Migne Reading Room

PG 31 · cols. 584–593 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:584Read from the page
τὸν αὐλητὴν τὸν τοῦ κώμου κατάρχοντα, μεταβαλόντα τὴν ἁρμονίαν, ἐπαυλῆσαί σφισι τὸ Δώριον· τοὺς δὲ οὕτως ἀναφρονῆσαι ὑπὸ τοῦ μέλους, ὥστε, τοὺς στεφάνους ῥίψαντας, αισχυνομένους ἐπανελθεῖν. Ἕτεροι δὲ πρὸς αὐλὸν κορυβαντιῶσι καὶ ἐκβακχεύονται. Τοσοῦτόν ἐστι τὸ διάφορον ὑγιοῦς ἢ μοχθηρᾶς μελῳδίας ἀναπλησθῆναι! Ὥστε τῆς νῦν δὴ κρατούσης ταύτης ἧττον ὑμῖν μεθεκτέον ἢ οὑτινοσοῦν τῶν αἰσχίστων. Ἀτμούς γε μὴν παντοδαποὺς ἡδονὴν ὀσφρήσει φέροντας τῷ ἀέρι καταμιγνύναι, ἢ μύροις ἑαυτοὺς ἀναχρώννυσθαι, καὶ ἀπαγορεύειν αἰσχύνομαι. Τί δ' ἄν τις εἴποι περὶ τοῦ μὴ χρῆναι τὰς ἐν ἁφῇ καὶ γεύσει διώκειν ἡδονὰς, ἢ ὅτι καταναγκάζουσιν αὗται τοὺς περὶ τὴν ἑαυτῶν θήραν ἐσχολακότας, ὥσπερ τὰ θρέμματα, πρὸς τὴν γαστέρα καὶ τὰ ὑπ' αὐτὴν συννενευκότας ζῇν; Ἑνὶ δὲ λόγῳ, παντὸς ὑπεροπτέον τοῦ σώματος τῷ μὴ ὡς ἐν βορβόρῳ ταῖς ἡδοναῖς αὐτοῦ κατορωρύχθαι μέλλοντι, ἢ τοσοῦτον ἀνθεκτέον αὐτοῦ, ὅσον, φησὶ Πλάτων, ὑπηρεσίαν φιλοσοφίᾳ κτωμένου, ἐοικότα που λέγων τῷ Παύλῳ, ὃς παραινεῖ μηδεμίαν χρῆναι τοῦ σώματος πρόνοιαν ἔχειν εἰς ἐπιθυμιῶν ἀφορμήν. Ἢ τί διαφέρουσιν οἳ τοῦ μὲν σώματος, ὡς ἂν κάλλιστα ἔχοι, φροντίζουσι, τὴν δὲ χρησομένην αὐτῷ ψυχὴν ὡς οὐδενὸς ἀξίαν περιορῶσι, τῶν περὶ τὰ ὄργανα σπουδαζόντων, τῆς δὲ δι' αὐτῶν ἐνεργούσης τέχνης καταμελούντων; Πᾶν μὲν οὖν τοὐναντίον κολάζειν αὐτὸ καὶ κατέχειν, ὥσπερ θηρίου τὰς ὁρμὰς, προσῆκε, καὶ τοὺς ἀπ' αὐτοῦ θορύβους ἐγγινομένους τῇ ψυχῇ οἱονεὶ μάστιγι τῷ λογισμῷ καθικνουμένους κοιμίζειν, ἀλλὰ μὴ πάντα χαλινὸν ἡδονῆς ἀνέντας περιορᾷν τὸν νοῦν, ὥσπερ ἡνίοχον, ὑπὴ δυσηνίων ἵππων ὕβρει φερομένων παρασυρόμενον ἄγεσθαι· καὶ τοῦ Πυθαγόρου μεμνῆσθαι, ὃς, τῶν συνόντων τινὰ καταμαθὼν γυμνασίοις τε καὶ σιτίοις ἑαυτὸν εὖ μάλα κατασαρκοῦντα, οὕτως ἔφη· Οὐ παύσῃ χαλεπώτερον σεαυτῷ κατασκευάζων τὸ δεσμωτήριον; Διὸ δὴ καὶ Πλάτωνά φασι, τὴν ἐκ σώματος βλάβην προϊδόμενον, τὸ νοσῶδες χωρίον τῆς Ἀττικῆς τὴν Ἀκαδημίαν καταλαβεῖν ἐξεπίτηδες, ἵνα τὴν ἄγαν εὐπάθειαν τοῦ σώματος οἷον ἀμπέλου τὴν εἰς τὰ περιττὰ φορὰν περικόπτοι. Ἐγὼ δὲ καὶ σφαλερὰν εἶναι τὴν ἐπ' ἄκρον εὐεξίαν ἰατρῶν ἤκουσα.
the flute-player who was leading the revel, having changed the mode, to play the Dorian tune for them; and that they were so sobered by the strain that, casting away their garlands, they returned home ashamed. Yet others rave like Corybants and fall into Bacchic frenzy at the flute. So great is the difference between being filled with healthy or with depraved melody! Consequently, you must partake of this music that now prevails even less than of anything whatsoever most shameful. Moreover, to mix all manner of vapours bringing pleasure to the sense of smell with the air, or to smear oneself with unguents, I am ashamed even to forbid. And what could one say about not needing to pursue the pleasures in touch and taste, except that these compel those who devote their leisure to hunting after them to live, like cattle, bent down towards the belly and the parts beneath it? In a single word, the whole body must be despised by anyone who does not mean to lie buried as though in mire amid its pleasures, or one must cleave to it only so far, as Plato says, as one acquires service for philosophy, speaking somewhat similarly to Paul, who exhorts that one should take no forethought for the body unto an occasion of desires. Or wherein do those who care for the body, that it may be in the finest condition, while overlooking as worth nothing the soul that is to use it, differ from those who busy themselves over tools, yet neglect the art that operates by means of them? Quite the contrary, therefore, it was fitting to chastise it and hold it in check, like the impulses of a wild beast, and by smiting as though with a whip through reason to lull to sleep the disturbances arising from it in the soul, and not, slackening every rein to pleasure, to suffer the mind, like a charioteer, to be swept away and borne along by refractory horses rushing in insolence; and to remember Pythagoras, who, on perceiving one of his associates making himself thoroughly fleshy with exercises and food, spoke thus: Will you not cease building a harsher prison for yourself? Wherefore indeed they say that Plato too, foreseeing the harm coming from the body, purposely occupied the unwholesome spot of Attica, the Academy, so that he might prune back the excessive comfort of the body like the growth of a vine running into superfluities. And I myself have heard from physicians that extreme good condition is even perilous.
8. Ὅτε τοίνυν ἡ ἄγαν αὕτη τοῦ σώματος ἐπιμέλεια αὐτῷ τε ἀλυσιτελὴς τῷ σώματι, καὶ πρὸς τὴν ψυχὴν ἐμπόδιόν ἐστι· τό γε ὑποπεπτωκέναι τούτῳ καὶ θεραπεύειν μανία σαφής. Ἀλλὰ μὴν εἰ τούτου
8. Since, then, this excessive care of the body is unprofitable to the body itself, and is a hindrance towards the soul, to have subjected oneself to this and to wait upon it is manifest madness. Yet surely if this
Notes, col. 584

On the reading

Printed αισχυνομένους, for αἰσχυνομένους.

Printed ὑπὴ, for ὑπὸ.

PG 31:585Read from the page
γε ὑπερορᾷν μελετήσαιμεν, σχολῇ γ' ἄλλο τι τῶν ἀνθρωπίνων θαυμάσαιμεν. Τί γὰρ ἔτι χρησόμεθα πλούτῳ, τὰς διὰ τοῦ σώματος ἡδονὰς ἀτιμάζοντες; Ἐγὼ μὲν οὐχ ὁρῶ, πλὴν εἰ μὴ, κατὰ τοὺς ἐν τοῖς μύθοις δράκοντας, ἡδονήν τινα φέροι θησαυροῖς κατορωρυγμένοις ἐπαγρυπνεῖν. Ὅ γε μὴν ἐλευθερίως πρὸς τὰ τοιαῦτα διακεῖσθαι πεπαιδευμένος, πολλοῦ ἂν δέοι ταπεινόν τι καὶ αἰσχρὸν ἔργῳ ἢ λόγῳ ποτὲ προελέσθαι. Τὸ γὰρ τῆς χρείας περιττότερον, κἂν Λύδιον ᾖ ψῆγμα, κἂν τῶν μυρμήκων ἔργον τῶν χρυσοφόρων, τοσούτῳ πλέον ἀτιμάσει, ὅσῳπερ ἂν ἧττον προσδέηται· αὐτὴν δὲ δήπου τὴν χρείαν τοῖς τῆς φύσεως ἀναγκαίοις, ἀλλ' οὐ ταῖς ἡδοναῖς ὁριεῖται. Ὡς οἵ γε τῶν ἀναγκαίων ὅρων ἔξω γενόμενοι, παραπλησίως τοῖς κατὰ τοῦ πρανοῦς φερομένοις πρὸς οὐδὲν στάσιμον ἔχοντες ἀποβῆναι, οὐδαμοῦ τῆς εἰς τὸ πρόσω φορᾶς ἵστανται· ἀλλ' ὅσῳπερ ἂν πλείω προσπεριβάλωνται, τοῦ ἴσου δέονται ἢ καὶ πλείονος πρὸς τὴν τῆς ἐπιθυμίας ἐκπλήρωσιν, κατὰ τὸν Ἐξηκεστίδου Σόλωνα, ὅς φησι·
we should practise despising, scarcely should we admire any other of human things. For to what use shall we still put wealth, if we hold in dishonour the pleasures that come through the body? For my part I do not see, unless, after the manner of the dragons in the myths, keeping sleepless watch over buried treasures should bring some pleasure. Assuredly, he who has been trained to be liberally disposed towards such things would be far from ever choosing anything base and shameful in deed or in word. For what exceeds need, even if it be Lydian gold-dust, even if it be the work of the gold-bearing ants, he will hold in all the greater dishonour the less he has additional need of it; and need itself he will doubtless bound by the necessities of nature, and not by pleasures. For those who step outside the necessary bounds, just like men borne down a steep slope who have no firm footing on which to set foot, nowhere halt in their onward rush; rather, the more they wrap around themselves besides, the more they lack an equal or even a greater amount towards the fulfilment of their desire, according to Solon the son of Execestides, who says:
Πλούτου δ' οὐδὲν τέρμα πεφασμένον ἀνδράσι κεῖται.
Of wealth no revealed limit lies set for men.
Τῷ δὲ Θεόγνιδι πρὸς ταῦτα διδασκάλῳ χρηστέον, λέγοντι·
And on these matters one must use Theognis as teacher, when he says:
Οὐκ ἔραμαι πλουτεῖν, οὔτ' εὔχομαι, ἀλλά μοι εἴη Ζῆν ἀπὸ τῶν ὀλίγων, μηδὲν ἔχοντι κακόν.
I do not love to be rich, nor do I pray for it; rather may it be mine to live on little, having nothing evil.
Ἐγὼ δὲ καὶ Διογένους ἄγαμαι τὴν πάντων ὁμοῦ τῶν ἀνθρωπίνων ὑπεροψίαν, ὅς γε καὶ βασιλέως τοῦ μεγάλου ἑαυτὸν ἀπέφηνε πλουσιώτερον, τῷ ἐλαττόνων ἢ ἐκεῖνος κατὰ τὸν βίον προσδεῖσθαι. Ἡμῖν δὲ ἄρα, εἰ μὴ τὰ Πυθίου τοῦ Μυσοῦ προσείη τάλαντα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, καὶ βοσκημάτων ἐσμοὶ πλείους ἢ ἀριθμῆσαι, οὐδὲν ἐξαρκέσει. Ἀλλ', οἶμαι, προσήκει ἀπόντα τε μὴ ποθεῖν τὸν πλοῦτον, καὶ παρόντος, μὴ τῷ κεκτῆσθαι μᾶλλον φρονεῖν, ἢ τῷ εἰδέναι αὐτὸν διατίθεσθαι. Τὸ γὰρ τοῦ Σωκράτους εὖ ἔχει· ὃς μέγα φρονοῦντος πλουσίου ἀνδρὸς ἐπὶ τοῖς χρήμασιν, οὐ πρότερον αὐτὸν θαυμάσειν ἔφη, πρὶν ἂν καὶ ὅτι κεχρῆσθαι τούτοις ἐπίσταται πειραθῆναι. Ἢ Φειδίας μὲν καὶ Πολύκλειτος, εἰ τῷ χρυσίῳ μέγα ἐφρόνουν καὶ τῷ ἐλέφαντι, ὧν ὁ μὲν Ἠλείοις τὸν Δία, ὁ δὲ τὴν Ἥραν Ἀργείοις ἐποιησάτην, καταγελάστω ἂν ἤστην ἀλλοτρίῳ πλούτῳ καλλωπιζόμενοι, ἀφέντες τὴν τέχνην, ὑφ' ἧς καὶ ὁ χρυσὸς ἡδίων καὶ τιμιώτερος ἀπεδείχθη· ἡμεῖς δὲ, τὴν ἀνθρωπείαν ἀρετὴν οὐκ ἐξαρκεῖν ἑαυτῇ πρὸς κόσμον ὑπολαμβάνοντες, ἐλάττονος αἰσχύνης ἄξια ποιεῖν οἰόμεθα; Ἀλλὰ δῆτα πλούτου μὲν ὑπεροψόμεθα, καὶ τὰς διὰ τῶν αἰσθήσεων ἡδονὰς ἀτιμάσομεν, κολακείας δὲ καὶ θωπείας διωξόμεθα, καὶ τῆς Ἀρχιλόχου ἀλώ-
And I admire also Diogenes's disdain for all human things together, who indeed declared himself richer even than the Great King, through needing fewer things in life than he. Yet for us, it seems, unless the talents of Pythius the Mysian are added, and acres of land so many and so many, and swarms of livestock too many to count, nothing will suffice. Rather, I think, it is fitting both not to long for wealth when absent, and when it is present, not to take pride more in possessing it than in knowing how to dispose of it. For the saying of Socrates holds well: who, when a rich man was priding himself greatly upon his money, said he would not admire him before he had also tested by trial that he knew how to use it. Or would Phidias and Polyclitus, if they had prided themselves greatly upon the gold and the ivory, of whom the one made the Zeus for the Eleans and the other the Hera for the Argives, have been laughable for priding themselves on another's wealth, abandoning the art by which even the gold was rendered more pleasing and more precious; whereas we, supposing human virtue not to suffice of itself towards adornment, think that we do things worthy of less shame? But forsooth, shall we despise wealth and hold in dishonour the pleasures that come through the senses, yet pursue flatteries and fawnings, and of Archilochus's fox
Notes, col. 585

On the reading

Printed ἐσμοὶ, for ἑσμοὶ.

PG 31:588Read from the page
πεκος τὸ κερδαλέον τε καὶ ποικίλον ζηλώσομεν; Ἀλλ' οὐκ ἔστιν ὃ μᾶλλον φευκτέον τῷ σωφρονοῦντι τοῦ πρὸς δόξαν ζῇν, καὶ τὰ τοῖς πολλοῖς δοκοῦντα προσκοπεῖν, καὶ μὴ τὸν ὀρθὸν λόγον ἡγεμόνα ποιεῖσθαι τοῦ βίου, ὥστε, κἂν πᾶσιν ἀνθρώποις ἀντιλέγειν, κἂν ἀδοξεῖν καὶ κινδυνεύειν ὑπὲρ τοῦ καλοῦ δέῃ, μηδὲν αἱρεῖσθαι τῶν ὀρθῶς ἐγνωσμένων παρακινεῖν. Ἢ τὸν μὴ οὕτως ἔχοντα τί τοῦ Αἰγυπτίου σοφιστοῦ φήσομεν ἀπολείπειν, ὃς φυτὸν ἐγίγνετο καὶ θηρίον, ὁπότε βούλοιτο, καὶ πῦρ καὶ ὕδωρ, καὶ πάντα χρήματα; Εἴπερ δὴ καὶ αὐτὸς νῦν μὲν τὸ δίκαιον ἐπαινέσεται παρὰ τοῖς τοῦτο τιμῶσι· νῦν δὲ τοὺς ἐναντίους ἀφήσει λόγους, ὅταν τὴν ἀδικίαν εὐδοκιμοῦσαν αἴσθηται, ὅπερ δίκης ἐστὶ κολάκων. Καὶ ὥσπερ φασὶ τὸν πολύποδα τὴν χρόαν πρὸς τὴν ὑποκειμένην γῆν, οὕτως αὐτὸς τὴν διάνοιαν πρὸς τὰς τῶν συνόντων γνώμας μεταβαλεῖται. Ἀλλὰ ταῦτα μέν που κἂν τοῖς ἡμετέροις λόγοις τελειότερον μαθησόμεθα· ὅσον δὲ σκιαγραφίαν τινὰ τῆς ἀρετῆς, τό γε νῦν εἶναι, ἐκ τῶν ἔξωθεν παιδευμάτων περιγραψώμεθα. Τοῖς γὰρ ἐπιμελῶς ἐξ ἑκάστου τὴν ὠφέλειαν ἀθροίζουσιν, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν, πολλαὶ γίνεσθαι πολλαχόθεν αἱ προσθῆκαι πεφύκασι. Τὸ γὰρ καὶ σμικρὸν ἐπὶ σμικρῷ κατατίθεσθαι οὐ μᾶλλον εἰς ἀργυρίου προσθήκην ἢ καὶ εἰς ἡντιναοῦν ἐπιστήμην ὀρθῶς ἡγεῖσθαι ἔχειν τῷ ποιητῇ προσῆκεν. Ὁ μὲν οὖν Βίας τῷ υἱεῖ πρὸς Αἰγυπτίους ἀπαίροντι, καὶ πυνθανομένῳ τί ἂν ποιῶν αὐτῷ μάλιστα κεχαρισμένα πράττοι, Ἐφόδιον, ἔφη, πρὸς γῆρας κτησάμενος· τὴν ἀρετὴν δὴ τὸ ἐφόδιον λέγων, μικροῖς ὅροις αὐτὴν περιγράφων, ὅς γε ἀνθρωπίνῳ βίῳ τὴν ἀπ' αὐτῆς ὠφέλειαν ὡρίζετο. Ἐγὼ δὲ κἂν τὸ Τιθωνοῦ τις γῆρας, κἂν τὸ Ἀργανθωνίου λέγῃ, κἂν τὸ τοῦ μακροβιωτάτου παρ' ἡμῖν Μαθουσάλα, ὃς χίλια ἔτη, τριάκοντα δεόντων, βιῶναι λέγεται· κἂν σύμπαντα τὸν ἀφ' οὗ γεγόνασιν ἄνθρωποι χρόνον ἀναμετρῇ, ὡς ἐπὶ παίδων διανοίας γελάσομαι, εἰς τὸν μακρὸν ἀποσκοπῶν καὶ ἀγήρω αἰῶνα, οὗ πέρας οὐδέν ἐστι τῇ ἐπινοίᾳ λαβεῖν, οὐ μᾶλλόν γε ἢ τελευτὴν ὑποθέσθαι τῆς ἀθανάτου ψυχῆς. Πρὸς ὅνπερ κτᾶσθαι παραινέσαιμ' ἂν τὰ ἐφόδια, πάντα λίθον, κατὰ τὴν παροιμίαν, κινοῦντας, ὅθεν ἂν μέλλῃ τις ὑμῖν ἐπ' αὐτὸν ὠφέλεια γενήσεσθαι· μηδ' ὅτι χαλεπὰ ταῦτα καὶ πόνου δεόμενα, διὰ τοῦτ' ἀποκνήσωμεν· ἀλλ' ἀναμνησθέντας τοῦ παραινέσαντος, ὅτι δέοι βίον μὲν ἄριστον αὐτὸν ἕκαστον προαιρεῖσθαι, ἡδὺν δὲ προσδοκᾷν τῇ συνηθείᾳ γενήσεσθαι, ἐγχειρεῖν τοῖς βελτίστοις. Αἰσχρὸν γὰρ, τὸν παρόντα καιρὸν προεμέ-
emulate the craftiness and shiftiness? Yet there is nothing that a man of sound mind must flee more than living with a view to reputation, and looking to the opinions of the multitude, and not making right reason the guide of life, so that, even if one must gainsay all men, and fall into disrepute and incur danger on behalf of what is noble, one should choose to unsettle nothing of what has been rightly judged. Or in what shall we say that the man who is not so disposed falls short of the Egyptian sophist, who became plant and beast whenever he wished, and fire and water, and all things? Seeing that he too will now praise justice among those who honour it, and now utter the opposite words whenever he perceives injustice held in esteem, which is after the manner of flatterers. And just as they say the polypus changes its colour to match the underlying ground, so will he change his mind to match the opinions of his associates. However, these things we shall doubtless learn more perfectly in our own discourses; but so far as a kind of outline sketch of virtue goes, for the present at least, let us trace it round from secular teachings. For to those who diligently gather benefit from each thing, just as to great rivers, many additions naturally accrue from many quarters. For that laying down even a little upon a little holds rightly, belonged to the poet to think no more with regard to an increase of silver than also with regard to any branch of knowledge whatsoever. Bias, accordingly, when his son was setting off for the Egyptians and inquiring what he might do so as to act in a way most gratifying to him, said: By acquiring provision towards old age; calling virtue indeed the provision, yet circumscribing it within narrow bounds, since he limited the benefit coming from it to a human lifetime. For my part, even if one speaks of the old age of Tithonus, or that of Arganthonius, or that of the longest-lived among us, Methuselah, who is said to have lived a thousand years save thirty; even if one measures out the whole time since men came into being, I shall laugh as at the thought of children, looking away towards the long and unageing age, of which there is no bound to grasp by thought, any more indeed than to suppose an end of the immortal soul. Towards that age I would advise you to acquire provisions, leaving, according to the proverb, no stone unturned whence any benefit towards it may accrue to you; nor let us shrink back on this account because these things are hard and require labour; rather, calling to mind him who exhorted that each man himself ought to choose the best life, and expect that through habit it will become pleasant, we ought to set our hand to what is best. For it is shameful, letting slip the present opportunity,
PG 31:589Read from the page
νους, ὕστερόν ποτ' ἀνακαλεῖσθαι τὸ παρελθὸν, ὅτε οὐδὲν ἔσται πλέον ἀνιωμένοις. Ἐγὼ μὲν οὖν ἃ κράτιστα εἶναι κρίνω, τὰ μὲν νῦν εἴρηκα, τὰ δὲ παρὰ πάντα τὸν βίον ὑμῖν ξυμβουλεύσω· ὑμεῖς δὲ, τριῶν ἀῤῥωστημάτων ὄντων, μὴ τῷ ἀνιάτῳ προσεοικέναι δόξητε, μηδὲ τὴν τῆς γνώμης νόσον παραπλησίαν τῇ τῶν εἰς τὰ σώματα δυστυχησάντων δείξητε. Οἱ μὲν γὰρ τὰ μικρὰ τῶν παθῶν κάμνοντες, αὐτοὶ παρὰ τοὺς ἰατροὺς ἔρχονται· οἱ δὲ ὑπὸ μειζόνων καταληφθέντες ἀῤῥωστημάτων ἐφ' ἑαυτοὺς καλοῦσι τοὺς θεραπεύσοντας· οἱ δὲ εἰς ἀνήκεστον παντελῶς μελαγχολίας παρενεχθέντες οὐδὲ προσιόντας προσίενται. Ὃ μὴ πάθητε νῦν ὑμεῖς, τοὺς ὀρθῶς ἔχοντας τῶν λογισμῶν ἀποφεύγοντες.
afterwards at some time to try to recall the past, when grieving will avail nothing. What I judge to be best, therefore, in part I have now spoken, and in part I shall counsel you throughout all my life; and do you, since there are three infirmities, not seem to resemble the incurable one, nor show a sickness of resolve similar to that of those who have suffered misfortune in their bodies. For those who are sick with slight ailments come of themselves to the physicians; those overtaken by greater infirmities summon to themselves those who will heal them; whereas those carried away into an altogether irremediable state of melancholy do not even admit them when they approach. Do not suffer this yourselves now, by shunning reflections that are sound.
ΟΜΙΛΙΑ ΚΓʹ.
Homily 23.
Εἰς τὸν ἅγιον μάρτυρα Μάμαντα.
On the Holy Martyr Mamas.
1. Οὐκ ἀγνοῶ τὸ μέγεθος τῶν ὑπὸ τῆς πανηγύρεως ἐγκωμίων· ἀλλ' ὥσπερ τοῦτο ἐπίσταμαι, οὕτω καὶ τῆς ἀσθενείας τῆς ἐμαυτοῦ ἐπαισθάνομαι. Ἡ μὲν γὰρ ὑπόθεσις ἀπαιτεῖ ἄξιόν τι ῥηθῆναι τῶν συνελθόντων καὶ τῆς ἐλπίδος ἧς ἔχουσιν ἐφ' ἡμῖν, καὶ τῆς ὑποθέσεως. Ἐπειδὴ γὰρ ἐπὶ τῇ μεγίστῃ τῶν μαρτύρων ἄγομεν την μνήμην σήμερον, ὀρθὴ πᾶσα διάνοια καὶ ἐμπαράσκευος ἀκοὴ, εἰπεῖν τι ἄξιον τοῦ μάρτυρος προσδοκῶσα, καὶ πόθῳ τῷ περὶ αὐτὸν τὴν ἐκκλησίαν ἐπάγει. Καὶ γὰρ εὐγνώμονες παῖδες μεγάλα ἀπαιτοῦσι τὰ τῶν πατέρων ἐγκώμια, καὶ οὐκ ἂν καταδέξαιντο ἐν μικρότητι τοῦ λέγοντος κινδυνεύειν τῶν ἐγκωμιαζομένων τὸ μέγεθος. Ὥστε ὅσῳ μείζων ἡ προθυμία, τοσούτῳ μέγας ὁ κίνδυνος. Τί οὖν ποιήσομεν; Πῶς δὲ καὶ τὰς ὑμετέρας ἐπιθυμίας ἀποπληρώσομεν, καὶ αὐτοὶ μὴ ἀπέλθωμεν ἀσυντελεῖς τῶν παρόντων; Παρακαλέσομεν ἑκάστην ψυχὴν, ἃ ἔχουσα ἦλθεν ἐν τῇ μνήμῃ, ταῦτα ἀνακαινήσασαν τῇ διανοίᾳ, οἴκοθεν ἐπισιτισαμένην, τοῖς οἰκείοις ἐφοδίοις ἑαυτὴν εὐφράνασαν ἀπελθεῖν. Μνήσθητέ μοι τοῦ μάρτυρος, ὅσοι δι' ὀνείρων αὐτοῦ ἀπηλαύσατε· ὅσοι, περιτυχόντες τῷ τόπῳ τούτῳ, ἐσχήκεσαν αὐτὸν συνεργὸν εἰς προσευχήν· ὅσοις, ὀνόματι κληθεὶς, ἐπὶ τῶν ἔργων παρέστη· ὅσους ὁδοιπόρους ἐπανήγαγεν· ὅσους ἐξ ἀῤῥωστίας ἀνέστησεν· ὅσοις παῖδας ἀπέδωκεν ἤδη τετελευτηκότας· ὅσοις προθεσμίας βίου μακροτέρας ἐποίησεν. Πάντα μοι συναγαγόντες, ἐγκώμιον ἐκ κοινοῦ ἐράνου πονήσατε. Ἀλλήλοις διάδοτε, ἃ οἶδεν ἕκαστος, τῷ μὴ εἰδότι· ἃ μὴ οἶδε, λαμβανέτω παρὰ τοῦ εἰδότος, καὶ οὕτως ἐκ συνεισφορᾶς ἀλλήλους συνεστιάσαντες, ἡμῶν τῇ ἀσθενείᾳ σύγγνωτε.
1. I am not unaware of the greatness of the encomia required by the festal assembly; yet just as I know this, so too I am conscious of my own weakness. For the occasion demands that something be spoken worthy of those who have gathered, and of the hope that they have in us, and of the subject itself. For since we celebrate today the commemoration at the greatest [festival] of the martyrs, every mind is attentive and every ear prepared, expecting us to say something worthy of the martyr, and by yearning for him urges on the assembly. Indeed, grateful children demand great encomia of their fathers, and would not brook that the greatness of those praised should be imperilled through the smallness of the speaker. Consequently, the greater the eagerness, so great is the danger. What then shall we do? And how shall we both fulfil your desires and ourselves not depart without contributing to what is before us? We shall exhort each soul to renew in mind what it came holding in memory, and, having provisioned itself from home and gladdened itself with its own supplies, so to depart. Remember the martyr for me, all you who have enjoyed him through dreams; all who, having chanced upon this place, have had him as helper in prayer; all beside whom, when called by name, he stood in their works; all wayfarers whom he brought home again; all whom he raised up out of infirmity; all to whom he restored children already deceased; all whose appointed terms of life he made longer. Gathering all things together for me, work out an encomium from a common contribution. Pass on to one another what each knows, to him who does not know; what one does not know, let him receive from him who knows, and having thus feasted one another from a joint contribution, pardon our weakness.
2. Ταῦτα γὰρ ἐγκώμια μάρτυρος, ὁ πλοῦτος τῶν
2. For these are the encomia of a martyr: the wealth of
Notes, col. 589

On the reading

Printed την, for τὴν.

PG 31:592Read from the page
πνευματικων χαρισμάτων. Οὐ γὰρ ἔχομεν αὐτὸν κατὰ τὸν νόμον τῶν ἔξωθεν ἐγκωμίων ἀποσεμνύνειν· οὐκ ἔχομεν λέγειν πατέρας καὶ προγόνους περιφανεῖς. Αἰσχρὸν γὰρ ἀλλοτρίοις κόσμοις κοσμεῖσθαι τὸν τῇ οἰκείᾳ ἀρετῇ διαφανῆ. Συνηθείας γὰρ νόμοις τὰ τοιαῦτα ἐν τοῖς ἐγκωμίοις παραλαμβάνουσιν. Ἐπεὶ ὅ γε τῆς ἀληθείας ἴδια ἑκάστου ἀπαιτεῖ τὰ ἐγκώμια. Οὔτε γὰρ ἵππον ταχὺν ποιεῖ ἡ τοῦ πατρὸς περὶ τὸν δρόμον εὐμοιρία, οὔτε κυνὸς ἐγκώμιον τὸ ἐκ ταχυτάτων φῦναι. Ἀλλ' ὥσπερ ἄλλων ζώων ἡ ἀρετὴ ἐν αὐτῷ θεωρεῖται ἑκάστῳ, οὕτω καὶ ἀνδρὸς ἴδιος ἔπαινος ὁ ἐκ τῶν ὑπαρχόντων αὐτῷ κατορθωμάτων μαρτυρούμενος. Τί πρὸς τὸν παῖδα ἡ τοῦ πατρὸς περιφάνεια; Οὕτως οὐκ ἔλαβεν ἑτέρωθεν τὸ περιφανὲς ὁ μάρτυς· ἀλλ' αὐτὸς τῷ ἐφεξῆς βίῳ λαμπτῆρα εὐκλείας ἀνῆψεν. Ἀπὸ Μάμαντος οἱ λοιποὶ, οὐκ ἀφ' ἑτέρων Μάμας. Παῖδες οἱ παρὰ τούτου τὴν εὐσέβειαν διδαχθέντες τούτῳ σεμνυνέσθωσαν. Αὐτὸς γὰρ οἴκοθεν βρύει τὴν ἀρετήν. Οὐκ ἔστιν ὥσπερ χείμαῤῥος ἀλλοτρίᾳ συῤῥοίᾳ σεμνυνόμενος, ἀλλὰ πηγή ἐστιν ἀπὸ τῶν οἰκείων λαγόνων προχέουσα τὸ κάλλος. Θαυμάσωμεν τὸν ἄνδρα μὴ ἀλλοτρίῳ κόσμῳ κοσμούμενον, ἀλλὰ τῷ ἰδίῳ ἀποσεμνυνόμενον. Ὁρᾷς τοὺς λαμπροὺς ἱπποτρόφους; ὁρᾷς τὰ λευκὰ αὐτῶν μνήματα; πῶς λίθοι εἰσὶ παρατρεχόμενοι; Μνήμῃ δὲ μάρτυρος καὶ πᾶσα μὲν χώρα κεκίνηται, πᾶσα δὲ πόλις πρὸς ἑορτὴν μεταπεποίηται. Οὐδὲ οἱ συγγενεῖς τῶν πρὸς τοὺς τῶν πατέρων ἀποτρέχουσι τάφους, ἀλλὰ πάντες ἐπὶ τὸν τόπον τῆς εὐσεβείας. Πατέρα τοῦτον τὸν ἀρχηγὸν τῆς ἀληθείας, ἀλλ' οὐχὶ πατέρας καὶ σωμάτων ἀρχηγοὺς ὀνομάζουσιν. Ὁρᾷς πῶς ἀρετὴ τιμᾶται, καὶ οὐχὶ πλοῦτος; Οὕτως ἡ Ἐκκλησία, δι' ὧν τιμᾷ τοὺς προλαβόντας, προτρέπεται τοὺς παρόντας. Μή μοι, φησὶ, σπούδαζε περὶ πλοῦτον· μὴ περὶ σοφίαν τοῦ κόσμου τὴν καταργουμένην· μὴ περὶ δόξαν τὴν ἀπαθοῦσαν· ταῦτα τῷ βίῳ συναφανίζεται· ἀλλ' εὐσεβείας ἐργάτης ἔσο. Αὕτη γὰρ καὶ εἰς οὐρανόν σε ἀνοίσει, αὕτη καὶ ἀθάνατόν σου τὴν μνήμην καὶ διαρκῆ τὴν εὔκλειαν παρὰ ἀνθρώποις παρασκευάσει.
spiritual gifts. For we cannot dignify him according to the law of secular encomia; we cannot tell of illustrious fathers and forefathers. For it is shameful that one resplendent in his own virtue should be adorned with ornaments belonging to others. Indeed, it is by laws of custom that men adopt such things in encomia, whereas the [law] of truth demands the encomia proper to each man. For neither does the sire's excellence in running make a horse swift, nor is it a hound's encomium to have sprung from the swiftest stock. Rather, just as the virtue of other living creatures is beheld in each one itself, so too a man's own praise is that witnessed by the upright deeds belonging to him. What is the father's distinction to the child? Thus the martyr did not take his distinction from elsewhere; rather, by the course of his life he himself kindled a lamp of renown. From Mamas [the rest derive nobility], not Mamas from others. Let the children who have been taught piety by him glory in him. For from within himself he wells forth virtue. He is not like a winter torrent glorying in an alien confluence, but is a spring pouring forth beauty from its own depths. Let us admire the man not adorned with another's ornament, but dignified by his own. Do you see the splendid breeders of horses? Do you see their white tombs, how they are stones passed hurriedly by? Yet by the memory of the martyr both the whole countryside has been stirred and every city has been transformed towards festival. Not even the kinsfolk of the [rich] hasten off to the tombs of their fathers, but all resort to the place of piety. They name this man father, the leader of truth, and not fathers and progenitors of bodies. Do you see how virtue is honoured, and not wealth? Thus the Church, through the things whereby she honours those who have gone before, exhorts those who are present. Do not for me, she says, busy yourself over wealth; not over the wisdom of the world that is being brought to naught; not over glory that fades away; these things vanish together with life; rather be a worker of piety. For this will both carry you up to heaven, and this will procure for you an undying memory and an enduring renown among men.
3. Ὥστε, εἴ τις μέμνηται τοῦ ποιμένος, μὴ θαυμαζέτω τὸν πλοῦτον. Συνήλθομεν γὰρ ἐπαινέσαι οὐχὶ πλούσιον ὄντα· μὴ ἀπέλθῃς πλούσιον θαυμάζων, ἀλλὰ πενίαν μετ' εὐσεβείας. Ποιμὴν οὐδὲν μέγα, οὐδὲ σοφὸν ἐπιτήδευμα. Οὐκ ἂν, ὀργισθεὶς, ἀντὶ ὀνείδους εἶπες τῷ παροξύναντί σε· Ποιμὴν εἶ; Ποιμὴν οὐδὲν πλέον τῆς ἐφημέρου τροφῆς κεκτημένος, πήραν ἀνημμένος, καὶ κορύνην φέρων, καὶ τὰ πρὸς ἡμέραν ἐφόδια, οὐδεμίαν μέριμναν περὶ τῆς αὔριον ἔχων. Θηρίοις πολέμιος, ἡμερωτάτων ζώων σύννομος, φεύγων ἀγορὰν, φεύγων δικαστήρια, οὐ γνωρίζων συκοφάντας, οὐ γνωρίζων ἐμπορίαν, οὐκ εἰδὼς πλοῦτον, οὐκ ἔχων ἰδίαν σκέπην, ὑπὸ τὴν κοινὴν τοῦ κόσμου διαι-
3. Consequently, if anyone remembers the shepherd, let him not admire wealth. For we have gathered to praise one who was not rich; do not depart admiring a rich man, but poverty joined with piety. A shepherd is nothing great, nor a clever pursuit. Would you not, when angered, have said by way of reproach to him who provoked you: You are a shepherd? A shepherd possessing nothing more than daily nourishment, having a wallet slung on, carrying a club and provisions for the day, having no anxious care about the morrow; an enemy to wild beasts, a companion of the gentlest animals, fleeing the marketplace, fleeing law-courts, unacquainted with informers, unacquainted with commerce, knowing no wealth, having no shelter of his own, dwelling beneath the common [roof] of the world
Notes, col. 592

On the reading

Printed πνευματικων, for πνευματικῶν.

Printed ἀπαθοῦσαν, for ἀπανθοῦσαν.

PG 31:593Read from the page
τώμενος, ἐν νυκτὶ πρὸς οὐρανὸν ἀναβλέπων, καὶ διὰ τῶν ἀστέρων ἀναγινώσκων τὸ θαῦμα τοῦ πεποιηκότος. Ποιμήν. Μὴ ἐπαισχυνώμεθα τὴν ἀλήθειαν. Μὴ τοὺς ἔξωθεν μυθοποιοὺς μιμώμεθα, μὴ περιστέλλωμεν τὴν ἀλήθειαν εὐπρεπείᾳ ῥημάτων. Γυμνὴ ἡ ἀλήθεια, ἀσυνηγόρητος, αὐτὴ ἑαυτὴν δεικνῦσα. Πλείονι λόγῳ τὸ ταπεινόν· ἀλλὰ μᾶλλον θαυμάσεις τῷ ἐγκωμίῳ. Ποιμὴν καὶ πένης, ταῦτα τῷ Χριστιανῷ τὰ σεμνολογήματα. Ἐὰν τοὺς ἀρχηγοὺς τοῦ διδασκαλείου τοῦ κατ' εὐσέβειαν ζητήσῃς, ἁλιεῖς τε καὶ τελῶναι· ἐὰν τοὺς μαθητὰς, σκυτοτόμοι πένητες. Οὐδεὶς πλούσιος, οὐδαμοῦ περιφάνεια. Ταῦτα πάντα μετὰ τοῦ κόσμου κατήργηται. Ἰδοὺ τοίνυν τίνος ἡμέραν ἑορτάζομεν, ἐπὶ τίνι φαιδροὶ πάντες ἐσμὲν, ἐπὶ τίνι βίος μεταπεποίηται. Ἐπειδὴ ὑπεμνήσθημεν τοῦ ποιμένος, μὴ καταφρόνει τῆς προσηγορίας. Ἤκουσας, ὅτι ὁ πρῶτος εὐαρεστήσας Ἄβελ ποιμὴν ὑπῆρξε. Τίς ἐκείνου μιμητής; Μωϋσῆς ὁ μέγας νομοθέτης, ὁ τὴν πεῖραν Φαραὼ ἀποδράσας, ὁ μισήσας τῶν συννόμων τὸ ἐπίβουλον, οὗτος ἐν τῷ ὄρει τῷ Χωρὴβ ἐποίμαινεν· δι' ὧν ἐποίμαινε Θεῷ προσωμίλει. Οὐ δικαζόμενος εἶδεν ἐπὶ βάτου ἄγγελον, ἀλλὰ ποιμαίνων ἐκείνης τῆς ὁμιλίας τῆς οὐρανίου ἠξιώθη. Τίς μετὰ Μωϋσέα; Ἰακὼβ ὁ πατριάρχης, ἐν τῷ ποιμαίνειν ὑπομονὴν τὴν περὶ τῆς ἀληθείας ἐπιδεικνύμενος, μικρᾷ εἰκόνι τὸν ὅλον ἑαυτοῦ χαρακτηρίσας βίον. Τίνι παρέδωκε τὸν ζῆλον; Τῷ Δαβίδ. Δαβὶδ ἐκ ποιμαντικῆς παρῆλθεν εἰς βασιλείαν. Ἀδελφαὶ γὰρ ποιμαντικὴ καὶ βασιλική· παρ' ὅσον ἡ μὲν τῶν ἀλόγων, ἡ δὲ τῶν λογικῶν τὴν ἐπιστασίαν ἐπεπίστευτο. Οὕτως ὑποβάθρα τῆς μείζονος ἐπιστήμης ἐστὶν αὕτη. Διὰ τοῦτο ἀμφότερα συλλαμβάνων ὁ Κύριός ἐστι καὶ ποιμὴν καὶ βασιλεὺς, τοὺς ἀλόγους ποιμαίνων, τοὺς λογικωτέρους ὑπὸ τὴν ἐπιστασίαν τῆς βασιλείας ἄγων. Βούλει μαθεῖν πηλίκον ἐστὶ ποιμήν; Κύριος ποιμαίνει με. Πῶς δὲ ἀδελφὴ βασιλείας ποιμαντική; Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Ὁ ἐνταῦθα ποιμὴν ἐκεῖ βασιλεύς. Καὶ μὴ νομίσῃς παρ' ἄλλων μὲν μαρτυρεῖσθαι, αὐτὸν δὲ ἐπαισχύνεσθαι τῇ προσηγορίᾳ ταύτῃ. Ἀλλὰ κατασιωπήσας τοὺς
—looking up by night towards heaven, and reading through the stars the wonder of Him Who made [them]. A shepherd. Let us not be ashamed of the truth. Let us not imitate the secular myth-makers, let us not cloak the truth with speciousness of words. Naked is the truth, needing no advocate, manifesting itself of itself. With fuller speech comes what is lowly; rather you will admire it the more by the mere naming. A shepherd and a poor man: these are the boasts for the Christian. If you seek the leaders of the school of piety, fishermen and tax-collectors; if the disciples, poor leather-cutters. No one rich, nowhere worldly splendour. All these things have been brought to naught along with the world. Behold, then, whose day we keep as festival, over whom we are all radiant, on whose account our manner of life has been transformed. Since we have made mention of the shepherd, do not despise the appellation. You have heard that Abel, the first who was well-pleasing, was a shepherd. Who was his imitator? Moses the great lawgiver, who fled from the attempt of Pharaoh, who hated the treachery of his fellows—this man tended sheep on Mount Horeb; through tending sheep he conversed with God. Not while contending in judgement did he see an angel in a bush, but while tending sheep he was counted worthy of that heavenly converse. Who came after Moses? Jacob the patriarch, displaying endurance on behalf of the truth in tending sheep, having characterized his whole life by a small image. To whom did he hand on this zeal? To David. David passed from the pastoral art to kingship. For sisters are the pastoral art and the royal art, inasmuch as the one had been entrusted with the oversight of unreasoning creatures, and the other with that of rational ones. Thus this is a stepping-stone to the greater science. Wherefore the Lord, comprising both, is both Shepherd and King, tending the unreasoning, bringing the more rational under the governance of His kingdom. Do you wish to learn how great a thing a shepherd is? The Lord tends me as Shepherd. And how is the pastoral art sister to kingship? Who is this King of glory? He Who here is Shepherd is there King. And do not suppose that while witness is borne by others, He Himself is ashamed of this appellation. Rather, having silenced the