Migne Reading Room

PG 31 · cols. 572–581 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:572Read from the page
ἡμέτερον, εἰς ταύτην δὲ πολλὰ μὲν ποιηταῖς, πολλὰ δὲ συγγραφεῦσι, πολλῷ δὲ ἔτι πλείω φιλοσόφοις ἀνδράσιν ὕμνηται, τοῖς τοιούτοις τῶν λόγων μάλιστα προσεκτέον. Οὐ μικρὸν γὰρ τὸ ὄφελος, οἰκειότητά τινα καὶ συνήθειαν ταῖς τῶν νέων ψυχαῖς τῆς ἀρετῆς ἐγγενέσθαι· ἐπείπερ ἀμετάστατα πέφυκεν εἶναι τὰ τῶν τοιούτων μαθήματα, δι' ἀπαλότητα τῶν ψυχῶν εἰς βάθος ἐνσημαινόμενα. Ἢ τί ποτε ἄλλο διανοηθέντα τὸν Ἡσίοδον ὑπολάβωμεν ταυτὶ ποιῆσαι τὰ ἔπη, ἃ πάντες ᾄδουσιν, ἢ οὐχὶ προτρέποντα τοὺς νέους ἐπ' ἀρετήν; Ὅτι τραχεῖα μὲν πρῶτον καὶ δύσβατος, καὶ ἱδρῶτος συχνοῦ καὶ πόνου πλήρης, ἡ πρὸς ἀρετὴν φέρουσα, καὶ ἀνάντης, ὁδός. Διόπερ οὐ παντὸς, οὔτε προσβῆναι αὐτῇ διὰ τὸ ὄρθιον, οὔτε, προσβάντι, ῥᾳδίως ἐπὶ τὸ ἄκρον ἐλθεῖν. Ἄνω δὲ γενομένῳ ὁρᾷν ὑπάρχει, ὡς μὲν λεία τε καὶ καλὴ, ὡς δὲ ῥᾳδία τε καὶ εὔπορος, καὶ τῆς ἑτέρας ἡδίων τῆς ἐπὶ τὴν κακίαν ἀγούσης, ἣν ἀθρόον εἶναι λαβεῖν ἐκ τοῦ σύνεγγυς ὁ αὐτὸς οὗτος ποιητὴς ἔφησεν. Ἐμοὶ μὲν γὰρ δοκεῖ οὐδὲν ἕτερον ἢ προτρέπων ἡμᾶς ἐπ' ἀρετὴν, καὶ προκαλούμενος ἅπαντας ἀγαθοὺς εἶναι, ταῦτα διελθεῖν, καὶ ὥστε μὴ καταμαλακισθέντας πρὸς τοὺς πόνους προαποστῆναι τοῦ τέλους. Καὶ μέντοι καὶ εἴ τις ἕτερος ἐοικότα τούτοις τὴν ἀρετὴν ὕμνησεν, ὡς εἰς ταὐτὸν ἡμῖν φέροντας τοὺς λόγους ἀποδεχώμεθα.
ours, and since much has been sung in praise of virtue by poets, much by historians, and much more still by philosophers, we ought above all to give heed to discourses of this sort. For it is no small advantage that a certain affinity and familiarity with virtue be engendered in the souls of the young, inasmuch as the lessons of such minds are by nature immovable, being imprinted deeply by reason of the tenderness of their souls. Or with what other purpose shall we suppose Hesiod composed these verses which everyone sings, save to exhort young men to virtue?—saying that rough at first and hard to travel, and full of abundant sweat and toil, and uphill, is the road that leads towards virtue. Wherefore it is not in everyone's power either to set foot upon it because of its steepness, or, having set foot upon it, easily to reach the summit. Yet once a man has arrived on high, it is given him to see how smooth and fair it is, and how easy and passable, and sweeter than the other road that leads to vice, which this very same poet said may be seized all at once from close at hand. For to me he seems to have recounted these things with no other aim than to exhort us to virtue and summon us all to be good, and lest, growing soft in the face of toils, we fall away prematurely from the goal. And assuredly, if anyone else has praised virtue in terms like these, let us welcome his words as tending towards the same end as ours.
4. Ὡς δὲ ἐγώ τινος ἤκουσα δεινοῦ καταμαθεῖν ἀνδρὸς ποιητοῦ διάνοιαν, πᾶσα μὲν ἡ ποίησις τῷ Ὁμήρῳ ἀρετῆς ἐστιν ἔπαινος, καὶ πάντα αὐτῷ πρὸς τοῦτο φέρει, ὅ τι μὴ πάρεργον· οὐχ ἥκιστα δὲ ἐν οἷς τὸν στρατηγὸν τῶν Κεφαλλήνων πεποίηκε γυμνὸν ἐκ τοῦ ναυαγίου περισωθέντα, πρῶτον μὲν αἰδέσαι τὴν βασιλίδα φανέντα μόνον· τοσούτου δεῖν αἰσχύνην ὀφλῆσαι γυμνὸν ὀφθέντα μόνον, ἐπειδήπερ αὐτὸν ἀρετὴ ἀντὶ ἱματίων κεκοσμημένον ἐποίησε· ἔπειτα μέντοι καὶ τοῖς λοιποῖς Φαίαξι τοσούτου ἄξιον νομισθῆναι, ὥστε, ἀφέντας τὴν τρυφὴν ᾗ συνέζων, ἐκεῖνον ἀποβλέπειν καὶ ζηλοῦν ἅπαντας, καὶ μηδένα Φαιάκων ἐν τῷ τότε εἶναι ἄλλο τι ἂν εὔξασθαι μᾶλλον, ἢ Ὀδυσσέα γενέσθαι, καὶ ταῦτα ἐκ ναυαγίου περισωθέντα. Ἐν τούτοις γὰρ ἔλεγεν ὁ τοῦ ποιητοῦ τῆς διανοίας ἐξηγητὴς, μονονουχὶ βοῶντα λέγειν τὸν Ὅμηρον, ὅτι Ἀρετῆς ὑμῖν ἐπιμελητέον, ὦ ἄνθρωποι, ἣ καὶ ναυαγήσαντι συνεκνήχεται, καὶ ἐπὶ τῆς χέρσου γενόμενον γυμνὸν τιμιώτερον ἀποδείξει τῶν εὐδαιμόνων Φαιάκων. Καὶ γὰρ οὕτως ἔχει. Τὰ μὲν ἄλλα τῶν κτημάτων, οὐ μᾶλλον τῶν ἐχόντων ἢ καὶ οὑτινοσοῦν τῶν ἐπιτυχόντων ἐστὶν, ὥσπερ ἐν παιδιᾷ κύβων τῇδε κἀκεῖσε μεταβαλλόμενα· μόνη δὲ κτημάτων ἡ ἀρετὴ ἀναφαίρετον, καὶ ζῶντι καὶ τελευτήσαντι παραμένουσα. Ὅθεν δὴ καὶ Σόλων
4. Moreover, as I myself heard from a man skilful at understanding a poet's mind, all the poetry of Homer is a praise of virtue, and everything in him tends to this, save what is merely incidental; and not least in those verses where he has portrayed the leader of the Cephallenians, rescued naked from shipwreck, as first inspiring reverence in the princess merely by appearing—so far was he from incurring shame through being seen naked and alone, since virtue made him adorned in the place of garments; and next, indeed, as being deemed worthy of so great honour among the rest of the Phaeacians also that, leaving aside the luxury in which they lived, they all gazed upon him and emulated him, and not one of the Phaeacians at that moment would have prayed for anything else rather than to become Odysseus, and that too just rescued from shipwreck. For in these passages, the interpreter of the poet's mind used to say, Homer all but cries aloud and declares: You must care for virtue, O men, which both swims out together with the shipwrecked man and, when he comes naked upon dry land, will show him more honourable than the prosperous Phaeacians. And indeed so it is. Other possessions belong no more to their holders than to any chance comer whomsoever, shifting hither and thither as in a game of dice; virtue alone among possessions cannot be taken away, abiding with a man both while he lives and when he has died. Whence indeed Solon also
Notes, col. 572

On the reading

Printed ἀπαλότητα, for ἁπαλότητα.

PG 31:573Read from the page
μοι δοκεῖ πρὸς τοὺς εὐπόρους εἰπεῖν τό·
seems to me to have spoken thus to the wealthy:
Ἀλλ' ἡμεῖς αὐτοῖς οὐ διαμειψόμεθα
Yet we shall not exchange with them
Τῆς ἀρετῆς τὸν πλοῦτον· ἐπεὶ τὸ μὲν ἔμπεδον αιεὶ,
The wealth of virtue; since the one stands ever firm,
Χρήματα δ' ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.
Whereas the riches of men now one possesses, now another.
Παραπλήσια δὲ τούτοις καὶ τὰ Θεόγνιδος, ἐν οἷς φησι τὸν Θεὸν, ὅντινα δὴ καὶ φησὶ, τοῖς ἀνθρώποις τὸ τάλαντον ἐπιῤῥέπειν ἄλλοτε ἄλλως, ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε δὲ μηδὲν ἔχειν. Καὶ μὴν καὶ ὁ Κεῖός που σοφιστὴς Πρόδικος τῶν ἑαυτοῦ συγγραμμάτων ἀδελφὰ τούτοις εἰς ἀρετὴν καὶ κακίαν ἐφιλοσόφησεν· ᾧ δὴ καὶ αὐτῷ τὴν διάνοιαν προσεκτέον· οὐ γὰρ ἀπόβλητος ὁ ἀνήρ. Ἔχει δὲ οὕτω πως ὁ λόγος αὐτῷ, ὅσα ἐγὼ τοῦ ἀνδρὸς τῆς διανοίας μέμνημαι, ἐπεὶ τά γε ῥήματα οὐκ ἐπίσταμαι, πλήν γε δὴ ὅτι ἁπλῶς οὕτως εἴρηκεν ἄνευ μέτρου. Ὅτι νέῳ ὄντι τῷ Ἡρακλεῖ κομιδῇ, καὶ σχεδὸν ταύτην ἄγοντι τὴν ἡλικίαν, ἣν καὶ ὑμεῖς νῦν, βουλευομένῳ ποτέραν τράπηται τῶν ὁδῶν, τὴν διὰ τῶν πόνων ἄγουσαν πρὸς ἀρετὴν, ἢ τὴν ῥᾴστην, προσελθεῖν δύο γυναῖκας, ταύτας δὲ εἶναι Ἀρετὴν καὶ Κακίαν· εὐθὺς μὲν οὖν καὶ σιωπώσας ἐμφαίνειν ἀπὸ τοῦ σχήματος τὸ διάφορον. Εἶναι γὰρ τὴν μὲν ὑπὸ κομμωτικῆς διεσκευασμένην εἰς κάλλος, καὶ ὑπὸ τρυφῆς διαῤῥεῖν, καὶ πάντα ἑσμὸν ἡδονῆς ἐξηρτημένην ἄγειν· ταῦτά τε οὖν δεικνύναι, καὶ ἔτι πλείω τούτων ὑπισχνουμένην, ἕλκειν ἐπιχειρεῖν τὸν Ἡρακλέα πρὸς ἑαυτήν· τὴν δ' ἑτέραν κατεσκληκέναι, καὶ αὐχμεῖν, καὶ σύντονον βλέπειν, καὶ λέγειν τοιαῦτα ἕτερα· ὑπισχνεῖσθαι γὰρ οὐδὲν ἀνειμένον, οὐδὲ ἡδὺ, ἀλλ' ἱδρῶτας μυρίους καὶ πόνους καὶ κινδύνους διὰ πάσης ἠπείρου τε καὶ θαλάσσης. Ἄθλον δὲ τούτων εἶναι θεὸν γενέσθαι, ὡς ὁ ἐκείνου λόγος· ᾗπερ δὴ καὶ τελευτῶντα τὸν Ἡρακλέα ξυνέπεσθαι. Καὶ σχεδὸν ἅπαντες, ὧν δὴ καὶ λόγος τίς ἐστιν ἐπὶ σοφίᾳ, ἢ μικρὸν ἢ μεῖζον, εἰς δύναμιν ἕκαστος ἐν τοῖς ἑαυτῶν συγγράμμασιν, ἀρετῆς ἔπαινον διεξῆλθον, οἷς πειστέον καὶ πειρατέον ἐπὶ τοῦ βίου δεικνύναι τοὺς λόγους. Ὡς ὅ γε τὴν ἄχρι ῥημάτων παρὰ τοῖς ἄλλοις φιλοσοφίαν ἔργῳ βεβαιῶν
Similar to these also are the verses of Theognis, in which he says that the god—whichever god indeed he means—inclines the scale for men now one way, now another, so that at one time they are rich and at another have nothing. And indeed the Cean sophist Prodicus also somewhere in his writings philosophized upon virtue and vice in terms akin to these; and to him too we must apply our mind, for the man is not to be cast aside. His account runs somewhat as follows, so far as I remember the man's thought, since his exact words I do not know, save indeed that he spoke simply thus without metre: that when Heracles was quite young, and was at nearly that very time of life which you yourselves are at now, as he was deliberating which of the two roads he should turn to—the one leading through toils towards virtue, or the easiest one—two women approached him, and these were Virtue and Vice; and straightway, even while keeping silent, they manifested the difference between them by their outward bearing. For the one had been decked out by cosmetic art for beauty, and was melting with luxury, and brought trailing after her the whole swarm of pleasure; displaying these things, then, and promising still more than these, she endeavoured to draw Heracles to herself; whereas the other was lean and unkempt, and had an earnest gaze, and spoke in quite another strain; for she promised nothing relaxed or pleasant, but countless sweats and toils and perils through every continent and sea. And the prize of these labours was to become a god, according to that writer's account; and her indeed at the last Heracles followed. And nearly all men who have any reputation at all for wisdom have, either to a lesser or to a greater extent, each according to his power in their own writings, set forth the praise of virtue; whom we must obey, and must strive to exhibit their words in our life. For he who confirms by deed the philosophy that among others reaches only as far as words
Οἶος πέπνυται· τοὶ δὲ σκιαὶ ἀΐσσουσι.
Alone has understanding, while the others dart about as shadows.
Καί μοι δοκεῖ τὸ τοιοῦτον παραπλήσιον εἶναι, ὥσπερ ἂν εἰ ζωγράφου θαυμαστόν τι οἷον κάλλος ἀνθρώπου μιμησαμένου, ὁ δὲ αὐτὸς εἴη τοιοῦτος ἐπὶ τῆς ἀληθείας, οἷον ἐπὶ τῶν πινάκων ἐκεῖνος ἔδειξεν. Ἐπεὶ τό γε λαμπρῶς μὲν ἐπαινέσαι τὴν ἀρετὴν εἰς τὸ μέσον, καὶ μακροὺς ὑπὲρ αὐτῆς ἀποτείνειν λόγους, ἰδίᾳ δὲ τὸ ἡδὺ πρὸ τῆς σωφροσύνης, καὶ τὸ πλέον ἔχειν πρὸ τοῦ δικαίου τιμᾷν, ἐοικέναι φαίην ἂν ἔγωγε τοῖς ἐπὶ σκηνῆς ὑποκρινομένοις τὰ δράματα· οἳ ὡς βασιλεῖς καὶ δυνάσται πολλάκις εἰσέρχονται, οὔτε
And such a case seems to me to be just as though a painter had imitated some marvellous human beauty, and the man himself were in reality such as that artist had shown him upon his panels. For splendidly praising virtue in public and spinning out long discourses in its behalf, while in private honouring pleasure above temperance and self-aggrandizement above justice—this I for my part would say resembles those who act plays upon the stage, who oftentimes enter as kings and rulers, though they are neither
Notes, col. 573

On the reading

Printed αιεὶ, for αἰεὶ.

PG 31:576Read from the page
βασιλεῖς ὄντες, οὔτε δυνάσται, οὐδὲ μὲν συν, τυχὸν, ἐλεύθεροι τὸ παράπαν. Εἶτα μουσικὸς μὲν οὐκ ἂν ἑκὼν δέξαιτο ἀνάρμοστον αὐτῷ τὴν λύραν εἶναι· καὶ χοροῦ κορυφαῖος, μὴ ὅτι μάλιστα συνᾴδοντα τὸν χορὸν ἔχειν. Αὐτὸς δέ τις ἕκαστος διαστασιάσει πρὸς ἑαυτὸν, καὶ οὐχὶ τοῖς λόγοις ὁμολογοῦντα τὸν βίον παρέξεται· ἀλλ' ἡ γλῶττα μὲν ὀμώμηκεν, ἡ δὲ φρὴν ἀνώμοτος, κατ' Εὐριπίδην ἐρεῖ· καὶ τὸ δοκεῖν ἀγαθὸς πρὸ τοῦ εἶναι διώξεται. Ἀλλ' οὗτός ἐστιν ὁ ἔσχατος τῆς ἀδικίας ὅρος, εἴ τι δεῖ Πλάτωνι πείθεσθαι, τὸ δοκεῖν δίκαιον εἶναι, μὴ ὄντα. Τοὺς μὲν οὖν τῶν λόγων, οἳ τὰς τῶν καλῶν ἔχουσιν ὑποθήκας, οὕτως ἀποδεχώμεθα. Ἐπειδὴ δὲ καὶ πράξεις σπουδαῖαι τῶν παλαιῶν ἀνδρῶν ἢ μνήμης ἀκολουθίᾳ πρὸς ἡμᾶς διασώζονται, ἢ ποιητῶν ἢ συγγραφέων φυλαττόμεναι λόγοις, μηδὲ τῆς ἐντεῦθεν ὠφελείας ἀπολειπώμεθα. Οἷον, ἐλοιδόρει τὸν Περικλέα τῶν ἐξ ἀγορᾶς τις ἀνθρώπων· ὁ δὲ οὐ προσεῖχε· καὶ εἰς πᾶσαν διήρκεσε τὴν ἡμέραν, ὁ μὲν ἀφειδῶς πλύνων αὐτὸν τοῖς ὀνείδεσιν, ὁ δὲ οὐ μέλων αὐτῷ. Εἶτα ἑσπέρας ἤδη καὶ σκότους ἀπαλλαττόμενον μόλις ὑπὸ φωτὶ παρέπεμψε Περικλῆς, ὅπως αὐτῷ μὴ διαφθαρείη τὸ πρὸς φιλοσοφίαν γυμνάσιον. Πάλιν τις Εὐκλείδῃ τῷ Μεγαρόθεν παροξυνθεὶς θάνατον ἠπείλησε, καὶ ἐπώμοσεν· ὁ δὲ ἀντώμοσεν ἦ μὴν ἱλεώσασθαι αὐτὸν, καὶ παύσειν χαλεπῶς πρὸς αὐτὸν ἔχοντα. Πόσου ἄξιον τῶν τοιούτων τι παραδειγμάτων εἰσελθεῖν τὴν μνήμην, ἀνδρὸς ὑπὸ ὀργῆς ἤδη κατεχομένου! Τῇ τραγῳδίᾳ γὰρ οὐ πιστευτέον ἁπλῶς λεγούσῃ· Ἐπ' ἐχθροὺς θυμὸς ὁπλίζει χεῖρα· ἀλλὰ μάλιστα μὲν μηδὲ διανίστασθαι πρὸς θυμὸν τὸ παράπαν· εἰ δὲ μὴ ῥᾴδιον τοῦτο, ἀλλ' ὥσπερ χαλινὸν αὐτῷ τὸν λογισμὸν ἐμβάλλοντας, μὴ ἐᾷν ἐκφέρεσθαι περαιτέρω.
kings nor rulers, nor indeed, perchance, free men at all. Furthermore, a musician would not willingly suffer his lyre to be out of tune, nor a chorus-leader his chorus not to sing in the closest harmony; yet shall each individual be at variance with himself, and fail to exhibit a life in accord with his words, but say after Euripides that the tongue has sworn, while the mind remains unsworn, and pursue seeming good ahead of being so? Yet this is the extreme limit of injustice, if one is to believe Plato at all: to seem just without being so. Those discourses, then, which contain counsels of noble conduct, let us welcome in this way. And since worthy deeds of the men of old are also preserved down to us either by unbroken tradition of memory or kept safe in the works of poets or historians, let us not fall short of the benefit derived from that source either. For instance, one of the fellows from the market-place was railing at Pericles, and he paid no heed; and they held out through the whole day, the man unsparingly drenching him with reproaches, and Pericles caring naught for it. Then, when it was already evening and dark and the man scarce desisted and departed, Pericles escorted him home by torchlight, lest his exercise in philosophy should be spoiled. Again, someone incensed against Euclides of Megara threatened him with death and swore to it; and Euclides swore in return that he would assuredly appease him and make him cease being angrily disposed towards him. Of what great worth it is that some such example should enter the memory of a man already gripped by anger! For one must not simply trust tragedy when it says, Wrath arms the hand against enemies; rather, best of all, we ought not to be stirred up to wrath at all; or if that is not easy, yet by putting reason upon it like a bridle we must not suffer it to be carried away any further.
5. Ἐπαναγάγωμεν δὲ τὸν λόγον αὖθις πρὸς τὰ τῶν σπουδαίων πράξεων παραδείγματα. Ἔτυπτέ τις τὸν Σωφρονίσκου Σωκράτην εἰς αὐτὸ τὸ πρόσωπον ἐμπεσὼν ἀφειδῶς· ὁ δὲ οὐκ ἀντῆρεν, ἀλλὰ παρεῖχε τῷ παροινοῦντι τῆς ὀργῆς ἐμφορεῖσθαι, ὥστε ἐξοιδεῖν ἤδη καὶ ὕπουλον αὐτῷ τὸ πρόσωπον ὑπὸ τῶν πληγῶν εἶναι. Ὡς δ' οὖν ἐπαύσατο τύπτων, ἄλλο μὲν οὐδὲν ὁ Σωκράτης ποιῆσαι, ἐπιγράψαι δὲ τῷ μετώπῳ λέγεται, ὥσπερ ἀνδριάντι, τὸν δημιουργὸν, Ὁ δεῖνα ἐποίει· καὶ τοσοῦτον ἀμύνασθαι. Ταῦτα σχεδὸν εἰς ταὐτὸν τοῖς ἡμετέροις φέροντα πολλοῦ ἄξιον εἶναι μιμήσασθαι τοὺς τηλικούτους φημί. Τουτὶ μὲν γὰρ τὸ τοῦ Σωκράτους ἀδελφὸν ἐκείνῳ τῷ παραγγέλματι, ὅτι τῷ τύπτοντι κατὰ τῆς σιαγόνος καὶ τὴν ἑτέραν παρέχειν προσῆκε, τοσούτου δεῖν ἀπαμύνασθαι· τὸ δὲ τοῦ Περικλέους ἢ τὸ Εὐκλείδου
5. Let us bring our discourse back again, however, to examples of noble deeds. A certain man fell upon Socrates the son of Sophroniscus and struck him unsparingly right in the face; yet he did not raise a hand against him, but allowed the drunken brawler to take his fill of anger, so that his face was already swollen and bruised beneath the blows. When the man stopped striking him, then, Socrates is said to have done nothing else save to inscribe upon his forehead, as upon a statue, the maker's name—So-and-so made it—and to have avenged himself only so far. Since these deeds tend towards nearly the same end as our own precepts, I declare that it is well worth while for those of your age to imitate them. For this conduct of Socrates is akin to that commandment that to him who strikes upon the cheek one ought to offer the other also, so far must one be from retaliating; while that of Pericles or that of Euclides is akin
Notes, col. 576

On the reading

Printed συν, for οὖν.

PG 31:577Read from the page
τῷ τοὺς διώκοντας ὑπομένειν, καὶ πράως αὐτῶν τῆς ὀργῆς ἀνέχεσθαι· καὶ τῷ τοῖς ἐχθροῖς εὔχεσθαι τὰ ἀγαθὰ, ἀλλὰ μὴ ἐπαρᾶσθαι. Ὡς ὅ γε ἐν τούτοις προπαιδευθεὶς οὐκ ἔτ' ἂν ἐκείνοις ὡς ἀδυνάτοις διαπιστήσειεν. Οὐκ ἂν παρέλθοιμι τὰ τοῦ Ἀλεξάνδρου, ὃς, τὰς θυγατέρας Δαρείου αἰχμαλώτους λαβὼν, θαυμαστόν τι οἷον τὸ κάλλος παρέχειν μαρτυρουμένας, οὐδὲ προσιδεῖν ἠξίωσεν· αἰσχρὸν εἶναι κρίνων, τὸν ἄνδρας ἑλόντα, γυναικῶν ἡττηθῆναι. Τουτὶ γὰρ εἰς ταὐτὸν ἐκείνῳ φέρει, ὅτι ὁ ἐμβλέψας πρὸς ἡδονὴν γυναικὶ, κἂν μὴ τῷ ἔργῳ τὴν μοιχείαν ἐπιτελέσῃ, ἀλλὰ τῷ γε τὴν ἐπιθυμίαν τῇ ψυχῇ παραδέξασθαι οὐκ ἀφίεται τοῦ ἐγκλήματος. Τὸ δὲ τοῦ Κλεινίου, τῶν Πυθαγόρου γνωρίμων ἑνὸς, χαλεπὸν πιστεῦσαι ἀπὸ ταὐτομάτου συμβῆναι τοῖς ἡμετέροις, ἀλλ' οὐχὶ μιμησαμένου σπουδῇ. Τί δὲ ἦν ὃ ἐποίησεν ἐκεῖνος; Ἐξὸν δι' ὅρκου τριῶν ταλάντων ζημίαν ἀποφυγεῖν, ὁ δὲ ἀπέτισε μᾶλλον ἢ ὤμοσε, καὶ ταῦτα εὐορκεῖν μέλλων· ἀκούσας, ἐμοὶ δοκεῖν, τοῦ προστάγματος τὸν ὅρκον ἡμῖν ἀπαγαρεύοντος. Ἀλλ', ὅπερ ἐξ ἀρχῆς ἔλεγον, πάλιν εἰς ταὐτὸν ἐπανίωμεν· οὐ πάντα ἑξῆς παραδεκτέον ἡμῖν, ἀλλ' ὅσα χρήσιμα. Καὶ γὰρ αἰσχρὸν τῶν μὲν σιτίων τὰ βλαβερὰ διωθεῖσθαι, τῶν δὲ μαθημάτων, ἃ τὴν ψυχὴν ἡμῶν τρέφει, μηδένα λόγον ἔχειν, ἀλλ' ὥσπερ χειμάῤῥουν παρασύροντας ἅπαν τὸ προστυχὸν ἐμβάλλεσθαι. Καίτοι τίνα ἔχει λόγον κυβερνήτην μὲν οὐκ εἰκῆ τοῖς πνεύμασιν ἐφιέναι, ἀλλὰ πρὸς ὅρμους εὐθύνειν τὸ σκάφος, καὶ τοξότην κατὰ σκοποῦ βάλλειν, καὶ μὲν δὴ καὶ χαλκευτικόν τινα ἢ τεκτονικὸν ὄντα τοῦ κατὰ τὴν τέχνην ἐφίεσθαι τέλους· ἡμᾶς δὲ καὶ τῶν τοιούτων δημιουργῶν ἀπολείπεσθαι, πρός γε τὸ συνορᾷν δύνασθαι τὰ ἡμέτερα; Οὐ γὰρ δὴ τῶν μὲν χειρωνακτῶν ἔστι τι πέρας τῆς ἐργασίας, τοῦ δὲ ἀνθρωπίνου βίου σκοπὸς οὐκ ἔστι, πρὸς ὃν ἀφορῶντα πάντα ποιεῖν καὶ λέγειν χρὴ τόν γε μὴ τοῖς ἀλόγοις παντάπασι προσεοικέναι μέλλοντα. Ἢ οὕτως ἂν εἴημεν ἀτεχνῶς κατὰ τῶν πλοίων τὰ ἀνερμάτιστα, οὐδενὸς ἡμῖν νοῦ ἐπὶ τῶν τῆς ψυχῆς οἰάκων καθεζομένου, εἰκῆ κατὰ τὸν βίον ἄνω καὶ κάτω περιφερόμενοι· ἀλλ' ὥσπερ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν, εἰ δὲ βούλει, τῆς μουσικῆς, ἐκείνων εἰσὶ τῶν ἀγώνων αἱ μελέται, ὧνπερ οἱ στέφανοι πρόκεινται, καὶ οὐδείς γε πάλην ἀσκῶν ἢ παγκράτιον, εἶτα κιθαρίζειν ἢ αὐλεῖν μελετᾷ. Οὔκουν ὁ Πολυδάμας γε, ἀλλ' ἐκεῖνος πρὸ τοῦ ἀγῶνος τοῦ Ὀλυμπιάσι τὰ ἅρματα ἵστη τρέχοντα, καὶ διὰ τούτων τὴν ἰσχὺν ἐκράτυνε. Καὶ ὅ γε Μίλων ἀπὸ τῆς ἀληλιμμένης ἀσπίδος οὐκ ἐξωθεῖτο, ἀλλ' ἀντεῖχεν ὠθούμενος οὐχ ἧττον ἢ οἱ ἀνδριάντες οἱ τῷ μολύβδῳ συνδεδεμένοι. Καὶ ἁπαξαπλῶς αἱ μελέται αὐτοῖς παρασκευαὶ τῶν ἄθλων ἦσαν. Εἰ δὲ τὰ Μαρσύου ἢ τὰ Ὀλύμπου
to enduring those who persecute us and bearing their anger meekly, and to praying for good things for our enemies rather than cursing them. Thus he who has been trained beforehand in these examples would no longer distrust those precepts as impossible. Neither would I pass over the conduct of Alexander, who, on taking captive the daughters of Darius, who were attested to display a beauty altogether marvellous, did not deign even to look upon them, judging it shameful that the conqueror of men should be worsted by women. For this tends to the very same purport as that precept that he who looks at a woman for pleasure, even though he does not commit adultery in deed, yet because he has admitted lust into his soul is not acquitted of the charge. And as for the deed of Clinias, one of the disciples of Pythagoras, it is hard to believe that it agreed with our teachings by mere chance, and not through his imitating them deliberately. And what was it that he did? When he might have escaped a fine of three talents by an oath, he paid it rather than swear, and that too when he would have sworn truthfully—having heard, as it seems to me, of the commandment that forbids us the oath. Yet, just as I was saying at the beginning, let us return again to the same point: we must not accept all things indiscriminately in order, but only such as are useful. For it would be shameful to thrust aside what is harmful in foods, while taking no account of the teachings that nourish our soul, and instead sweeping along and flinging in everything we chance upon, after the manner of a mountain torrent. And yet what sense does it make that a helmsman does not abandon his vessel at random to the winds, but steers it towards harbours, and an archer shoots at a mark, and indeed a smith or a carpenter aims at the end proper to his craft, while we fall behind even artisans such as these in being able to discern our own affairs? For surely there is not some limit to the work of handicraftsmen while of human life there is no mark looking towards which he must do and say all things who is not to resemble brute beasts altogether. Otherwise we should be downright like unballasted ships, with no mind seated for us at the tillers of the soul, borne up and down at random through life; rather, just as happens in athletic contests—or, if you will, those of music—the exercises belong to those contests for which the crowns are set forth, and nobody training for wrestling or the pancratium goes on to practise playing the cithara or the flute. Assuredly Polydamas did not; rather, before the contest at Olympia he used to bring rushing chariots to a halt, and by these feats strengthened his might. Milo too could not be shoved off his greased shield, but held fast when pushed no less than statues fastened down with lead. In a word, their exercises were preparations for their contests. Whereas if they had busied themselves with the airs of Marsyas or of Olympus
Notes, col. 577

On the reading

Printed ἀπαγαρεύοντος, for ἀπαγορεύοντος.

PG 31:580Read from the page
τῶν Φρυγῶν περιειργάζοντο κρούματα, καταλιπόντες τὴν κόνιν καὶ τὰ γυμνάσια, ταχύ γ' ἂν στεφάνων ἢ δόξης ἔτυχον, ἢ διέφυγον τὸ μὴ καταγέλαστοι εἶναι κατὰ τὸ σῶμα; Ἀλλ' οὐ μέντοι οὐδὲ ὁ Τιμόθεος, τὴν μελῳδίαν ἀφεὶς, ἐν ταῖς παλαίστραις διῆγεν. Οὐ γὰρ ἂν τοσοῦτον ὑπῆρξεν αὐτῷ διενεγκεῖν ἁπάντων τῇ μουσικῇ, ᾧ γε τοσοῦτον περιῆν τῆς τέχνης, ὥστε καὶ θυμὸν ἐγείρειν διὰ τῆς συντόνου καὶ αὐστηρᾶς ἁρμονίας, καὶ μέντοι καὶ χαλᾷν καὶ μαλάττειν πάλιν διὰ τῆς ἀνειμένης, ὁπότε βούλοιτο. Ταύτῃ τοι καὶ Ἀλεξάνδρῳ ποτὲ τὸ Φρύγιον ἐπαυλήσαντα, ἐξαναστῆσαι αὐτὸν ἐπὶ τὰ ὅπλα λέγεται μεταξὺ δειπνοῦντα, καὶ ἐπαναγαγεῖν πάλιν πρὸς τοὺς συμπότας, τὴν ἁρμονίαν χαλάσαντα. Τοσαύτην ἰσχὺν ἔν τε μουσικῇ καὶ τοῖς γυμνικοῖς ἀγῶσι πρὸς τὴν τοῦ τέλους κτῆσιν ἡ μελέτη παρέχεται.
the Phrygians, abandoning the dust and the gymnasia, would they quickly have won crowns or glory, or escaped being ridiculous in body? Nay, neither did Timotheus, giving up melody, spend his days in the wrestling-schools. For it would never have fallen to him to excel all men so greatly in music, he who possessed such a mastery of his art that he could both rouse passion through a tense and austere mode and yet slacken and soften it again through a relaxed one whenever he wished. Thus indeed it is said that once, when he played the Phrygian strain upon the flute for Alexander, he made him spring up to arms in the midst of dining, and brought him back again to his fellow banqueters by slackening the mode. So great a power towards attaining the goal does practice afford both in music and in athletic contests.
6. Ἐπεὶ δὲ στεφάνων καὶ ἀθλητῶν ἐμνήσθην, ἐκεῖνοι, μυρία παθόντες ἐπὶ μυρίοις, καὶ πολλαχόθεν τὴν ῥώμην ἑαυτοῖς συναυξήσαντες, πολλὰ μὲν γυμναστικοῖς ἐνιδρώσαντες πόνοις, πολλὰς δὲ πληγὰς ἐν παιδοτρίβου λαβόντες, δίαιταν δὲ οὐ τὴν ἡδίστην, ἀλλὰ τὴν παρὰ τῶν γυμναστῶν αἱρούμενοι, καὶ τἆλλα, ἵνα μὴ διατρίβω λέγων, οὕτω διάγοντες, ὡς τὸν πρὸ τῆς ἀγωνίας βίον μελέτην εἶναι τῆς ἀγωνίας, τηνικαῦτα ἀποδύονται πρὸς τὸ στάδιον, καὶ πάντα πονοῦσι καὶ κινδυνεύουσιν, ὥστε κοτίνου λαβεῖν στέφανον, ἢ σελίνου, ἢ ἄλλου τινὸς τῶν τοιούτων, καὶ νικῶντες ἀναῤῥηθῆναι παρὰ τοῦ κήρυκος. Ἡμῖν δὲ, οἷς ἄθλα τοῦ βίου πρόκειται οὕτω θαυμαστὰ πλήθει τε καὶ μεγέθει, ὥστε ἀδύνατα εἶναι ῥηθῆναι λόγῳ, ἐπ' ἄμφω καθεύδουσι, καὶ κατὰ πολλὴν διαιτωμένοις ἄδειαν, τῇ ἑτέρᾳ λαβεῖν τῶν χειρῶν ὑπάρξει; Πολλοῦ μέν τ' ἂν ἄξιον ἦν ἡ ῥᾳθυμία τῷ βίῳ, καὶ ὅ γε Σαρδανάπαλος τὰ πρῶτα πάντων εἰς εὐδαιμονίαν ἐφέρετο, ἢ καὶ ὁ Μαργίτης, ει βούλει, ὃν οὔτ' ἀροτῆρα, οὔτε σκαπτῆρα, οὔτε ἄλλο τι τῶν κατὰ τὸν βίον ἐπιτηδείων εἶναι Ὅμηρος ἔφησεν, εἰ δὴ Ὁμήρου ταῦτα. Ἀλλὰ μὴ ἀληθὴς μᾶλλον ὁ τοῦ Πιττακοῦ λόγος, ὃς χαλεπὸν ἔφησεν ἐσθλὸν ἔμμεναι; Διὰ πολλῶν γὰρ δὴ τῷ ὄντι πόνων διεξελθοῦσι μόλις ἂν τῶν ἀγαθῶν ἐκείνων τυχεῖν ἡμῖν περιγένοιτο, ὧν ἐν τοῖς ἄνω λόγοις οὐδὲν εἶναι παράδειγμα τῶν ἀνθρωπίνων ἐλέγομεν. Οὐ δὴ οὖν ῥᾳθυμητέον ἡμῖν, οὐδὲ τῆς ἐν βραχεῖ ῥᾳστώνης μεγάλας ἐλπίδας ἀνταλλακτέον, εἴπερ μὴ μέλλοιμεν ὀνείδη τε ἕξειν καὶ τιμωρίας ὑφέξειν, οὔτι παρὰ τοῖς ἀνθρώποις ἐνθάδε (καίτοι καὶ τοῦτο οὐ μικρὸν τῷ γε νοῦν ἔχοντι), ἀλλ' ἐν τοῖς, εἴτε ὑπὸ γῆν, εἴτε καὶ ὅπου δὴ τοῦ παντὸς ὄντα τυγχάνει, δικαιωτηρίοις. Ὡς τῷ μὲν ἀκουσίως τοῦ προσήκοντος ἁμαρτόντι κἂν συγγνώμη τις ἴσως παρὰ τοῦ Θεοῦ γένοιτο· τῷ δὲ ἐξεπίτηδες τὰ χείρω προελομένῳ οὐδεμία παραίτησις τὸ μὴ οὐχὶ πολλαπλασίω τὴν κόλασιν ὑποσχεῖν. Τί οὖν ποιῶμεν; φαίη
6. Now since I have made mention of crowns and athletes, those men, after enduring ten thousand hardships upon ten thousand and building up their strength in manifold ways, sweating much in gymnastic toils and receiving many blows in the trainer's school, choosing not the pleasantest diet but that prescribed by the trainers, and in all else—not to linger in the telling—living in such a way that their life before the contest is a rehearsal of the contest, only then strip for the stadium and endure every toil and hazard, so as to receive a crown of wild olive, or of parsley, or of some other such thing, and be proclaimed victors by the herald. Shall it then be possible for us, before whom prizes of life are set so marvellous both in multitude and in magnitude that they cannot be expressed in speech, while sleeping soundly on both ears and living in utter licence, to seize them with one hand? Of great worth indeed would indolence have been to life, and Sardanapalus at least would have carried off the first prize of all for happiness, or even Margites, if you will, whom Homer declared to be neither ploughman nor digger nor skilled in anything else serviceable in life, if indeed those verses are Homer's. Nay, is not the saying of Pittacus truer rather, who declared that it is hard to be noble? For in truth only when we have passed through many toils might it scarce fall to our lot to attain those good things to which, as we said in our words above, nothing among human affairs bears comparison. We must not be indolent, therefore, nor barter away great hopes for brief ease, unless we mean to incur reproaches and undergo punishments—not merely among men here (though even this is no small matter to a man of sense at least), but in the places of judgement, whether beneath the earth or wherever in the universe they happen to be. For to him who involuntarily falls short of duty some pardon may perhaps be granted from God; whereas for him who of set purpose has chosen what is worse, there is no plea to excuse him from undergoing a manifold chastisement. What then shall we do? someone
Notes, col. 580

On the reading

Printed ει, for εἰ.

PG 31:581Read from the page
τις ἄν. Τί ἄλλο γε ἢ τῆς ψυχῆς ἐπιμέλειαν ἔχειν, πᾶσαν σχολὴν ἀπὸ τῶν ἄλλων ἄγοντας;
might say. What else indeed than care for the soul, keeping complete leisure from all other pursuits?
7. Οὐ δὴ οὖν τῷ σώματι δουλευτέον, ὅτι μὴ πᾶσα ἀνάγκη· ἀλλὰ τῇ ψυχῇ τὰ βέλτιστα ποριστέον, ὥσπερ ἐκ δεσμωτηρίου τῆς πρὸς τὰ τοῦ σώματος πάθη κοινωνίας αὐτὴν διὰ φιλοσοφίας λύοντας, ἅμα δὲ καὶ τὸ σῶμα τῶν παθῶν κρεῖττον ἀπεργαζομένους. Γαστρὶ μέν γε τὰ ἀναγκαῖα ὑπηρετοῦντας, οὐχὶ τὰ ἥδιστα προσῆκεν, ὡς οἵ γε τραπεζοποιούς τινας καὶ μαγείρους περινοοῦντες, καὶ πᾶσαν διερευνώμενοι γῆν τε καὶ θάλασσαν, οἷόν τινι χαλεπῷ δεσπότῃ φόρους ἀπάγοντες, ἐλεεινοὶ τῆς ἀσχολίας, τῶν ἐν ᾅδου κολαζομένων οὐδὲν πάσχοντες ἀνεκτότερον, ἀτεχνῶς εἰς πῦρ ξαίνοντες, καὶ κοσκίνῳ φέροντες ὕδωρ, καὶ εἰς τετρημένον ἀντλοῦντες πίθον, οὐδὲν πέρας τῶν πόνων ἔχοντες· κουρὰς δὲ καὶ ἀμπεχόνας ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι ἢ δυστυχούντων ἐστὶ, κατὰ τὸν Διογένους λόγον, ἢ ἀδικούντων. Ὥστε καλλωπιστὴν εἶναι καὶ ὀνομάζεσθαι ὁμοίως αισχρὸν ἡγεῖσθαί φημι δεῖν τοὺς τοιούτους, ὡς τὸ ἑταιρεῖν ἢ ἀλλοτρίοις γάμοις ἐπιβουλεύειν. Τί γὰρ ἂν διαφέροι τῷ γε νοῦν ἔχοντι ξυστίδα ἀναβεβλῆσθαι, ἢ τι τῶν φαύλων ἱμάτιον φέρειν, ἕως ἂν μηδὲν ἐνδέῃ τοῦ πρὸς χειμῶνά τε εἶναι καὶ θάλπος ἀλεξητήριον; Καὶ τἆλλα δὴ τὸν αὐτὸν τρόπον μὴ περιττότερον τῆς χρείας κατεσκευάσθαι, μηδὲ περιέπειν τὸ σῶμα πλέον ἢ ὡς ἄμεινον τῇ ψυχῇ. Οὐχ ἧττον γὰρ ὄνειδος ἀνδρὶ, τῷ γε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξίῳ, καλλωπιστὴν καὶ φιλοσώματον εἶναι, ἢ πρὸς ἄλλο τι τῶν παθῶν ἀγεννῶς διακεῖσθαι. Τὸ γὰρ τὴν πᾶσαν σπουδὴν εἰσφέρεσθαι, ὅπως ὡς κάλλιστα αὐτῷ τὸ σῶμα ἕξοι, οὐ διαγινώσκοντός ἐστιν ἑαυτὸν, οὐδὲ συνιέντος τοῦ σοφοῦ παραγγέλματος, ὅτι οὐ τὸ ὁρώμενόν ἐστιν ὁ ἄνθρωπος, ἀλλά τινος δεῖται περιττοτέρας σοφίας, δι' ἧς ἕκαστος ἡμῶν, ὅστις ποτέ ἐστιν, ἑαυτὸν ἐπιγνώσεται. Τοῦτο δὲ μὴ καθηραμένοις τὸν νοῦν ἀδυνατώτερον ἢ λημῶντι πρὸς τὸν ἥλιον ἀναβλέψαι. Κάθαρσις δὲ ψυχῆς, ὡς ἀθρόως τε ειπεῖν καὶ ὑμῖν ἱκανῶς, τὰς διὰ τῶν αἰσθήσεων ἡδονὰς ἀτιμάζειν· μὴ ὀφθαλμοὺς ἑστιᾷν ταῖς ἀτόποις τῶν θαυματοποιῶν ἐπιδείξεσιν, ἢ σωμάτων θέαις ἡδονῆς κέντρον ἐναφιέντων, μὴ διὰ τῶν ὤτων διεφθαρμένην μελῳδίαν τῶν ψυχῶν καταχεῖν. Ἀνελευθερίας γὰρ δὴ καὶ ταπεινότητος ἔκγονα πάθη ἐκ τοῦ τοιούτουδε τῆς μουσικῆς εἴδους ἐγγίνεσθαι πέφυκεν. Ἀλλὰ τὴν ἑτέραν μεταδιωκτέον ἡμῖν, τὴν ἀμείνω τε καὶ εἰς ἄμεινον φέρουσαν, ᾗ καὶ Δαβὶδ χρώμενος, ὁ ποιητὴς τῶν ἱερῶν ᾀσμάτων, ἐκ τῆς μανίας, ὥς φασι, τὸν βασιλέα καθίστη. Λέγεται δὲ καὶ Πυθαγόραν, κωμασταῖς περιτυχόντα μεθύουσι, κελεῦσαι
7. We must not, therefore, be slaves to the body, save where there is utter necessity; rather we must provide what is best for the soul, releasing it by philosophy from its communion with the passions of the body as from a prison, while at the same time rendering the body also superior to the passions. To the belly, indeed, it is fitting to minister what is needful, not what is most pleasant, unlike those who busy their thoughts with table-dressers and cooks, and ransack every land and sea, paying tribute as though to some harsh master—pitiable for their fruitless busyness, suffering nothing more bearable than those punished in Hades, downright carding wool into fire, carrying water in a sieve, and drawing into a pierced jar, having no end to their toils. And busying oneself with haircuts and garments beyond what is necessary is, according to the saying of Diogenes, the mark either of the unfortunate or of wrongdoers. Wherefore I declare that such men ought to deem being and being called a fop every whit as shameful as playing the harlot or plotting against others' marriages. For what difference could it make to a man of sense at least whether he is clad in a fine robe or wears some cheap cloak, so long as it lacks nothing to serve as a shelter against winter and heat? And in all else likewise we ought not to equip ourselves more elaborately than need requires, nor tend the body more than is better for the soul. For to a man who is truly worthy of that name it is no less a disgrace to be a fop and a lover of the body than to be ignobly disposed towards any other passion. For to devote all one's zeal to keeping the body in as fine a state as possible is the mark of one who does not know himself, nor understand that wise precept that what is seen is not the man, but that there is need of a higher wisdom through which each of us will come to know himself, whoever he truly is. And for those who have not purified their mind, this is more impossible than for one with bleary eyes to gaze up at the sun. Now purification of the soul, to speak summarily and sufficiently for you, is to hold in dishonour the pleasures that come through the senses: neither feasting the eyes upon the absurd exhibitions of jugglers or upon sights of bodies that implant a sting of pleasure, nor through the ears pouring corrupt melody down over our souls. For passions born of illiberality and baseness naturally arise from this sort of music. Rather we must pursue the other kind, which is better and leads to what is better, by employing which David too, the poet of the sacred songs, restored the king out of his madness, as they say. And it is said that Pythagoras also, coming upon drunken revellers, bade
Notes, col. 581

On the reading

Printed αισχρὸν, for αἰσχρὸν.

Printed ἢ τι, for ἤ τι.

Printed ειπεῖν, for εἰπεῖν.