ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργὸν τοῦτο ποιήσας. ΠΡΟΣ ΚΟΡ. βʹ. Μὴ πάλιν ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ με ὁ Θεός μου, καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων.
did ye mourn, that he that had done this deed might be taken away from among you. 2 Corinthians. Lest, when I come again unto you, my God should humble me, and I should mourn for many of them that have sinned heretofore, and repented not.
ΛΟΥΚΑΣ. Ἐὰν δὲ ἁμάρτῃ ὁ ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΕΦΕΣ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε.
Luke. And if thy brother sin, rebuke him; and so forth. Ephesians. And have no fellowship with the unfruitful works of darkness, but rather even reprove them.
Ὅτι δεῖ τὴν πρὸς τοὺς ἁμαρτάνοντας συντυχίαν καταδέχεσθαι, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ εἰς μετάνοιαν αὐτοὺς ἀνακαλέσασθαι, ᾧπερ ἂν τρόπῳ δυνατὸν ᾖ χωρὶς ἁμαρτίας.
That one must admit intercourse with those who sin for no other reason than to recall them to repentance, in whatsoever way it may be possible without sin.
ΜΑΤΘΑΙΟΣ. Καὶ ἰδοὺ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ, καὶ τοῖς μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι, εἶπον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν; Ὁ δὲ Ἰησοῦς, ἀκούσας, εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Πορευθέντες δὲ μάθετε τί ἐστιν· Ἔλεον θέλω, καὶ οὐ θυσίαν. Οὐ γὰρ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. ΛΟΥΚΑΣ. Ἦσαν δὲ αὐτῷ ἐγγίζοντες πάντες οἱ τελῶναι καὶ ἁμαρτωλοὶ ἀκούειν αὐτοῦ. Καὶ διεγόγγυζον οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγοντες, ὅτι οὗτος ἁμαρτωλοὺς προσδέχεται, καὶ συνεσθίει αὐτοῖς. Εἶπε δὲ πρὸς αὐτοὺς τὴν παραβολὴν ταύτην, λέγων· Τίς ἐξ ὑμῶν ἔχων ἑκατὸν πρόβατα, καὶ ἀπολέσας ἓν ἐξ αὐτῶν, οὐ καταλείπει τὰ ἐνενηκονταεννέα ἐν τῇ ἐρήμῳ, καὶ πορεύεται ἐπὶ τὸ ἀπολωλὸς, ἕως οὗ εὕρῃ αὐτό; καὶ τὰ ἑξῆς. ΠΡΟΣ ΘΕΣΣ. βʹ. Εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς τοῦτον σημειοῦσθε, καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ. Καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. ΠΡΟΣ ΚΟΡ. βʹ. Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ πάντας ὑμᾶς. Ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη, ἡ ὑπὸ τῶν πλειόνων· ὥστε τοὐναντίον ὑμᾶς μᾶλλον χαρίσασθαι, καὶ παρακαλέσαι, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
Matthew. And behold, many publicans and sinners came and sat down with Jesus and His disciples. And when the Pharisees saw it, they said unto His disciples: Why eateth your Master with the publicans and sinners? But when Jesus heard it, He said unto them: They that are strong have no need of a physician, but they that are sick. But go ye and learn what this meaneth: I desire mercy, and not sacrifice. For I came not to call the righteous, but sinners to repentance. Luke. Now all the publicans and sinners were drawing near unto Him to hear Him. And the scribes and the Pharisees murmured, saying, This man receiveth sinners, and eateth with them. And He spake unto them this parable, saying: What man of you, having a hundred sheep, and having lost one of them, doth not leave the ninety and nine in the wilderness, and go after that which is lost, until he find it? and so forth. 2 Thessalonians. And if anyone obeyeth not our word by this epistle, note that man, and have no company with him, to the end that he may be ashamed. And count him not as an enemy, but admonish him as a brother. 2 Corinthians. But if anyone hath caused sorrow, he hath caused sorrow, not to me, but in part, that I press not too heavily upon you all. Sufficient to such a one is this punishment which was inflicted by the many; so that contrariwise ye should rather forgive him and comfort him, lest by any means such a one should be swallowed up with his overmuch sorrow.
Ὅτι δεῖ τοὺς, μετὰ τὸ πληρωθῆναι πάντα τρόπον τῆς εἰς αὐτοὺς ἐπιμελείας, ἐπιμένοντας τῇ ἰδίᾳ κακίᾳ ἀποστρέφεσθαι.
That one must turn away from those who, after every manner of care towards them hath been fulfilled, persist in their own wickedness.