Migne Reading Room

PG 31 · cols. 796–805 · Read from the page

Moralia

Moralia

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:796Read from the page
πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΦΙΛΙΠ. Ἵνα τὸ αὐτὸ φρονῆτε πάντες, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες, μηδὲν κατ' ἐριθείαν, ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκοποῦντες, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστοι.
were all baptized into one body, whether Jews, or Greeks, whether slaves, or free, and so forth. Philippians. That you may all think the same thing, having the same love, united in soul, thinking the one thing, [doing] nothing by faction, or vainglory, but in lowliness of mind counting one another superior to yourselves; each looking not to your own things, but each also to the things of others.
ΟΡΟΣ ΞΑʹ.
Rule LXI.
Ὅτι οὐ δεῖ ἐξουθενεῖν τοὺς συνεργοῦντας τὴν χάριν τοῦ Κυρίου, εἰς τὴν εὐτέλειαν αὐτῶν ἀφορῶντας. Ἐν τούτοις γὰρ μάλιστα εὐδοκεῖ ὁ Θεός.
That one ought not to despise those who minister together the grace of the Lord, looking away towards their low estate. For in these especially is God well pleased.
Κεφάλ. αʹ.
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναὶ, ὁ Πατὴρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου... Ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς, καὶ λέγειν· Πόθεν ἡ σοφία αὕτη τούτῳ καὶ αἱ δυνάμεις; Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριάμ; καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος, καὶ Ἰωσὴφ, καὶ Σίμων, καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; Πόθεν οὖν τούτῳ πάντα ταῦτα; Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. ΠΡΟΣ ΚΟΡ. αʹ. Βλέπετε γὰρ τὴν κλῆσιν ὑμῶν, ἀδελφοὶ, ὅτι οὐ πολλοὶ σοφοὶ κατὰ σάρκα, οὐ πολλοὶ δυνατοὶ, οὐ πολλοὶ εὐγενεῖς· ἀλλὰ τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς· καὶ τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τὰ ἰσχυρά·
Matthew. I give thanks to Thee, Father, Lord of heaven and earth, because Thou hast hidden these things from the wise and understanding, and hast revealed them to babes. Yea, Father, for so it was well-pleasing before Thee... Having come into His own country, He taught them in their synagogue, so that they were astonished, and said: Whence [come] this wisdom and these mighty works to This Man? Is not This the carpenter's son? Is not His mother called Mary? and His brothers James, and Joseph, and Simon, and Judas? and His sisters, are they not all with us? Whence then [come] all these things to This Man? And they took offence at Him. But Jesus said to them: A prophet is not without honour save in His own country and in His own house. And He did not do many mighty works there on account of their unbelief. 1 Corinthians. For behold your calling, brothers, that not many [are] wise according to the flesh, not many powerful, not many well-born; but the foolish things of the world God chose, that He might put to shame the wise; and the weak things of the world God chose, that He might put to shame the strong;
ΟΡΟΣ ΞΒʹ.
Rule LXII.
Ὅτι τοὺς πιστεύσαντας τῷ Θεῷ, καὶ βαπτισθέντας, εὐθὺς παρασκευάζεσθαι δεῖ πρὸς τοὺς πειρασμοὺς, καὶ παρ' αὐτῶν τῶν οἰκείων, μέχρι θανάτου. Ὁ γὰρ μὴ οὕτως ἑτοιμασάμενος, αἰφνίδιον τῆς περιστάσεως καταλαβούσης, εὐκόλως διασαλεύεται.
That those who have believed in God, and have been baptized, ought straightway to prepare themselves for temptations, even from those of their own household, unto death. For he who has not so prepared himself, when the crisis suddenly overtakes him, is easily shaken.
Κεφάλ. αʹ.
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη εὐθὺς ἀπὸ τοῦ ὕδατος. Καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ' αὐτόν. Καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα·
Matthew. And having been baptized, Jesus went up straightway from the water. And behold, the heavens were opened to Him, and He saw the Spirit of God coming down as a dove, and coming upon Him. And behold, a voice out of the heavens saying:
PG 31:797Read from the page
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων. Παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι. Καὶ μετ' ὀλίγα· Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται... Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. ΙΩΑΝΝΗΣ. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. Καὶ ταῦτα ποιήσουσιν ὑμῖν, ὅτι οὐκ ἔγνωσαν τὸν Πατέρα, οὐδὲ ἐμὲ, καὶ τὰ ἑξῆς. ΛΟΥΚΑΣ. Οἱ δὲ ἐπὶ τῆς πέτρας, οἳ, ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι, καὶ ἐν καιρῷ πειρασμῶν ἀφίστανται. ΠΡΟΣ ΚΟΡ. βʹ. Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ, ὅτι καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν· ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. ΠΡΟΣ ΤΙΜ. βʹ. Πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται.
This is My beloved Son, in Whom I am well pleased. Then was Jesus led up into the wilderness by the Spirit, to be tempted by the devil. Behold, I send you forth as sheep in the midst of wolves. Be ye therefore wise as serpents, and harmless as doves. But beware of men: for they will deliver you up to councils, and in their synagogues they will scourge you; yea and before governors and kings shall ye be brought for My sake, for a testimony to them and to the Gentiles. And a little after: And brother shall deliver up brother to death, and the father his child: and children shall rise up against parents, and cause them to be put to death. And ye shall be hated of all men for My name's sake: but he that endureth to the end, the same shall be saved... And he that doth not take his cross and follow after Me, is not worthy of Me. John. These things have I spoken unto you, that ye should not be offended. They shall put you out of the synagogues: yea, the hour cometh, that whosoever killeth you shall think that he offereth service unto God. And these things will they do unto you, because they have not known the Father, nor Me, and so forth. Luke. And those upon the rock are they who, when they have heard, receive the word with joy; and these have no root, who for a while believe, and in time of temptations fall away. 2 Corinthians. For I would not have you ignorant, brethren, concerning our affliction which befell us in Asia, that we were weighed down exceedingly, beyond our power, insomuch that we despaired even of life: yea, we ourselves have had the sentence of death within ourselves, that we should not trust in ourselves, but in God Who raiseth the dead. 2 Timothy. Yea, and all that would live godly in Christ Jesus shall suffer persecution.
Ὅτι οὐ δεῖ ἑαυτὸν ἐπιρρίπτειν πειρασμοῖς πρὸ καιροῦ τῆς τοῦ Θεοῦ συγχωρήσεως, ἀλλὰ καὶ προσεύχεσθαι μὴ ἐμπεσεῖν εἰς πειρασμόν.
That one must not cast himself into temptations before the time of God's permission, but must also pray not to fall into temptation.
Κεφάλ. βʹ.
Chapter 2.
ΜΑΤΘΑΙΟΣ. Οὕτως οὖν προσεύχεσθε· Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου. Καὶ μετ' ὀλίγα· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ΙΩΑΝΝΗΣ. Καὶ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων, ἡ Σκηνοπηγία. Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσωσι τὰ ἔργα ἃ ποιεῖς. Οὐδεὶς γὰρ ἐν κρυπτῷ ποιεῖ τι, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὁ και-
Matthew. After this manner therefore pray ye: Our Father, Who art in the heavens, hallowed be Thy name, Thy kingdom come. And a little after: And bring us not into temptation, but deliver us from the evil one. John. And after these things Jesus walked in Galilee: for He would not walk in Judaea, because the Jews sought to kill Him. Now the feast of the Jews, the Feast of Tabernacles, was at hand. His brethren therefore said unto Him: Depart hence, and go into Judaea, that Thy disciples also may behold Thy works which Thou doest. For no man doeth anything in secret, and himself seeketh to be known openly. If Thou doest these things, manifest Thyself to the world. For even His brethren did not believe on Him. Jesus therefore saith unto them: My time
Notes, col. 797

On the reading

Printed ὦ, for ᾧ.

PG 31:799Read from the page
ρὸς ὁ ἐμὸς οὔπω πάρεστιν· ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ὁ καιρὸς ὁ ἐμὸς οὔπω πεπλήρωται. Ταῦτα δὲ εἰπὼν αὐτοῖς, ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτὴν, οὐ φανερῶς, ἀλλ' ὡς ἐν κρυπτῷ. ΛΟΥΚΑΣ. Ἀναστάντες δὲ προσεύχεσθε, ἵνα μὴ ἐμπέσητε εἰς πειρασμόν.
is not yet present; but your time is always ready. The world cannot hate you; but Me it hateth, because I testify of it, that its works are evil. Go ye up unto the feast: I go not up yet unto this feast, because My time is not yet fulfilled. And having said these things unto them, He abode in Galilee. But when His brethren were gone up, then went He also up unto the feast, not publicly, but as it were in secret. Luke. And rise up and pray, that ye enter not into temptation.
Ὅτι δεῖ κατὰ καιρὸν ὑπαναχωρεῖν τῶν ἐπιβουλευόντων, συγχωρηθέντα μέντοι περιπεσεῖν πειρασμῷ, τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν, καὶ τὸ θέλημα τοῦ Θεοῦ διὰ προσευχῆς αἰτεῖν.
That one must withdraw in season from those who lay plots, yet if permitted to fall into temptation, must ask through prayer for the way of escape so as to be able to endure, and for the will of God.
Κεφάλ. γʹ.
Chapter 3.
ΜΑΤΘΑΙΟΣ. Ὅταν διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην. Οἱ δὲ Φαρισαῖοι συμβούλιον ἔλαβον κατ' αὐτοῦ, ἐξελθόντες, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦς, γνοὺς, ἀνεχώρησεν ἐκεῖθεν. ΙΩΑΝΝΗΣ. Ἀπ' ἐκείνης οὖν τῆς ἡμέρας συνεβουλεύσαντο, ἵνα ἀποκτείνωσιν αὐτόν. Ἰησοῦς οὖν οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις. ΛΟΥΚΑΣ. Καὶ θεὶς τὰ γόνατα, προσηύχετο λέγων· Πάτερ, εἰ βούλει παρενεγκεῖν τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω. ΠΡΟΣ ΚΟΡ. αʹ. Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν.
Matthew. When they persecute you in this city, flee into the next. And the Pharisees went out, and took counsel against Him, how they might destroy Him. But Jesus, perceiving it, withdrew from thence. John. So from that day forth they took counsel that they might put Him to death. Jesus therefore walked no more openly among the Jews. Luke. And He kneeled down and prayed, saying: Father, if Thou be willing, remove this cup from Me: nevertheless not My will, but Thine, be done. 1 Corinthians. There hath no temptation taken you but such as man can bear: but God is faithful, Who will not suffer you to be tempted above that ye are able, but will with the temptation make also the way of escape, that ye may be able to endure it.
Ὅτι δεῖ τὸν Χριστιανὸν ἐν τοῖς πειρασμοῖς ἐφ' ἑκάστῳ τῶν προσαγομένων αὐτῷ, μνημονεύοντα τῶν ἐν τῇ θεοπνεύστῳ Γραφῇ πρὸς τὸ προκείμενον εἰρημένων, οὕτως αὐτόν τε ἀνεπηρέαστον συντηρεῖν, καὶ τοὺς ἐναντίους καταργεῖν.
That the Christian in temptations, at each of the things brought against him, remembering the things spoken in the divinely inspired Scripture with regard to the matter at hand, must thus both preserve himself unharmed and bring his adversaries to nought.
Κεφάλ. δʹ.
Chapter 4.
ΜΑΤΘΑΙΟΣ. Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα, καὶ νύκτας τεσσαράκοντα, ὕστερον ἐπείνασε. Καὶ προσελθὼν αὐτῷ ὁ πειράζων, εἶπεν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. Ὁ δὲ ἀποκριθεὶς εἶπε· Γέγραπται, ὅτι οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ, καὶ τὰ ἑξῆς.
Matthew. Then was Jesus led up into the wilderness by the Spirit, to be tempted by the devil. And when He had fasted forty days and forty nights, He afterward hungered. And the tempter came and said unto Him: If Thou art the Son of God, command that these stones become bread. But He answered and said: It is written, Man shall not live by bread alone, but by every word that proceedeth out of the mouth of God, and so forth.
ΟΡΟΣ ΞΓʹ.
Rule 63.
Ὅτι οὐ δεῖ τὸν Χριστιανὸν φοβεῖσθαι, καὶ ἀγωνιᾷν ἐν ταῖς περιστάσεσι, μετεωριζόμενον ἀπὸ τῆς ἐν Θεῷ πεποιθήσεως· θαρρεῖν δὲ, ὡς τοῦ Κυρίου
That the Christian must not fear and be in agony in distresses, being unsettled from his confidence in God; but must be of good courage, inasmuch as the Lord
PG 31:801Read from the page
παρόντος, καὶ τὰ κατ' αὐτὸν οἰκονομοῦντος, καὶ πρὸς πάντας ἐνδυναμοῦντος, καὶ τοῦ ἁγίου Πνεύματος διδάσκοντος μέχρι καὶ ἀποκρίσεως τῆς πρὸς τοὺς ὑπεναντίους.
being present, and ordering his affairs, and strengthening him towards all, and the Holy Spirit teaching even unto the answer to be made towards adversaries.
Κεφάλ. αʹ.
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν. Υμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλής πᾶσαι ἠριθμημέναι εἰσίν. Μὴ οὖν φοβηθῆτε, πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. ΛΟΥΚΑΣ. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, καὶ τὰς ἀρχὰς, καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ, ἃ δεῖ εἰπεῖν. ΜΑΡΚΟΣ. Καὶ γίνεται λαίλαψ ἀνέμου μεγάλη· τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε αὐτὸ ἤδη γεμίζεσθαι. Καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων. Καὶ διεγείρουσιν αὐτὸν, καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι, ὅτι ἀπολλύμεθα; Καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ, καὶ εἶπε τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε οὕτως; Πῶς οὐκ ἔχετε πίστιν; ΠΡΑΞΕΙΣ. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ (ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων) ἐπλήσθησαν ζήλου· καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς, εἶπε· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν, καὶ ἐδίδασκον. ΠΡΟΣ ΚΟΡ. βʹ. Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς
Matthew. Do not be afraid of those who kill the body, but are not able to kill the soul; rather fear Him Who is able to destroy both soul and body in Gehenna. Are not two sparrows sold for an assarion? And one of them shall not fall upon the earth without your Father. And of you even the hairs of the head are all numbered. Do not therefore fear; you are of more value than many sparrows. Luke. And when they bring you before the synagogues, and the rulers, and the authorities, do not be anxious how or what you shall answer in defence, or what you shall say; for the Holy Spirit will teach you in that very hour what things one ought to say. Mark. And there arises a great squall of wind; and the waves beat into the boat, so that it was already filling. And He Himself was in the stern, sleeping upon the cushion. And they wake Him, and say to Him: Teacher, is it of no concern to You that we are perishing? And having been awakened, He rebuked the wind, and said to the sea: Be silent, be muzzled. And the wind ceased, and there came a great calm. And He said to them: Why are you cowardly thus? How do you not have faith? Acts. And the high priest rose up, and those with him (which is the sect of the Sadducees), and were filled with jealousy; and they laid their hands upon the apostles, and put them in public custody. But an angel of the Lord during the night opened the doors of the prison, and leading them out, said: Go, and standing speak in the temple to the people all the words of this life. And having heard, they entered towards daybreak into the temple, and taught. 2 Corinthians. For we do not wish you to be ignorant, brothers, concerning
ΟΡΟΣ ΞΔʹ.
Rule LXIV.
Ὅτι δεῖ χαίρειν πᾶν ὁτιοῦν πάσχοντα μέχρι θανάτου ἕνεκεν τοῦ ὀνόματος τοῦ Κυρίου καὶ τῶν ἐντολῶν αὐτοῦ.
That one who suffers anything whatsoever unto death for the sake of the name of the Lord and of His commandments ought to rejoice.
Κεφάλ. αʹ.
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ'
Matthew. Blessed are those who have been persecuted for the sake of righteousness, because theirs is the kingdom of the heavens. Blessed are you, when they revile you, and persecute [you], and say every evil word against
Notes, col. 801

On the reading

Printed Υμῶν, for Ὑμῶν.

Printed κεφαλής, for κεφαλῆς.

Printed λαίλαψ, for λαῖλαψ.

PG 31:803Read from the page
ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. ΛΟΥΚΑΣ. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσι, καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν, ἕνεκεν τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. ΠΡΑΞΕΙΣ. Καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν αὐτούς. Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἀτιμασθῆναι. Πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ' οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν. ΠΡΟΣ ΚΟΛ. Οὗ ἐγενόμην ἐγὼ Παῦλος διάκονος. Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου ὑπὲρ τοῦ σώματος αὐτοῦ, ὅ ἐστιν ἡ Ἐκκλησία.
you falsely, for My sake. Rejoice, and be exceeding glad, for great is your reward in the heavens. Luke. Blessed are ye, when men shall hate you, and when they shall separate you from their company, and shall reproach you, and cast out your name as evil, for the Son of Man's sake. Rejoice in that day, and leap for joy: for behold, your reward is great in the heavens. Acts. And when they had called the apostles unto them, they beat them and charged them not to speak in the name of Jesus, and let them go. They therefore departed from the presence of the council, rejoicing that they were counted worthy to suffer dishonour for the Name of the Lord. And every day, in the temple and at home, they ceased not to teach and to preach Jesus as the Christ. Colossians. Whereof I Paul was made a minister. Now I rejoice in my sufferings for your sake, and fill up on my part that which is lacking of the afflictions of Christ in my flesh for His body's sake, which is the Church.
ΟΡΟΣ ΞΕʹ.
Rule 65.
Ὅτι δεῖ καὶ ἐν αὐτῇ τῇ ἐξόδῳ προσεύχεσθαι τὰ πρέποντα.
That even at the very departure from life one must pray for the things that are fitting.
Κεφάλ. αʹ.
Chapter 1.
ΜΑΤΘΑΙΟΣ. Περὶ δὲ τὴν ἐννάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, λέγων· Ἠλὶ, Ἠλὶ, λαμμὰ σαβαχθανί; τουτέστι· Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες; Καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπε· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου. Καὶ τοῦτο εἰπὼν, ἐξέπνευσεν. ΠΡΑΞΕΙΣ. Καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον, καὶ λέγοντα· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν, ἐκοιμήθη.
Matthew. And about the ninth hour Jesus cried with a loud voice, saying: Eli, Eli, lamma sabachthani? that is, My God, My God, why hast Thou forsaken Me? And Jesus, crying with a loud voice, said: Father, into Thy hands I commend My spirit. And having said this, He gave up the ghost. Acts. And they stoned Stephen, calling upon the Lord and saying: Lord, lay not this sin to their charge. And when he had said this, he fell asleep.
ΟΡΟΣ Ξϛʹ.
Rule 66.
Ὅτι οὐ δεῖ ἐγκαταλιμπάνειν τοὺς ὑπὲρ εὐσεβείας ἀγωνιζομένους.
That one must not forsake those who contend for godliness.
Κεφάλ. αʹ.
Chapter 1.
ΙΩΑΝΝΗΣ. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Ἄρτι πιστεύετε; Ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε. ΠΡΟΣ ΤΙΜ. βʹ. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης. Δῴη ὁ Κύριος ἔλεος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπησχύνθη· ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, σπουδαίως ἐζήτησέ με, καὶ εὗρε. Δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καὶ ὅσα ἐν
John. Jesus answered them: Do ye now believe? Behold, the hour cometh, yea, is now come, that ye shall be scattered, every man to his own, and shall leave Me alone. 2 Timothy. This thou knowest, that all they that are in Asia turned away from me; of whom are Phygellus and Hermogenes. The Lord grant mercy unto the house of Onesiphorus: for he oft refreshed me, and was not ashamed of my chain; but, when he was in Rome, he sought me diligently, and found me. The Lord grant unto him to find mercy of the Lord in that day. And in how many things
Notes, col. 803

On the reading

Printed ΜΑΤΘΛΙΟΣ, for ΜΑΤΘΑΙΟΣ.

PG 31:805Read from the page
Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. ΠΡΟΣ ΤΙΜ. βʹ. Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη.
ministered at Ephesus, you know better. 2 Timothy. At my first defence no one stood by me, but all forsook me; may it not be reckoned to them.
Ὅτι δεῖ προσεύχεσθαι ὑπὲρ τῶν ἐν πειρασμοῖς ἐξεταζομένων.
That one ought to pray on behalf of those being tried in temptations.
Κεφάλ. βʹ.
Chapter II.
ΛΟΥΚΑΣ. Σίμων, Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξητήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. ΠΡΑΞΕΙΣ. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ. Προσευχὴ δὲ ἦν ἐκτενὴς γενομένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ.
Luke. Simon, Simon, behold, Satan has demanded you, to sift [you] like wheat; but I have entreated concerning you, that your faith may not fail. Acts. So Peter indeed was being kept in the prison. But earnest prayer was being made by the Church to God on his behalf.
ΟΡΟΣ ΞΖʹ.
Rule LXVII.
Ὅτι τῶν πληροφορίαν ἐχόντων τῆς ἐκ νεκρῶν ἀναστάσεως, ἀλλότριον τὸ λυπεῖσθαι ἐπὶ τοῖς κεκοιμημένοις.
That it is foreign to those who have full assurance of the resurrection from the dead to grieve over those who have fallen asleep.
Κεφάλ. αʹ.
Chapter I.
ΛΟΥΚΑΣ. Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ, καὶ γυναικῶν, αἳ καὶ ἐκόπτοντο, καὶ ἐθρήνουν αὐτόν. Στραφεὶς δὲ εἶπε πρὸς αὐτάς· Θυγατέρες Ἰερουσαλὴμ, μὴ κλαίετε ἐπ' ἐμέ. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε, καὶ ἀνέστη· οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ.
Luke. And there followed Him a great multitude of the people, and of women, who also beat their breasts, and bewailed Him. But turning towards them, He said: Daughters of Jerusalem, do not weep over Me. 1 Thessalonians. Now concerning those who have fallen asleep I do not wish you to be ignorant, brothers, that you may not grieve even as the rest, who do not have hope. For if we believe that Jesus died, and rose again; so also those who have fallen asleep will God through Jesus bring with Him.
ΟΡΟΣ ΞΗʹ.
Rule LXVIII.
Ὅτι οὐ δεῖ τὰ ἰδιώματα τοῦ αἰῶνος τούτου καὶ μετὰ τὴν ἀνάστασιν προσδοκᾷν, ἀλλὰ ἀγγελικὸν καὶ ἀπροσδεῆ βίον εἰδέναι ἐν τῷ μέλλοντι αἰῶνι.
That one ought not to expect the characteristics of this age after the resurrection also, but to know an angelic and self-sufficient life in the coming age.
Κεφάλ. αʹ.
Chapter I.
ΛΟΥΚΑΣ. Ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται· οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν, οὔτε ἐκγαμίζονται. Οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι, καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. ΠΡΟΣ ΚΟΡ. αʹ. Ἀλλ' ἐρεῖ τις· Πῶς ἐγείρονται οἱ νεκροί; ποίῳ δὲ σώματι ἔρχονται; Ἄφρον, σὺ ὃ σπείρεις, οὐ ζωοποιεῖται, ἐὰν μὴ ἀποθάνῃ πρῶτον. Καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον, εἰ τύχοι σίτου, ἤ τινος τῶν λοιπῶν. Ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησε. Καὶ μετ' ὀλίγα· Οὕτω καὶ ἡ ἀνάστασις τῶν νεκρῶν. Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν.
Luke. Answering, Jesus said to them: The sons of this age marry and are given in marriage; whereas those counted worthy to attain that age and the resurrection from the dead neither marry, nor are given in marriage. For neither are they able to die any longer; for they are equal to angels, and are sons of God, being sons of the resurrection. 1 Corinthians. But someone will say: How are the dead raised? and with what sort of body do they come? Foolish one, what you sow is not made alive unless it dies first. And what you sow, you do not sow the body that will come to be, but a bare grain, it may chance of wheat, or of some one of the rest. And God gives it a body, just as He willed. And a little further on: So also [is] the resurrection of the dead. It is sown in corruption, it is raised in incorruption. It is sown in dishonour, it is raised in glory; it is sown in weakness, it is raised in power; it is sown a natural body, it is raised a spiritual body.
Notes, col. 805

On the reading

Printed Ἰερουσαλὴμ, for Ἱερουσαλὴμ.