Migne Reading Room

PG 31 · cols. 1717–1721 · Read from the page

* Three homilies from the edition of Chr. Frid. Matthaeus

* Three homilies from the edition of Chr. Frid. Matthaeus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1717Read from the page
τοπέδοις κελεύει, ὡς ὕπατος φιλοτιμεῖται, ἐσώρευσε πλοῦτον· ἀλλὰ συνέδραμε τοῖς καμάτοις ὁ χρόνος, καὶ συνέφθασε τῷ ἀξιώματι τὸ γῆρας, καὶ πρὶν ἢ ἀπολαῦσαι τοῦ πλούτου, ἀπῆλθεν ἁρπασθεὶς τοῦ βίου, καὶ ἐν αὐτῷ τῷ λιμένι ὑπέμεινε τὸ ναυάγιον. Συνακολουθεῖ γὰρ ταῖς ματαίαις ἐλπίσι καταγελῶν τῶν βροτῶν ὁ θάνατος. Τοιοῦτος ὁ τῶν ἀνθρώπων βίος, ἄστατος θάλασσα, ἀὴρ ἀνώμαλος, ὄναρ ἀβέβαιον, ῥεῦμα παρατρέχον, καπνὸς διαχεόμενος, σκιὰ μεταπηδῶσα, πέλαγος ὑπὸ κυμάτων ἐνοχλούμενον· καὶ ἡ μὲν ζάλη φοβερὰ, ὁ δὲ πλοῦς ἐπισφαλὴς, οἱ δὲ ἐπιβάται νυστάζομεν. Φοβερὰ γὰρ καὶ ἀγρία ἡ τοῦ βίου θάλασσα, μάταιαι αἱ ἐλπίδες, ὡς καταιγίδες σπιλάζουσαι. Αἱ θλίψεις ὡς κύματα ὠρύονται, αἱ ἐπιβουλαὶ ὡς ὕφαλοι κρύπτονται πέτραι, οἱ ἐχθροὶ ὡς κύνες περικεχήνασιν, οἱ ἅρπαγες ὡς πειραταὶ ἐφεδρεύουσι, τὸ γῆρας ὡς χειμὼν ἐπέρχεται, ὁ θάνατος ὡς ναυάγιον ἐφίσταται. Εἶδες τὴν ζάλην, κυβέρνησόν σου τὸν χειμῶνα, βλέπε πῶς πλέεις, μὴ ὑπέραντλον ποιήσῃς τὸ σαυτοῦ σκάφος, ἢ τῷ ἐξ ἀδικίας πλούτῳ, ἢ τῷ ἐκ παθῶν φόρτῳ· διὰ τοῦτο ὁ μακάριος Παῦλος ἀρτίως βοᾷ· Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια. Πλοῦτος οὐράνιος, θησαυρὸς μυστηρίων, σοφίας πέλαγος, γνῶσις ἀληθείας, προσκύνησις τῆς ἀκτίστου Τριάδος, ἔσοπτρον τοῦ παρθενικοῦ μυστηρίου, πίστις ἀπολυπραγμόνητος, ὁμολογία ἔρευναν φεύγουσα, κήρυγμα ὅσιον, διὰ γλώσσης προσφερόμενον, δι' ἀκοῆς εἰσδυόμενον, ἐν ψυχῇ ῥιζούμενον, καὶ Τριάδος ἔλλαμψιν χαριζόμενον. Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐδὲν γὰρ αὐταρκείας πλουσιώτερον, βίος ἀπέριττος, ἀνάπαυσις ἀφρόντιστος, πλοῦτος ἀνεπιβούλευτος, χρεία μετὰ ἀνέσεως, βάρος ἄνευ θλίψεως, ζωὴ ἀνενδεὴς, ἀπόλαυσις ἀνύβριστος. Οἱ αὐτάρκειαν ἀσκοῦντες φεύγουσι τὴν τοῦ πλούτου ζάλην. Πάντα γὰρ φοβεῖται ὁ πλούσιος· τὰς ἡμέρας, ὡς δικαστηρίων καιρούς· τὰς ἑσπέρας, ὡς λῃστῶν εὐκαιρίας· τὰς νύκτας, ὡς φροντίδων μάστιγας· τοὺς ὄρθρους, ὡς κολάκων ἐφόδους. Καὶ οὐ μόνον καιρὸν, ἀλλὰ καὶ τόπον δέδοικε. Φρίττει λῃστῶν διορυγὰς, κλεπτῶν ἐπιβουλὰς, βιαστῶν συκοφαντίας, τῶν βιασθέντων τὰς κατηγορίας, τῶν δυνατωτέρων τὰς διαρπαγὰς, τῶν οἰκετῶν τὰς κακουργίας, τῶν δηλατόρων τὰς περιεργίας, τῶν ἀναπραττόντων τὴν ἀγνωμοσύνην, τῶν γειτόνων τὰς ἐνθυμήσεις, τῶν τοίχων τὴν σαθρότητα, τῶν οἰκιῶν τὰς καταπτώσεις, τῶν βαρβάρων τὰς ἐφόδους, τῶν πολιτῶν τοὺς δόλους, τῶν δικαζόντων τὰς ἀποφάσεις,
mies, displays munificence as consul, heaped up wealth; yet time ran apace with his toils, and old age overtook his dignity, and before enjoying his wealth, he departed, snatched away from life, and in the very harbour suffered shipwreck. For death accompanies vain hopes, laughing mortals to scorn. Such is the life of men: an unstable sea, an uneven air, an uncertain dream, a stream rushing past, dispersing smoke, a flitting shadow, an ocean troubled by waves; and the tempest is fearful, the voyage perilous, while we the passengers nod in sleep. For fearful and wild is the sea of life, vain are hopes, dashing upon crags like squalls. Afflictions roar like waves, plots lie hidden like sunken rocks, enemies gape round like dogs, plunderers lie in ambush like pirates, old age comes on like winter, death stands near like shipwreck. You have seen the tempest; steer through your winter, look how you sail, lest you overload your vessel to sinking, either with wealth from injustice, or with cargo from passions; on this account the blessed Paul aptly cries out: Godliness is great gain. Heavenly wealth, treasure of mysteries, ocean of wisdom, knowledge of truth, worship of the uncreated Trinity, mirror of the virginal mystery, faith free from meddlesome curiosity, confession shunning scrutiny, holy proclamation, brought forth through the tongue, entering in through hearing, taking root in the soul, and bestowing the illumination of the Trinity. Godliness with contentment is great gain. For nothing is richer than contentment: an unencumbered life, carefree rest, wealth unexposed to plots, need with ease, weight without affliction, life without want, enjoyment without outrage. Those who practise contentment flee the tempest of wealth. For the rich man fears all things: the days, as seasons of law-courts; the evenings, as opportunities of brigands; the nights, as scourges of anxieties; the dawns, as inroads of flatterers. And he dreads not only time, but place as well. He shudders at the diggings-through of brigands, the plots of thieves, the false accusations of violent men, the charges of those who have suffered violence, the plunderings of the more powerful, the villainies of household slaves, the meddlings of informers, the ruthlessness of exactors, the designs of neighbours, the unsoundness of walls, the collapses of houses, the inroads of barbarians, the deceits of citizens, the sentences of judges,
PG 31:1720Read from the page
τὸ μετὰ τὸ σχεῖν ἀπολέσαι, τὴν μετὰ τὴν κτῆσιν ἀφαίρεσιν. Ἄνθρωπε, εἰ τοσοῦτος ὁ χειμὼν τῆς κτήσεως, ποῦ τὸ ἔαρ τῆς απολαύσεως; Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. Οὐ τῷ παρόντι συγκατακλείεται βίῳ, φησίν. Ἀθάνατος γάρ ἐστιν ἡ κτῆσις, πλούτῳ δαπανωμένῳ γὰρ οὐχ ἁλίσκεται. Εἰπὲ, ὦ Παῦλε, Οὐδὲν εισηνέγκαμεν εις τὸν κόσμον. Ἀρκεῖ ἡ ἰσοτιμία τῆς εἰσόδου διῶξαι τὴν ἀνωμαλίαν τοῦ τύφου τῆς πολιτείας. Οὐδὲν εισηνέγκαμεν εις τὸν κόσμον· γυμνοὶ τῆς μητρῴας γαστρὸς ἐξήλθομεν. Οὐδὲν εἰσῆλθες ἔχων, πλεονέκτα· οὐ χρυσόν· ἐκ γῆς γὰρ μεταλλεύεται· οὐκ ἄργυρον· οὐ γὰρ συνεσπάρη· οὐκ ἐσθῆτα· τέχνης γὰρ ὑφαντικῆς ἐπίνοια· οὐ κτήματα, ἅπερ ἐφιλέργησε πλοῦτος, καὶ ᾠκοδόμησαν χεῖρες· οὐκ ἀξίωμα, εἰ μὴ μόνον τὸ κατ' εἰκόνα· οὐ δυναστείαν, ἣν φθείρει χρόνος, καὶ θερίζει θάνατος. Γυμνὸς εἰς τὸν κόσμον εἰσῆλθες, εἴθε καὶ γυμνὸς ἁμαρτημάτων ἐξέλθοις τοῦ βίου! Οὐδὲν εισηνέγκαμεν εις τὸν βίον, ἀλλ' οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Καὶ οὐδὲν, ὦ Παῦλε, τῶν τοῦ βίου ἐκφέρομεν; Τῶν τοῦ βίου οὐδὲν, εἰ μὴ μόνον ἀρετὰς, εἰ ἐπράξαμεν. Ἐκφέρομεν σωφροσύνην, εἰ ἠνθήσαμεν. Ἐκφέρομεν ἐλεημοσύνην, εἰ ἐπλουτήσαμεν. Αὗται ψυχῆς συνήγοροι, βίου ἄγκιστρα. Ἐνταῦθα πλοῦτος ἀπομένει, ἁρπάζεται χρυσὸς, μερίζεται ἄργυρος, πιπράσκεται κτήματα, ληθαργεῖται δόξα, παύεται δυναστεία, σβέννυται φόβος. Τῇ γὰρ σκηνῇ τοῦ βίου συνδιαλύεται τὸ σχῆμα. Τί οὖν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Φεύγω τὸ περιττὸν, ὡς ἄχρηστον, καὶ ζητῶ τὸ ἀναγκαῖον, ὡς ἀκατηγόρητον. Ἕστηκεν ἐκεῖ γυμνὸς ὁ πλούσιος, εἰ μὲν ἔχει ἀρετὰς, κἀκεῖ πλούσιος· εἰ δὲ τούτων γυμνὸς, πένης αἰώνιος. Οὐδὲν γὰρ τῆς ἐναρέτου πενίας πλουσιώτερον. Πέτρος πένης· ἀλλ' ἐσκύλευσε θάνατον. Ἰωάννης πένης· ἀλλὰ χωλοῦ ἀνώρθωσε πόδας. Φίλιππος πένης· ἀλλ' εἶδεν ἐν τῷ Υἱῷ τὸν Πατέρα. Ματθαῖος πένης· ἀπεδύσατο γὰρ μετὰ τῆς ἁρπαγῆς τὸν πλοῦτον. Θωμᾶς πένης· ἀλλ' ὤρυξε θησαυρὸν ἀνελλιπῆ τὴν πλευρὰν τοῦ Δεσπότου. Παῦλος πένης· ἀλλὰ τοῦ παραδείσου
losing after having, deprivation after acquiring. O man, if so great is the winter of possession, where is the spring of enjoyment? Godliness with contentment is great gain. It is not shut up together with the present life, he says. For the possession is immortal, since by wealth that is spent away it is not captured. Say, O Paul: We brought nothing into the world. The equality of our entrance suffices to banish the inequality of the pride of civic life. We brought nothing into the world; naked we came forth from our mother's womb. You entered having nothing, covetous man: not gold, for out of the earth it is mined; not silver, for it was not sown together with you; not raiment, for it is a contrivance of the weaver's art; not estates, which wealth laboured fondly over and hands built up; not dignity, except only that which is according to the image; not dominion, which time corrupts and death reaps. Naked into the world you entered; would that naked of sins too you might depart from life! We brought nothing into life, nor yet are we able to carry anything out. And do we carry out nothing of the things of life, O Paul? Of the things of life, nothing, except only virtues, if we practised them. We carry out temperance, if we flourished in it. We carry out almsgiving, if we grew rich in it. These are advocates of the soul, fish-hooks of life. Here wealth stays behind, gold is snatched away, silver is parcelled out, estates are sold, glory sinks into lethargy, dominion ceases, fear is quenched. For together with the stage-tent of life its pageantry is dissolved. What then: Having food and coverings, with these we shall be content. I flee what is superfluous, as useless, and I seek what is necessary, as blameless. There stands the rich man naked: if indeed he possesses virtues, there too he is rich; but if naked of these, an eternal pauper. For nothing is richer than virtuous poverty. Peter was poor; yet he despoiled death. John was poor; yet he set upright the lame man's feet. Philip was poor; yet he beheld the Father in the Son. Matthew was poor; for together with extortion he stripped off wealth. Thomas was poor; yet he dug an unfailing treasure, the side of the Master. Paul was poor; yet of paradise
Notes, col. 1720

On the reading

Printed απολαύσεως, for ἀπολαύσεως.

Printed εισηνέγκαμεν, for εἰσηνέγκαμεν.

Printed εις, for εἰς.

PG 31:1721Read from the page
γέγονε κληρονόμος. Ὁ Δεσπότης κατὰ σάρκα πένης· θεότητι γὰρ πλούσιος ἄμετρος. Ἰδοὺ γὰρ σήμερον ἐξέχεε τὸν τῆς ἰάσεως πλοῦτον, τὴν πενθερὰν Πέτρου νόσου ἀπήλλαξε, τῇ ἁφῇ τὸν πυρετὸν ἐφυγάδευσεν. Ἤγειρε, μὴ περιοδεύσας, τὴν κάμνουσαν· ὕλη οὐκ ἐφαίνετο, καὶ ἴασις ἐσχεδιάζετο. Πόνους πλουσίους ἀνάλωσε, καὶ οὐδεὶς ὁ ἐλεῶν. Ἐνταῦθα δὲ μόνον ἐπέστη ὁ τῆς φύσεως ἰατρὸς, ἐλύθη τοῦ σώματος ὁ χειμών. Καὶ βλέπε μοι τὸ θαυμαστόν. Τρεῖς ἐν ταυτῷ ἐθεράπευσε, δύο ἄνδρας καὶ μίαν γυναῖκα, τὸν Λάζαρον, τὸν τῆς χήρας υἱὸν, τὴν θυγατέρα Ἰαείρου, καὶ διὰ τί ἄκουε· ἀπόῤῥητος γὰρ ὁ λόγος. Ἵνα δείξῃ, ὅτι αὐτός ἐστι νόμου καὶ χάριτος Δεσπότης, διὰ τοῦτο τὴν ὁμοίαν ἐν ἑτέροις σώζει εἰκόνα. Ὥσπερ γὰρ ἐκεῖ τρεῖς ἐπέστησε τῷ λαῷ δημαγωγοὺς, τὸν Μωσέα, τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ. Ἄκουε αὐτοῦ ἐν προφήταις βοῶντος· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἀποκρίθητί μοι, διότι ἀπέστειλα πρὸ προσώπου σου τὸν Μωσῆν καὶ τὸν Ἀαρὼν καὶ τὴν Μαριάμ ; Τὸν Μωσέα εἰς πρόσωπον τοῦ νόμου· τὸν Ἀαρὼν εἰς πρόσωπον τῶν προφητῶν, καὶ τὴν Μαριὰμ εἰς πρόσωπον τῆς Ἐκκλησίας, ἣν ἐπήρωσε τῶν εἰδώλων ἡ ἀκαθαρσία, καὶ ἰάσατο ἡ τοῦ σαρκωθέντος φιλανθρωπία. Διὰ τοῦτο ἡ Ἐκκλησία, καθάπερ Μαριὰμ, ἐλευθερωθεῖσα τοῦ νοητοῦ Φαραὼ, τοῦ διαβόλου, καὶ τῆς τῶν δαιμόνων καταδυναστείας, καθάπερ Αἴγυπτον ὁρῶσα ὑπὸ τὸ πέλαγος τῆς κολυμβήθρας τὸν παλαιὸν ἄνθρωπον πνιγέντα, λαβοῦσα τὸ τύμπανον τῆς εὐχαριστίας, καὶ ἐναρμόσασα τῷ ξύλῳ τοῦ σταυροῦ τὰς χορδὰς τῶν ἀρετῶν, ἀνακρουομένη βοᾷ· ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται. Ἐξ οὐρανοῦ κατῆλθε, καὶ τοῦ Πατρὸς οὐκ ἐχωρίσθη· ἐν σπηλαίῳ ἐτέχθη, καὶ τὸν θρόνον οὐκ ἐγύμνωσε· ἐν φάτνῃ ἀνεκλίθη, καὶ τοὺς πατρικοὺς κόλπους οὐκ ἐκένωσεν· ἐκ παρθένου σαρκωθεὶς ἐγεννήθη, καὶ ἔμεινεν, ὡς Θεὸς, ἀπάτωρ· κατέβη, καὶ τῶν ἄνω οὐκ ἐχωρίσθη· ἀνέβη, καὶ τῇ Τριάδι προσθήκην οὐκ ἐποίησεν· ἐν μορφῇ δούλου ἐφάνη, καὶ τὸ πρὸς τὸν Πατέρα ἰσότιμον οὐκ ἀπώλεσεν· ἀλλ' ἔστιν ὁ Λόγος καὶ εἰκὼν, καὶ ἀπαύγασμα, καὶ χαρακτήρ. Λόγος, οὐδέποτε γὰρ τοῦ νοῦ ἀφίσταται· εἰκὼν, οὐ κηρόχυτος σανὶς, ἀλλὰ σφραγὶς ἰσότυπος· ἀπαύγασμα, συναΐδιον γὰρ τὸ φῶς τῷ ἡλίῳ· χαρακτὴρ, ὁ γὰρ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ καὶ τῷ ζωοποιῷ αὐτοῦ Π⟨νε⟩ύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
became an heir. The Master was poor according to the flesh; for in Godhead He is immeasurably rich. For behold, today He poured forth the wealth of healing, He delivered Peter's mother-in-law from disease, by His touch He put the fever to flight. Without making medical rounds, He raised up her who was sick; no medicine was seen, and healing was wrought on the spot. Rich labours had she spent, and there was none to take pity. But here the Physician of nature merely stood by, and the tempest of the body was loosed. And behold for me the wonder. Three in the same manner He healed, two men and one woman: Lazarus, the widow's son, the daughter of Jairus; and hear wherefore: for ineffable is the word. That He might show that He Himself is Master of the law and of grace, therefore He preserveth the like figure in the others. Just as there He set three leaders over the people, Moses, Aaron, and Miriam. Hear Him crying aloud in the prophets: My people, what have I done unto thee, or wherein have I wronged thee? Answer Me: because I sent before thy face Moses and Aaron and Miriam? Moses to represent the law; Aaron to represent the prophets; and Miriam to represent the Church, whom the uncleanness of idols had maimed, and the loving-kindness of the Incarnate One healed. Therefore the Church, like Miriam, having been set free from the spiritual Pharaoh, the devil, and from the tyranny of the demons, beholding the old man drowned like Egypt beneath the sea of the baptismal font, taking up the timbrel of thanksgiving, and fitting the strings of the virtues unto the wood of the cross, striking up the strain crieth aloud: Let us sing unto the Lord; for gloriously hath He been glorified. From heaven He came down, and was not separated from the Father; in a cave He was born, and left not His throne bare; in a manger He was laid, and emptied not the paternal bosom; incarnate of a virgin He was born, and remained, as God, fatherless; He descended, and was not separated from the things above; He ascended, and made no addition to the Trinity; in the form of a servant He appeared, and lost not His equality of honour with the Father; but He is the Word and Image, and Brightness, and Express Stamp. Word, for never is He parted from the Mind; Image, not a wax-painted tablet, but a seal of equal impress; Brightness, for the light is co-eternal with the sun; Express Stamp, for he that hath seen the Son hath seen the Father. Unto Him be the glory and the dominion, together with His only-begotten Son and His life-giving Spirit, now and ever, and unto the ages of ages. Amen.