Migne Reading Room

PG 31 · cols. 1680–1684 · Read from the page

* Orations or exorcisms

* Orations or exorcisms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:1680Read from the page
ἰδεῖν δύναται,» ὃν φοβεῖται καὶ τρέμει πᾶσα ἡ κτίσις, ὁ τὸν τραχηλιάσαντά ποτε ἀρχιστράτηγον καὶ τὴν τούτου λειτουργίαν παρακοῇ ἀθετήσαντα ῥήξας ἐπὶ τὴν γῆν, καὶ τοὺς συναποστάτας αὐτῷ ἀγγέλους δαίμονας γινομένους εἰς σκότωσιν βυθοῦ ταρταρώσας, δὸς τὸν ἀφορκισμὸν τοῦτον ἐπὶ τῷ φρικτῷ ὀνόματί σου τελούμενον φόβῳ γενέσθαι αὐτῷ προηγουμένῳ τῆς πονηρίας, καὶ πάσαις ταῖς φάλαγξιν αὐτοῦ ταῖς συνεκπεσούσαις αὐτῷ ἐκ τῆς ἄνω φωτοφορίας, καὶ τρέψον αὐτὸν εἰς φυγὴν, καὶ ἐπίταξον αὐτῷ καὶ τοῖς δαίμοσιν αὐτοῦ ἀναχωρῆσαι παντελῶς, ἵνα μή τι βλαβερὸν κατὰ τὴν ἐσφραγισμένην εἰκόνα ἐργάσηται· ἀλλὰ λαβέτωσαν ἰσχὺν οὗτοι οἱ ἐσφραγισμένοι κραταιότητος τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Σοῦ γὰρ ὑμνεῖται, καὶ μεγαλύνεται, καὶ παρὰ πάσης πνοῆς ἐν
is able to behold," Whom all creation fears and trembles before, Thou Who hurled down to the earth the chief commander who once stiffened his neck and by disobedience rejected His service, and cast down into Tartarus, into the darkness of the abyss, the angels who apostatized with him and became demons: grant that this exorcism, performed in Thine awesome name, may become a terror to that ringleader of wickedness and to all his ranks that fell together with him from the light-bearing realm on high, and turn him to flight, and command him and his demons to withdraw utterly, lest he work any harm against the sealed image; rather let these who have been sealed receive strength of might to tread upon serpents and scorpions and upon all the power of the enemy. For praised and magnified by every breath in
Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.
Another prayer of the same.
Τοῦ Κυρίου δεηθῶμεν.
Let us pray to the Lord.
Ἐξορκίζω σε τὸν ἀρχέκακον τῆς βλασφημίας, τὸν ἀρχηγὸν τῆς ἀνταρσίας, καὶ αὐτουργὸν τῆς πονηρίας. Ἐξορκίζω σε τὸν ἐκριφθέντα ἐκ τῆς ἄνω φωτοφορίας, καὶ σκότῳ βυθοῦ κατενεχθέντα διὰ τὴν ἔπαρσιν. Ἐξορκίζω σε καὶ πᾶσαν τὴν ἐκπεσοῦσαν δύναμιν τῆς σῆς ἀκόλουθον προαιρέσεως. Ὀρκίζω σε, πνεῦμα ἀκάθαρτον, κατὰ τοῦ Θεοῦ Σαβαὼθ, καὶ πάσης στρατιᾶς ἀγγέλων Θεοῦ, Ἀδωναΐ, Ἐλωΐ, θεοῦ παντοκράτορος· ἔξελθε, καὶ ἐπαναχώρησον ἀπὸ τοῦ δούλου τοῦ Θεοῦ τοῦδε. Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ πάντα λόγῳ κτίσαντος, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, τοῦ πρὸ τῶν αἰώνων ἀῤῥήτως καὶ ἀπαθῶς ἐξ αὐτοῦ γεννηθέντος, τοῦ τὴν ἀόρατον καὶ ὁρατὴν κτίσιν δημιουργήσαντος, τοῦ κατ' εἰκόνα ἰδίαν τὸν ἄνθρωπον πλαστουργήσαντος, τοῦ νόμῳ πρότερον φυσικῶς ταῦτα παιδαγωγήσαντος, καὶ ἀγγέλων ἐπιστασίᾳ φυλάξαντος, τῷ ὕδατι τὴν ἁμαρτίαν κατακλύσαντος ἄνωθεν, καὶ τὰς ὑπ' οὐρανὸν ἀβύσσους ἀναστομώσαντος, καὶ γίγαντας ἀσεβήσαντας καταφθείραντος, καὶ πύργον τῶν βεβήλων κατασείσαντος, καὶ γῆν Σοδόμων καὶ Γομόῤῥων πυρὶ θείῳ τεφρώσαντος, οὗ μάρτυς καπνὸς ἀκοίμητος ἐξατμίζεται, τῇ ῥάβδῳ πέλαγος ῥήξαντος, καὶ λαὸν ἀβρόχοις ποσὶ περάσαντος, καὶ τύραννον Φαραὼ καὶ στρατὸν θεομάχον εἰς αἰῶνα τοῖς κύμασι καταλύσαντος τῆς ἀσεβείας πόλεμον, τοῦ ἐπ' ἐσχάτων ἐκ Παρθένου ἁγνῆς σαρκωθέντος ἀνεκλαλήτως καὶ σώας τὰς σφραγῖδας τῆς ἁγνείας φυλάξαντος, τοῦ πλῦναι βαπτίσματι τὸν παλαιὸν ἡμῶν ῥύπον εὐδοκήσαντος, ὃν ἡμεῖς διὰ τῆς παραβάσεως ἐπεσπασάμεθα. Ἐξορκίζω σε κατὰ τοῦ βαπτισθέντος ἐν Ἰορδάνῃ, καὶ τύπον ἡμῖν ἀφθαρσίας ἐν ὕδατι κατὰ χάριν παρεχόμενον, ὃν ἄγγελοι καὶ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν κατεπλάγησαν, τὸν σαρκωθέντα Θεὸν βλέπουσαι μετριάσαντα, ὅτε ὁ ἄναρχος Πατὴρ τὴν ἄναρχον γέννησιν
I exorcize you, arch-author of blasphemy, ringleader of rebellion, and perpetrator of wickedness. I exorcize you, who were cast out of the light-bearing realm on high and brought down into the darkness of the abyss on account of your arrogance. I exorcize you and all the fallen power that followed your purpose. I adjure you, unclean spirit, by the God of Sabaoth, and by all the host of the angels of God, Adonai, Eloi, God almighty: come out, and withdraw from this servant of God. I exorcize you by the God Who created all things by His word, and by our Lord Jesus Christ, His only-begotten Son, Who before the ages was ineffably and impassibly begotten of Him, Who fashioned the invisible and visible creation, Who moulded man according to His own image, Who first guided these things naturally by a law and guarded them under the oversight of angels, Who flooded sin from above with water and unsealed the abysses under heaven, Who destroyed the ungodly giants, shook down the tower of the profane, and reduced the land of Sodom and Gomorrah to ashes with divine fire, whereof sleepless smoke rises in vapour as a witness; Who cleft the sea with the rod, led the people across with unwetted feet, and ended forever in the waves the war of ungodliness, both the tyrant Pharaoh and his God-fighting army; Who in the last days was unutterably incarnate of a pure Virgin and kept intact the seals of her purity, and was well pleased to wash away by baptism our ancient defilement, which we had drawn upon ourselves through transgression. I exorcize you by Him Who was baptized in the Jordan and graciously afforded us in the water a pattern of incorruption, at Whom the angels and all the powers of the heavens were amazed, beholding the incarnate God humbling Himself, when the beginningless Father witnessed to the beginningless generation
PG 31:1681Read from the page
τοῦ Υἱοῦ ἀπεκάλυψε, καὶ τοῦ ἁγίου Πνεύματος ἡ κατάβασις τῆς Τριάδος τὴν ἕνωσιν ἐμαρτύρησεν. Ὁρκίζω σε κατ' ἐκείνου τοῦ ἄνεμον ἐπιτιμήσαντος, καὶ κλύδωνα θαλάσσης πραΰναντος, τὸ στῖφος δαιμόνων ἐκδιώξαντος, καὶ κόρας ὀμμάτων ἀπὸ μήτρας λειπούσας πηλῷ τυφλοῖς ἀναβλέψαι ἐναρμόσαντος, καὶ τὴν ἀρχαίαν τοῦ γένους ἡμῶν διάπλασιν ἀνακαινίσαντος, καὶ ἀλάλοις τὸ λαλεῖν ἀνορθώσαντος, τοῦ στίγματα λέπρας ἀποσμήξαντος, καὶ νεκροὺς ἐκ τῶν τάφων ἀναστήσαντος, τοῦ μέχρι ταφῆς τοῖς ἀνθρώποις ὁμιλήσαντος, καὶ τὸν ᾅδην ἐγέρσει σκυλεύσαντος, καὶ πᾶσαν τὴν ἀνθρωπότητα ἀνάλωτον τῷ θανάτῳ κατασκευάσαντος. Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ παντοκράτορος, τοῦ τῇ θεοπνεύστῳ φωνῇ τοὺς ἀνθρώπους ἐμπνεύσαντος, καὶ τοῖς ἀποστόλοις συμπράξαντος, καὶ πᾶσαν τὴν οἰκουμένην εὐσεβείας πληρώσαντος. Φοβήθητι, φύγε, δραπέτευσον, ἀναχώρησον, δαιμόνιον ἀκάθαρτον καὶ ἀναγὲς, καταχθόνιον, βύθιον, ἀπατηλὸν, ἄμορφον, θεατὸν δι' ἀναίδειαν, ἀθέατον διὰ τὴν ὑπόκρισιν, ὅπου ἂν τυγχάνῃς, ἢ ἀπέρχῃ· ἢ αὐτὸς εἶ Βεελζεβοὺβ, ἢ κατασείων, ἢ δρακοντοειδὴς, ἢ θηριοπρόσωπος, ἢ ὡς ἀτμὶς, ἢ ὡς πετεινὸν, ἢ νυκτίλαλον, ἢ κωφὸν, ἢ ἄλαλον, ἢ ἐκφοβοῦν ἐξ ἐπιδρομῆς, ἢ σπαράσσον, ἢ ἐπιβουλεῦον, ἢ ἐν ὕπνῳ βαρεῖ, ἢ ἐν νόσῳ, ἢ ἐν μαλακίᾳ, ἢ ἐν γέλωτι ῥέμβον, ἢ δάκρυα φιλήδονα ἐμποιοῦν, ἢ λάγνον, ἢ δυσῶδες, ἢ ἐπιθυμητικὸν, ἢ ἡδονικὸν, ἢ φαρμακόφιλον, ἢ ἐρωτομανὲς, ἢ ἀστρομαγικὸν, ἢ ἐνοικηματικὸν, ἢ ἀναιδὲς, ἢ φιλόνεικον, ἢ ἀκατάστατον, ἢ τῇ σελήνῃ συναλλοιούμενον, ἢ χρόνῳ τινὶ συντρεπόμενον, ἢ ὀρθρινὸν, ἢ μεσημβρινὸν, ἢ μεσονυκτικὸν, ἢ ἀωρίας τινὸς, ἢ αὐγῆς, ἢ αὐτομάτως συνήντησας, ἢ ἐπέμφθης ὑπό τινος, ἢ προσεπέλασας ἄφνω, ἢ ἐν θαλάσσῃ, ἢ ἐν ποταμῷ, ἢ ὑπὸ γῆς, ἢ φρέατος, ἢ κρημνοῦ, ἢ ἐκ λάκκου, ἢ λίμνης, ἢ καλαμῶνος, ἢ ὕλης, ἢ ἀπογαίου, ἢ ἀκαθάρτου, ἢ ἄλσους, ἢ δρυμῶνος, ἢ δένδρου, ἢ ὀρνέου, ἢ βροντῆς, ἢ ἐκ στέγης λουτροῦ, ἢ ἐν κολυμβήθρᾳ ὑδάτων, ἢ ἐκ μνήματος εἰδωλικοῦ, ἢ ὅθεν ἴσμεν, καὶ οὐκ ἴσμεν, γνωστὸν, ἢ ἄγνωστον, καὶ ἐξ ἀπερισκέπτου τόπου· μερίσθητι καὶ ἀπαλλάγηθι, αἰσχύνθητι τὴν εἰκόνα τῇ χειρὶ Θεοῦ πλασθεῖσαν καὶ μορφωθεῖσαν. Φοβήθητι τοῦ σαρκωθέντος Θεοῦ τὸ ὁμοίωμα, καὶ μὴ ἐγκρυβῇς εἰς τὸν δοῦλον τοῦ Θεοῦ τόνδε, ἀλλὰ ῥάβδος σιδηρᾶ καὶ κάμινος πυρὸς, καὶ τάρταρος, καὶ ὀδόντων βρυγμὸς, ἄμυνα τῆς παρακοῆς σε περιμένει. Φοβήθητι, φιμώθητι, φύγε, μὴ ἀποστρέψῃς, μὴ ὑποκρυβῇς μεθ' ἑτέρας πονηρίας πνευμάτων ἀκαθάρτων· ἀλλὰ ἄπελθε εἰς γῆν ἄνυδρον, ἔρημον, ἀγεώργητον, ἣν ἄνθρωπος οὐκ οἰκεῖ, Θεὸς μόνος ἐπισκοπεῖ, ὁ δεσμεύων πάντας τοὺς βασκαίνοντας καὶ ἐπιβουλεύοντας τῇ αὐτοῦ εἰκόνι, καὶ σειραῖς ζόφου ταρταρώσας εἰς μακρὰν νύκτα καὶ ἡμέραν σὲ πάντων τῶν κακῶν πεπειραμένον, καὶ ἐφευρετὴν διάβολον. Ὅτι μέγας ὁ φόβος τοῦ Θεοῦ, καὶ μεγάλη ἡ δόξα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
of the Son revealed, and the descent of the Holy Spirit bore witness to the unity of the Trinity. I adjure thee by Him Who rebuked the wind, and stilled the surging of the sea, Who drove out the multitude of demons, and with clay fitted for the blind the pupils of their eyes that had been lacking from the womb so that they might recover their sight, and renewed the ancient fashioning of our race, and restored speech unto the speechless, Who wiped away the marks of leprosy, and raised the dead out of the tombs, Who conversed with men even unto burial, and despoiled Hades by His resurrection, and rendered all humanity impregnable unto death. I adjure thee by God the Almighty, Who breathed into men with His divinely inspired voice, and wrought together with the apostles, and filled all the inhabited earth with godliness. Fear, flee, take flight, depart, thou unclean and accursed demon, subterranean, abyssal, deceitful, shapeless, visible through shamelessness, unseen through hypocrisy, wheresoever thou mayest be, or whithersoever thou goest; whether thou art Beelzebub himself, or a shaker, or dragon-shaped, or beast-faced, or like vapour, or like a bird, or night-talking, or deaf, or dumb, or terrifying by a sudden onset, or convulsing, or plotting against, or in heavy sleep, or in disease, or in weakness, or roaming in laughter, or producing voluptuous tears, or lustful, or foul-smelling, or covetous, or pleasure-loving, or fond of poison-charms, or mad with lust, or astrological-magical, or haunting dwellings, or shameless, or contentious, or unstable, or changing with the moon, or revolving with some season, or of the dawn, or of midday, or of midnight, or of some untimely hour, or of daybreak; whether thou hast met him of thine own accord, or wast sent by someone, or didst approach suddenly, either in the sea, or in a river, or under the earth, or from a well, or a precipice, or from a pit, or a lake, or a reed-bed, or a wood, or a subterranean place, or an unclean place, or a grove, or an oak-thicket, or a tree, or a bird, or thunder, or from the roof of a bath-house, or in a pool of waters, or from an idolatrous tomb, or Whencesoever we know and know not, known or unknown, and from an unregarded place: be severed and depart, be ashamed before the image fashioned and formed by the hand of God. Fear the likeness of the incarnate God, and hide not thyself in this servant of God; else an iron rod and a furnace of fire, and Tartarus, and gnashing of teeth, the vengeance for thy disobedience, awaiteth thee. Fear, be muzzled, flee, return not, hide not thyself along with other wickedness of unclean spirits; but depart into a land waterless, desert, untilled, wherein no man dwelleth, which God alone overseeth, Who bindeth all that envy and plot against His image, and Who hath cast down into Tartarus in chains of darkness unto a long night and day thee, the devil experienced in all evils and the inventor thereof. For great is the fear of God, and great is the glory of the Father, and of the Son, and of the Holy Spirit, now and ever, and unto the ages of ages. Amen.
Εὐχὴ ἑτέρα τοῦ αὐτοῦ.
Another prayer of the same.
Ὁ Θεὸς τῶν οὐρανῶν, ὁ Θεὸς τῶν φώτων, ὁ Θεὸς τῶν ἀγγέλων τῶν ὑπὸ τὴν σὴν ἰσχὺν, ὁ Θεὸς τῶν ἀρχαγγέλων τῶν ὑπὸ τὸ σὸν κράτος, ὁ Θεὸς τῶν
O God of the heavens, O God of the lights, O God of the angels that are under Thy might, O God of the archangels that are under Thy dominion, O God of the
PG 31:1684Read from the page
ἐνδόξων κυριοτήτων, ὁ Θεὸς τῶν ἁγίων, ο Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ τὰς δεσμευθείσας τῷ θανάτῳ ψυχὰς λύσας, ὁ τὸν προσηλωθέντα ἄνθρωπον τῷ σκότει διὰ τοῦ μονογενοῦς σου Υἱοῦ φωτίσας, ὁ λύσας τὰς ὀδύνας ἡμῶν, καὶ πᾶν βάρος ἀποσκεδάσας, ὁ πᾶσαν τὴν προσβολὴν τοῦ ἐχθροῦ ἀφ' ἡμῶν χωρίσας, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ, ὁ ἀπαθανατίσας ἡμᾶς τῷ θανάτῳ σου, καὶ δοξάσας ἡμᾶς τῇ δόξῃ σου, ὁ ἐξ ἀνθρώπων χωρεῖν εἰς Θεὸν ἐγέρσει τῇ σῇ χαρισάμενος, ὁ πάντα δεσμὸν τῶν ἁμαρτιῶν ἡμῶν διὰ τοῦ σταυροῦ σου βαστάσας, ὁ τὸ σύντριμμα ἡμῶν ἀναλαβὼν, καὶ ἰασάμενος, Κύριε, ὁ ὁδοποιήσας ἡμῖν ὁδὸν εἰς οὐρανοὺς, καὶ φθορὰν εις ἀφθαρσίαν μετασκευάσας· εἰσάκουσόν μου πόθῳ καὶ φόβῳ κεκραγότος πρὸς σὲ, οὗ τὰ ὄρη τῷ φόβῳ τήκονται σὺν τῷ στερεώματι τῆς ὑπ' οὐρανὸν, οὗ τῇ δυναμει ἄλαλοι στοιχείων ψυχαὶ φρίττουσι τηρῆσαι τοὺς ἑαυτῶν ὅρους, δι' οὗ τὸ πῦρ τὸ τῆς ἐκδικήσεως οὐχ ὑπερβήσεται ὅρους τοὺς ταχθέντας αὐτῷ, ἀλλ' ἀναμένει στένον τὴν σὴν βουλήν· δι' ὃν πᾶσα ἡ κτίσις ὠδίνει στενάζουσα στεναγμοῖς ἀλαλήτοις εἰς καιροὺς μένειν ἐπιταχθεῖσα, ὃν πᾶσα φύσις ἐναντία πέφευγε, καὶ τοῦ ἐχθροῦ στρατιὰ δεδάμασται, καὶ διάβολος πέπτωκε, καὶ ὄφις πεπάτηται, καὶ δράκων ἀνήρηται· δι' ὃν τὰ ἔθνη ὁμολογήσαντά σε ἐφωτίσθησαν, καὶ ἐκραταιώθησαν ἐν σοὶ, Κύριε· δι' ὃν ζωὴ πεφανέρωται, ἐλπὶς ἵδρυται, ἡ πίστις κεκράτηται, τὸ Εὐαγγέλιον κεκήρυκται· δι' ὃν ἄνθρωπος ἐκ γῆς ἀναπέπλασται πιστεύσας ἐν σοί. Τίς γάρ ἐστιν ὡς σὺ Θεὸς παντοκράτωρ; Διὸ δεόμεθά σου, Θεὲ πατέρων, καὶ Κύριε τοῦ ἐλέους προαιώνιε, καὶ ὑπερούσιε, τὸν πρὸς σὲ ἐληλυθότα ἐπὶ τῷ ἁγίῳ ὀνόματί σου, καὶ τοῦ ἠγαπημένου σου Παιδὸς Ἰησοῦ Χριστοῦ, καὶ τοῦ ἁγίου καὶ παντοδυνάμου καὶ ζωοποιοῦ σου Πνεύματος πρόσδεξαι· ἀποσόβησον ἀπὸ τῆς ψυχῆς αὐτοῦ πᾶσαν μαλακίαν, πᾶσαν ἀπιστίαν, πᾶν πνεῦμα ἀκάθαρτον, σπαρακτικὸν, καταχθόνιον, πύρινον, δυσωδιακὸν, ἐπιθυμητικὸν, φιλόχρυσον, φιλάργυρον, τυφωνικὸν, πορνικὸν, πᾶν δαιμόνιον ἀκάθαρτον, σκοτεινὸν, ἄμορφον, ἀναιδές. Ναὶ, ὁ Θεὸς, ἀπέλασον απὸ τοῦ δούλου σου, τοῦ δεῖνος, πᾶσαν ἐνέργειαν τοῦ διαβόλου, πᾶσαν μαγείαν, πᾶσαν φαρμακείαν, εἰδωλολατρείαν, ἀστρομαντείαν, ἀστρολογίαν, νεκρομαντείαν, ὀρνεοσκοπίαν, ἡδυπάθειαν, ἔρωτα, φιλαργυρίαν, μέθην, πορνείαν, μοιχείαν, ἀσέλγειαν, ἀναίδειαν, ὀργὴν, φιλονεικίαν, ἀκαταστασίαν, καὶ πᾶσαν ὑπόνοιαν πονηράν. Ναὶ, Κύριε ὁ Θεὸς ἡμῶν, ἐμφύσησον ἐν αὐτῷ τὸ Πνεῦμά σου τὸ εἰρηνικόν· ὅπως φρουρούμενος ὑπ' αὐτοῦ ποιήσῃ καρπὸν πίστεως, ἀρετῆς, σοφίας, ἁγνείας, ἐγκρατείας, ἀγάπης, χρηστότητος, ἐλπίδος, πραότητος, μακροθυμίας, ὑπομονῆς, σωφροσύνης, συνέσεως· ὅτι σὸς ἐπικέκληται δοῦλος ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, πιστεύων εἰς τὴν ὁμοούσιον Τριάδα, συμμαρτυρούντων ἀγγέλων, ἀρχαγγέλων, ἐνδόξων κυριοτήτων, καὶ πάσης οὐρανίου στρατιᾶς. Σὺν τούτῳ φύλαξον τὰς καρδίας ἡμῶν· ὅτι δυνατὸς εἶ, Κύριε, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν.
of glorious dominions, the God of the saints, the Father of our Lord Jesus Christ, Who loosed the souls bound by death, Who through Thine only-begotten Son illumined man nailed fast in darkness, Who loosed our pangs and scattered every burden, Who parted from us every assault of the enemy; O Son and Word of God, Who made us immortal by Thy death and glorified us with Thy glory, Who granted by Thy rising that men might advance unto God, Who bore away every bond of our sins through Thy cross, Who took up our bruising and healed us, O Lord, Who made a way for us into the heavens and transfigured corruption into incorruption: hearken unto me as I cry to Thee with longing and fear, at fear of Whom the mountains melt together with the firmament of what is under heaven, by Whose power the mute souls of the elements shudder so as to keep their own bounds, through Whom the fire of vengeance shall not overstep the bounds appointed for it, but groaning awaits Thy counsel; for Whose sake all creation travails, groaning with unutterable groanings, commanded to abide until the appointed seasons; Whom every adverse nature has fled, and the host of the enemy has been tamed, and the devil has fallen, and the serpent has been trampled down, and the dragon has been destroyed; through Whom the nations, confessing Thee, were enlightened and strengthened in Thee, O Lord; through Whom life has been manifested, hope established, faith confirmed, the Gospel proclaimed; through Whom man from earth has been refashioned, believing in Thee. For who is like unto Thee, O God almighty? Wherefore we beseech Thee, O God of our fathers, and pre-eternal and superessential Lord of mercy, receive him who has come unto Thee in Thy holy name, and that of Thy beloved Servant Jesus Christ, and of Thy holy, all-powerful, and life-giving Spirit: scare away from his soul every infirmity, every unbelief, every spirit that is unclean, convulsing, subterranean, fiery, foul-smelling, lustful, gold-loving, money-loving, tempestuous, fornicating, every demon that is unclean, dark, misshapen, shameless. Yea, O God, drive away from Thy servant, N., every working of the devil, every sorcery, every enchantment, idolatry, star-divination, astrology, necromancy, augury by birds, voluptuousness, erotic passion, love of money, drunkenness, fornication, adultery, licentiousness, shamelessness, wrath, contentiousness, instability, and every evil suspicion. Yea, O Lord our God, breathe into him Thy peaceful Spirit, so that guarded by Him he may bear fruit of faith, virtue, wisdom, purity, self-control, love, kindness, hope, meekness, patience, endurance, sobriety, understanding; because he has been called Thy servant in the name of Jesus Christ, believing in the consubstantial Trinity, with angels, archangels, glorious dominions, and all the heavenly host bearing witness together. Together with him guard our hearts; for Thou art mighty, O Lord, and to Thee we send up glory, to the Father, and to the Son, and to the Holy Spirit, now and ever, and unto the ages of the ages. Amen.
Notes, col. 1684

On the reading

Printed ο Πατὴρ, for ὁ Πατὴρ.

Printed εις, for εἰς.

Printed δυναμει, for δυνάμει.

Printed απὸ, for ἀπὸ.