συμμαχίαν ἐλθὼν πολέμιον εὗρεν· ἀλεξιφάρμακα περιζητῶν, δηλητηρίοις ἐνέτυχε. Δέον παραμυθεῖσθαι τοῦ ἀνδρὸς τὴν πτωχείαν, σὺ δὲ πολυπλασιάζεις τὴν ἔνδειαν· ὥσπερ ἂν εἴ τις ἰατρῶν πρὸς κάμνοντας εἰσιὼν, ἀντὶ τοῦ εἰς ὑγίειαν αὐτοὺς ἐπαναγαγεῖν, ὁ δὲ καὶ τὸ μικρὸν λείψανον τῆς δυνάμεως προσαφέλοιτο. Καὶ σὺ τοίνυν τὰς συμφορὰς τῶν ἀθλίων, ἀφορμὴν πόρων ποιῇ· καὶ ὥσπερ οἱ γεωργοὶ ὄμβρους εὔχονται εἰς πολυπλασιασμὸν τῶν σπερμάτων, οὕτω καὶ σὺ ἐνδείας καὶ ἀπορίας ἀνθρώπων ἐπιζητεῖς, ἵνα καὶ σοὶ ἐνεργὰ τὰ χρήματα γένηται.
an alliance, he found an enemy; searching round for antidotes, he met with poisons. Whereas you ought to relieve the man's poverty, you multiply his want; just as if some physician, going in to the sick, instead of bringing them back to health, should take away besides even the small remnant of their strength. And you, therefore, make the misfortunes of the wretched an occasion of revenues; and just as farmers pray for rains for the multiplication of seeds, so you too seek after the wants and distresses of men, so that your money may become productive for you.
5. Καὶ ὁ μὲν ζητῶν τὸ δάνεισμα, μέσος ἀμηχανίας ἀπειλημμένος, ὅταν μὲν πρὸς τὴν πενίαν ἀπίδῃ, ἀπογινώσκει τὴν ἔκτισιν· ὅταν δὲ πρὸς τὴν παροῦσαν ἀνάγκην, κατατολμᾷ τοῦ δανείσματος. Ὡς δὲ τὰ μὲν χρήματα ὑποῤῥεῖ, ὁ δὲ χρόνος προϊὼν τοὺς τόκους ἑαυτῷ συμπροάγει· οὐ νύκτες ἐκείνῳ ἀνάπαυσιν φέρουσιν, οὐχ ἡ ἡμέρα φαιδρὰ, οὐχ ὁ ἥλιος τερπνός· ἀλλὰ δυσχεραίνει τὸν βίον, μισεῖ τὰς ἡμέρας πρὸς τὴν προθεσμίαν ἐπειγομένας. Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ τῇ κεφαλῇ παριστάμενον· κἂν γρηγορῇ, ἔννοια αὐτῷ καὶ φροντὶς ὁ τόκος ἐστίν. Ἀλλ' ἔστιν εἰπεῖν καὶ πρὸς τὸν δανειζόμενον· Πίνε ὕδατα ἀπὸ σῶν ἀγγείων, καὶ ἀπὸ σῶν φρεάτων πηγῆς· τουτέστι, μὴ ἐπ' ἀλλοτρίας πηγὰς βάδιζε, ἀλλ' ἐξ οἰκείων λιβάδων σύναγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Ἔχεις χαλκώματα, ἐσθῆτα, ὑποζύγιον, σκεύη παντοδαπά; ταῦτα ἀπόδου· πάντα προέσθαι κατάδεξαι, πλὴν τῆς ἐλευθερίας. Ἀλλ' αισχύνομαι αὐτὰ δημοσιεύειν, φησί. Τί οὖν, ὅτι μικρὸν ὕστερον ἄλλος αὐτὰ προκομίσει, καὶ ἀποκηρύξει τὰ σὰ, καὶ ἐπ' ὀφθαλμοῖς σοῖς ἐπευωνίζων αὐτὰ διαθέσεται; Βέλτιον ταῖς κατὰ μικρὸν ἐπινοίαις τὴν χρείαν παραμυθεῖσθαι, ἢ ἀθρόως ἐπαρθέντα τοῖς ἀλλοτρίοις, ὕστερον πάντων ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις ὅθεν ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις; εἰ δὲ ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακὸν κακῷ θεραπεύεις. Πένης εἶ νῦν, ἀλλ' ἐλεύθερος· δανεισάμενος δὲ, οὔτε πλουτήσεις, καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. Δοῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος, καὶ δοῦλος μισθοφόρος, ἀπαραίτητον φέρων τὴν λειτουργίαν. Οἱ κύνες λαβόντες ἡμεροῦνται· ὁ δανειστὴς λαμβάνων προσερεθίζεται. Οὐ παύεται ὑλακτῶν, ἀλλὰ τὸ πλεῖον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, ἀπιστεῖ· ἐρευνᾷ τὰ ἔνδον, τὰ συναλλάγματά σου πολυπραγμονεῖ. Ἐπὶ γαμετῆς καταισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς ἀγοραῖς ἄγχει, κακὸν συνάντημα ἑορτῆς, ἀβίωτόν σοι κατασκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φησὶν, ἡ ἀνάγκη,
5. And he who seeks the loan, caught in the midst of helplessness, when he looks away to his poverty, despairs of repayment; but when he looks to his present necessity, he ventures rashly upon the loan. And as the money slips away, while advancing time brings the interest along with itself, nights bring him no rest, the day is not bright, the sun is not pleasant; but he is vexed with life, he hates the days hastening towards the appointed term. Even if he sleeps, in a dream he sees the lender, an evil vision standing by his head; and if he is awake, his thought and care is the interest. Yet one may say also to the borrower: Drink waters from your own vessels, and from the spring of your own wells (Prov. 5:15); that is, do not go to alien springs, but from your own streams gather for yourself the consolations of life. Have you bronze vessels, clothing, a beast of burden, utensils of every sort? Sell these; consent to part with everything except your freedom. But I am ashamed to bring them out in public, says he. What then, when a little later another will bring them forth, and will auction off your goods, and selling them cheap before your eyes will dispose of them? It is better by gradual contrivances to relieve your need, than, having been suddenly lifted up by the goods of others, afterwards to be stripped naked of all your possessions together. If, therefore, you have wherewithal to repay, why do you not dissolve your present want out of these resources? Whereas if you are at a loss for repayment, you are healing evil with evil. You are poor now, but free; whereas if you borrow, you will neither grow rich, and you will be deprived of your freedom. The borrower is a slave of the lender, and a hired slave, bearing an inexorable service. Dogs, when they receive, are tamed; the lender, when he receives, is provoked the more. He does not cease barking, but demands more. If you swear, he disbelieves; he searches what is inside, he pries into your dealings. Before your wife he puts you to shame, before your friends he insults you, in the marketplaces he throttles you, an evil encounter on a feast day, he renders life unlivable for you. But great, says he, is the necessity,