Migne Reading Room

PG 31 · cols. 748–757 · Read from the page

Moralia

Moralia

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:748Read from the page
εἶναι, ἔσται ὑμῶν δοῦλος· ὥσπερ ὁ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. ΠΡΟΣ ΡΩΜ. Μὴ σχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοὸς ὑμῶν, εἰς τὸ δοκιμάζειν ὑμᾶς τί τὸ θέλημα τοῦ Θεοῦ. ΠΡΟΣ ΚΟΡ. αʹ. Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
to be, shall be your slave; just as the Son of Man came not to be served, but to serve, and to give His soul as a ransom for many. To the Romans. Do not be fashioned after this age, but be transformed by the renewal of your mind, so that you may prove what is the will of God. 1 Corinthians. Become imitators of me, even as I also am of Christ.
ΟΡΟΣ ΚΗʹ.
Rule XXVIII.
Ὅτι οὐ δεῖ ἁπλῶς, οὐδὲ ἀνεξετάστως ὑπὸ τῶν ὑποκρινομένων τὴν ἀλήθειαν συναρπάζεσθαι· ἀπὸ δὲ τοῦ δεδομένου ἡμῖν παρὰ τῆς Γραφῆς χαρακτῆρος γνωρίζειν ἕκαστον.
That one must not simply or uncritically be carried away by those who feign the truth, but recognize each person by the mark given to us from Scripture.
Κεφάλ. Αʹ.
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Προσέχετε δὲ ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. ΙΩΑΝΝ. Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. ΠΡΟΣ ΚΟΡ. αʹ. Διὸ γνωρίζω ὑμῖν, ὅτι οὐδεὶς ἐν Πνεύματι Θεοῦ λαλῶν λέγει ἀνάθεμα Ἰησοῦν.
Matthew. Beware of false prophets, who come to you in sheep's clothing, but inwardly are ravenous wolves. By their fruits you will recognize them. John. By this all will know that you are My disciples, if you have love among one another. 1 Corinthians. Therefore I make known to you that no one speaking in the Spirit of God says Jesus is anathema.
ΟΡΟΣ ΚΘʹ.
Rule XXIX.
Ὅτι δεῖ ἕκαστον διὰ τῶν οἰκείων ἔργων πιστοῦσθαι τὸ ἑαυτοῦ ἐπάγγελμα.
That each person must confirm his own profession through his own works.
Κεφάλ. Αʹ.
Chapter I.
ΙΩΑΝΝΗΣ. Αὐτὰ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι ὁ Πατήρ με ἀπέστειλεν. Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε· ἵνα γνῶτε καὶ πιστεύσητε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν αὐτῷ. ΠΡΟΣ ΚΟΡ. βʹ. Μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπὴν, ἵνα μὴ μωμηθῇ ἡ διακονία. Ἀλλ' ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσι, καὶ τὰ ἑξῆς.
John. The very works which I do bear witness concerning Me, that the Father has sent Me. If I do not do the works of My Father, do not believe Me; but if I do them, even if you do not believe Me, believe My works, so that you may know and believe that the Father is in Me, and I in Him. 2 Corinthians. Giving no offence in anything, so that the ministry may not be blamed; but in everything commending ourselves as ministers of God, in much endurance, in afflictions, and so forth.
ΟΡΟΣ Λʹ.
Rule XXX.
Ὅτι οὐ δεῖ τὰ ἅγια τῇ ἐπιμιξίᾳ τῶν πρὸς τὴν κοινὴν χρείαν καθυβρίζειν.
That one must not profane holy things through admixture with things meant for common use.
Κεφάλ. Αʹ.
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Καὶ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν τοῦ Θεοῦ, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς· καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον ληστῶν. ΠΡΟΣ ΚΟΡ. αʹ. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; Εἰ δέ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρῖμα συνέρχησθε.
Matthew. And Jesus entered into the temple of God, and cast out all those selling and buying in the temple, and overturned the tables of the money-changers and the seats of those selling doves; and He says to them: It is written: My house shall be called a house of prayer, but you have made it a den of robbers. 1 Corinthians. What, do you not have houses for eating and drinking? Or do you despise the Church of God, and put to shame those who have nothing? If anyone is hungry, let him eat at home, so that you do not come together unto judgement.
Ὅτι τὸ ἐπονομαζόμενον τῷ Θεῷ μέχρι τότε ὡς ἅγιον τιμᾷν δεῖ, μέχρις ἂν τὸ τοῦ Θεοῦ θέλημα φυλάσσηται ἐπ' αὐτῶ.
That what is dedicated in name to God must be honoured as holy for so long as the will of God is observed in it.
Notes, col. 748

On the reading

Printed αὐτῶ, for αὐτῷ.

PG 31:749Read from the page
Κεφάλ. Βʹ.
Chapter II.
ΜΑΤΘΑΙΟΣ. Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτὴν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
MATTHEW. Jerusalem, Jerusalem, that killest the prophets, and stonest them that are sent unto her, how often would I have gathered thy children together, even as a hen gathereth her chickens under her wings, and you would not? Behold, your house is left unto you desolate.
ΟΡΟΣ ΛΑʹ.
Rule XXXI.
Ὅτι οὐ δεῖ τὰ τοῖς ἀνακειμένοις τῷ Θεῷ ἀφωρισμένα εἰς ἑτέρους ἀναλίσκειν, εἰ μή τι ἂν ἐκ τοῦ περισσεύματος.
That one must not spend upon others the things set apart for those who are consecrated unto God, unless it be something from the surplus.
Κεφάλ. Αʹ.
Chapter I.
ΜΑΡΚΟΣ. Ἦν δὲ γυνὴ Ἑλληνὶς Συροφοίνισσα τῷ γένει, καὶ ἐπηρώτα αὐτὸν, ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. Ὁ δὲ εἶπεν· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα· οὐ γὰρ καλόν ἐστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἡ δὲ ἀπεκρίθη καὶ εἶπεν αὐτῷ· Ναὶ, Κύριε· καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν παίδων. Καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθε τὸ δαιμόνιον ἐκ τῆς θυγατρός σου.
MARK. Now the woman was a Greek, a Syrophoenician by race; and she asked Him that He would cast forth the devil out of her daughter. And He said: Suffer first the children to be filled; for it is not good to take the bread of the children, and cast it to the little dogs. But she answered and said unto Him: Yea, Lord; even the little dogs under the table eat of the crumbs of the children. And He said unto her: For this saying go thy way; the devil is gone out of thy daughter.
ΟΡΟΣ ΛΒʹ.
Rule XXXII.
Ὅτι δεῖ τὰ ἐπιβάλλοντα ἑκάστῳ εὐγνωμόνως ἀποδιδόναι.
That one must fairly render unto each the things that belong unto him.
Κεφάλ. Α.
Chapter I.
ΛΟΥΚΑΣ. Καὶ ἐπηρώτησαν αὐτὸν, λέγοντες· Διδάσκαλε, οἴδαμεν, ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ' ἐπ' ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις· ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, ἢ οὔ; Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπε πρὸς αὐτούς· Τί με πειράζετε; Δείξατέ μοι δηνάριον. Τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; Ἀποκριθέντες δὲ εἶπον· Καίσαρος. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. ΠΡΟΣ ΡΩΜ. Ἀπόδοτε οὖν πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν. Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν.
LUKE. And they asked Him, saying: Master, we know that Thou sayest and teachest rightly, and acceptest not the person of man, but in truth teachest the way of God: is it lawful for us to give tribute unto Caesar, or not? But He, perceiving their craftiness, said unto them: Why tempt ye Me? Show Me a penny. Whose image and inscription hath it? And they answering said: Caesar's. And He said unto them: Render therefore the things of Caesar unto Caesar, and the things of God unto God. TO THE ROMANS. Render therefore unto all their dues: tribute to whom tribute is due, custom to whom custom, fear to whom fear, honour to whom honour. Owe no man anything, save to love one another.
ΟΡΟΣ ΛΓʹ.
Rule XXXIII.
Ὅτι οὐ δεῖ σκανδαλίζειν.
That one must not give offence.
Κεφάλ. Αʹ.
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Ὃς δ' ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμὲ, συμφέρει αὐτῷ, ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης· καὶ πάλιν· Οὐαὶ τῷ ἀνθρώπῳ
MATTHEW. But whosoever shall scandalize one of these little ones that believe in Me, it is profitable for him that a millstone turned by an ass should be hanged about his neck, and that he should be sunk in the depth of the sea; and again: Woe unto the man
PG 31:752Read from the page
ἐκείνῳ, δι' οὗ τὸ σκάνδαλον ἔρχεται. ΠΡΟΣ ΡΩΜ. Ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ, ἢ σκάνδαλον.
that man through whom the stumbling-block comes. To the Romans. But judge this rather, not to put a stumbling-stone or an occasion of falling before a brother.
Ὅτι πᾶν τὸ ἀντικείμενον τῷ τοῦ Κυρίου θελήματι σκάνδαλόν ἐστιν.
That everything opposed to the will of the Lord is a stumbling-block.
Κεφάλ. Βʹ.
Chapter II.
ΜΑΤΘΑΙΟΣ. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς Ἱεροσόλυμα, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾷν αὐτῷ, λέγων· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ δὲ, στραφεὶς, εἶπε τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
Matthew. From that time Jesus began to show His disciples that He must go away to Jerusalem, and suffer many things from the elders, and chief priests, and scribes, and be killed, and on the third day be raised. And taking Him aside, Peter began to rebuke Him, saying: Mercy on you, Lord, this shall never happen to you. But He, turning round, said to Peter: Go behind Me, Satan; you are a stumbling-block to Me, because you do not set your mind on the things of God, but on the things of men.
Ὅτι δεῖ καὶ τὸ συγκεχωρημένον ὑπὸ τῆς Γραφῆς πρᾶγμα ἢ ῥῆμα παραιτεῖσθαι, ὅταν οἰκοδομῶνται ἄλλοι ἐκ τοῦ ὁμοίου εἰς ἁμαρτίαν· ἢ ἐκκόπτωνται τὴν περὶ τὰ καλὰ προθυμίαν.
That one must decline even a deed or word permitted by Scripture when others are emboldened by the like example unto sin, or are cut off in their eagerness for what is good.
Κεφάλ. Γʹ.
Chapter III.
ΠΡΟΣ ΚΟΡ. αʹ. Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν, ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεος Θεὸς εἰ μὴ εἷς. Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ τῆς γῆς (ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ), ἀλλ' ἡμῖν εἷς Θεὸς, ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος, Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ· ἀλλ' οὐκ ἐν πᾶσιν ἡ γνῶσις. Τινὲς δὲ τῇ συνειδήσει ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσι, καὶ ἡ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται. Βρῶμα δὲ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Οὔτε γὰρ ἐὰν φάγωμεν, περισσεύομεν· οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. Βλέπετε δὲ μήπως ἡ ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενοῦσιν. Ἐὰν γάρ τις ἴδῃ σὲ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; καὶ ἀπόλλυται ὁ ἀσθενῶν ἐν τῇ σῇ γνώσει ἀδελφὸς, δι' ὃν Χριστὸς ἀπέθανεν; Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πίνειν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ Κυρίου, καὶ Κηφᾶς; Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχομεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; Τίς στρατεύεται ἰδίοις ὀψωνίοις ποτέ; τίς φυτεύει ἀμπελῶνα,
1 Corinthians. Now concerning the eating of things sacrificed to idols, we know that an idol is nothing in the world, and that there is no God except one. For even if there are so-called gods, whether in heaven or on earth (just as there are many gods and many lords), yet for us there is one God, the Father, from Whom are all things, and we unto Him; and one Lord, Jesus Christ, through Whom are all things, and we through Him; yet this knowledge is not in all. But some, through consciousness of the idol until now, eat it as a thing sacrificed to an idol, and their conscience, being weak, is defiled. Food, however, does not commend us to God; for neither if we eat do we abound, nor if we do not eat do we lack. But take heed lest this liberty of yours somehow become a stumbling-stone to the weak. For if someone sees you, who have knowledge, reclining at table in an idol's temple, will not his conscience, since he is weak, be emboldened so as to eat things sacrificed to idols? And is the weak brother, for whom Christ died, destroyed by your knowledge? And sinning thus against the brethren, and wounding their weak conscience, you sin against Christ. Wherefore, if food causes my brother to stumble, I will never eat flesh forever, lest I cause my brother to stumble. Have we no right to eat and drink? Have we no right to take along a sister as wife, as do also the rest of the apostles, and the brethren of the Lord, and Cephas? Or is it only I and Barnabas who have no right to refrain from working? Who ever serves as a soldier at his own expense? Who plants a vineyard,
Notes, col. 752

On the reading

Printed οὐδεος, for οὐδεὶς.

PG 31:753Read from the page
Ὅτι, ὑπὲρ τοῦ μὴ σκανδαλίσαι τινὰ, ποιεῖν δεῖ καὶ ὃ μὴ ἐπάναγκες.
That, in order not to cause anyone to stumble, one must do even what is not obligatory.
Κεφάλ. Δʹ.
Chapter IV.
ΜΑΤΘΑΙΟΣ. Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναοὺμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ, καὶ εἶπον· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; Λέγει· Ναί. Καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη, ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων; Λέγει αὐτῷ ὁ Πέτρος· Ἀπὸ τῶν ἀλλοτρίων. Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευθεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα
Matthew. And when they came to Capernaum, those who collected the two-drachma tax came up to Peter and said: Does your teacher not pay the two-drachma tax? He says: Yes. And when he entered into the house, Jesus anticipated him, saying: What do you think, Simon? From whom do the kings of the earth collect customs or tribute? From their sons, or from strangers? Peter says to Him: From strangers. Jesus says to him: Then indeed the sons are free. Yet so that we may not cause them to stumble, go to the sea, cast a hook, and the one coming up
Ὅτι ἐπὶ τοῖς τοῦ Κυρίου θελήμασι, κἂν σκανδαλίζωνταί τινες, ἀνένδοτον ἐπιδείκνυσθαι δεῖ τὴν παῤῥησίαν.
That in matters of the wills of the Lord, even if some take offence, one must display unyielding boldness of speech.
Κεφάλ. Εʹ.
Chapter V.
ΜΑΤΘΑΙΟΣ. Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον. Τότε προσελθόντες οἱ μαθηταὶ αὐτοῦ, εἶπον αὐτῷ· Οἶδας, ὅτι οἱ Φαρισαῖοι, ἀκούσαντες τὸν λόγον, ἐσκανδαλίσθησαν; Ὁ δὲ, ἀποκριθεὶς, εἶπε· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. Ἄφετε αὐτούς· τυφλοί εἰσιν, ὁδηγοὶ τυφλῶν. Τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. ΙΩΑΝΝΗΣ. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Καὶ μετ' ὀλίγα· Ἐκ τούτου πολλοὶ τῶν μαθητῶν αὐτοῦ ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι μετ' αὐτοῦ περιεπάτουν. Εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· Μὴ καὶ ὑμεῖς θέλετε ἀπελθεῖν; ΠΡΟΣ ΚΟΡ. βʹ. Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ, ἐν τοῖς σωζομένοις, καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Καὶ πρὸς ταῦτα τίς ἱκανός;
Matthew. Not what enters into the mouth defiles a man, but what goes out from the mouth, this defiles a man. Then His disciples came up and said to Him: Do you know that the Pharisees, upon hearing the saying, took offence? But He, answering, said: Every plant which My heavenly Father has not planted shall be uprooted. Leave them alone; they are blind guides of the blind. And if a blind man guides a blind man, both will fall into a pit. John. Amen, amen I say to you: unless you eat the flesh of the Son of Man and drink His blood, you have no life in yourselves. And a little further on: Because of this, many of His disciples went back and no longer walked with Him. Jesus therefore said to the twelve: Do you also wish to go away? 2 Corinthians. For we are a sweet fragrance of Christ to God among those who are being saved and among those who are perishing: to the one an odour of death unto death, and to the other an odour of life unto life. And for these things who is sufficient?
ΟΡΟΣ ΛΔʹ.
Rule XXXIV.
Ὅτι δεῖ τύπον τῶν καλῶν προκεῖσθαι τοῖς ἄλλοις, ἕκαστον ἐν τῷ ἰδίῳ μέτρῳ
That each person, in his own measure, must set himself before others as a pattern of good works
Κεφάλ. Αʹ.
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. ΠΡΟΣ ΚΟΡ. βʹ. Οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν, ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μα-
Matthew. Learn from Me, for I am gentle and lowly in heart. 2 Corinthians. For I know your readiness, of which I boast on your behalf to the Ma-
PG 31:756Read from the page
κεδόσιν, ὅτι Ἀχαΐα μὲν παρεσκεύασται ἀπὸ πέρυσι, καὶ ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας. ΠΡΟΣ ΘΕΣΣ. αʹ. Καὶ ὑμεῖς μιμηταὶ ἡμῶν ἐγενήθητε καὶ τοῦ Κυρίου, δεξάμενοι τὸν λόγον ἐν θλίψει πολλῇ μετὰ χαρᾶς Πνεύματος ἁγίου· ὥστε γενέσθαι ὑμᾶς τύπους πᾶσι τοῖς πιστεύουσιν ἐν τῇ Μακεδονίᾳ καὶ ἐν τῇ Ἀχαΐᾳ.
cedonians, that Achaia has been prepared since last year, and your zeal has stirred up the majority. 1 Thessalonians. And you became imitators of us and of the Lord, having received the word in much affliction with joy of the Holy Spirit, so that you became examples to all the believers in Macedonia and in Achaia.
ΟΡΟΣ ΛΕʹ.
Rule XXXV.
Ὅτι οἱ τὸν καρπὸν τοῦ ἁγίου Πνεύματος ἔν τινι ὁρῶντες πανταχοῦ τὸ ὁμαλὸν τῆς θεοσεβείας σώζοντα, καὶ μὴ τῷ ἁγίῳ Πνεύματι ἀνατιθέντες, ἀλλὰ τῷ ἐναντίῳ ἐπιφημίζοντες, εἰς αὐτὸ τὸ ἅγιον Πνεῦμα βλασφημοῦσιν.
That those who see in someone the fruit of the Holy Spirit everywhere preserving the consistency of godliness, and do not ascribe it to the Holy Spirit, but attribute it to the adversary, blaspheme against the Holy Spirit Himself.
Κεφάλ. Αʹ.
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφὸς, καὶ ἐθεράπευσεν αὐτὸν, ὥστε τὸν κωφὸν καὶ τυφλὸν καὶ λαλεῖν καὶ βλέπειν. Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι, καὶ ἔλεγον· Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαβίδ; Θἱ δὲ Φαρισαῖοι, ἀκούσαντες, εἶπον· Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμονίων. Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν αὐτοῖς· Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω ἐγὼ τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Οἷς ἑξῆς ἐπιφέρει· Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται τοῖς ἀνθρώποις. Καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ νῦν αἰῶνι, οὔτε ἐν τῷ μέλλοντι.
Matthew. Then there was brought to Him a demon-possessed man who was blind and mute, and He healed him, so that the mute and blind man both spoke and saw. And all the crowds were amazed, and said: Can this be the Son of David? But the Pharisees, upon hearing it, said: This man does not cast out demons except by Beelzebul, the ruler of the demons. But Jesus, knowing their thoughts, said to them: Yet if I cast out demons by the Spirit of God, then the kingdom of God has come upon you. To which He next adds: Therefore I say to you, every sin and blasphemy shall be forgiven to men, but blasphemy against the Spirit shall not be forgiven to men. And whoever speaks a word against the Son of Man, it shall be forgiven him; but whoever speaks against the Holy Spirit, it shall not be forgiven him, neither in this present age nor in the age to come.
ΟΡΟΣ ΛϚʹ.
Rule XXXVI.
Ὅτι τοὺς φυλάσσοντας τὸν τύπον τῆς τοῦ Κυρίου διδασκαλίας μετὰ πάσης σπουδῆς καὶ τιμῆς δέχεσθαι δεῖ εἰς δόξαν αὐτοῦ τοῦ Κυρίου· ὁ δὲ μὴ ἀκούσας, μηδὲ δεξάμενος, κατακρίνεται.
That those who keep the pattern of the teaching of the Lord must be received with all earnestness and honour unto the glory of the Lord Himself; whereas he who neither hears nor receives them is condemned.
Κεφάλ. Αʹ.
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. Καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἐκείνης, ἢ τῆς πόλεως, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ. ΙΩΑΝΝΗΣ. Ὁ λαμβάνων, ἐάν τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων λαμβάνει τὸν ἀποστείλαντά με. ΠΡΟΣ ΦΙΛ. Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν, καὶ συνεργὸν, καὶ συστρατιώτην μου, ὑμῶν δὲ ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας
Matthew. He who receives you receives Me, and he who receives Me receives Him Who sent Me. And whoever does not receive you nor hear your words, as you go out from that house or that city, shake off the dust from your feet. Amen I say to you, it shall be more bearable for the land of Sodom and Gomorrah on the day of judgement than for that city. John. He who receives whomever I send receives Me, and he who receives Me receives Him Who sent Me. To the Philippians. Yet I considered necessary Epaphroditus my brother, and fellow-worker, and fellow-soldier, and your messenger, and minister of the need
Notes, col. 756

On the reading

Printed Θἱ, for Οἱ.

PG 31:757Read from the page
μου, πέμψαι πρὸς ὑμᾶς. Καὶ μετ' ὀλίγα· Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε.
to send unto you. And a little after: Receive him therefore in the Lord with all joy, and hold such in honour.
ΟΡΟΣ ΛΖʹ.
Rule XXXVII.
Ὅτι ἡ κατὰ δύναμιν, κἂν ᾖ ἐν τοῖς ἐλαχίστοις, προθυμία εὐπρόσδεκτός ἐστι τῷ Θεῷ, κἂν παρὰ γυναικῶν ᾖ.
That readiness of mind according to one's power, even if it be in the least things, is acceptable unto God, even if it be from women.
Κεφάλ. Αʹ.
Chapter I.
ΜΑΤΘΑΙΟΣ. Καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. ΛΟΥΚΑΣ. Ἀναβλέψας δὲ εἶδε τοὺς βάλλοντας τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον πλουσίους. Εἶδε δέ τινα χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ δύο λεπτὰ, καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ἔβαλεν. Ἅπαντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ δῶρα τοῦ Θεοῦ· αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ἅπαντα τὸν βίον ὃν εἶχεν ἔβαλεν. ΜΑΤΘΑΙΟΣ. Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου. Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, ἠγανάκτησαν, λέγοντες· Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου; Ἠδύνατο γὰρ τοῦτο πραθῆναι πολλοῦ, καὶ δοθῆναι πτωχοῖς. Γνοὺς δὲ ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς· Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ. ΠΡΑΞΕΙΣ. Περὶ τῆς Λυδίας· Ὡς δὲ ἐβαπτίσθη, καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσε λέγουσα· Εἰ κεκρίκατέ με πιστὴν τῷ Κυρίῳ εἶναι, εισελθόντες εἰς τὸν οἶκόν μου, μείνατε. Καὶ παρεβιάσατο ἡμᾶς.
MATTHEW. And whosoever shall give to drink unto one of these little ones a cup of cold water only in the name of a disciple, amen I say unto you, he shall in no wise lose his reward. LUKE. And looking up, He saw the rich men casting their gifts into the treasury. And He saw also a certain poor widow casting in thither two mites, and He said: Of a truth I say unto you, that this poor widow hath cast in more than all. For all these out of their abundance have cast in unto the gifts of God; but she out of her want hath cast in all the living that she had. MATTHEW. Now when Jesus was in Bethany in the house of Simon the leper, there came unto Him a woman having an alabaster box of very precious ointment, and poured it out upon His head as He reclined at meat. But when His disciples saw it, they had indignation, saying: Unto what purpose is this waste of the ointment? For this might have been sold for much, and given to the poor. But Jesus knowing it, said unto them: Why trouble ye the woman? For she hath wrought a good work upon Me. ACTS. Concerning Lydia: And when she was baptized, and her household, she besought us, saying: If you have judged me to be faithful to the Lord, come into my house, and abide there. And she constrained us.
ΟΡΟΣ ΛΗʹ.
Rule XXXVIII.
Ὅτι δεῖ τὸν Χριστιανὸν καὶ τὴν εἰς τοὺς ἀδελφοὺς δεξίωσιν ἀθόρυβον καὶ λιτοτέραν ποιεῖσθαι.
That the Christian ought to make his reception of the brethren also free from tumult and more frugal.
Κεφάλ. Αʹ.
Chapter I.
ΙΩΑΝΝΗΣ. Λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος· Ἔστι παιδάριον ἓν ὧδε, καὶ ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια· ἀλλὰ ταῦτα τί ἐστιν εἰς τοσούτους; Εἶπε δὲ ὁ Ἰησοῦς· Ποιήσατε τοὺς ἀνθρώπους ἀναπεσεῖν. Ἦν δὲ χόρτος πολὺς ἐν τῷ τόπῳ. Ἀνέπεσον οὖν οἱ ἄνδρες τὸν ἀριθμὸν ὡσεὶ πεντακισχίλιοι. Ἔλαβε δὲ τοὺς ἄρτους ὁ Ἰησοῦς, καὶ εὐχαριστήσας, διέδωκε τοῖς ἀνακειμένοις. Ὁμοίως δὲ καὶ ἐκ τῶν ὀψαρίων ὅσον ἤθελον. ΛΟΥΚΑΣ. Γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν. Ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι, ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; Εἰπὲ
JOHN. One of His disciples, Andrew, the brother of Simon, saith unto Him: There is one lad here, and he hath five barley loaves and two fishes; but what are these among so many? And Jesus said: Make the men sit down. Now there was much grass in the place. The men therefore sat down, in number about five thousand. And Jesus took the loaves, and having given thanks, distributed to them that were set down; and likewise of the fishes as much as they would. LUKE. Now a certain woman named Martha received Him into her house. And she had a sister called Mary, who also sitting beside the feet of Jesus, heard His word. But Martha was cumbered about much serving. And standing by Him, she said: Lord, carest Thou not that my sister hath left me to serve alone? Speak
Notes, col. 757

On the reading

Printed εισελθόντες, for εἰσελθόντες.