Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων. Παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι. Καὶ μετ' ὀλίγα· Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται... Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. ΙΩΑΝΝΗΣ. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Καὶ ταῦτα ποιήσουσιν ὑμῖν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα, οὐδὲ ἐμὲ, καὶ τὰ ἑξῆς. ΛΟΥΚΑΣ. Οἱ δὲ ἐπὶ τῆς πέτρας, οἳ, ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι, καὶ ἐν καιρῷ πειρασμῶν ἀφίστανται. ΠΡΟΣ ΚΟΡ. βʹ. Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. ΠΡΟΣ ΤΙΜ. βʹ. Πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.
This is My beloved Son, in Whom I am well pleased. Then was Jesus led up into the wilderness by the Spirit, to be tempted by the devil. Behold, I send you forth as sheep in the midst of wolves. Be ye therefore wise as serpents, and harmless as doves. But beware of men: for they will deliver you up to councils, and in their synagogues they will scourge you; yea and before governors and kings shall ye be brought for My sake, for a testimony to them and to the Gentiles. And a little after: And brother shall deliver up brother to death, and the father his child: and children shall rise up against parents, and cause them to be put to death. And ye shall be hated of all men for My name's sake: but he that endureth to the end, the same shall be saved... And he that doth not take his cross and follow after Me, is not worthy of Me. John. These things have I spoken unto you, that ye should not be offended. They shall put you out of the synagogues: yea, the hour cometh, that whosoever killeth you shall think that he offereth service unto God. And these things will they do unto you, because they have not known the Father, nor Me, and so forth. Luke. And those upon the rock are they who, when they have heard, receive the word with joy; and these have no root, who for a while believe, and in time of temptations fall away. 2 Corinthians. For I would not have you ignorant, brethren, concerning our affliction which befell us in Asia, that we were weighed down exceedingly, beyond our power, insomuch that we despaired even of life: yea, we ourselves have had the sentence of death within ourselves, that we should not trust in ourselves, but in God Who raiseth the dead. 2 Timothy. Yea, and all that would live godly in Christ Jesus shall suffer persecution.
ΜΑΤΘΑΙΟΣ. Οὕτως οὖν προσεύχεσθε· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. Καὶ μετ' ὀλίγα· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ΙΩΑΝΝΗΣ. Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ Σκηνοπηγία. Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖς. Οὐδεὶς γὰρ ἐν κρυπτῷ ποιεῖ τι, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ και-
Matthew. After this manner therefore pray ye: Our Father, Who art in the heavens, hallowed be Thy name, Thy kingdom come. And a little after: And bring us not into temptation, but deliver us from the evil one. John. And after these things Jesus walked in Galilee: for He would not walk in Judaea, because the Jews sought to kill Him. Now the feast of the Jews, the Feast of Tabernacles, was at hand. His brethren therefore said unto Him: Depart hence, and go into Judaea, that Thy disciples also may behold Thy works which Thou doest. For no man doeth anything in secret, and himself seeketh to be known openly. If Thou doest these things, manifest Thyself to the world. For even His brethren did not believe on Him. Jesus therefore saith unto them: My time