περὶ τῆς σεμνότητός σου, καὶ ἐνεποίησέ μοι πόθον τῆς σῆς συντυχίας, ἐναργῶς ὑπογράφων τῷ λόγῳ τῆς ψυχῆς σου τὸν χαρακτῆρα· καὶ τοσοῦτον ἐξέκαυσέ μοι τὸ περὶ σὲ φίλτρον, ὥστ', εἰ μὴ καὶ τῷ γήρᾳ ἐβαρυνόμην, καὶ τῇ συντρόφῳ κατειχόμην ἀσθενείᾳ, καὶ μυρίαις ταῖς κατὰ τὴν Ἐκκλησίαν φροντίσιν ἤμην πεπεδημένος, οὐδὲν ἄν με κατέσχεν αὐτὸν γενέσθαι παρὰ σέ. Καὶ γὰρ οὐ μικρὸν τῷ ὄντι κέρδος, ἐξ οἰκίας μεγάλης καὶ γένους περιφανοῦς πρὸς τὸν εὐαγγελικὸν μεταστάντα βίον, χαλινῶσαι μὲν λογισμῷ τὴν νεότητα, τὰ δὲ τῆς σαρκὸς πάθη δοῦλα τῷ λόγῳ ποιῆσαι· ταπεινοφροσύνῃ δὲ κεχρῆσθαι, τῇ ὀφειλομένῃ Χριστιανῷ, φρονοῦντι περὶ ἑαυτοῦ, οἷα εἰκὸς, ὅθεν ἔφυ, καὶ οἷ πορεύεται. Ἡ γὰρ τῆς φύσεως ἔννοια καταστέλλει μὲν τῆς ψυχῆς τὸ φλεγμαῖνον, ἀλαζονείαν δὲ πᾶσαν καὶ αὐθάδειαν ὑπερορίζει· καὶ τὸ ὅλον, μαθητὴν τοῦ Κυρίου καθίστησι, τοῦ εἰπόντος· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Τῷ ὄντι γὰρ, φίλτατε παίδων, μόνον περισπούδαστον καὶ ἐπαινετὸν τὸ διαρκὲς ἀγαθόν. Τοῦτο δέ ἐστιν ἡ παρὰ Θεοῦ τιμή. Τὰ δὲ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀμυδρότερα, καὶ ὀνείρων ἀπατηλότερα. Ἥ τε γὰρ νεότης τῶν ἠρινῶν ἀνθέων ὀξύτερον καταῤῥεῖ, καὶ ὥρα σώματος ἢ νόσῳ ἢ χρόνῳ καταμαραίνεται. Καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος. Αἵ τε περὶ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ συναπαρτίζονται. Ἀλλὰ καὶ τὸ περισπούδαστον ἅπασιν, οἱ λόγοι ἄχρι τῆς ἀκοῆς χάριν ἔχουσιν. Ἀρετῆς δὲ ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θεαμάτων τοῖς ἐντυγχάνουσιν. Ὧν ἐπιμελούμενος, ἄξιον σεαυτὸν καταστήσεις τῶν ἐν ἐπαγγελίαις ἀποκειμένων παρὰ τοῦ Κυρίου ἀγαθῶν. Τίνι δ' ἂν τρόπῳ ἔλθοις πρὸς τὴν τῶν καλῶν ἀνάληψιν καὶ ὅπως ἂν τὰ κτηθέντα διασώσαιο, μακρότερον εἰπεῖν ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου. Ἐπῆλθε δ' οὖν ἐμοὶ καὶ αὐτὰ ταῦτά σοι προσφθέγξασθαι, ἐξ ὧν ἤκουσα παρὰ τοῦ ἀδελφοῦ Θεοτέκνου· ὃν πάντοτε μὲν εὔχομαι ἀληθεύειν, μάλιστα δὲ ἐν τοῖς περὶ σοῦ λόγοις, ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ ὁ Κύριος, ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας βρύοντι.
concerning your dignity, and implanted in me a longing for your company, vividly sketching by his word the character of your soul; and he so kindled in me my affection towards you that, if I were not both weighed down by old age, and held back by my habitual infirmity, and bound by the ten thousand cares throughout the Church, nothing would have restrained me from coming in person to you. For indeed it is in truth no small gain, having removed from a great house and an illustrious race to the evangelical life, to bridle youth by reason, and to make the passions of the flesh slaves to the word; and to practise humility, which is owed by a Christian, thinking concerning himself, as is reasonable, whence he sprang, and whither he goes. For the contemplation of nature checks the inflammation of the soul, and banishes beyond the borders all boastfulness and self-will; and on the whole, renders one a disciple of the Lord, Who said: Learn from Me, because I am meek and humble in heart. For in truth, dearest of sons, only the lasting good is worthy of earnest pursuit and praiseworthy. And this is the honour from God. But these human things are fainter than a shadow, and more deceitful than dreams. For both youth slips away more swiftly than spring flowers, and beauty of body withers away either by sickness or by time. And wealth is faithless, while glory is easily overturned. And the labours upon the arts come to an end together with this time. Moreover even that which is earnestly pursued by all, eloquence, holds charm only as far as the hearing. But the practice of virtue is both a precious possession to him who has it, and the sweetest of spectacles to those who meet with it. By caring for which things, you will render yourself worthy of the good things laid up in promises from the Lord. And in what way you might come to the attainment of noble things and how you might preserve the things acquired, is longer to tell than accords with the present impulse of my discourse. Yet it came to me to utter even these very things to you, from what I heard from our brother Theotecnus; whom I pray always to speak the truth, and especially in his words concerning you, that the Lord may be glorified the more in you, who teem from an alien root with the most precious fruits of piety.