ἴασις τῇ ψυχῇ σου; Εἰ γὰρ τὰ φρικτὰ οὐ φοβεῖ, τὰ φαιδρὰ οὐ προτρέπεται, λιθίνῃ καρδίᾳ διαλεγόμεθα.
7. Remember that day, in which wrath is revealed from heaven (Rom. 1:18). Remember the glorious coming of Christ, when they that have done good things shall rise unto the resurrection of life, and they that have done evil things, unto the resurrection of judgement (John 5:29). Let those things grieve you, and let not the commandment of God grieve you. How shall I put you to shame? What shall I utter? You do not desire the kingdom, you do not fear Gehenna; whence shall healing be found for your soul? For if fearful things do not frighten, and bright things do not urge on, we are conversing with a heart of stone.
Notes, col. 1193

On the reading

Printed αιωνίαν, for αἰωνίαν.

PG 32:1196Read from the page
Ἐβουλόμην σε μικρὸν ἀναπνεῦσαι τῶν ἔργων τῆς ἀδικίας, ὦ πλεονέκτα, καὶ δοῦναι σχολὴν τοῖς ἑαυτοῦ λογισμοῖς, ὥστε ἐνθυμηθῆναι, πρὸς ποῖον πέρας ἡ σπουδὴ τῶν γινομένων συντέτακται. Ἔχεις γῆς ἀροσίμης πλέθρα τόσα καὶ τόσα, γῆς πεφυτευμένης τοσαῦτα ἕτερα, ὄρη, πεδία, νάπας, ποταμοὺς, λιβάδας. Τί οὖν μετὰ ταῦτα; Οὐχὶ τρεῖς σε πήχεις ἀναμένουσιν; οὐχὶ λίθων ὀλίγων βάρος ἀρκέσει πρὸς φυλακὴν τῇ δυστήνῳ σαρκί; Ὑπὲρ τίνος παρανομεῖς; τί συνάγεις χερσὶν ἀκαρπίαν, καὶ ὕλην τῷ αἰωνίῳ πυρί; Οὐ νήψεις ποτὲ ἀπὸ τῆς μέθης ταύτης; οὐχ ὑγιανεῖς τοὺς λογισμούς; οὐχ ἑαυτοῦ γενήσῃ; οὐ πρὸ ὀφθαλμῶν λήψῃ τὸ τοῦ Χριστοῦ δικαστήριον; Τί ἀπολογήσῃ, ἐπειδάν σε κύκλῳ περιστάντες οἱ ἠδικημένοι καταβοῶσί σου ἐπὶ τοῦ δικαίου κριτοῦ; Τί ποιήσεις; ποίους συνηγόρους μισθώσῃ; ποίους μάρτυρας παραστήσεις; πῶς παραπείσεις τὸν ἀπαραλόγιστον δικαστήν; Οὐκ ἔνι ῥήτωρ ἐκεῖ, οὐκ ἔνι πιθανότης ῥημάτων, κλέψαι δυναμένη τοῦ δικαστοῦ τὴν ἀλήθειαν· οὐκ ἀκολουθοῦσιν οἱ κόλακες, οὐ τὰ χρήματα, οὐχ ὁ ὄγκος τοῦ ἀξιώματος. Ἔρημος φίλων, ἔρημος βοηθῶν, ἀσυνηγόρητος, ἀναπολόγητος, κατῃσχυμμένος ἀπολειφθήσῃ, σκυθρωπὸς, κατηφὴς, μεμονωμένος, ἀπαῤῥησίαστος. Ὅπου γὰρ ἂν περιαγάγῃς τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς εἰκόνας· ἔνθεν τοῦ ὀρφανοῦ τὰ δάκρυα, ἐκεῖθεν τῆς χήρας τὸν στεναγμὸν, ἑτέρωθεν τοὺς κατακονδυλισθέντας ὑπὸ σοῦ πένητας, τοὺς οἰκέτας οὓς κατέξαινες, τοὺς γείτονας οὓς παρώργιζες. Πάντα σοι ἐπαναστήσεται, καὶ πονηρὸς χορὸς τῶν κακῶν σου πράξεων περιστοιχίσεταί σε. Οὐκ ἔστιν ἄρνησις ἐκεῖ, ἀλλὰ ἐμφράσσεται πᾶν στόμα ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγματα, οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φαινόμενα οἷα ὑφ' ἡμῶν κατεσκεύασται. Φύγωμεν τοιγαροῦν τὸ τῆς πλεονεξίας χαλεπώτατον πάθος, ὅση δύναμις· φύγωμεν, ἵνα καὶ τὴν ἀπειλουμένην ἡμῖν τιμωρίαν φύγωμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ, καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.
I could wish that you would take a brief respite from the works of injustice, O covetous man, and grant leisure to your own thoughts, so as to ponder towards what end the pursuit of the things being done is directed. You possess so and so many acres of arable land, and as many more of planted land, mountains, plains, wooded vales, rivers, meadows. What then after these things? Do not three cubits await you? Will not the weight of a few stones suffice for guarding your wretched flesh? For the sake of what do you transgress the law? Why do you gather fruitlessness with your hands, and fuel for the eternal fire? Will you never sober up from this drunkenness? Will you not become sound in your thoughts? Will you not come to yourself? Will you not set before your eyes the judgement-seat of Christ? What defence will you make, when those who have been wronged, standing around you in a circle, cry out against you before the righteous Judge? What will you do? What advocates will you hire? What witnesses will you produce? How will you win over the Judge Who cannot be deceived by false reasoning? There is no orator there, there is no persuasiveness of words able to steal away the truth from the Judge; flatterers do not follow, nor wealth, nor the pomp of dignity. Bereft of friends, bereft of helpers, without an advocate, without defence, you will be left behind put to shame, downcast, dejected, isolated, stripped of all boldness of speech. For wherever you turn your eye, you will behold clear images of your evils: on this side the tears of the orphan, on that side the groaning of the widow, elsewhere the poor whom you struck with your fists, the household servants whom you mangled with blows, the neighbours whom you provoked to anger. All things will rise up against you, and a wicked chorus of your evil deeds will hem you in on every side. There is no denial there, but every shameless mouth is stopped. For each man's deeds themselves bear witness against him, not uttering a voice, yet appearing just such as they have been fashioned by us. Let us therefore flee the most grievous passion of covetousness with all our strength; let us flee, that we may both escape the punishment threatened against us, and attain unto the eternal blessings in Christ Jesus our Lord, to Whom be the glory and the dominion, together with His Father Who is without beginning, and the all-holy and life-giving Spirit, now, and always, and unto the endless ages of ages. Amen.
ΠΕΡΙ ΑΜΑΡΤΙΑΣ.
ON SIN.
ΛΟΓΟΣ Ζʹ.
Discourse VII.
1. Πολὺν, ἀγαπητοὶ, καὶ ποικίλον ἐφ' ἡμέραν ἡμῖν ὁ τῆς ἀληθείας ἐχθρὸς προσάγει τὸν πόλεμον. Προσάγει δὲ, ὡς ἴστε, τὰς ἡμετέρας ἐπιθυμίας καθ' ἡμῶν βέλη ποιούμενος, καὶ παρ' ἡμῶν εἰς τὸ βλάπτειν ἡμᾶς ἀεὶ λαμβάνων ἰσχύν. Καὶ καθάπερ οἱ πονηροὶ καὶ πλεονεκτικοὶ τῶν ἀνθρώπων, οἷς ἔργον μέν ἐστι καὶ προαίρεσις ἐκ τῶν ἀλλοτρίων πλουτεῖν, δύναμις δὲ οὐ πάρεστιν ὥστε μετὰ παῤῥησίας βιάζεσθαι, ταῖς
1. Great and manifold, beloved, is the war which the enemy of the truth brings against us day by day. And he brings it, as you know, making our own desires arrows against us, and ever receiving strength from us towards harming us. And just as wicked and covetous men, whose work and deliberate purpose is to grow rich from what belongs to others, yet who lack the power to use violence openly, are accustomed to lie in ambush along the
PG 32:1197Read from the page
ὁδοῖς ἐφεδρεύειν εἰώθασι· καὶ εἰ ⟨…⟩ωσί τι χωρίον περὶ αὐτὰς, ἢ φάραγξι βαθείαις διεῤῥωγὸς, ἢ φυτῶν πυκνότητι σύσκιον, εἰς τοῦτο καταδυόμενοι, καὶ τὴν ἐκ πολλοῦ πρόοψιν τῶν ὁδοιπορούντων τοιούτοις ὑποτεμνόμενοι προκαλύμμασιν, ἀθρόως ἐπιπηδῶσιν αὐτοῖς, ὥστε μὴ δυνηθῆναί τινας τοὺς τοῦ κινδύνου βρόχους ἰδεῖν, πρὶν εἰς τούτους ἐμπεσεῖν· οὕτως ὁ δυσμενὴς ἄνωθεν ἡμῖν καὶ πολέμιος διάβολος, τὰς τῶν κοσμικῶν τέρψεων ὑποτρέχων σκιὰς, αἳ περὶ τὴν ὁδὸν τοῦ βίου πεφύκασι δειναὶ κρύψαι λῃστὴν, καὶ τὸν ἐπιβουλεύοντα ποιῆσαι λαθεῖν, ἐντεῦθεν ἀπροόπτως τὰς τῆς ἀπωλείας ὑποσπείρει παγίδας ἡμῖν.
roads; and if they see any place beside them, either cleft by deep ravines or shaded by a dense growth of plants, plunging into this and cutting off with such coverings the travellers' view from afar, they leap upon them all at once, so that none are able to see the snares of danger before falling into them; so too the devil, our adversary and enemy from of old, slipping beneath the shadows of worldly pleasures, which along the road of life are by nature formidable at hiding a robber and making him who plots in ambush escape notice, from thence unforeseen secretly sows for us the snares of perdition.
2. Ἀλλ' ὥσπερ οἱ τῶν πόλεων περίβολοι, κύκλῳ πᾶσι περικείμενοι, πάντοθεν τὰς τῶν πολεμίων προσβολὰς ἀπείργουσιν· οὕτω καὶ ὁ φυλάσσων ἡμᾶς ἄγγελος καὶ προτειχίζει ἐκ τῶν ἔμπροσθεν, καὶ ὀπισθοφυλακεῖ, καὶ οὐδὲ τὰ ἑκατέρωθεν ἀφύλακτα καταλείπει· ἀλλ' ἀεὶ παρεδρεύει τοῖς πεπιστευκόσιν ἐπὶ τὸν Κύριον, ἐὰν μή ποτε αὐτὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. Ὡς γὰρ τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς ἀπελαύνει δυσωδία· οὕτω καὶ τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία.
2. Yet just as the circuit-walls of cities, surrounding all things in a circle, ward off the assaults of the enemy on every side; so too the angel who guards us both fortifies us in front, and guards the rear, and leaves not even the flanks on either side unguarded; but ever sits beside those who have believed in the Lord, unless perchance we drive him away through our wicked works. For as smoke puts bees to flight, and a foul stench drives away doves; so too tearful and foul-smelling sin drives away the angel who is the guardian of our life.
3. Εὐχῆς μὲν οὖν ἄξιον, μὴ προσάψασθαι τοῦ κακοῦ· δεύτερος δὲ πλοῦς, εὐθὺς μετὰ τὴν πεῖραν ὥσπερ ἰοβόλου πληγὴν ἀποφεύγειν. Οἶδα γάρ τινας ἐν νεότητι πρὸς τὰ τῆς σαρκὸς πάθη κατολισθήσαντας, καὶ μέχρι πολιᾶς αὐτῆς διὰ συνήθειαν τοῦ κακοῦ, ταῖς ἁμαρτίαις παραμείναντας. Ὥσπερ γὰρ οἱ ἐν βορβόρῳ κυλινδούμενοι χοῖροι ἀεὶ προσπλάττουσιν ἑαυτοῖς τὸν πηλὸν, οὕτως οὗτοι τὸ ἐκ τῆς ἡδονῆς αἶσχος καθ' ἑκάστην ἡμέραν προσαναμάσσονται. Ἡ γὰρ ἁμαρτία, ἕως μὲν ὠδίνεται, ἔχει τινὰ αἰσχύνην· ἐπειδὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ τοὺς ἐργαζομένους αὐτήν. Ἕως μὲν οὖν μικρὰ ἁμαρτάνομεν καὶ ὀλίγα, ὥσπερ τὰ φυτὰ ὑπὸ πραείας αὔρας περιδονούμενοι, ἠρέμα πως σαλευόμεθα· ἐπειδὰν δὲ πλείω καὶ μείζονα ᾖ τὰ κακὰ, κατὰ τὴν ἀναλογίαν τῆς τῶν ἁμαρτημάτων αὐξήσεως καὶ ὁ σάλος ἐπιτείνεσθαι πέφυκε. Καὶ οἱ μὲν ἐπὶ πλέον σαλεύονται· οἱ δὲ μέχρι τοῦ καὶ αὐτόῤῥιζοι ἀνατραπέντες καταβληθῆναι, ὅταν λαίλαπος πάσης βιαιότερον τὰ πνευματικὰ τῆς πονηρίας τὰς οἱονεὶ ῥίζας τῆς ψυχῆς, αἷς ἐπεστήρικτο τῇ πίστει τῇ κατὰ Θεὸν, ἀποῤῥήξῃ. Τῷ μὲν γὰρ ἀκουσίως τοῦ προσήκοντος ἁμαρτόντι κἂν συγγνώμη τις ἴσως παρὰ τοῦ Θεοῦ γένοιτο· τῷ δὲ ἐξεπίτηδες τὰ χείρω προελομένῳ οὐδεμία παραίτησις, τὸ μὴ οὐχὶ πολλαπλασίω τὴν κόλασιν ὑποσχεῖν. Καὶ γὰρ τῶν ἁμαρτανομένων τὰ μὲν ἀκούσιά ἐστι, τὰ δὲ ἀπὸ γνώμης πονηρᾶς ἁμαρτάνεται. Ἄλλως οὖν τὰ ἀκούσια τυγχάνει συγγνώμης, καὶ ἄλλως τὰ ἐκ μοχθηρᾶς
3. It is therefore worthy of prayer not to touch evil at all; and the second-best course is, immediately after the experience, to flee from it as from the bite of a venomous creature. For I know certain men who in youth slipped into the passions of the flesh, and right down to grey hair itself, through habit of evil, remained in their sins. For just as swine rolling in mire ever plaster the mud upon themselves, so these men day by day wipe onto themselves the shame that comes from pleasure. For sin, so long as it is in travail, has a certain shame; but when once it has been brought to completion, then it renders those who work it more shameless. So long, then, as we commit small and few sins, being swayed about like plants by a gentle breeze, we are tossed only gently; but when the evils are more numerous and greater, in proportion to the increase of the sins the tossing also naturally intensifies. And some are tossed all the more; while others go so far as to be overturned and cast down roots and all, when more violently than any tempest the spiritual forces of wickedness tear away the roots, so to speak, of the soul, by which it was established in the faith which is according to God. For to him who has involuntarily erred from what is fitting, some pardon may perhaps be granted by God; whereas for him who of set purpose has chosen the worse course there is no excuse to keep him from undergoing a manifold punishment. For of sins committed, some are involuntary, and others are committed from a wicked resolve. In one way, therefore, involuntary sins obtain pardon, and in another way those that spring from a depraved
PG 32:1200Read from the page
προαιρέσεως κατακρίνεται. Ὁ μὲν γάρ τις ἥμαρτε, πονηρῶς τὸ ἐξ ἀρχῆς τεθραμμένος· καὶ γὰρ καὶ ὑπὸ γονέων ἀδίκων εἰς τὸν βίον παρήχθη, καὶ συνετράφη καὶ ῥήμασι καὶ πράξεσι παρανόμοις. Ἄλλος δὲ πολλὰ ἔχων τὰ προκαλούμενα αὐτὸν εἰς ἀρετὴν, ἀνατροφὴν σεμνοτάτην, νουθέτησιν γονέων, διδασκάλων ἀκρίβειαν, ἀκρόασιν λόγων θειοτέρων, δίαιταν κατεσταλμένην, τἆλλα οἷς ψυχὴ παιδαγωγεῖται πρὸς ἀρετήν· εἶτα καὶ αὐτὸς εἰς τὴν αὐτὴν ἁμαρτίαν ὑπώλισθε. Πῶς οὖν οὐχὶ βαρυτέρας δικαίως ὁ τοιοῦτος τῆς τιμωρίας ἀξιωθήσεται; Ὁ μὲν γὰρ ἐπὶ μόναις ταῖς κατεσπαρμέναις ἐν ταῖς ἐννοίαις ἡμῶν σωτηρίοις ἀφορμαῖς ἐγκληθήσεται, ὡς οὐ χρησάμενος αὐταῖς ὑγιῶς· ὁ δὲ πρὸς τούτῳ, καὶ ὡς προδεδωκὼς πᾶσαν τὴν δεδομένην αὐτῷ συνεργίαν καὶ δι' ἀπροσεξίαν εἰς τὸν πονηρὸν βίον κατασυρείς.
deliberate choice are condemned. For one man sinned because he was wickedly brought up from the beginning; for indeed he was both brought into life by unjust parents, and reared amidst lawless words and deeds. Another, however, having many incentives calling him forth to virtue, a most honourable upbringing, the admonition of parents, the exact discipline of teachers, the hearing of more divine discourses, a restrained way of life, and the other things whereby a soul is trained towards virtue, afterwards himself also slipped into the very same sin. How then shall not such a man justly be deemed worthy of a heavier punishment? For the former will be accused only in respect of the saving promptings sown in our thoughts, as not having used them soundly; whereas the latter, in addition to this, will be accused also as having betrayed all the assistance granted to him and having been dragged down through heedlessness into a wicked life.
4. Ποῖα οὖν τῶν ἁμαρτημάτων συγγνώμην ἔχειν δύναται παρὰ τῷ Θεῷ; πόσα δὲ καὶ πηλίκα ἁμαρτήσας τις, ὑπεύθυνος γίνεται τῷ κρίματι τῆς ἀπειθείας; Οὔτε ἐν τῷ πλήθει τῶν ἁμαρτανομένων, οὔτε ἐν τῷ μεγέθει τῶν ἁμαρτημάτων, ἐν μόνῃ δὲ τῇ παραβάσει οὑτινοσοῦν προστάγματος σαφῶς κρίνομεν τὴν πρὸς Θεὸν ἀπείθειαν, καὶ κοινὸν κατὰ πάσης παρακοῆς τοῦ Θεοῦ τὸ κρῖμα εὑρίσκομεν, τὰς θείας ἀναλαβόντες Γραφάς. Ἐν μὲν τῇ Παλαιᾷ τὸ φοβερὸν ἐκεῖνο τοῦ Ἄχαρ ἀναγινώσκοντες τέλος, ἢ τὴν κατὰ τὸν ἐν Σαββάτῳ ξύλα ἀναλέξαντα ἱστορίαν· ὧν ἑκάτερος οὐδὲν οὐδέποτε ἄλλο οὐκ εἰς Θεὸν ἡμαρτηκὼς, οὐκ ἄνθρωπον ἠδικηκὼς, οὐ μέγα, οὐ μικρὸν ὅλως, εὑρίσκεται. Ἀλλ' ὁ μὲν ἐπὶ μόνῃ καὶ πρώτῃ τῶν ξύλων συλλογῇ ἀπαραίτητον δίδωσι τὴν δίκην, οὐδὲ μετανοίας τόπον εὑρών· προστάγματι γὰρ θεοῦ παρὰ παντὸς τοῦ λαοῦ παραχρῆμα λιθοβολεῖται. Ὁ δὲ, ὅτι μόνον ὑφείλετό τι τῶν ἀναθημάτων, οὔπω δὲ εἰσενεχθέντων εἰς τὴν συναγωγὴν, οὐδὲ προσδεχθέντων ὑπὸ τῶν ἐπιτεταγμένων τὰ τοιαῦτα, αἴτιος ἀπωλείας, οὐχ ἑαυτῷ μόνῳ, ἀλλὰ καὶ γαμετῇ καὶ τέκνοις, πρὸς δὲ καὶ αὐτῇ σκηνῇ, σὺν πᾶσι τοῖς ἰδίοις ἐγένετο. Ἔμελλε δὲ ἤδη θᾶττον καὶ τὸν λαὸν ἅπαντα, πυρὸς τρόπον, ἐπινέμεσθαι τῆς ἁμαρτίας τὸ κακὸν, καὶ ταῦτα, οὔτε εἰδότα τὸ γεγονὸς, οὔτε συνεγνωκότα τῷ ἁμαρτήσαντι, εἰ μὴ ταχέως ἐκ τῆς πτώσεως τῶν ἀναιρεθέντων ἀνδρῶν συνετρίβη μὲν ὁ λαὸς αἰσθόμενος τῆς ὀργῆς τοῦ Θεοῦ, ἔπεσε δὲ ἅμα τοῖς πρεσβυτέροις καταπασάμενος χοῦν Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ οὕτω διὰ κλήρου φωραθεὶς ὁ ἔνοχος τὴν εἰρημένην δέδωκε δίκην. Τί δὲ Μαρία ἡ ἀδελφὴ Μωϋσέως; Αὕτη κατὰ Μωϋσέως ἐπειδὴ εἶπέ τι μόνον ἐν καταγνώσεως μέρει, καὶ τοῦτο ἀληθὲς (γυναῖκα γὰρ, φησὶν, Αἰθιόπισσαν ἔλαβεν ἑαυτῷ), τοσαύτης ἐπειράθη τῆς τοῦ Θεοῦ ἀγανακτήσεως, ὡς μηδὲ αὐτοῦ τοῦ Μωϋσέως ἱκετεύοντος συγχωρηθῆναι αὐτῇ τῆς ἁμαρτίας τὸ ἐπιτίμιον. Καὶ τί δεῖ περὶ τούτων λέ-
4. Which of our sins, then, can have pardon with God? And how many and how great sins must one commit to become liable to the judgement of disobedience? Neither in the multitude of things sinned, nor in the magnitude of the sins, but in the transgression alone of any commandment whatsoever do we clearly judge disobedience towards God, and we find the judgement common against every act of disobedience to God when we take up the divine Scriptures. In the Old Testament, indeed, we read that fearful end of Achar, or the history concerning him who gathered wood on the Sabbath; neither of whom is found ever to have sinned in anything else at all, either against God or by wronging a man, whether great or small. Yet the one, for his sole and first gathering of wood, pays an inexorable penalty, finding not even a place for repentance; for by the command of God he is immediately stoned by all the people. And the other, merely because he secretly took for himself some of the dedicated offerings, before they had even been brought into the congregation or received by those appointed over such matters, became the cause of destruction not to himself alone, but also to his wife and children, and furthermore to his very tent together with all his possessions. And already the evil of the sin was soon about to spread like fire over all the people as well, and that too though they neither knew what had happened nor were privy to him who had sinned, had not the people quickly been broken in heart from the fall of the slain men upon perceiving the wrath of God, and had not Joshua the son of Nun fallen down together with the elders, having sprinkled dust upon himself; and thus the guilty man, detected by lot, paid the aforesaid penalty. And what of Miriam the sister of Moses? Because she spoke against Moses merely something by way of censure, and that true (for he had taken to himself, it says, an Ethiopian woman to wife), she experienced such great indignation from God that not even when Moses himself entreated was the punishment of her sin remitted to her. And what need is there to speak of these
PG 32:1201Read from the page
γειν, αὐτὸν τοῦτον ἀφέντας Μωϋσέα, τὸν τοῦ Θεοῦ θεράποντα, τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα παρ' αὐτοῦ τιμῆς, οὕτω δὲ ὑπὸ αὐτοῦ μαρτυρηθέντα, ὡς ἀκοῦσαι, Οἶδά σε παρὰ πάντας, καὶ εὕρηκας χάριν ἐνώπιόν μου; Οὗτος γὰρ ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας, οὐδενὸς ἕνεκεν ἑτέρου, ἢ ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι δι' ἀπορίαν ὕδατος, Μὴ ἐκ ταύτης τῆς πέτρας ἐξάξω ὑμῖν ὕδωρ; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν παρὰ τοῦ Θεοῦ δέχεται, εἰς τὴν γῆν τῆς ἐπαγγελίας οὐκ εἰσελεύσεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον. Ὅταν οὖν ἴδω τοῦτον παρακαλοῦντα, καὶ μὴ συγχωρούμενον· ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορθώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ καταξιούμενον ῥήματι· οὐχὶ ὄντως ὁρῶ Θεοῦ ἀποτομίαν, κατὰ τὸν Ἀπόστολον; οὐχὶ κἀκεῖνο ἀληθὲς εἶναι πεισθήσομαι, τὸ, Εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Καὶ τί ταῦτα λέγω; Ἠλεὶ ὁ ἱερεὺς ὑπὲρ τοῦ ἰδίου βίου μηδὲν ἐγκαλούμενος, ὅτι μὴ τοῖς υἱοῖς ἐπεξῆλθε σφοδρότερον, τοιαύτην ἐκίνησεν ὀργὴν τῇ μακροθυμίᾳ τοῦ Θεοῦ, ὥστε ἐπαναστάντων ἀλλοφύλων, τοὺς μὲν υἱοὺς αὐτοῦ ἐκείνους ἀναιρεθῆναι κατὰ τὸν πόλεμον ἐν μιᾷ ἡμέρᾳ, ἡττηθῆναι δὲ σύμπαντα τὸν λαὸν, καὶ τούτων πεσεῖν ἱκανοὺς, γενέσθαι δὲ καὶ περὶ τὴν κιβωτὸν τῆς ἁγίας τοῦ Θεοῦ διαθήκης, ἃ μήτε ἠκούσθη ποτὲ πρότερον· ὥστε, ἧς οὔτε Ἰσραηλίταις, οὔτε μὴν αὐτοῖς τοῖς ἱερεῦσιν ἅπασιν, οὐδὲ πάντοτε, ἅπτεσθαι θεμιτὸν ἦν, οὐδὲ τόπος αὐτὴν ὁ τυχὼν ὑπεδέχετο, ταύτην ὑπὸ χειρῶν ἀσεβῶν ἄλλοτε ἀλλαχόθεν μετακομίσεσθαι, καὶ ἀντὶ τῶν ἁγίων, εἰδώλων ναοῖς ἀποτίθεσθαι. Ἐφ' οἷς πόσον τινὰ συνέβαινεν εἶναι καὶ κατ' αὐτοῦ τοῦ ὀνόματος τοῦ Θεοῦ γέλωτα καὶ χλεύην παρὰ τοῖς ἀλλοφύλοις, στοχάζεσθαι πάρεστιν. Ἐπὶ τούτοις καὶ αὐτὸς ὁ Ἠλεὶ τέλει χρησάμενος οἰκτροτάτῳ, ἀπειλὴν ἐδέξατο τοῦ καὶ τὸ σπέρμα αὐτοῦ ἀποκινηθήσεσθαι τοῦ ἱερατικοῦ ἀξιώματος· ὅπερ καὶ γέγονε. Καίτοι, τοῦ μὲν ἰδίου βίου ἕνεκεν, οὐδὲν ᾐτιάθη ὁ πρεσβύτης ποτέ. Καὶ αὐτοῖς δὲ τοῖς υἱοῖς οὐχ ὑπέμεινεν ἐφησυχάσαι· ἀλλὰ πολλὰ μὲν παρῄνει, περὶ τοῦ μηκέτι τοῖς ὁμοίοις ἐμμένειν, Μὴ τέκνα, λέγων, μή· οὐκ ἀγαθαὶ αἱ ἀκοαὶ, ἃς ἐγὼ ἀκούω περὶ ὑμῶν. Ὅμως ἐπειδήπερ οὐχὶ τὸν πρέποντα ζῆλον κατ' αὐτῶν ἐπεδείξατο, ἑαυτῷ τε κἀκείνοις, καὶ τῷ λαῷ, τοσαύτην τὴν τοῦ Θεοῦ ἀνῆψεν ὀργήν. Καίτοι ἔοικεν ὁ μὲν ἔλεγχος τέλος ἔχειν τὴν διόρθωσιν τοῦ ἁμαρτάνοντος· ὁ δὲ ὀνειδισμὸς ἐπὶ ἀσχημοσύνῃ τοῦ ἐπταικότος γίνεσθαι. Εἰ γὰρ καὶ τὰ πλεῖστα κατωρθωκέναι δοκεῖ τις, ὀλίγων δέ που, ἢ καὶ μιᾶς ἡστινοσοῦν ἐντολῆς ἀμελήσει, ἢ τῷ πλημμελήσαντι ἀδιαφόρως ἐφησυχάσει, καὶ μὴ ζῆλον ἀγαθὸν κατὰ τὸ κρῖμα τοῦ Θεοῦ ἐπιδείξεται, ἐπὶ ταύτῃ μόνῃ δικαίως ὑφέξει. Κἂν ἐξ ἀγνοίας πάθῃ τι τοιοῦτον, οὐδὲ οὕτως ἀτιμώρητος διαφεύγει.
things, leaving aside Moses himself, the servant of God, that great man, who was deemed worthy by Him of such and so great honour, and bore witness to by Him in such wise as to hear: I know thee above all men, and thou hast found grace in My sight? For at the water of strife, for the sake of nothing else than that he merely said to the people murmuring through lack of water: Shall we bring forth water for you out of this rock? for the sake of this alone he straightway receives a threat from God that he shall not enter into the land of promise, which was then the chief of the promises made to the Jews. When therefore I see this man entreating, and not being pardoned; when I see him deemed worthy of no forgiveness on account of so many righteous deeds for that brief word; do I not truly behold the severity of God, according to the Apostle? Shall I not be persuaded that that saying also is true: If the righteous man is scarcely saved, where shall the ungodly and the sinner appear? And why do I say these things? Eli the priest, though accused of nothing regarding his own life, yet because he did not proceed more severely against his sons, stirred up such wrath in the long-suffering of God that, when the foreigners rose up against them, those sons of his were slain in the war on a single day, and the whole people was defeated, and a considerable number of them fell, and there befell even concerning the ark of the holy covenant of God things which had never been heard of before; so that the ark, which neither the Israelites nor indeed all the priests themselves, nor at all times, were permitted to touch, and which no ordinary place received, was carried about by impious hands from one place to another at different times, and instead of the holy places, was deposited in the temples of idols. Over which things, how great a laughter and mockery there came to be among the foreigners even against the very name of God, one may well conjecture. After these things Eli himself also, having met with a most pitiable end, received the threat that his seed too would be removed from the priestly dignity; which indeed came to pass. And yet, on account of his own life, the old man was never blamed in anything. Nor did he endure to keep silent before his sons themselves; but he admonished them much about no longer persisting in the like deeds, saying: Nay, my children, nay; not good are the reports which I hear concerning you. Nevertheless, since he did not display the fitting zeal against them, he kindled so great a wrath of God against himself, and against them, and against the people. And yet reproof seems to have as its end the correction of the sinner, whereas reproach seems to take place to the shame of him who has stumbled. For even if someone seems to have done most things rightly, yet neglects a few, perchance, or even a single commandment whatsoever, or indifferently keeps silent before him who has transgressed, and does not display a good zeal according to the judgement of God, on this count alone he will justly suffer punishment. And even if through ignorance he suffers any such thing, not even so does he escape unpunished.