Migne Reading Room

PG 31 · cols. 619–629 · Read from the page

Ascetica

Ascetica

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:619Read from the page
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΚΑΠΠΑΔΟΚΙΑΣ ΑΣΚΗΤΙΚΑ
OF OUR FATHER AMONG THE SAINTS BASIL, ARCHBISHOP OF CAESAREA IN CAPPADOCIA, THE ASCETICA
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΑΣΙΛΕΙΟΥ, Ἀρχιεπισκόπου Καισαρείας Καππαδοκίας, ΑΣΚΗΤΙΚΗ ΠΡΟΔΙΑΤΥΠΩΣΙΣ.
OF OUR FATHER AMONG THE SAINTS BASIL, Archbishop of Caesarea in Cappadocia, ASCETIC PRELIMINARY SKETCH.
1. Καλὰ μὲν τοῦ βασιλέως τὰ πρὸς τοὺς ὑπηκόους νομοθετήματα· μείζονα δὲ καὶ βασιλικώτερα τὰ πρὸς στρατιώτας παραγγέλματα. Ἅτε οὖν στρατιωτικῶν παραγγελμάτων κηρυσσομένων, προσεχέτω ὁ τῆς ἄνω καὶ μεγάλης ἀξίας ἐπιθυμῶν, ὁ Χριστοῦ διὰ παντὸς παραστάτης εἶναι βουλόμενος, ὁ τῆς μεγάλης ἐκείνης ἀκούων φωνῆς· Ἐάν τις ἐμοὶ διακονῇ, ἐμοὶ ἀκολουθείτω. Καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ διάκονος ὁ ἐμὸς ἔστω. Ποῦ Χριστὸς ὁ βασιλεύς; Ἐν οὐρανῷ δηλαδή. Ἐνταῦθά σε ποεῖσθαι τὸν δρόμον, στρατιῶτα, προσήκει. Ἐπιλάθου τῆς κατὰ γῆν ἀναπαύσεως πάσης. Οὐδεὶς στρατιώτης οἰκίαν κατασκευάζει, οὐδὲ κτήσεις ἀγρῶν περιβάλλεται, οὐδὲ ἐμπορίαις ποικίλαις χρημάτων ποριστικαῖς ἐγκαταμίγνυται. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Τροφὰς στρατιώτης ἔχει βασιλικάς· οὐ δεῖ πορίζειν ἑαυτῷ τροφὰς, οὐδὲ περὶ τοῦτο ἀσχολεῖσθαι. Οἶκος ἀνέῳγεν αὐτῷ πανταχῆ παρὰ τοῖς ὑπηκόοις ἐκ βασιλέως προστάγματος. Οὐ δεῖ περὶ οἰκίας αὐτῷ διαπονεῖσθαι· ἐπὶ πλατείαις ἡ σκηνὴ, καὶ πρὸς ἀνάγκην ἡ τροφὴ, καὶ ποτὸν ὕδωρ, καὶ ὑπνοῦν τοσοῦτον, ὅσον ἡ φύσις
1. Noble indeed are the ordinances of the king towards his subjects; yet greater and more royal are his commands to soldiers. Since, therefore, military commands are being proclaimed, let him pay heed who desires the high and great dignity, who wishes continually to stand beside Christ, who hears that great voice: If any man serve Me, let him follow Me; and where I am, there also let My servant be (John 12:26). Where is Christ the King? In heaven, plainly. Thither it befits you, O soldier, to direct your course. Forget all earthly rest. No soldier builds a house, nor surrounds himself with possessions of fields, nor mingles himself in manifold money-making traffics. No man that warreth entangleth himself with the affairs of this life; that he may please him who hath chosen him to be a soldier (2 Tim. 2:4). A soldier has royal rations; he has no need to procure rations for himself, nor to be busied about this. A house stands open for him everywhere among the subjects by the king's command. He has no need to labour over a house for himself; his tent is in the open streets, and his food is for necessity, and his drink is water, and sleeping is so much as nature
Notes, col. 619

On the reading

Printed ΑΓΙΟΙΣ, for ἉΓΙΟΙΣ.

Printed ποεῖσθαι, for ποιεῖσθαι.

PG 31:621Read from the page
δέδωκεν. Ὁδοιπορίαι δὲ καὶ ἀγρυπνίαι πολλαί· καρτερίαι πρὸς καύματα, πρὸς ψῦχος· ἀγῶνες πρὸς ἐναντίους· κίνδυνοι μέχρι τῶν ἐσχάτων· θάνατος, ἂν τύχῃ, πολλάκις· ἀλλὰ θάνατος ἔνδοξος, τιμαί τε, καὶ δῶρα βασιλικά. Ἐπίπονος ἐν πολέμοις ὁ βίος, λαμπρὸς ἐν εἰρήνῃ. Γέρας ἀριστείας, καὶ στέφανος καλῶς βεβιωκότι ἐν κατορθώμασιν, ἀρχὴν ἐγχειρισθῆναι, φίλον βασιλέως κληθῆναι, παραστῆναι πλησίον, δεξιώσεως τυχεῖν, ἐκ χειρὸς βασιλέως τετιμῆσθαι, παρὰ τοῖς ὑπηκόοις προῖστασθαι, καὶ πρεσβεύειν ὑπὲρ τῶν ἔξωθεν φίλων, ὧν ἂν βούλωνται.
has given. And journeys and many vigils; endurance against scorching heat, against cold; contests against adversaries; perils unto the uttermost; death, should it so befall, oftentimes; yet a glorious death, and honours, and royal gifts. Toilsome in wars is the life, splendid in peace. The prize of valour, and crown for one who has lived nobly in upright deeds, is to be entrusted with rule, to be called a friend of the king, to stand near at hand, to obtain the clasp of the right hand, to be honoured from the king's own hand, to preside among his subjects, and to intercede on behalf of friends outside, whomsoever they may wish.
2. Ἄγε δὴ, στρατιῶτα Χριστοῦ, μικρὰ ἐξ ἀνθρωπίνων πραγμάτων λαβὼν παραδείγματα, ἐνθύμησιν λάβε τῶν αἰωνίων ἀγαθῶν. Ἄοικός σοι καὶ ἄπολις καὶ ἀκτήμων προκείσθω βίος. Ἄνετος ἔσο, λελυμένος ἀπὸ πασῶν κοσμικῶν φροντίδων· μή σε δεσμεύσῃ γυναικὸς ἐπιθυμία, μή σε φροντὶς παιδός. Ἀδύνατον γὰρ ἐν τῇ θείᾳ στρατείᾳ τοῦτο. Τὰ γὰρ ὅπλα τῆς στρατείας ἡμῶν οὐ σαρκικὰ, ἀλλὰ δυνατὰ τῷ Θεῷ. Οὐ νικᾷ σε σώματος φύσις, οὐδὲ ἄγχει σε μὴ βουλόμενον· οὐ δεσμώτην ἀντ' ἐλευθέρου ποιεῖ. Οὐ ζήτει ἐν γῇ καταλιπεῖν παῖδας, ἀλλ' ἀναγαγεῖν εἰς τὸν οὐρανόν· οὐ σωματικοῖς προσκολλᾶσθαι γάμοις, ἀλλὰ πνευματικῶν ὀρέγεσθαι, ἄρχειν ψυχῶν, καὶ παιδογονεῖν πνευματικῶς. Τὸν νυμφίον μιμοῦ τὸν οὐράνιον· καθαίρει πολεμίων ἀοράτων ἐπαναστάσεις· ἀρχαῖς καὶ ἐξουσίαις πολέμει, ἐξελαύνων αὐτὰς πρῶτον μὲν τῆς ἑαυτοῦ ψυχῆς, ἵνα μηδένα κλῆρον ἔχωσιν ἐν σοὶ, ἔπειτα τῶν σοι προσφευγόντων καί σε προβαλλομένων ἡγεμόνα καὶ πρόμαχον τῶν διὰ τοῦ σοῦ λόγου φυλαττομένων. Καθαίρει λογισμοὺς ἐπανισταμένους τῇ πίστει τοῦ Χριστοῦ· πολέμει διὰ τοῦ λόγου τῆς εὐσεβείας πρὸς τὸν ἀσεβῆ καὶ πονηρὸν λογισμόν. Λογισμοὺς γὰρ, φησὶ, καθαιροῦντες, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. Καὶ μάλιστα μὲν θάρσει τῇ τοῦ μεγάλου βασιλέως χειρὶ, φοβούσῃ καὶ τροπουμένῃ τοὺς ὑπεναντίους, ἐπειδὰν μόνον φανῇ· ἐπὰν δὲ καὶ διὰ κινδύνων ἀγαθὸν θέλῃ σε γενέσθαι, καὶ τὸ στράτευμα τὸ ἑαυτοῦ θελήσῃ συμβαλεῖν τῷ στρατεύματι τῷ ὑπεναντίῳ, ἐνταῦθα σὺ πρὸς πάντα πόνον ἀήττητος ἔσο τῇ παρασκευῇ, καὶ πρὸς κίνδυνον ἄτρεπτος τῇ ψυχῇ, καὶ γῆν ἐκ γῆς μετανίστασο προθύμως, καὶ θάλατταν ἐκ θαλάττης. Ὅταν γὰρ διώκωσιν ὑμᾶς, φησὶ, φεύγετε ἀπὸ πόλεως εἰς πόλιν. Καὶ εἰς δικαστήριον ὅταν δέῃ καλεῖ-
2. Come then, soldier of Christ, taking small examples from human affairs, form a conception of the eternal blessings. Let a homeless and cityless and possessionless life be set before you. Be unencumbered, loosed from all worldly cares; let not desire of a wife bind you, nor care for a child. For in the divine warfare this is impossible. "For the weapons of our warfare are not carnal, but mighty unto God." The nature of the body does not conquer you, nor throttle you against your will; it does not make you a prisoner instead of a free man. Do not seek to leave children upon earth, but to lead them up into heaven; not to cleave to bodily marriages, but to reach after spiritual ones, to rule over souls, and to beget children spiritually. Imitate the heavenly Bridegroom; overthrow the uprisings of invisible foes; wage war against principalities and powers, driving them out first indeed from your own soul, so that they may have no lot in you, and next from those who flee unto you for refuge and put you forward as leader and champion of those guarded through your word. Overthrow reasonings rising up against the faith of Christ; wage war through the word of piety against ungodly and wicked reasoning. "Casting down reasonings," he says, "and every high thing lifted up against the knowledge of God." And above all, take courage in the hand of the great King, which terrifies and puts to rout the adversaries as soon as it merely appears; and whenever He also wills that you become noble through perils, and wills to join His own army in battle with the opposing army, then be unconquered in readiness towards every toil, and unshaken in soul towards peril, and migrate eagerly from land to land, and from sea to sea. "For whenever they persecute you," He says, "flee from city to city." And into a court of law whenever it is needful to be
Notes, col. 621

On the reading

Printed προῖστασθαι, for προΐστασθαι.

PG 31:624Read from the page
σθαι, καὶ πρὸς ἄρχοντας παραστῆναι, καὶ δήμων ἐπαναστάσεις ὑπενεγκεῖν, καὶ δημίου βλέμμα φοβερὸν ἰδεῖν, καὶ σκληρὰν ἀκοῦσαι φωνὴν, καὶ κολαστηρίων ὄψιν ὑπομεῖναι χαλεπὴν, καὶ πειραθῆναι βασάνων, καὶ μέχρι θανάτου διαγωνίσασθαι, μὴ ἀπειθήσῃς πρὸς ἅπαντα ταῦτα, πρὸ ὀφθαλμῶν ἔχων τὸν ὑπὲρ σοῦ ἐν τούτοις γενόμενον Χριστὸν, εἰδὼς, ὅτι διὰ τὸν Χριστὸν ἐν τούτοις γενέσθαι σε δεῖ, καὶ νικήσεις ἐν τούτοις. Νικητῇ γὰρ ἀκολουθεῖς βασιλεῖ, τῆς νίκης αὐτοῦ βουλομένῳ σε γενέσθαι κοινωνόν. Οὐδὲ γὰρ ἀποθανὼν ἡττήθης, ἀλλὰ τότε δὴ καὶ τελεώτατα ἐνίκησας, ἄχρι τέλους ἄτρεπτον φυλάξας τὴν ἀλήθειαν σεαυτῷ, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας παῤῥησιαν ἀμετακίνητον σχών.
summoned, and to stand before rulers, and to endure uprisings of peoples, and to behold the fearful gaze of the executioner, and to hear a harsh voice, and to bear the grievous sight of instruments of punishment, and to experience tortures, and to contend unto death, do not be disobedient towards all these things, holding before your eyes Christ Who for your sake came to be in these things, knowing that for Christ's sake you must come to be in these things, and in these things you shall conquer. For you follow a victorious King, Who wills that you become a partaker of His victory. For not even in dying were you defeated, rather then indeed did you conquer most consummately, having kept the truth unswerving for yourself unto the end, and having held fast immovable your boldness of speech on behalf of the truth.
3. Καὶ ἀπὸ τοῦ θανάτου μὲν πρὸς αἰώνιον ὁδεύσεις ζωὴν, ἀπὸ δὲ τῆς παρὰ ἀνθρώποις ἀτιμίας ἐπὶ τὴν δόξαν τὴν παρὰ Θεοῦ, καὶ ἀπὸ τῶν ἐν κόσμῳ θλίψεων καὶ κολάσεων ἐπὶ τὰς αἰωνίους ἀναπαύσεις τὰς σὺν ἀγγέλοις. Γῆ σε πολίτην οὐκ ἀπεδέξατο, ἀλλ' οὐρανὸς ὑποδέξεται, κόσμος ἐδίωξεν, ἀλλὰ βαστάσουσιν ἄγγελοι παραστῆσαί σε Χριστῷ· καὶ φίλος κληθήσῃ, καὶ τὸν ποθεινότατον ἔπαινον ἀκούσεις· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, στρατιῶτα γενναῖε, καὶ μιμητὰ τοῦ Δεσπότου, βασιλέως ἀκόλουθε, ἐγώ σε τοῖς ἐμοῖς ἀμείψομαι δώροις· ἐγὼ τῶν σῶν ἀκούσομαι λόγων, ἐπεὶ καὶ σὺ τῶν ἐμῶν. Αἰτήσεις ἀδελφῶν σωτηρίαν καταπονουμένων, καὶ τοῖς κοινωνοῖς τῆς πίστεως καὶ τοῖς μύσταις τῆς ἱερᾶς ἀγάπης λήψῃ παρὰ τοῦ βασιλέως τὴν τῶν ἀγαθῶν μετουσίαν· χορεύσεις δὲ τὰς αἰωνίους χορείας, καὶ μεταξὺ τῶν ἀγγέλων στεφανηφορήσεις, βασιλεύων κτίσεως ὑπὸ τῷ βασιλεῖ, καὶ συνδιαιωνίζων μακαρίως τῷ τῆς μακαριότητος χορῷ. Εἰ δὲ καὶ ἐπὶ κόσμου σε καταλεῖψαι ἔτι μετὰ τοὺς ἀγῶνας θέλοι, ἵνα καὶ πλείονας ἀγῶνας καὶ ποικίλους διαγωνίσῃ, καὶ σώσῃς ἐκ τῶν ἀοράτων καὶ ὁρατῶν πολέμων πολλοὺς, μεγάλη σου καὶ κατὰ γῆν ἡ δόξα, καὶ παρὰ τοῖς φίλοις ἔσῃ τίμιος, προστάτην σε καὶ βοηθὸν καὶ πρεσβευτὴν ἀγαθὸν εὑρηκόσιν. Οὗτοι θρέψουσιν ὡς στρατιώτην ἀγαθόν· οὗτοι τιμήσουσιν ὡς ἀριστέα γενναῖον· οὗτοι δεξιώσονται καὶ μετὰ χαρᾶς ὑποδέξονται ὡς ἄγγελον Θεοῦ δεχόμενοι, καθὰ Παῦλός φησιν, ὡς Χριστὸν Ἰησοῦν. Ταῦτα καὶ τὰ τοιαῦτα τῆς θείας στρατείας τὰ παραδείγματα. Διαλέγεται δὲ οὐκ ἀνδράσι μόνοις ὁ λόγος. Στρατεύεται γὰρ καὶ τὸ θῆλυ παρὰ Χριστῷ, τῇ ψυχικῇ ἀνδρείᾳ καταλεγόμενον εἰς τὴν στρατείαν, καὶ οὐ διὰ τὴν τοῦ σώ-
3. And from death indeed you shall journey unto eternal life, and from dishonour among men unto the glory that is from God, and from the afflictions and punishments in the world unto the eternal rests that are with the angels. Earth did not welcome you as a citizen, but heaven shall receive you; the world persecuted you, but angels shall bear you up to present you unto Christ; and you shall be called a friend, and you shall hear that most longed-for praise: "Well done, good and faithful slave, noble soldier, and imitator of the Master, follower of the King, I shall requite you with My gifts; I shall hearken to your words, since you also hearkened to Mine." You shall ask deliverance for brethren worn down by toil, and for the partners of the faith and the initiates of sacred love you shall receive from the King participation in good things; and you shall dance the eternal choral dances, and wear a crown amidst the angels, reigning over creation under the King, and abiding eternally in blessedness with the choir of blessedness. And even if He should will to leave you still in the world after your contests, so that you may contend through yet more and manifold contests, and save many out of invisible and visible wars, great shall be your glory upon earth as well, and you shall be held in honour among friends who have found in you a protector and helper and good ambassador. These shall nourish you as a good soldier; these shall honour you as a noble champion; these shall greet you and receive you with joy, welcoming you as an angel of God, just as Paul says, as Christ Jesus. These and such as these are the examples of the divine warfare. Nor does our discourse address itself to men alone. For womanhood also serves as soldier with Christ, enrolled into the campaign for courage of soul, and not on account of the body's
Notes, col. 624

On the reading

Printed παῤῥησιαν, for παῤῥησίαν.

PG 31:625Read from the page
ματος ἀσθένειαν ἀποδοκιμαζόμενον, καὶ πολλαὶ γυναῖκες ἠρίστευσαν ἀνδρῶν οὐκ ἔλαττον. Εἰσὶ δὲ αἳ καὶ μειζόνως εὐδοκίμησαν. Ἐκ τούτων εἰσὶν αἱ τῆς παρθενίας πληροῦσαι τὸν χορόν. Ἐκ τούτων αἳ τοῖς ἀγῶσι τῆς ὁμολογίας καὶ ταῖς νίκαις τῆς μαρτυρίας ἐκπλάμπουσιν. Ἠκολούθουν δὲ καὶ αὐτῷ τῷ Κυρίῳ κατὰ τὴν παρουσίαν οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, καὶ δι' ἀμφοτέρων ἡ λειτουργία τοῦ Σωτῆρος ἐπετελεῖτο. Τοιούτων καὶ οὕτως ἐνδόξων ἀποκειμένων τῇ στρατείᾳ τῇ κατὰ Χριστὸν, ἐπιθυμείτωσαν αὐτῆς καὶ πατέρες παίδων, καὶ μητέρες θυγατέρων. Προσαγέτωσαν τὰ αὐτῶν γεννήματα, χαίροντες ἐπὶ ταῖς αἰωνίοις ἐλπίσιν, ὧν οἱ παῖδες αὐτοῖς μεθέξουσι, προστάτας ἔχειν παρὰ Χριστῷ καὶ πρεσβευτὰς ἀγαθοὺς ἐπιθυμοῦντες. Καὶ μὴ μικρόψυχοι περὶ τοὺς παῖδας γενώμεθα, μηδὲ φοβηθῶμεν εἰ πονήσουσιν, ἀλλ' εὐφρανθῶμεν, ὅτι δοξασθήσονται. Παραστήσωμεν τῷ Κυρίῳ τὰ δοθέντα παρ' αὐτοῦ, ἵνα καὶ τῆς εὐδοκιμήσεως τῶν παίδων γενώμεθα κοινωνοὶ, συμπροσάγοντες ἑαυτοὺς καὶ συμπαριστῶντες. Τοῖς δὴ οὕτω προθυμουμένοις καὶ οὕτως ἀγωνιζομένοις καλῶς ἄν τις ἐκ τοῦ Ψαλμῳδοῦ λέγοι· Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ κατὰ τὸν Μωσέα, εὔξεται περὶ αὐτῶν· Εὐλόγει, Κύριε, τὰ ἔργα αὐτῶν· κάταξον ὀφρὺν ἀνθεστηκότων αὐτοῖς. Ἀνδρίζεσθε ὡς γενναῖοι, δράμετε γενναίως τὸν δρόμον ἐπὶ τοῖς αἰωνίοις στεφάνοις, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
weakness rejected, and many women have excelled in valour no less than men. And there are some who have gained even greater renown. Of these are the women who fill up the choir of virginity. Of these are those who shine forth in the contests of confession and the victories of martyrdom. And there followed the Lord Himself also during His presence not men only, but women as well, and through both was the ministry of the Saviour accomplished. Since rewards of such a kind and so glorious are laid up for the warfare that is according to Christ, let both fathers of sons and mothers of daughters desire it. Let them bring forward their offspring, rejoicing over the eternal hopes in which their children will share for them, desiring to have protectors with Christ and good ambassadors. And let us not prove faint-hearted concerning our children, nor fear lest they toil, but let us be gladdened because they will be glorified. Let us present unto the Lord the gifts given by Him, so that we too may become partakers of our children's renown, bringing ourselves forward together with them and presenting ourselves alongside them. Unto those, indeed, who are thus eager and who thus contend, one might rightly say from the Psalmist: "Blessed are you by the Lord, Who made heaven and earth." And according to Moses, he will pray concerning them: "Bless, O Lord, their works; shatter the brow of those who withstand them." Quit yourselves like men as noble ones, run nobly the race for the eternal crowns, in Christ Jesus our Lord, to Whom be the glory unto the ages. Amen.
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΑΣΚΗΤΙΚΟΣ,
OF THE SAME, AN ASCETIC DISCOURSE,
καὶ παραίνεσις περὶ ἀποταγῆς βίου, καὶ τελειώσεως πνευματικῆς.
and exhortation concerning renunciation of worldly life, and spiritual perfection.
1. Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, φησὶν ἡ θεία φωνὴ, εἴτε τὴν ἐκεῖ ἀνάπαυσιν, εἴτε τὴν ἐντεῦθεν αἰνιττομένη. Πλήν γε προσκαλεῖται ἡμᾶς, τοῦτο μὲν τὸν φόρτον τῆς πολυκτησίας διὰ τῆς εἰς τοὺς δεομένους ἀποθέσεως προτρέπουσα ἀποβάλλεσθαι· τοῦτο δὲ, τὸν ἐκ τούτου προσγινόμενον ἡμῖν ἐσμὸν τῶν ἁμαρτημάτων διὰ τῆς εὐποιίας καὶ ἐξαγορεύσεως ἀποῤῥίψαντας, προσδραμεῖν τῷ σταυροφόρῳ βίῳ τῶν μοναχῶν. Ὁ τοίνυν ὑπακοῦσαι Χριστῷ προηρημένος, καὶ πρὸς τὸν πτωχὸν καὶ ἀπερίσπαστον βίον ἐπειγόμενος, θαυμαστὸς ὡς ἀληθῶς καὶ μακαριστός. Ἀλλὰ, παρακαλῶ, μὴ ἀδοκιμάστως τοῦτο ποιείτω, μηδὲ ὑπογραφέτω ἑαυτῷ ἀνεκτότητα βίου, καὶ σωτηρίαν ἄμαχον· ἀλλὰ μᾶλλον προγυμναζέτω ἑαυτὸν πρὸς εὐδοκίμησιν ὑπομονῆς θλίψεων σωματικῶν τε
1. "Come unto Me, all who labour and are burdened, and I will give you rest," says the divine voice, hinting either at the rest yonder, or at that which begins from here. Nevertheless it summons us, on the one hand exhorting us to cast off the load of manifold possessions by laying them away among the needy; and on the other hand, having flung away through beneficence and confession the swarm of sins accruing to us therefrom, to run unto the cross-bearing life of the monks. He, therefore, who has chosen to obey Christ, and hastens towards the poor and undistracted life, is truly admirable and blessed. Yet, I beseech you, let him not do this untestedly, nor sketch out for himself an easygoing tolerance of life, and a salvation without battle; rather let him train himself beforehand for approved endurance of afflictions both bodily
Notes, col. 625

On the reading

Printed ἐκπλάμπουσιν, for ἐκλάμπουσιν.

Printed ἐσμὸν, for ἑσμὸν.

Printed προηρημένος, for προῃρημένος.

PG 31:628Read from the page
καὶ πνευματικῶν, ἵνα μὴ, ἀπροσδοκήτοις ἑαυτὸν ἐμβαλὼν παλαίσμασιν, εἶτα ἀδυνατῶν πρὸς τὴν ἀντίστασιν τῶν ἐπερχομένων αὐτῷ δοκιμιῶν, εὑρεθῇ παλινδρομῶν πρὸς τὰ ἀφ' ὧν ἐξελήλυθε, σὺν αισχύνῃ καὶ γέλωτι, μετὰ κατακρίσεως ψυχῆς ἐπανερχόμενος τῷ βίῳ, καὶ πολλοῖς σκάνδαλον γινόμενος, ἀδυναμίας ὑπολήψεις πᾶσιν ἐμποιῶν τῆς ἐν Χριστῷ πολιτείας, οὗ τὸν κίνδυνον ἴστε πάντες οἱ τὰ Εὐαγγέλια ἀναγινώσκοντες, ἐν οἷς λέγει ἡ θεία φωνή· Συμφέρει αὐτῷ ἵνα μύλος ὀνικὸς περίκειται περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπται εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Οὐ γὰρ μόνον ὑπεύθυνος ἔσται τῇ καταδίκῃ τοῦ λειποταξίου, ἀλλὰ καὶ τῆς τῶν ἀνατρεπομένων ὑπ' αὐτοῦ ἀπωλείας, κἂν δόξῃ φρενοβλαβέσι λογισμοῖς πείθειν ἑαυτὸν ἐν τῷ βίῳ διάγοντα ἀγαθοεργίαις ἐξευμενίζειν τὸ θεῖον· ὅπερ ἐστὶν αὐτῷ ἀδύνατον. Ὁ γὰρ μὴ ἰσχύσας ἐν τῷ δυσαμαρτήτῳ βίῳ διὰ τὸ ἀπερίσπαστον ἐνεγκεῖν τὰ παλαίσματα τοῦ ἐχθροῦ, πῶς ἐν τῷ πολυαμαρτήτῳ καὶ ὑπ' αὐτοῦ ἀρχομένῳ βίῳ δυνήσεται κατορθῶσαί τι τῶν ἐναρέτων; Ἵνα δὲ καὶ δοίη τις διορθοῦν ἑαυτοῦ τὸν οἰκεῖον βίον, τὸ ἔγκλημα τῆς τοῦ Χριστοῦ ἐγκαταλείψεως οὐκ ἐκφεύξεται, καθὰ καὶ οἱ ἐν τῷ Εὐαγγελίῳ δηλούμενοι μαθηταὶ, περὶ ὧν φησιν ὁ θεῖος εὐαγγελιστής· Πολλοὶ δὲ τῶν μαθητῶν ἀπῆλθον εἰς τὰ ὀπίσω, καὶ οὐκέτι περιεπάτουν μετὰ Ἰησοῦ, λέγοντες· Σκληρός ἐστιν ὁ λόγος αὐτοῦ, τίς δύναται αὐτοῦ ἀκούειν; Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς, κηδόμενης τῆς ἡμῶν σωτηρίας, εἰς δύο διεῖλε βίους τὴν τῶν ἀνθρώπων διαγωγὴν, συζυγίαν λέγω καὶ παρθενίαν, ἵνα ὁ μὴ δυνάμενος ὑπενεγκεῖν τὸν τῆς παρθενίας ἆθλον ἔλθοι ἐπὶ συνοίκησιν γυναικὸς, ἐκεῖνο εἰδὼς, ὡς ἀπαιτηθήσεται λόγον σωφροσύνης καὶ ἁγιασμοῦ, καὶ τῆς πρὸς τοὺς ἐν συζυγίαις καὶ τεκνοτροφίαις ἁγίους ὁμοιώσεως. Οἷος ἦν ἐν μὲν τῇ Παλαιᾷ Διαθήκῃ Ἀβραὰμ, ὃς, τῇ τοῦ Θεοῦ προτιμήσει τὸν μονογενῆ θυσιάζων ἀσυμπαθῶς, ἐμεγαλαύχει, καὶ τὰς τῆς σκηνῆς αὐτοῦ θύρας διαπεπετασμένας εἶχε, πρὸς ὑποδοχὴν τῶν ἐπιξενοῦσθαι μελλόντων ἑτοιμαζόμενος. Οὐ γὰρ ἤκουσε· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. Καὶ τὰ μείζονα τούτων ἐπεδείξατο Ἰὼβ, καὶ ἕτεροι πλεῖστοι, Δαβίδ τε καὶ Σαμουήλ. Ἐν δὲ τῇ Νέᾳ Διαθήκῃ, οἷος Πέτρος ἦν, καὶ οἱ λοιποὶ τῶν ἀποστόλων. Ἀπαιτηθήσεται γὰρ πᾶς ἄνθρωπος τοὺς καρποὺς τῆς πρὸς Θεὸν ἀγάπης καὶ τὸν πλησίον, καὶ τῆς παρατροπῆς τῶν ἐντολῶν τούτων καὶ πασῶν τίσει δίκας. Καθὼς καὶ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις δηλοῖ λέγων· Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος· καὶ, Ὅς οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα
and spiritual, lest, having cast himself into unexpected wrestling-bouts, and then proving powerless to withstand the trials coming upon him, he be found running back to the things from which he had gone forth, returning with shame and laughter and condemnation of soul unto worldly life, and becoming a stumbling-block to many, implanting in all men suspicions of the impossibility of the way of life in Christ, the peril whereof all you who read the Gospels know, wherein the divine voice says: "It is profitable for him that a millstone turned by an ass lies around his neck, and he has been cast into the sea, rather than that he cause one of these little ones to stumble." For not only shall he be liable to the condemnation of desertion, but also for the ruin of those subverted by him, even should he think by mind-blinding reasonings to persuade himself that while living in the world he appeases the Deity by good works; which thing is impossible for him. For he who in the life where sinning is hard on account of its freedom from distraction had not strength to bear the wrestling-bouts of the enemy, how in the life full of many sins and ruled by that enemy will he be able to achieve anything virtuous? And even if one should grant that he sets right his own manner of life, he will not escape the charge of forsaking Christ, just like those disciples indicated in the Gospel as well, concerning whom the divine evangelist says: "Many of the disciples went back, and walked no more with Jesus, saying: Hard is this word of His, who can hear Him?" For on this account also God Who loves mankind, caring for our salvation, divided the conduct of men into two ways of life, wedlock I mean and virginity, so that he who is unable to endure the contest of virginity might enter upon cohabitation with a wife, knowing this: that an account will be demanded of him of temperance and sanctification, and of likeness unto the saints who lived in wedlock and the rearing of children. Such in the Old Testament indeed was Abraham, who, sacrificing his only-begotten without relenting out of preference for God, exulted therein, and kept the doors of his tent flung wide open, making himself ready for the reception of strangers about to lodge with him. For he had not heard: "Sell your possessions, and give to the poor." And things greater than these did Job display, and very many others, both David and Samuel. And in the New Testament, such was Peter, and the rest of the apostles. For every man shall have demanded of him the fruits of love towards God and neighbour, and for turning aside from these commandments and from all of them he shall pay the penalty. Even as the Lord also declares in the Gospels, saying: "He who loves father or mother above Me is not worthy of Me"; and, "Whoever does not hate his father, and the mother
Notes, col. 628

On the reading

Printed αισχύνῃ, for αἰσχύνῃ.

Printed κηδόμενης, for κηδόμενος.

Printed Ὅς, for Ὃς.

PG 31:629Read from the page
αὐτοῦ, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής.
of him, and his wife, and his children, and furthermore even his own life, cannot be My disciple."
2. Ἄρά σοι δοκεῖ καὶ τοῖς ὑπογυναίοις τεθεῖσθαι τὰ Εὐαγγέλια; Ἰδοὺ, σεσαφήνισταί σοι, ὡς πάντες ἄνθρωποι ἀπαιτηθησόμεθα τὴν πρὸς τὸ Εὐαγγέλιον ὑπακοὴν, μοναχοί τε καὶ οἱ ἐν συζυγίαις. Ἀρκέσει γὰρ τῷ ἐπὶ γάμον ἐλθόντι ἡ συγγνώμη τῆς ἀκρασίας καὶ τῆς πρὸς τὸ θῆλυ ἐπιθυμίας τε καὶ συνουσίας· τὰ δὲ λοιπὰ τῶν ἐντολῶν πᾶσιν ὁμοίως νενομοθετημένα οὐκ ἀκίνδυνα τοῖς παραβαίνουσι. Καὶ γὰρ εὐαγγελιζόμενος ὁ Χριστὸς τὰ τοῦ Πατρὸς ἐντάλματα, τοῖς ἐν τῷ κόσμῳ διελέγετο· εἰ δέ που συνέβη καὶ κατ' ἰδίαν ἐπερωτηθέντα αὐτὸν ἀποκρίνασθαι τοῖς αὐτοῦ μαθηταῖς, διεμαρτύρατο λέγων· Ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω. Μὴ τοίνυν ἀναπέσῃς, ὦ οὗτος, ὁ πρὸς κοινωνίαν γυναικὸς προῃρημένος, ὡς ἐπ' ἐξουσίας ἔχων τὸν κόσμον περιβαλέσθαι. Πλειόνων γάρ σοι πόνων καὶ φυλακῆς χρεία πρὸς τὴν τῆς σωτηρίας ἐπιτυχίαν· ἅτε δὴ καὶ ἐν μέσῳ τῶν παγίδων καὶ τοῦ κράτους τῶν ἀποστατικῶν δυνάμεων οἰκεῖν ἐκλεξαμένῳ, καὶ τοὺς ἐρεθισμοὺς τῶν ἁμαρτιῶν ἐν ὄψεσιν ἔχοντι, καὶ πρὸς τὴν αὐτῶν ἐπιθυμίαν νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐκμοχλευομένῳ πάσας σου τὰς αἰσθήσεις. Γίνωσκε τοίνυν, ὡς οὐ διαδράσεις τὴν πρὸς τὸν ἀποστάτην παλαίστραν, οὐδὲ τῆς τούτου νίκης καθάψῃ ἄνευ πόνων πολλῶν τῶν ἐπὶ φυλακῇ τῶν εὐαγγελικῶν δογμάτων. Πῶς γὰρ δυνήσῃ ἀρνήσασθαι τὴν πρὸς τὸν ἐχθρὸν μάχην, ἐν τῷ σκάμματι τῆς μάχης διάγων; Ὅπερ ἐστὶ πᾶσα ἡ ὑπ' οὐρανὸν γῆ, ἐν ᾗ ἐμπεριάγειν τοῦτον καὶ ἐμπεριπατεῖν, ὡς κύνα λυττῶντα, ζητοῦντα τίνα καταπίῃ, ὑπὸ τῆς τοῦ Ἰὼβ γραφῆς διδασκόμεθα. Εἰ τοίνυν ἀρνῇ τὴν πρὸς τὸν ἀνταγωνιστὴν μάχην, μέτελθε εἰς ἕτερον κόσμον, ἐν ᾧ αὐτὸς οὐκ ἔστι· καὶ ὑπάρξει σοι ἡ τῆς πρὸς αὐτὸν πάλης ἄρνησις, καὶ τῶν εὐαγγελικῶν δογμάτων ἀκίνδυνος ἀργία. Εἰ δὲ τοῦτο ἀδύνατον, σπεῦδε πρὸς τὴν μάθησιν τῆς κατ' αὐτοῦ ἀθλήσεως, διδασκόμενος ὑπὸ τῶν 'Γραφῶν παλαισμάτων τέχνην· ἵνα μὴ, ἐξ ἀγνοίας ἡττηθεὶς ὑπ' αὐτοῦ, τῷ αἰωνίῳ πυρὶ παραδοθῇς. Καὶ ταῦτα μὲν ὅμως ἐν παραδρομῇ πρὸς τοὺς ἐν συζυγίαις ἀκινδύνως τῆς τῶν ἐντολῶν τοῦ Χριστοῦ φυλακῆς καταμελοῦντας εἰρήσθω. Σὺ δὲ, ὁ τῶν οὐρανίων πολιτευμάτων ἐραστὴς, καὶ τῆς ἀγγελικῆς διαγωγῆς πραγματευτὴς, καὶ τῶν ἁγίων μαθητῶν τοῦ Χριστοῦ συστρατιώτης γενέσθαι ἐπιθυμῶν, τόνωσον σεαυτὸν πρὸς τὴν ὑπομονὴν τῶν
2. Does it seem to you that the Gospels have been laid down for married men as well? Behold, it has been made clear to you that from all of us men obedience unto the Gospel will be demanded, both monks and those in wedlock. For unto him who has entered into marriage pardon for incontinence and for desire of woman and intercourse shall suffice; whereas the rest of the commandments, enacted alike for all, are not without peril for transgressors. For indeed Christ, when preaching the glad tidings of the Father's precepts, conversed with those in the world; and if anywhere it happened that when questioned privately He answered His disciples, He solemnly testified, saying: "And what things I say unto you, I say unto all." Do not therefore sink back into sloth, O fellow, you who have chosen partnership with a wife, as though having licence to wrap the world around yourself. For you have need of greater toils and watchfulness for the attainment of salvation; inasmuch as you have chosen to dwell right in the midst of the snares and the dominion of the apostate powers, and hold before your eyes the provocations of sins, and night and day have all your senses pried loose towards desire for them. Know therefore that you shall not escape the wrestling-school against the apostate, nor lay hold of victory over him without many toils spent in keeping the evangelical teachings. For how shall you be able to refuse battle against the enemy while living right in the pit of battle? Which is the whole earth under heaven, wherein we are taught by the Scripture of Job that this one goes round about and walks to and fro, like a rabid dog seeking whom he may swallow down. If therefore you refuse battle against the adversary, depart into another world wherein he is not; and there shall be yours a refusal of the wrestling-bout against him, and a peril-free idleness from the evangelical teachings. But if this is impossible, hasten to learn the contest against him, being taught by the Scriptures the art of wrestling-bouts, lest, defeated by him out of ignorance, you be delivered over to the eternal fire. Yet let these things be said in passing unto those in wedlock who imagine they may safely neglect the keeping of Christ's commandments. You, however, the lover of heavenly commonwealths, and trader in the angelic manner of life, and desirous of becoming a fellow-soldier of Christ's holy disciples, brace yourself towards the endurance of
Notes, col. 629

On the reading

Printed Ἄρά, for Ἆρά.

Printed 'Γραφῶν, for Γραφῶν.