Migne Reading Room

PG 31 · cols. 868–877 · Read from the page

Moralia

Moralia

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:868Read from the page
Κεφάλ. ιθʹ.
Chapter XIX.
ΠΡΟΣ ΚΟΡ. αʹ. Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε.
1 CORINTHIANS. For we are God's fellow workers; you are God's tilled field, God's building.
Ὡς φυτευτὰς κλημάτων Θεοῦ, ἀλλότριον μὲν οὐδὲν τῆς ἀμπέλου, ἥτις ἐστὶν ὁ Χριστὸς, οὔτε μὴν ἄκαρπον ἐναφιέντας· τὰ δὲ οἰκεῖα καὶ καρποφόρα διὰ πάσης ἐπιμελείας βελτιοῦντας,
As planters of the branches of God, leaving in nothing foreign to the vine, Who is Christ, nor indeed anything unfruitful, but improving through all care what belongs to it and bears fruit,
Κεφάλ. κʹ.
Chapter XX.
ΜΑΤΘΑΙΟΣ. Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα, ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτὸ, καὶ πᾶν, τὸ καρπὸν φέρον, καθαίρει αὐτὸ, ἵνα πλείονα καρπὸν φέρῃ. ΠΡΟΣ ΚΟΡ. αʹ. Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν· ἀλλ' ὁ Θεὸς ηὔξανεν.
MATTHEW. I am the true vine, and my Father is the vinedresser. Every branch in me not bearing fruit, He takes it away; and every one bearing fruit, He cleanses it, that it may bear more fruit. 1 CORINTHIANS. I planted, Apollos watered, but God gave the growth.
Ως οἰκοδόμους ναοῦ Θεοῦ, καταρτίζοντας τὴν ἑκάστου ψυχὴν, εις τὸ συναρμολογηθῆναι τῶ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν.
As builders of the temple of God, fitting together the soul of each unto being joined together upon the foundation of the apostles and prophets.
Κεφάλ. καʹ.
Chapter XXI.
ΠΡΟΣ ΚΟΡ. αʹ. Κατὰ τὴν χάριν τοῦ Θεοῦ, τὴν δοθεῖσάν μοι, ὡς σοφὸς ἀρχιτέκτων, θεμέλιον τέθεικα· ἄλλος δὲ ἐποικοδομεῖ. Ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ. Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τόν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. ΠΡΟΣ ΕΦΕΣ. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, ἐποικοδομηθέντες ἐπ⟨ὶ⟩ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον Θεοῦ ἐν Πνεύματι.
1 CORINTHIANS. According to the grace of God that was given to me, as a wise master-builder I have laid a foundation, and another builds upon it. Yet let each look to how he builds upon it. For no one can lay another foundation beside that which is laid, Who is Jesus Christ. EPHESIANS. So then you are no longer strangers and sojourners, but fellow citizens with the saints and members of the household of God, having been built upon the foundation of the apostles and prophets, Christ Jesus Himself being the chief cornerstone, in Whom every building joined together grows into a holy temple in the Lord, in Whom you also are being built together into a dwelling-place of God in the Spirit.
Κεφάλ. κβʹ.
Chapter XXII.
Τί ἴδιον Χριστιανοῦ; Πίστις δι' ἀγάπης ἐνεργουμένη. Τί ἴδιον πίστεως; Ἀδιάκριτος πληροφορία τῆς ἀληθείας τῶν θεοπνεύστων ῥημάτων, οὐδενὶ λογισμῷ, οὔτε ὑπὸ φυσικῆς ἀνάγκης εισαγομένῳ, οὔτε πρὸς εὐσέβειαν ἐσχηματισμένῳ, διασαλευομένη. Τί ἴδιον πιστοῦ; Τὸ ἐν τοιαύτῃ πληροφορίᾳ συνδιατίθεσθαι τῇ δυνάμει τῶν εἰρημένων, καὶ μηδὲν τολμᾷν ἀθετεῖν, ἢ ἐπιδιατάσσεσθαι. Ει γὰρ πᾶν ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστὶν, ὥς φησιν ὁ Ἀπόστολος, ἡ δὲ πίστις ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ· πᾶν τὸ ἐκτὸς τῆς θεοπνεύστου Γραφῆς οὐκ ἐκ πίστεως ὂν, ἁμαρτία ἐστίν. Τί ἴδιον τῆς πρὸς Θεὸν ἀγάπης; Τὸ τηρεῖν τὰς ἐντολὰς αὐτοῦ κατὰ σκοπὸν τῆς αὐτοῦ δόξης. Τί ἴδιον τῆς πρὸς τὸν πλησίον ἀγάπης; Τὸ μὴ ζητεῖν τὰ ἑαυτοῦ, ἀλλὰ τὰ τοῦ ἀγαπωμένου πρὸς τὸ συμφέρον τῇ τε ψυχῇ καὶ τῷ σώματι. Τί ἴδιον Χριστιανοῦ; Τὸ διὰ τοῦ βαπτίσματος ἐξ ὕδατος καὶ Πνεύματος γεννηθῆναι ἄνωθεν. Τί ἴδιον τοῦ γεννηθέντος ἐξ ὕδατος; Τὸ, καθὼς ὁ Χριστὸς ἀπέθανε τῇ ἁμαρτίᾳ ἐφάπαξ, οὕτω καὶ αὐτὸν νεκρὸν εἶναι καὶ
What is the mark of a Christian? Faith working through love. What is the mark of faith? An unhesitating full assurance of the truth of the God-inspired words, shaken by no reasoning, neither one brought in by natural necessity nor one fashioned under a pretext of piety. What is the mark of a believer? To be inwardly conformed in such full assurance to the force of the things spoken, and to dare neither to set anything aside nor to make additions. For if everything that is not of faith is sin, as the Apostle says, and faith comes from hearing, and hearing through the word of God, everything outside God-inspired Scripture, not being of faith, is sin. What is the mark of love towards God? To keep His commandments according to the aim of His glory. What is the mark of love towards one's neighbour? Not to seek one's own things, but those of the one loved, towards the benefit both of soul and of body. What is the mark of a Christian? To be born from above through baptism of water and Spirit. What is the mark of him who has been born of water? That, just as Christ died to sin once for all, so he also is dead and
Notes, col. 868

On the reading

Printed βελτιοῦντας,, for βελτιοῦντας..

Printed Ως, for Ὡς.

Printed εις, for εἰς.

Printed τῶ, for τῷ.

Printed τόν κείμενον, for τὸν κείμενον.

Printed εισαγομένῳ, for εἰσαγομένῳ.

Printed Ει, for Εἰ.

PG 31:869Read from the page
ἀκίνητον πρὸς πᾶσαν ἁμαρτίαν, κατὰ τὸ γεγραμμένον, ὅτι Ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν. Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον, τοῦτο γινώσκοντες, ὅτι ὁ παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας, τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ. Τί ἴδιον τοῦ γεννηθέντος ἐκ Πνεύματος; Τὸ γενέσθαι ἐκεῖνο κατὰ τὸ διδόμενον μέτρον, ὅπερ ἐστὶ τὸ ἐξ οὗ ἐγεννήθη, καθὼς γέγραπται, ὅτι Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος, πνεῦμά ἐστιν. Τί ἴδιον τοῦ ἄνωθεν γεννηθέντος; Τὸ ἀπεκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ταῖς ἐπιθυμίαις, καὶ ἐνδύσασθαι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος αὐτὸν, κατὰ τὸ ειρημένον, ὅτι Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Τί ἴδιον Χριστιανοῦ; Τὸ καθαρισθῆναι μὲν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος ἐν τῷ αἵματι τοῦ Χριστοῦ, ἐπιτελεῖν δὲ ἁγιωσύνην ἐν φόβῳ Θεοῦ καὶ ἀγάπῃ τοῦ Χριστοῦ, καὶ μὴ ἔχειν σπῖλον ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' εἶναι ἅγιον καὶ ἄμωμον, καὶ οὕτως ἐσθίειν τὸ σῶμα τοῦ Χριστοῦ, καὶ πίνειν τὸ αἷμα. Ὁ γὰρ ἐσθίων καὶ πίνων ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει. Τί ἴδιον τῶν ἐσθιόντων τὸν ἄρτον, καὶ πινόντων τὸ ποτήριον τοῦ Κυρίου; Τὸ τὴν μνήμην φυλάσσειν διηνεκῆ τοῦ ὑπὲρ ἡμῶν ἀποθανόντος καὶ ἐγερθέντος. Τί ἴδιον τῶν φυλασσόντων τὴν τοιαύτην μνήμην; Τὸ μηκέτι ἑαυτοῖς ζῇν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι. Τί ἴδιον Χριστιανοῦ; Τὸ περισσεύειν αὐτοῦ τὴν δικαιοσύνην ἐν παντὶ, πλέον τῶν γραμματέων καὶ Φαρισαίων, κατὰ τὸ μέτρον τῆς κατὰ τὸ Εὐαγγέλιον τοῦ Κυρίου διδασκαλίας. Τί ἴδιον Χριστιανοῦ; Τὸ ἀγαπᾷν ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Τί ἴδιον Χριστιανοῦ; Τὸ προορᾶσθαι τὸν Κύριον ἐνώπιον αὐτοῦ διὰ παντός. Τί ἴδιον Χριστιανοῦ; Τὸ ἐφ' ἑκάστης ἡμέρας καὶ ὥρας γρηγορεῖν, καὶ ἐν τῇ τελειότητι τῆς πρὸς Θεὸν εὐαρεστήσεως ἕτοιμον εἶναι, εἰδότα, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖ, ὁ Κύριος ἔρχεται.
immovable towards every sin, according to what is written: As many of us as were baptized into Christ Jesus were baptized into His death. We were buried therefore with Him through baptism into death, knowing this, that our old man was crucified with Him, so that the body of sin might be done away with, that we should no longer be enslaved to sin. What is the mark of him who has been born of the Spirit? To become, according to the measure given, that very thing which that is from which he was born, just as it is written: That which has been born of the flesh is flesh, and that which has been born of the spirit is spirit. What is the mark of him who has been born from above? To strip off the old man together with his practices and desires, and to put on the new, who is being renewed unto knowledge according to the image of Him Who created him, according to what has been spoken: As many of you as were baptized into Christ have put on Christ. What is the mark of a Christian? To be cleansed indeed from every defilement of flesh and spirit in the blood of Christ, and to perfect holiness in the fear of God and the love of Christ, and not to have spot or wrinkle or any such thing, but to be holy and blameless, and thus to eat the body of Christ and drink the blood. For he who eats and drinks unworthily eats and drinks judgement to himself. What is the mark of those who eat the bread and drink the cup of the Lord? To keep unceasing the remembrance of Him Who died for us and was raised. What is the mark of those who keep such remembrance? No longer to live to themselves, but to Him Who died for them and was raised. What is the mark of a Christian? That his righteousness abound in everything more than that of the scribes and Pharisees, according to the measure of the teaching of the Lord in the Gospel. What is the mark of a Christian? To love one another, just as Christ also loved us. What is the mark of a Christian? To foresee the Lord before himself continually. What is the mark of a Christian? Upon each day and hour to keep watch, and to be ready in the perfection of what is well-pleasing towards God, knowing that at an hour he does not think, the Lord comes.
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ.
Ascetic Discourse of the Same.
1. Ὁ ἄνθρωπος κατ' εἰκόνα Θεοῦ ἐγένετο καὶ ὁμοίωσιν· ἡ δὲ ἁμαρτία τὸ κάλλος τῆς εἰκόνος ἠχρείωσεν, εἰς τὰς ἐμπαθεῖς ἐπιθυμίας τὴν ψυχὴν καθέλκουσα. Ὁ δὲ Θεὸς, ὁ ποιήσας τὸν ἄνθρωπον, ἡ ἀληθινή ἐστι ζωή. Ὁ οὖν ἀπολέσας τὴν πρὸς τὸν Θεὸν ὁμοιότητα ἀπώλεσε τὴν πρὸς τὴν ζωήν οικειότητα· τὸν δὲ ἐκτὸς τοῦ Θεοῦ ὄντα, ἐν τῇ μακαρίᾳ ζωῇ γενέσθαι ἀμήχανον. Οὐκοῦν ἐπανέλθωμεν εἰς τὴν ἐξ ἀρχῆς χάριν, ἧς διὰ τῆς ἁμαρτίας ἠλλο-
1. Man came into being according to the image and likeness of God; yet sin marred the beauty of the image, dragging the soul down into impassioned desires. Now God, Who made man, is the true life. He therefore who lost likeness towards God lost kinship towards life; and for one who is outside God, to come to be in the blessed life is impossible. Let us return, then, unto the grace that was from the beginning, from which through sin we were alien-
Notes, col. 869

On the reading

Printed ειρημένον, for εἰρημένον.

Printed ζωήν, for ζωὴν.

Printed οικειότητα, for οἰκειότητα.

PG 31:872Read from the page
τριώθημεν. Καὶ πάλιν κατὰ τὴν τοῦ Θεοῦ εἰκόνα ἑαυτοὺς καλλωπίσωμεν, διὰ τῆς ἀπαθείας ὁμοιωθέντες τῷ κτίσαντι. Ὁ γὰρ τὸ ἀπαθὲς τῆς θείας φύσεως, καθώς ἐστι δυνατὸν, ἐφ' ἑαυτοῦ μιμησάμενος, οὗτος ἐπανέλαβεν ἐπὶ τῆς ἰδίας ψυχῆς τοῦ Θεοῦ τὴν εἰκόνα. Ὁ δὲ ὁμοιωθεὶς τῷ Θεῷ κατὰ τὸν ῥηθέντα τρόπον, καὶ τῆς θείας ζωῆς ἐκτήσατο πάντως τὴν ὁμοιότητα, εἰς τὸ διηνεκὲς παραμένων τῇ ἀϊδίῳ μακαριότητι. Εἰ οὖν διὰ τῆς ἀπαθείας τὴν εἰκόνα τοῦ Θεοῦ πάλιν ἀναλαμβάνομεν, ἡ δὲ πρὸς τὸν Θεὸν ὁμοιότης τὸ διηνεκὲς τῆς ζωῆς ἡμῖν χαρίζεται, πάντων ἀμελήσαντες τῶν ἄλλων, ταύτης γενώμεθα τῆς σπουδῆς, ὥστε μηδενὶ πάθει μηδέποτε καταδυναστευθῆναι ἡμῶν τὴν ψυχὴν, ἀλλ' ἀκλινῆ καὶ ἀκατάβλητον ἐν ταῖς τῶν πειρασμῶν προσβολαῖς τὴν διάνοιαν ἡμῶν διαμένειν, ἵνα γενώμεθα τῆς θείας μακαριότητος μέτοχοι. Τῆς δὲ τοιαύτης σπουδῆς συνεργός ἐστιν ἡ παρθενία, τοῖς κατὰ λόγον μετιοῦσι τοῦτο τὸ χάρισμα. Οὐ γὰρ ἐν μόνῳ τῷ φείσασθαι τῆς παιδοποιίας κατορθοῦται τὸ χάρισμα τῆς παρθενίας, ἀλλ' ἅπας ὁ βίος καὶ ἡ ζωὴ καὶ τὸ ἦθος παρθενεύειν ὀφείλει, διὰ παντὸς ἐπιτηδεύματος τοῦ ἀγάμου τὴν ἀφθορίαν ἐπιδεικνύμενος. Ἔστι γὰρ καὶ λόγῳ πορνεῦσαι, καὶ ὀφθαλμῷ μοιχεῦσαι, καὶ δι' ἀκοῆς μολυνθῆναι, καὶ τῇ καρδίᾳ μίασμα δέξασθαι, καὶ τῇ περὶ τὴν βρῶσιν καὶ πόσιν ἀμετρίᾳ ἐκπεσεῖν τῶν ὅρων τῆς σωφροσύνης. Ὁ γὰρ ἐν τούτοις πᾶσιν ὑπὸ τὸν κανόνα τῆς παρθενίας ἑαυτὸν ἐγκρατείᾳ φυλάσσων ἀληθῶς δείκνυσι τελείαν ἐν ἑαυτῷ διὰ πάντων ἀπηρτισμένην τῆς παρθενίας τὴν χάριν.
estranged. And let us again adorn ourselves according to the image of God, having been made like through dispassion to Him Who created us. For he who has imitated in himself, so far as is possible, the dispassion of the divine nature, this man has recovered upon his own soul the image of God. And he who has been made like God in the manner spoken of has altogether acquired the likeness of the divine life also, abiding continually in eternal blessedness. If, therefore, through dispassion we recover again the image of God, and likeness towards God bestows upon us perpetuity of life, let us neglect all other things and give ourselves to this zeal, so that our soul may never be overpowered by any passion, but our mind may remain unswerving and unconquerable in the assaults of temptations, that we may become partakers of divine blessedness. Now a fellow-worker in such zeal is virginity, for those who pursue this gift in accordance with reason. For the gift of virginity is not achieved solely in abstaining from the begetting of children, but one's entire manner of living and life and character ought to practise virginity, displaying through every pursuit the incorruption of the unmarried person. For it is possible both to commit fornication in speech, and to commit adultery with the eye, and to be defiled through hearing, and to receive pollution in the heart, and through immoderation regarding food and drink to fall outside the bounds of temperance. For he who in all these things guards himself by self-control under the rule of virginity truly shows in himself the grace of virginity perfected and brought to completion in every respect.
2. Οὐκοῦν εἴπερ ἐπιθυμοῦμεν καθ' ὁμοιότητα τοῦ Θεοῦ τὸν χαρακτῆρα τῆς ψυχῆς ἡμῶν διὰ τῆς ἀπαθείας καλλωπισθῆναι, ἵνα διὰ τούτου καὶ ἡ τῆς ζωῆς ἡμῖν ἀϊδιότης προσγένηται, προσέχωμεν ἑαυτοῖς, μήπου τι τῆς ἐπαγγελίας ἀνάξιον ποιοῦντες, ὑπὸ τὸ κρῖμα τοῦ Ἀνανίου γενώμεθα. Ἐξῆν γὰρ τῷ Ἀνανίᾳ τὴν ἀρχὴν μὴ ἐπαγγείλασθαι τῷ Θεῷ τὴν κτῆσιν· ἀλλ' ἐπειδὴ, πρὸς τὴν ἀνθρωπίνην ἀπιδὼν δόξαν, τὸ μὲν κτῆμα διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ ἀφιέρωσεν, ὡς ἂν θαυμασθείη παρὰ τῶν ἀνθρώπων ἐπὶ τῇ φιλοτιμίᾳ, τοῦ τιμήματος δὲ ἐνοσφίσατο, τοιαύτην ἐκίνησε καθ' ἑαυτοῦ τοῦ Κυρίου τὴν ἀγανάκτησιν, ἧς ὑπηρέτης ὁ Πέτρος ἦν, ὡς μηδὲ μετανοίας προθεσμίαν εὑρεῖν. Οὐκοῦν πρὸ τῆς ἐπαγγελίας τοῦ σεμνοῦ βίου ἔξεστι τῷ βουλομένῳ, κατὰ τὸ συγκεχωρημένον καὶ ἔννομον, εἰς ἀκολουθίαν βίου ἐλθεῖν, καὶ ἑαυτὸν ἐπιδοῦναι τῇ συζυγίᾳ τοῦ γάμου· προληφθέντα δὲ διὰ τῆς οἰκείας ὁμολογίας, φυλάσσειν προσήκει ἑαυτὸν τῷ Θεῷ, καθάπερ τι τῶν ἱερῶν ἀναθημάτων, ὡς ἂν μὴ τῷ τῆς ἱεροσυλίας ἐνέχοιτο κρίματι, τὸ ἀφιερωμένον διὰ τῆς ἐπαγγελίας τῷ Θεῷ σῶμα πάλιν τῇ τοῦ κοινοῦ βίου
2. Therefore, if indeed we desire the stamp of our soul to be adorned through dispassion after the likeness of God, so that through this eternity of life also may accrue to us, let us give heed to ourselves, lest perhaps by doing something unworthy of our promise we come under the judgement of Ananias. For it was permitted to Ananias at the outset not to promise his possession to God; but since, looking away towards human glory, he dedicated the estate to God through his promise so that he might be admired by men for his liberality, yet kept back part of the price for himself, he stirred up against himself such indignation of the Lord, of which Peter was the minister, that he did not even find an appointed time for repentance. Therefore, before the promise of the reverend life, it is permitted to anyone who wishes, in accordance with what is conceded and lawful, to enter upon the ordinary course of life and to give himself over to the union of marriage; but once forestalled through his own profession, it befits him to keep himself for God, just like one of the sacred votive offerings, lest he be held liable to the judgement of sacrilege, after dedicating his body to God through the promise, by again, in the common life's
PG 31:873Read from the page
ὑπηρεσίᾳ καταῤῥυπώσας. Λέγω δὲ τοῦτο, οὐ μόνον πρὸς τὸ ἓν εἶδος τοῦ πάθους βλέπων, καθώς τινες οἴονται, ἐν μόνῃ τῇ τοῦ σώματος φυλακῇ τὸ κατόρθωμα τῆς παρθενίας περισώζοντες, ἀλλὰ τὸ κατὰ πάντα τρόπον παθητικῆς διαθέσεως, τὸν μέλλοντα φυλάσσειν ἑαυτὸν τῷ Θεῷ μηδενὶ τῶν κοσμικῶν παθημάτων ἐμμολυνθῆναι. Ὀργὴ καὶ φθόνος, καὶ μνησικακία, ψεῦδος καὶ ὑπερηφανία, μετεωρισμὸς καὶ ἀκαιρολογία, προσευχῶν ἀργία, καὶ ἡ περὶ τὰ μὴ ὄντα ἐπιθυμία, ἐντολῶν ἀμέλεια, καὶ καλλωπισμὸς ἱματίων, προσώπων ὡραϊσμὸς, καὶ συντυχίαι καὶ ὁμιλίαι, ἔξωθεν τοῦ πρέποντός τε καὶ ἀναγκαίου γινόμεναι· ταῦτα πάντα τοσαύτης ἄξια παραφυλακῆς ἐστι τῷ διὰ τῆς παρθενίας ἀφιερώσαντι τῷ Θεῷ ἑαυτὸν, ὡς τὸν ἴσον, μικροῦ δεῖν, κίνδυνον εἶναι, ἑνί τε τούτων συνενεχθῆναι, καὶ ἐν τῇ ἀπειρημένῃ ἁμαρτίᾳ γενέσθαι. Πάντα γὰρ τὰ διὰ πάθους γινόμενα λυμαίνεταί πως τῇ τῆς ψυχῆς καθαρότητι, καὶ πρὸς τὴν θείαν ἐμποδίζει ζωήν. Πρὸς ταῦτα τοίνυν χρὴ βλέπειν τὸν ἀποταξάμενον τῷ βίῳ, ὡς μηδενὶ τρόπῳ τὸ τοῦ Θεοῦ σκεῦος ἑαυτὸν τῇ ἐμπαθεῖ χρήσει καταμολύνειν. Λογίζεσθαι δὲ ἐκεῖνο μάλιστα χρὴ, ὅτι, διαβὰς τὰ μέτρα τῆς ἀνθρωπίνης φύσεως, πρὸς τὴν ἀσώματον πολιτείαν ἑαυτὸν μετέστησεν ὁ τὸν τῶν ἀγγέλων βίον ἑλόμενος. Ἴδιον γὰρ τοῦτο τῆς ἀγγελικῆς ἐστι φύσεως, τὸ ἀπηλλάχθαι τῆς γαμικῆς συζυγίας, μηδὲ πρὸς ἄλλο τι κάλλος μετεωρίζεσθαι, ἀλλ' εἰς τὸ θεῖον πρόσωπον διηνεκῶς ἀτενίζειν. Ὁ τοίνυν πρὸς τὴν ἀγγελικὴν ἀξίαν μεταταξάμενος, ει τοῖς ἀνθρωπίνοις ἐμμολύνοιτο πάθεσιν, ὅμοιός ἐστι δορᾷ παρδάλεως, ἧς οὔτε λευκὴ παντελῶς ἡ θρὶξ οὔτε μέλαινα διόλου, ἀλλὰ τῇ μίξει τῶν ἑτεροχροούντων διεστιγμένη, οὔτε ἐν τοῖς μέλασιν, οὔτε ἐν τοῖς λευκοῖς ἀριθμεῖται. Ταῦτα μὲν οὖν κοινοτέρα τις ἔστω παραγγελία τῶν τὸν ἐγκρατῆ καὶ ἁγνὸν βίον προελομένων.
service, thoroughly defiling it. And I say this looking not solely towards the single form of passion, as some suppose who preserve the achievement of virginity solely in the guarding of the body, but towards every manner of passionate disposition, that he who intends to keep himself for God must be sullied by none of the worldly passions. Anger and envy, and remembrance of wrongs, falsehood and pride, distraction of mind and unseasonable talk, slothfulness in prayers, and desire for things that are not, neglect of commandments, and embellishment of garments, beautifying of faces, and meetings and conversations taking place outside what is fitting and necessary: all these things deserve such strict watchfulness from him who through virginity has dedicated himself to God, that there is, almost, an equal danger both in being carried away with one of these and in falling into the forbidden sin. For all things that come about through passion mar in some way the purity of the soul, and hinder it with respect to the divine life. Towards these things, then, he who has renounced the world must look, so as in no way to defile himself, the vessel of God, by passionate use. And one must reckon this above all, that, having stepped beyond the measures of human nature, he who has chosen the life of the angels has transferred himself towards the bodiless way of life. For this is proper to the angelic nature: to be freed from marital union, and not to be distracted towards any other beauty, but to gaze intently and continually upon the divine countenance. He, therefore, who has transferred his rank towards the angelic dignity, if he should be sullied with human passions, is like a leopard's hide, whose hair is neither altogether white nor wholly black, but, spotted with the mixture of differently coloured hairs, is numbered neither among the black nor among the white. Let these things, then, stand as a more general precept for those who have chosen beforehand the continent and pure life.
3. Ἐπειδὴ δὲ χρὴ καὶ περὶ τῶν καθ' ἕκαστον ἀκριβῶς διελέσθαι, ἀναγκαῖον ἂν εἴη δι' ὀλίγων καταλιπεῖν καὶ περὶ τούτων ὑπόμνημα. Οἱ χωρισθέντες τοῦ κοινοῦ βίου, καὶ πρὸς τὴν θειοτέραν ζωὴν ἑαυτοὺς ἀσκοῦντες, μὴ ἐφ' ἑαυτῶν, μηδὲ καταμόνας ἀσκείσθωσαν. Ἐμμάρτυρον γὰρ εἶναι προσήκει τὸν τοιοῦτον βίον, ὡς ἂν ἐκτὸς εἶναι πονηρᾶς ὑποψίας. Καὶ ὥσπερ ὁ πνευματικὸς νόμος οὐκ ἐλάττονας εἶναι τῶν δέκα βούλεται τοὺς τὸ μυστικὸν πάσχα ἐσθίοντας· οὕτως χρὴ ἐνταῦθα πλεονάζειν μᾶλλον ἢ ἐλαττοῦσθαι τὴν δεκάδα τῶν τὴν πνευματικὴν πολιτείαν συνασκουμένων. Ἀρχηγὸς εἷς τῆς εὐσχημοσύνης τοῦ βίου προκαθεζέσθω, ἐν δοκιμασίᾳ βίου καὶ ἤθους καὶ πάσης κοσμίας ἀναστροφῆς τῶν λοι-
3. Yet since it is necessary also to distinguish accurately concerning particular matters, it would be needful to leave behind in brief a memorandum concerning these also. Let those who have separated themselves from the common life, and who train themselves towards the more divine life, not train by themselves, nor in solitude. For it befits such a life to be witnessed, so as to be outside evil suspicion. And just as the spiritual law wills those who eat the mystical Passover to be not fewer than ten, so here the group of ten of those who train together in the spiritual way of life ought rather to exceed than to fall short. Let one leader of the seemliness of life preside, in testedness of life and character and all orderly conduct above the
Notes, col. 873

On the reading

Printed ει, for εἰ.

PG 31:876Read from the page
πῶν προκριθεὶς, συμπαραλαμβανομένης καὶ τῆς κατὰ τὸν χρόνον ἡλικίας πρὸς τὴν προτίμησιν. Αἰδεσιμώτερον γάρ πως ἐν τῇ φύσει τῶν ἀνθρώπων τὸ γεραρώτερον. Οὗτος δὲ τοσαύτην ἐξουσίαν ἐχέτω, ἑκουσίως τῆς ἀδελφότητος ἐν εὐπειθείᾳ μόνον καὶ ταπεινοφροσύνῃ ὑπακουούσης, ὥστε μὴ ἐξεῖναι μηδενὶ τῶν κατὰ τὴν συνοδίαν ἀντιβαίνειν τῷ βουλήματι αὐτοῦ, ἐν οἷς ὑφηγεῖταί τι τῶν εἰς εὐσχημοσύνην τε καὶ ἀκρίβειαν βίου συμβαλλομένων. Ἀλλ' ὥσπερ φησὶν ὁ Ἀπόστολος, ταῖς ὑπὸ τοῦ Θεοῦ τεταγμέναις ἐξουσίαις μὴ ἀντιτάσσεσθαι (κρίνεσθαι γὰρ τοὺς ἀντιτασσομένους τῇ τοῦ Θεοῦ διαταγῇ)· οὕτω καὶ ἐνταῦθα πεπεῖσθαι προσήκει τὴν λοιπὴν ἀδελφότητα, μὴ κατὰ τὸ αὐτόματον, ἀλλὰ κατὰ τὴν θείαν βούλησιν, τὴν τοιαύτην ἐξουσίαν τῷ ἐπιστατοῦντι δεδόσθαι, ὥστε ἀνεμπόδιστον γίνεσθαι τὴν κατὰ Θεὸν προκοπὴν, τοῦ μὲν ὑποτιθεμένου πᾶν ὅσον ψυχωφελές τε καὶ χρήσιμον, τῶν δὲ ἐν εὐπειθείᾳ τὰς ἀγαθὰς συμβουλίας δεχομένων. Ἐπεὶ οὖν προσήκει παντὶ τρόπῳ τῷ προεστῶτι εὐπειθῆ τε καὶ ὑποχείριον εἶναι τὴν συνοδίαν, πρὸ πάντων ἀναγκαῖόν ἐστι τοιοῦτον ἐκλέγεσθαι τὸν καθηγούμενον τῆς πολιτείας ταύτης, ὡς παντὸς ἀγαθοῦ ὑπόδειγμα τοῖς πρὸς αὐτὸν ἀποβλέπουσι τὸν ἐκείνου γίνεσθαι βίον· καὶ, ὥς φησιν ὁ Ἀπόστολος, νηφάλιον, σώφρονα, κόσμιον, διδακτικόν. Οὕτω μοι δοκεῖ δεῖν καὶ τὸν τούτου ἐξετάζειν βίον, μὴ μόνον εἰ τῷ χρόνῳ τὸ γηραιὸν ἔχοιεν (ἔστι γὰρ καὶ ἐν πολιᾷ καὶ ῥυτίδι νεωτερίζειν κατὰ τὸ ἦθος)· ἀλλὰ προηγουμένως, εἰ τὸ ἦθος καὶ ὁ τρόπος διὰ κοσμιότητος πεπολίωται, ὥστε πᾶν τὸ παρ' αὐτοῦ λεγόμενόν τε καὶ γινόμενον ἀντὶ νόμου καὶ κανόνος τῇ συνοδίᾳ γίνεσθαι. Ἐπίνοια δὲ τροφῆς πρέπει τοῖς ἐν τῷ τοιούτῳ βίῳ διάγουσιν, ἣν ὁ Ἀπόστολος ὑποτίθεται, ἵνα ἐργαζόμενοι ταῖς χερσὶν εὐσχημόνως τὸν ἑαυτῶν ἄρτον ἐσθίωσι. Διατίθεσθαι δὲ προσήκει τὴν ἐργασίαν ἐπί τινος πρεσβύτου, ἐπὶ σεμνότητι βίου μαρτυρουμένου, ὃς καταλέξει τὰ ἔργα τῶν χειρῶν αὐτῶν πρὸς τὰς ἐπιζητουμένας χρείας, ὥστε καὶ τὴν ἐντολὴν κατορθοῦσθαι τὴν κελεύουσαν ἐν ἱδρῶτι καὶ πόνῳ τὴν τροφὴν πορίζειν, καὶ εὐσχημοσύνην ἀνεπίληπτον καὶ ἄμωμον μένειν, ἐν τῷ μηδεμίαν αὐτοῖς ἀνάγκην ἐγγίνεσθαι, διὰ τὸ τὴν τοῦ βίου χρείαν δημοσιεύεσθαι. Ἐγκρατείας δὲ ὁ κάλλιστος ὅρος καὶ κανὼν οὗτος ἔστω, τὸ μήτε πρὸς τρυφὴν, μήτε πρὸς κακοπάθειαν τῆς σαρκὸς βλέπειν, ἀλλὰ φεύγειν ἐν ἑκατέρῳ τὴν ἀμετρίαν, ἵνα μήτε πολυσαρκοῦσα ταράσσηται, μήτε, νοσώδης γενομένη, ἀδυνατῇ πρὸς τὴν τῶν ἐντολῶν ἐργασίαν. Ἴση γὰρ ἐξ ἑκατέρω⟨…⟩ ἡ βλάβη τῇ ψυχῇ προσγίνεται, καὶ τὸ ἀνυπότακτον εἶναι τὴν σάρκα, δι' εὐεξίας ἀποσκιρτῶσαν εἰς ἀτόπους ὁρμὰς, καὶ ὅταν πάρετός τε καὶ ἐκλελυμένη καὶ ἀκίνητος ὑπὸ ἀλγηδόνων συνέχηται. Οὐ
rest preferred, age in point of time also being taken into account towards precedence. For what is more venerable in age is somehow more worthy of respect in the nature of men. And let this man hold such authority, with the brotherhood willingly obeying in ready compliance alone and humility of mind, that it be lawful for no one of those in the community to oppose his counsel in those matters wherein he guides them in anything contributing towards seemliness and strictness of life. Rather, just as the Apostle says not to resist the authorities ordained by God (for those who resist the ordinance of God incur judgement), so here too it befits the rest of the brotherhood to be persuaded that not by chance, but according to the divine will, such authority has been given to him who presides, so that progress according to God may take place unhindered, while the one suggests everything that is profitable to the soul and useful, and the others receive his good counsels in ready compliance. Since, therefore, it befits the community in every way to be compliant and subject to the superior, before all things it is necessary to choose the leader of this way of life such that his life becomes a pattern of every good to those who look towards him, and, as the Apostle says, sober, temperate, orderly, apt to teach. Thus it seems to me that one ought also to examine his life, not merely whether they have old age in point of time (for it is possible even in grey hair and wrinkles to act youthfully in character), but primarily whether his character and manner have grown grey through orderliness, so that everything said and done by him becomes instead of a law and rule for the community. And a provision for food befits those passing their days in such a life which the Apostle enjoins, that working with their hands in seemly fashion they may eat their own bread. And it is fitting to place the management of the work under some elder attested for gravity of life, who will dispose of the works of their hands towards the needs required, so that both the commandment bidding us to procure food in sweat and toil may be fulfilled, and seemliness may remain irreproachable and blameless in that no necessity arises for them to go out in public on account of the need of livelihood. And of self-control let this be the noblest boundary and rule: to look neither towards luxury nor towards ill-treatment of the flesh, but to shun excess in either direction, so that neither through growing fleshy may it be thrown into disorder, nor, having become sickly, may it be powerless towards the performance of the commandments. For equal from either side is the harm that accrues to the soul, both that the flesh is unruly, leaping off through vigour into improper impulses, and when paralysed and enfeebled and motionless it is held fast by pains. Not
PG 31:877Read from the page
γὰρ ἄγει σχολὴν ἡ ψυχὴ, ἐν τῇ τοιαύτῃ τοῦ σώματος καταστάσει, πρὸς τὰ ἄνω βλέπειν ἐλευθερίως· ἀλλὰ κατὰ πᾶσαν ἀνάγκην πρὸς τὴν τῆς ὀδύνης αἴσθησιν ἀσχολεῖται καὶ ἐπικλίνεται, συνταπεινουμένη τῇ κακοπαθείᾳ τοῦ σώματος.
indeed does the soul have leisure, in such a condition of the body, to look freely towards the things above; rather, by every necessity it is occupied with and bent down towards the sensation of pain, being humbled together with the ill-treatment of the body.
4. Ἔστω τοίνυν ἡ χρῆσις τῇ χρείᾳ σύμμετρος, καὶ ὁ οἶνος μήτε βδελυκτὸς ἔστω, εἰ πρὸς θεραπείαν παραλαμβάνοιτο, μήτε σπουδαζέσθω χωρὶς ἀνάγκης· καὶ τὰ ἄλλα πάντα ὡσαύτως ταῖς χρείαις, μὴ ταῖς ἐπιθυμίαις ὑπηρετείτω τῶν ἀσκουμένων. Προσευχῆς καιρὸς ἔστω ἅπας ὁ βίος· μάλιστα δὲ ἐπειδὴ χρή τισι διαλείμμασι τὸ σύντονον τῆς ψαλμῳδίας καὶ τῆς γονυκλισίας διαναπαύειν, ἀκολουθητέον ταῖς παρὰ τῶν ἁγίων τετυπωμέναις εἰς προσευχὴν ὥραις. Φησὶ τοίνυν ὁ μέγας Δαβὶδ, ὅτι Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· ᾧ καὶ Παῦλος καὶ Σίλας ἀκολουθοῦντες εὑρίσκονται, κατὰ τὸ μεσονύκτιον ἐν τῷ δεσμωτηρίῳ τὸν Θεὸν αἰνοῦντες. Εἶτά φησιν ὁ αὐτὸς προφήτης· Ἑσπέρας καὶ πρωὶ καὶ μεσημβρίας. Ἀλλὰ καὶ ἡ τοῦ ἁγίου Πνεύματος παρουσία κατὰ τὴν τρίτην γίνεται ὥραν, καθὼς ἐν ταῖς Πράξεσι μεμαθήκαμεν, ὅτε, διαχλευαζόντων ἐν τῇ ποικίλῃ τῶν γλωσσῶν ἐνεργείᾳ τῶν Φαρισαίων τοὺς μαθητὰς, φησὶν ὁ Πέτρος μὴ μεθύειν τοὺς ταῦτα λαλοῦντας· ὥρα γάρ ἐστι τρίτη. Ἡ δὲ ἐνάτη τοῦ Δεσποτικοῦ πάθους ἐστὶ μνημόσυνον, τοῦ ὑπὲρ τῆς ἡμετέρας ζωῆς γενομένου. Ἀλλ' ἐπειδή φησιν ὁ Δαβὶδ, ὅτι Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου, οἱ δὲ μνημονευθέντες τῆς προσευχῆς καιροὶ οὐ πληροῦσι τὴν ἑβδομάδα τῶν προσευχῶν, τὴν μεσημβρινὴν προσευχὴν διατμητέον· καὶ τὴν μὲν πρὸ τοῦ προσενέγκασθαι τὴν τροφὴν, τὴν δὲ μετὰ τὸ προσενέγκασθαι· ὥστε γενέσθαι καὶ ἡμῖν ἐν τύπῳ τὸ ἑπτάκις τῆς ἡμέρας αἰνεῖν τὸν Θεὸν κατὰ πᾶσαν τῆς ἡμέρας περίοδον. Αἱ εἴσοδοι τῶν ἀσκητηρίων ταῖς μὲν γυναιξὶν ἀποκεκλείσθωσαν· ἄνδρες δὲ μὴ πάντες εἰσίτωσαν, ἀλλ' ὅσοι ἂν ὑπὸ τοῦ καθηγουμένου καταπιστευθῶσι τὴν εἴσοδον. Πολλάκις γὰρ ἡ ἀδιαφορία τοῦ εἰσιόντος ἀκαίρων λόγων καὶ ἀνωφελῶν διηγημάτων ἀκολουθίαν ταῖς καρδίαις ἐντίθησιν, εἰς ματαίας τε καὶ ἀνωφελεῖς διανοίας ἐκ τῶν ματαίων λόγων ἐμβάλλει. Καὶ διὰ τοῦτο νόμος ἔστω κοινὸς, μόνον ἐρωτᾶσθαι τὸν καθηγούμενον καὶ ἀποκρίνεσθαι ὑπὲρ ὧν προσήκει γενέσθαι τινὰ κατὰ ἀνάγκην λόγον· τοὺς δὲ λοιποὺς μὴ ἀποκρίνεσθαι τοῖς ἀδολεσχοῦσιν ἐν ὁμιλίαις ματαίαις, ἵνα μὴ συγκαθελκυσθῇ πρὸς τὴν ἀργῶν ῥημάτων ἀκολουθίαν.
4. Let use, therefore, be commensurate with need, and let wine neither be held abominable, if it should be taken for healing, nor be eagerly sought apart from necessity; and in like manner let all other things minister to the needs, not to the desires, of the ascetics. Let all one's life be a season of prayer; yet especially since it is necessary by certain intervals to give rest to the intensity of psalmody and kneeling, one must follow the hours appointed for prayer by the saints. Accordingly, the great David says, At midnight I rose to give thanks to Thee for the judgements of Thy righteousness; whom Paul and Silas also are found following, praising God at midnight in the prison. Next the same prophet says: At evening and in the morning and at midday. Moreover, the coming of the Holy Spirit also takes place at the third hour, as we have learned in the Acts, when, as the Pharisees mocked the disciples in the manifold working of tongues, Peter says that those speaking these things are not drunk, for it is the third hour. And the ninth is a memorial of the Master's passion, which took place on behalf of our life. Yet since David says, Seven times a day I praised Thee for the judgements of Thy righteousness, and the seasons of prayer mentioned do not fill up the number seven of the prayers, the midday prayer must be divided, the one part before partaking of food, and the other after partaking; so that praising God seven times a day throughout the whole circuit of the day may become a pattern for us also. Let the entrances of the ascetic dwellings be shut fast to women; and let not all men enter, save as many as may be entrusted with entrance by the leader. For oftentimes lack of discrimination as to who enters implants in the hearts a train of unseasonable words and unprofitable tales, and casts them out of vain words into vain and unprofitable thoughts. And on this account let there be a common law, that the leader alone be questioned and make answer concerning matters about which some speech must of necessity take place, and that the rest do not answer those who prattle in vain conversations, lest one be dragged down together with them towards the train of idle utterances.
5. Ἀποθήκη δὲ τοῖς πᾶσιν ⟨…⟩στω μία κοινὴ, καὶ μηδὲν ἴδιον ἑκάστῳ ὀνομαζέσθω· μὴ ἱμάτιον, μὴ ὑπόδημα, μὴ ἄλλο τι τῶν πρὸς τὴν ἀναγκαίαν χρείαν τοῦ σώματος. Ἀλλ' ἐν τῇ ἐξουσίᾳ τοῦ καθηγουμένου ἡ χρῆσις ἔστω, ἐκ τῶν κοινῶν τὸ κατάλληλον
5. And let there be one common storehouse for all, and let nothing be called anyone's own: neither garment, nor footwear, nor anything else of the things pertaining to the necessary need of the body. Rather, let the use rest in the authority of the leader, so that out of the common store what is suitable