πον, μία δὲ ἡ εἰκὼν, ὁ τῆς ἑνότητος λόγος οὐ διαφθείρεται. Διότι γεννητῶς ὑπάρχων ἐκ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ φυσικῶς ἐκτυπῶν ἐν ἑαυτῷ τὸν Πατέρα, ὡς μὲν εἰκὼν, τὸ ἀπαράλλακτον ἔχει, ὡς δὲ γέννημα, τὸ ὁμοούσιον διασώζει. Οὐδὲ γὰρ ὁ κατὰ τὴν ἀγορὰν τῇ βασιλικῇ εἰκόνι ἐνατενίζων, καὶ βασιλέα λέγων τὸν ἐν τῷ πίνακι, δύο βασιλέας ὁμολογεῖ, τήν τε εἰκόνα, καὶ τὸν οὗ ἐστιν ἡ εἰκών· οὔτε, ἐὰν, δείξας τὸν ἐν τῷ πίνακι γεγραμμένον, εἴπῃ· Οὗτός ἐστιν ὁ βασιλεὺς, ἀπεστέρησε τὸ πρωτότυπον τῆς τοῦ βασιλέως προσηγορίας. Μᾶλλον μὲν οὖν ἐκείνῳ τὴν τιμὴν ἐβεβαίωσε διὰ τῆς τούτου ὁμολογίας. Εἰ γὰρ ἡ εἰκὼν βασιλεὺς, πολλῷ δήπου εἰκὸς βασιλέα εἶναι τὸν τῇ εἰκόνι παρασχόμενον τὴν αἰτίαν. Ἀλλ' ἐνταῦθα μὲν ξύλα, καὶ κηρὸς, καὶ ζωγράφου τέχνη τὴν εἰκόνα ποιεῖ φθαρτὴν, φθαρτοῦ μίμημα, καὶ τεχνητὴν τοῦ ποιηθέντος· ἐκεῖ δὲ, ὅταν ἀκούσῃς εἰκόνα, ἀπαύγασμα νόει τῆς δόξης. Τί δὲ τὸ ἀπαύγασμα, καὶ τίς ἡ δόξα; Αὐτὸς εὐθὺς ἡρμήνευσεν ὁ Ἀπόστολος ἐπάγων· Καὶ χαρακτὴρ τῆς ὑποστάσεως. Ταυτὸν οὖν ἐστι τῇ δόξῃ μὲν ἡ ὑπόστασις, τῷ ἀπαυγάσματι δὲ ὁ χαρακτήρ. Ὥστε, τελείας μενούσης καὶ μηδὲν μειουμένης τῆς δόξης, τέλειον πρόεισι τὸ ἀπαύγασμα. Καὶ οὕτως ὁ τῆς εἰκόνος λόγος, θεοπρεπῶς παραδεχθεὶς, τὴν ἑνότητα ἡμῖν παρίστησι τῆς θεότητος. Οὗτος γὰρ ἐν ἐκείνῳ, κἀκεῖνος ἐν τούτῳ. Ὅτι καὶ οὗτος τοιοῦτός ἐστιν, οἷος ἐκεῖνος· κἀκεῖνος, οἷος οὗτος. Οὕτως ἑνοῦται τὰ δύο, τῷ μὴ διαλλάττειν, μηδὲ καθ' ἕτερον εἶδος καὶ ξένον χαρακτῆρα νοεῖσθαι τὸν Υἱόν. Πάλιν οὖν λέγω· Εἷς καὶ εἷς, ἀλλ' ἡ φύσις ἀμέριστος, καὶ ἡ τελειότης ἀνελλιπής. Εἷς οὖν Θεὸς, ἐπειδὴ δι' ἀμφοτέρων ἓν εἶδος θεωρεῖται ὁλοκλήρως ἐν ἀμφοτέροις δεικνύμενον. Ἀλλὰ γὰρ πάλαι ὁρῶ δυσανασχετοῦντας ὑμᾶς πρὸς τὸν λόγον, καὶ μονονουχὶ ἀκούειν δοκῶ, ὅτι τοῖς ὁμολογουμένοις ἐνδιατρίβων, τῶν πολυθρυλλήτων ζητημάτων οὐχ ἅπτομαι. Πᾶσα γὰρ ἀκοὴ νῦν πρὸς τὴν ἀκρόασιν τῶν λόγων τῶν περὶ τοῦ ἁγίου Πνεύματος ἀνηρέθισται. Ἐγὼ δὲ μάλιστα ἠβουλόμην, ὡς παρέλαβον ἁπλοϊκῶς, ὡς συνεθέμην ἀνεπιτηδεύτως, οὕτω παραδιδόναι τοῖς ἀκούουσι· μὴ ἀεὶ περὶ τῶν αὐτῶν ἀπαιτούμενος τὰς εὐθύνας, ἀλλ' ἐκ μιᾶς ὁμολογίας πεπεισμένους ἔχων τοὺς διδαχθέντας. Ἐπειδὴ δὲ περιεστήκατε ἡμᾶς, δικασταὶ μᾶλλον
pattern, and one the image, the principle of unity is not destroyed. Because the Son, existing by generation from the Father, and naturally imprinting the Father in Himself, as Image possesses exact indistinguishability, and as Offspring preserves consubstantiality. For neither does he who gazes intently in the marketplace upon the imperial image, and calls him who is on the panel emperor, confess two emperors, both the image and him whose image it is; nor, if, pointing to him who is painted on the panel, he should say, "This is the emperor," has he deprived the prototype of the appellation of emperor. Rather, indeed, he confirmed the honour for the latter through the confession of the former. For if the image is emperor, surely it is far more reasonable that he who furnished the cause to the image is emperor. Yet here wood, and wax, and a painter's art make the image corruptible, an imitation of one corruptible, and artificial, of one who was made; whereas there, when you hear "image," understand the radiance of glory. And what is the radiance, and what is the glory? The Apostle himself straightway interpreted it when he added: "And the express stamp of His subsistence." Therefore the subsistence is identical with the glory, and the express stamp with the radiance. Consequently, while the glory remains perfect and in no way diminished, the radiance proceeds forth perfect. And thus the principle of the image, accepted in a manner befitting God, sets before us the unity of the Godhead. For This One is in That One, and That One in This One. Because This One also is such as That One is; and That One, such as This One. Thus the two are united by not differing, nor is the Son conceived according to another form and an alien stamp. Again, therefore, I say: One and one, yet the nature is undivided, and the perfection unfailing. One God, therefore, since through both one form is beheld, shown wholly in both. However, for a long while now I see you chafing at my discourse, and I all but seem to hear that, lingering over points agreed upon, I do not touch upon the much-discussed questions. For every ear is now roused towards hearing the arguments concerning the Holy Spirit. Now I for my part would wish most of all, just as I received simply, just as I assented unaffectedly, so also to hand down to my hearers: not forever being called to account concerning the same things, but having those who were taught persuaded from a single confession. Yet since you have stood round us, as judges rather