Migne Reading Room

PG 31 · cols. 331–341 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:331Read from the page
πάσαις κτηνώδεσιν ἐπιθυμίαις μολύνεσθαι; Διὰ τοῦτο ὡς ἑπόμενον τῷ μὴ εἶναι Θεὸν, ἐπήγαγε τό· Διεφθάρησαν, καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν. Ἀμήχανον γὰρ ἐκτραπῆναι τῆς δικαίας ὁδοῦ, μὴ λήθην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας.
to be defiled with all beastly lusts? Therefore, as following upon there being no God, he added this: They were corrupted, and became abominable in their doings (Ps. 13:1). For it is impossible that men should turn aside from the righteous way without having fallen sick in their souls with forgetfulness of God.
2. Πόθεν τὰ ἔθνη παραδέδοται εἰς ἀδόκιμον νοῦν, καὶ ποιεῖ τὰ μὴ καθήκοντα; Οὐκ ἐπειδὴ εἶπον· Οὐκ ἔστι Θεός; Πόθεν ἐμπεπτώκασιν εἰς τὰ πάθη τῆς ἀτιμίας, καὶ αἱ μὲν θήλειαι παρ' αὐτοῖς μετήλλαξαν τὴν φυσικὴν χρῆσιν εἰς τὴν παρὰ φύσιν, ἄρρενες δὲ ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργάζονται; Οὐκ ἐπειδὴ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι κτηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν; Ἄφρων οὖν, ὡς ἀληθῶς ἐστερημένος νοῦ καὶ φρονήσεως, ὁ λέγων, ὅτι Οὐκ ἔστι Θεός. Παραπλήσιος δὲ τούτῳ, καὶ οὐδὲν κατὰ τὴν ἀφροσύνην ἀπολειπόμενος, καὶ ὁ λέγων τῶν κακῶν αἴτιον εἶναι τὸν Θεόν. Ὁμότιμον γὰρ αὐτῶν εἶναι τίθεμαι τὴν ἁμαρτίαν, διότι ἑκάτεροι ὁμοίως ἀρνοῦνται τὸν ἀγαθόν· ὁ μὲν οὐκ εἶναι τὸ παράπαν λέγων, ὁ δὲ οὐκ ἀγαθὸν αὐτὸν εἶναι διοριζόμενος. Εἰ γὰρ κακῶν αἴτιος, οὐκ ἀγαθὸς δηλονότι· ὥστε ἀμφοτέρωθέν ἐστιν ἄρνησις τοῦ Θεοῦ. Πόθεν οὖν, φησὶν, αἱ νόσοι; πόθεν αἱ τῶν θανάτων ἀωρίαι; πόθεν αἱ πανωλεθρίαι τῶν πόλεων; τὰ ναυάγια, οἱ πόλεμοι, οἱ λοιμοί; Καὶ γὰρ κακὰ, φησὶ, ταῦτα, καὶ πάντα Θεοῦ ποιήματα. Ὥστε τίνα ἔχομεν ἄλλον καὶ οὐχὶ τὸν Θεὸν τῶν γινομένων ἐπαιτιάσασθαι; Δεῦρο δὴ οὖν, ἐπειδὴ εἰς τὸ πολυθρύλλητον ἐμπεπτώκαμεν ζήτημα, ἐπί τινα ὁμολογουμένην ἀρχὴν τὸν λόγον ἀναγαγόντες, φιλοπονώτερον διαλαβόντες τὸ πρόβλημα, τρανὴν καὶ ἀσύγχυτον τὴν περὶ αὐτοῦ ἐξήγησιν πειραθῶμεν ποιήσασθαι.
2. Whence have the Gentiles been given over to a reprobate mind, and do the things that are not fitting (Rom. 1:28)? Is it not because they said: There is no God (Ps. 13:1)? Whence have they fallen into the passions of dishonour, and their females changed the natural use into that which is against nature, and males work shamelessness in males (Rom. 1:26-27)? Is it not because they changed the glory of the incorruptible God into the likeness of beasts and quadrupeds and creeping things (Rom. 1:23)? Foolish therefore, as truly deprived of mind and understanding, is he who says that There is no God. And like unto this man, and falling nothing short in folly, is he also who says that God is the author of evils. For I count their sin to be of equal weight, because both alike deny the Good One: the one saying that He does not exist at all, and the other declaring that He is not good. For if He is the author of evils, manifestly He is not good; so that on both sides there is a denial of God. Whence then, says one, come diseases? Whence untimely deaths? Whence the utter destructions of cities, the shipwrecks, the wars, the plagues? For these things, says he, are evils, and all of them are works of God. Consequently whom else have we, and not God, to blame for the things that come to pass? Come then, since we have fallen upon this much-talked-of question, let us, carrying the argument back to some acknowledged principle, and examining the problem more industriously, endeavour to make our explanation concerning it clear and unconfused.
3. Ἓν μὲν δὴ τοῦτο ἔχειν δεῖ προειλημμένον ἐν ταῖς διανοίαις ἡμῶν, ὅτι, ποίημα ὄντες τοῦ ἀγαθοῦ Θεοῦ, καὶ ὑπ' αὐτοῦ συγκροτούμενοι, μικρά τε καὶ μείζω περὶ ἡμᾶς οἰκονομοῦντος, οὔτε πάθοιμεν ἄν τι, μὴ βουλομένου Θεοῦ, οὔτε μὴν ὧν πάσχομεν βλαβερόν τί ἐστιν, ἢ τοιοῦτον, ὥστε ἐνεῖναι βέλτιόν τι κἂν ἐπινοίᾳ λαβεῖν. Ἐκ Θεοῦ μὲν γὰρ οἱ θάνατοι· οὐ μὴν πονηρὸν πάντως ὁ θάνατος, πλὴν εἰ μή τις λέγοι τὸν τοῦ ἁμαρτωλοῦ· διότι τῶν ἐν ᾅδου κολάσεων ἀρχὴ τυγχάνει ἡ ἀπαλλαγὴ τῶν ἐντεῦθεν. Πάλιν δὲ τὰ ἐν ᾅδου κακὰ οὐ Θεὸν ἔχει τὸν αἴτιον, ἀλλ' ἡμᾶς αὐτούς. Ἀρχὴ γὰρ καὶ ῥίζα τῆς ἁμαρτίας τὸ ἐφ' ἡμῖν καὶ τὸ αὐτεξούσιον. Οἷς γὰρ ἐξῆν ἀπεχομένοις τοῦ κακοῦ μηδὲν δεινὸν ἔχειν, οὗτοι δι' ἡδονῆς
3. Now this one thing we must hold settled beforehand in our minds, that, being the handiwork of the good God, and sustained by Him Who orders both small and greater things concerning us, we could neither suffer anything without God willing it, nor yet is anything of the things we suffer harmful, or such that one could even in thought conceive something better. For deaths are indeed from God; yet death is by no means an evil, unless someone should mean that of the sinner; because the departure from the things here happens to be the beginning of the punishments in Hades. And again, the evils in Hades have not God for their author, but ourselves. For the beginning and root of sin is what is in our power and our free will. For those who might, by abstaining from evil, have suffered nothing dreadful, by pleasure
PG 31:333Read from the page
εἰς την ἁμαρτίαν δελεασθέντες, τίνα ἂν εἴποιμεν εὐπρεπῆ λόγον, τὸ μὴ οὐχὶ αὐτοὶ ἑαυτοῖς αἴτιοι τῶν ἀλγεινῶν γεγενῆσθαι; Κακὸν τοίνυν τὸ μὲν ὡς πρὸς τὴν ἡμετέραν αἴσθησιν, τὸ δὲ ὡς πρὸς τὴν ἑαυτοῦ φύσιν. Τὸ μὲν οὖν φύσει κακὸν ἐξ ἡμῶν ἤρτηται, ἀδικία, ἀσέλγεια, ἀφροσύνη, δειλία, φθόνοι, φόνοι, φαρμακεῖαι, ῥᾳδιουργίαι, καὶ ὅσα τούτοις συγγενῆ παθήματα, τὴν κατ' εἰκόνα τοῦ κτίσαντος γεγενημένην ψυχὴν καταῤῥυπαίνοντα, ἐπισκοτεῖν αὐτῆς τῷ κάλλει πέφυκε. Πάλιν κακὸν λέγομεν τὸ ἡμῖν ἐπίπονον καὶ ὀδυνηρὸν πρὸς τὴν αἴσθησιν, νόσον σώματος, καὶ πληγὰς σώματος, καὶ τῶν ἀναγκαίων τὴν ἔνδειαν, καὶ ἀδοξίας, καὶ χρημάτων ζημίας, καὶ οἰκείων ἀποβολάς· ὧν ἕκαστον ἡμῖν ὑπὸ τοῦ φρονίμου καὶ ἀγαθοῦ Δεσπότου πρὸς τὸ συμφέρον ἐπάγεται. Πλοῦτον μὲν γὰρ ἀφαιρεῖται τῶν κακῶς κεχρημένων, τὸ πρὸς ἀδικίαν αὐτῶν ὄργανον διαφθείρων· νόσον δὲ ἐπάγει, οἷς λυσιτελέστερον τὸ πεπεδῆσθαι τοῖς μέλεσιν, ἢ ἀκωλύτους ἔχειν τὰς πρὸς τὸ ἁμαρτάνειν ὁρμάς· θάνατοι δὲ ἐπάγονται, τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἔπηξεν ἡ δικαία τοῦ Θεοῦ κρίσις, πόῤῥωθεν τὸ περὶ ἕκαστον ἡμῶν συμφέρον προβλεπομένου· λιμοὶ δὲ καὶ αὐχμοὶ, καὶ ἐπομβρίαι, κοιναί τινές εἰσι πληγαὶ πόλεων καὶ ἐθνῶν, τοῦ κακοῦ τὴν ἀμετρίαν κολάζουσαι. Ὡς οὖν εὐεργέτης ὁ ἰατρὸς, κἂν πόνους, κἂν ἀλγηδόνας ἐμποιῇ τῷ σώματι (τῇ νόσῳ γὰρ μάχεται, οὐχὶ τῷ κάμνοντι)· οὕτως ἀγαθὸς ὁ Θεὸς, ὁ τὴν σωτηρίαν τῷ παντὶ διὰ τῶν μερικῶν κολάσεων διοικούμενος. Σὺ δὲ τῷ ἰατρῷ μὲν οὐδὲν ἐγκαλεῖς, τὰ μὲν τέμνοντι, τὰ δὲ καίοντι, τὰ δὲ παντελῶς ἐξαιροῦντι τοῦ σώματος· ἀλλὰ καὶ χρήματά που ὑποτελεῖς, καὶ σωτῆρα προσαγορεύεις, ὅτι ἐν ὀλίγῳ μέρει τὴν νόσον ἵστησι, πρὶν εἰς ὅλον τὸ σῶμα τὸ πάθος διαχυθῆναι. Ὅταν δὲ ἴδῃς πόλιν ἐπικατασεισθεῖσαν τοῖς ἐνοικοῦσιν, ἢ πλοῖον αὔτανδρον κατὰ θαλάσσης διαλυθὲν, κατὰ τοῦ ἀληθινοῦ ἰατροῦ καὶ σωτῆρος γλῶσσαν κινεῖν βλάσφημον οὐκ ὀκνεῖς. Καίτοιγε ἐχρῆν συνιέναι, ὅτι, μέτρια μὲν καμνόντων καὶ ἰάσιμα τῶν ἀνθρώπων, αἱ ἐξ ἐπιμελείας ὠφέλειαι παραλαμβάνονται· ὅταν δὲ κρεῖττον ἀποδειχθῇ τῆς θεραπείας τὸ πάθος, ἀναγκαία γίνεται τοῦ ἀχρειωθέντος ἡ ἀλλοτρίωσις, ὡς μὴ διὰ συνεχείας τὴν νόσον βαδίζουσαν ἐπὶ τὰ καίρια προελθεῖν. Ὥσπερ οὖν τῆς τομῆς ἢ τοῦ καυτῆρος οὐχ ὁ ἰατρὸς αἴτιος, ἀλλ' ἡ νόσος· οὕτω καὶ οἱ τῶν πόλεων ἀφανισμοὶ, ἐκ τῆς ἀμετρίας τῶν ἁμαρτανομένων τὴν ἀρχὴν ἔχοντες, τὸν Θεὸν ἁπάσης μέμψεως ἀπολύουσιν.
enticed into sin, what specious plea could we utter as to our not having ourselves become for ourselves the authors of painful things? Evil, then, is in one sense relative to our perception, and in another sense relative to its own nature. Now what is evil by nature depends upon us: injustice, licentiousness, folly, cowardice, envies, murders, sorceries, frauds, and whatever passions are akin to these, which, defiling the soul that came into being according to the image of Him Who created it, by nature darken its beauty. Again, we call evil that which is toilsome and painful to us with respect to perception: sickness of body, and wounds of body, and lack of necessities, and disgraces, and losses of property, and bereavements of kinsfolk; each of which is brought upon us by the wise and good Master for our benefit. For wealth He takes away from those who have used it badly, destroying the instrument of their injustice; sickness He brings upon those for whom it is more profitable to have their limbs fettered than to have their impulses towards sinning unhindered; deaths are brought on when the limits of life have been fulfilled, which from the beginning the righteous judgement of God fixed concerning each person, as He foresaw from afar what is beneficial concerning each of us; and famines and droughts and excessive rains are certain common plagues of cities and nations, chastising the excess of evil. Just as the physician, therefore, is a benefactor, even if he produces pains and sufferings in the body (for he fights against the disease, not against the patient), so God is good, Who administers salvation for the whole through partial chastisements. Yet you bring no charge against the physician when he cuts some parts, cauterizes others, and removes others altogether from the body; rather, you even pay him money, no doubt, and address him as saviour, because he halts the disease in a small part before the affliction spreads into the whole body. But when you see a city shaken down upon its inhabitants, or a ship with all hands broken apart at sea, you do not hesitate to wag a blasphemous tongue against the true Physician and Saviour. And yet one ought to understand that when human beings are moderately and curably ill, the benefits derived from care are employed; whereas when the affliction is proved stronger than treatment, the removal of what has become useless turns necessary, lest the disease, advancing through continuity, proceed to the vital parts. Just as the physician, therefore, is not the cause of the cutting or of the cautery, but the disease is, so too the destructions of cities, having their origin from the excess of sins committed, absolve God of every blame.
4. Ἀλλ' εἴπερ ἀναίτιος τῶν κακῶν ὁ Θεὸς, φησὶ, πῶς
4. But if indeed God is not the cause of evils, one says, how
Notes, col. 333

On the reading

Printed την, for τὴν.

PG 31:336Read from the page
εἴρηται τὸ, Ἐγὼ ὁ κατασκευάσας φῶς, καὶ ποιήσας σκότος, ποιῶν εἰρήνην καὶ κτίζων κακά; Καὶ πάλιν· Κατέβη, φησὶ, κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλήμ· καί· Οὐκ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε. Καὶ ἐν τῇ μεγάλῃ ᾠδῇ τοῦ Μωϋσέως· Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω· πατάξω, κἀγὼ ἰάσομαι. Ἀλλ' οὐδὲν τούτων τῷ συνιέντι τὸν νοῦν τῆς Γραφῆς κατηγορίαν ἔχει Θεοῦ, ὡς κακῶν αἰτίου καὶ ποιητοῦ· ὁ γὰρ εἰπὼν, ὅτι Ἐγὼ ὁ κατασκευάζων φῶς, καὶ ποιῶν σκότος, τῆς κτίσεως δημιουργὸν ἑαυτὸν διὰ τούτων παρίστησιν, οὐχὶ κακοῦ τινος ποιητήν. Ἵνα τοίνυν μὴ νομίσῃς ἄλλον μὲν εἶναι τοῦ φωτὸς αἴτιον, ἄλλον δὲ τοῦ σκότους, ἑαυτὸν εἶπε τῶν δοκούντων ἐναντίως ἔχειν κατὰ τὴν κτίσιν ποιητὴν καὶ τεχνίτην, ἵνα μὴ ζητήσῃς ἄλλον πυρὸς δημιουργὸν, καὶ ἄλλον ὕδατος, μηδὲ ἄλλον ἀέρος, καὶ ἄλλον γῆς· ἐπειδὴ δοκεῖ πως ἀντικεῖσθαι ἀλλήλοις κατὰ τὴν τῶν ποιοτήτων ἐναντίωσιν. Ὅπερ ἤδη τινὲς παθόντες εἰς πολυθεΐαν ἐτράπησαν. Ποιεῖ δὲ εἰρήνην, καὶ κτίζει κακά. Μάλιστα μὲν εἰρήνην ποιεῖ ἐν σοὶ, ὅταν διὰ τῆς καλῆς διδασκαλίας κατειρηνεύσῃ τὸν νοῦν σου, καὶ διαλλάξῃ τὰ πάθη τὰ πρὸς τὴν ψυχὴν στασιάζοντα· κτίζει δὲ κακά· τουτέστι, μετακοσμεῖ αὐτὰ καὶ εἰς βελτίωσιν ἄγει· ὥστε, ἀποθέμενα τὸ εἶναι κακὰ, τὴν τοῦ καλοῦ φύσιν μεταλαβεῖν. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Οὐχὶ νῦν δημιούργησον, ἀλλὰ τὴν ἐκ τῆς κακίας παλαιωθεῖσαν ἀνακαίνισον. Καὶ, Ἵνα τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον. Τὸ, κτίσῃ, οὐχ ἵνα ἐκ τοῦ μὴ ὄντος παραγάγῃ, ἀλλ' ἵνα τοὺς ὄντας μετακοσμήσῃ. Καὶ, Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις. Καὶ πάλιν ὁ Μωϋσῆς· Οὐκ αὐτὸς οὗτος ὅ σου πατὴρ ἐκτήσατό σε, καὶ ἐποίησέ σε, καὶ ἔκτισέ σε; Σαφῶς γὰρ ἐνταῦθα μετὰ τὴν ποίησιν ἡ κτίσις ταχθεῖσα διδάσκει ἡμᾶς, ὅτι ἐπὶ τῆς βελτιώσεως τέτακται, ὡς τὰ πολλὰ, τὸ τῆς κτίσεως ὄνομα. Ὥστε Ποιῶν εἰρήνην, οὕτω ποιεῖ τὴν εἰρήνην, ἐκ τοῦ τὰ κακὰ κτίζειν· τουτέστι, μεταποιεῖν, καὶ εἰς βελτίωσιν ἄγειν. Ἔπειτα μέντοι, κἂν εἰρήνην νοήσῃς τὴν ἐκ τῶν πολέμων ἄδειαν, καὶ κακὸν εἴπῃς τὰ ἀκολουθοῦντα τοῖς πολεμοῦσιν ἐπίπονα, ἐκστρατείας ὑπερορίους, πόνους, ἀγρυπνίας, ἀγωνίας, ἱδρῶτας, τραύματα, σφαγὰς, πόλεων ἁλώσεις, ἀνδραποδισμοὺς, ἀπαγωγὰς, τὰ ἐλεεινὰ τῶν ἁλόντων θεάματα, καὶ ἁπλῶς ὅσα λυπηρὰ τοῖς πολέμοις ἀκολουθεῖ, λέγομεν κρίσει Θεοῦ δικαίᾳ γενέσθαι, τοῖς ἀξίοις κολάσεως διὰ τῶν πολέμων τὰς
has it been said, "I am He Who fashioned light, and made darkness, making peace and creating evils"? And again: "Evils came down," it says, "from the Lord upon the gates of Jerusalem"; and: "There is no evil in a city which the Lord did not make." And in the great Ode of Moses: "See, see that I am He, and there is no God beside Me; I will slay, and I will make to live; I will strike, and I will heal." Yet none of these things, for one who understands the mind of Scripture, holds an accusation against God as cause and maker of evils; for He Who said, "I am He Who fashions light, and makes darkness," presents Himself through these words as Craftsman of creation, not as maker of any evil. Lest, therefore, you should suppose one to be the cause of light and another of darkness, He called Himself Maker and Artificer of the things in creation that seem to stand in opposition, lest you seek one craftsman of fire, and another of water, or another of air, and another of earth, inasmuch as they seem somehow to be opposed to one another by the contrariety of their qualities: experiencing which very thing, certain men have already turned aside into polytheism. And "He makes peace, and creates evils." Above all, He makes peace in you whenever through good teaching He brings peace to your mind and reconciles the passions that rebel against the soul; and He "creates evils": that is, He reshapes them and leads them unto improvement, so that, laying aside their being evil, they may partake of the nature of the good. "Create a clean heart in me, O God": not "frame it now for the first time," but "renew that which has grown old through wickedness." And, "That He might create the two into one new man": the word "create" does not mean that He might bring forth out of non-being, but that He might reshape those who exist. And, "If anyone is in Christ, he is a new creation." And again Moses: "Did not this your Father Himself acquire you, and make you, and create you?" For clearly here "creation," placed after "making," teaches us that the term "creation" is for the most part set down with reference to improvement. Consequently, in "making peace," He makes peace in this way: out of "creating evils," that is, transforming them and leading them unto improvement. Furthermore, even if by peace you understand freedom from wars, and call evil the hardships that attend those who wage war—campaigns beyond the borders, labours, sleepless nights, agonies, sweat, wounds, slaughters, captures of cities, enslavements, deportations, the pitiable spectacles of captives, and simply all the grievous things that attend wars—we say that they come to pass by the righteous judgement of God, bringing through wars upon those worthy of chastisement the
PG 31:337Read from the page
τιμωρίας ἐπάγοντος. Ἢ σὺ ἐβούλου μὴ καταπρησθῆναι τὰ Σόδομα μετὰ τὰς ἀνοσιουργίας ἐκείνας; ἢ μὴ καταστραφῆναι τὴν Ἱερουσαλὴμ, μηδὲ ἐρημωθῆναι τὸν ναὸν, μετὰ τὴν φρικτὴν κατὰ τοῦ Κυρίου τῶν Ἰουδαίων ἀπόνοιαν; Γενέσθαι δὲ ταῦτα πῶς ἄλλως δίκαιον ἦν, καὶ οὐχὶ διὰ τῶν Ῥωμαϊκῶν χειρῶν, αἷς παρέδωκαν τὸν Κύριον ἡμῶν οἱ ἐχθροὶ τῆς ζωῆς ἑαυτῶν Ἰουδαῖοι; Ὥστε ἔστι ποτὲ καὶ δικαίως τὰ ἐκ τοῦ πολέμου κακὰ τοῖς ἀξίοις ἐπενεχθῆναι. Καὶ τὸ, Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω, δέχου μὲν, εἰ βούλει, κατὰ τὸ πρόχειρον τῆς ἐννοίας. Οἰκοδομεῖ γὰρ ὁ φόβος τοὺς ἁπλουστέρους. Πατάξω, κἀγὼ ἰάσομαι. Καὶ τοῦτο χρήσιμον αὐτόθεν νοούμενον· τῆς μὲν πληγῆς ἐμποιούσης τὸν φόβον, τῆς δὲ ἰάσεως εἰς τὴν ἀγάπην προτρεπομένης. Ἔξεστί γε μήν σοι καὶ ὑψηλότερον διανοηθῆναι περὶ τῶν εἰρημένων. Ἐγὼ ἀποκτενῶ, τῇ ἁμαρτίᾳ· καὶ ζῆν ποιήσω, τῇ δικαιοσύνῃ. Ὅσον γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνακαινοῦται. Οὐκ ἄλλον οὖν ἀποκτείνει, καὶ ἄλλον ζωοποιεῖ· ἀλλὰ τὸν αὐτὸν, δι' ὧν ἀποκτείνει, ζωοποιεῖ· καὶ δι' ὧν πατάσσει, ἰᾶται, κατὰ τὴν Παροιμίαν τὴν λέγουσαν, ὅτι Σὺ μὲν πατάξεις αὐτὸν ῥάβδῳ, τὴν δὲ ψυχὴν αὐτοῦ ἐκ θανάτου ῥύσῃ. Οὐκοῦν πατάσσεται μὲν σὰρξ, ἵνα ἰαθῇ ψυχή· θανατοῦται δὲ ἁμαρτία, ἵνα ζήσῃ δικαιοσύνη. Τὸ δὲ, Κατέβη κακὰ παρὰ Κυρίου ἐπὶ πύλας Ἱερουσαλὴμ, αὐτόθεν ἔχει τὴν ἐξήγησιν. Ποῖα κακά; Ψόφος ἁρμάτων καὶ ἱππευόντων. Ὅταν δὲ ἀκούσῃς, Οὐκ ἔστι κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησε· νόει τῆς κακίας τὸ ὄνομα· ὅτι τὴν προσαγομένην κάκωσιν τοῖς ἁμαρτάνουσιν ἐπὶ διορθώσει τῶν πλημμελημάτων ὁ λόγος αἰνίσσεται. Ἐκάκωσα γάρ σε, φησὶ, καὶ ἐλιμαγχόνησα, ἵνα εὖ σε ποιήσω· πρὶν εἰς ἄμετρον ἐκχυθῆναι τὴν ἀδικίαν ἱστῶν, ὥσπερ ῥεῦμα ἕρκει τινὶ κρατερῷ καὶ διαφράγματι κατεχόμενον.
punishments. Or did you wish Sodom not to have been burned down after those impious deeds? Or Jerusalem not to have been overthrown, nor the temple laid waste, after the shuddering madness of the Jews against the Lord? And how else was it just for these things to come to pass than through Roman hands, into which the Jews, enemies of their own life, delivered up our Lord? Consequently it is sometimes even just that the evils arising from war be brought upon those who deserve them. And the saying, "I will slay, and I will make to live," accept indeed, if you will, according to the obvious sense of the thought; for fear builds up the simpler sort. "I will strike, and I will heal": this too is profitable when understood straightway, since the blow produces fear, while the healing urges on towards love. Yet it is certainly open to you also to conceive more loftily concerning what has been said: "I will slay," unto sin; "and I will make to live," unto righteousness. "For in so far as our outer man is corrupted, by so much is our inner man renewed." He does not, therefore, slay one man and make another alive; rather, He makes the very same man alive through the things whereby He slays him, and heals him through the things whereby He strikes him, according to the Proverb which says that "You indeed shall strike him with a rod, and shall deliver his soul from death." Accordingly, flesh is struck so that soul may be healed; and sin is put to death so that righteousness may live. And the saying, "Evils came down from the Lord upon the gates of Jerusalem," has its explanation straightway. What sort of evils? The noise of chariots and horsemen. And when you hear, "There is no evil in a city which the Lord did not make," understand the name "evil": that the word hints at the affliction brought upon sinners for the correction of their offences. "For I afflicted you," He says, "and wasted you with hunger, in order to do you good"—halting injustice before it pours out beyond measure, like a stream held back by some strong barrier and partition.
5. Διὰ ταῦτα νόσοι πόλεων καὶ ἐθνῶν, ἀέρων αὐχμοὶ καὶ ἀφορίαι γῆς, καὶ αἱ κατὰ τὸν βίον ἑκάστῳ τραχύτεραι περιπτώσεις, τῆς κακίας τὴν αὔξησιν περικόπτουσαι. Ὥστε τὰ τοιαῦτα κακὰ παρὰ Θεοῦ γίνεται, τῶν ἀληθινῶν κακῶν τὴν γένεσιν ἐξαιροῦντα. Αἵ τε γὰρ κατὰ τὸ σῶμα κακώσεις, καὶ τὰ ἐκτὸς ἐπίπονα, πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπινενόηνται. Ἀναιρεῖ τοίνυν τὸ κακὸν ὁ Θεός· οὐχὶ δὲ τὸ κακὸν ἐκ τοῦ Θεοῦ· ἐπεὶ καὶ ὁ ἰατρὸς ἐξαιρεῖ τὴν νόσον, ἀλλ' οὐχὶ νόσον ἐμβάλλει τῷ σώματι. Πόλεων δὲ ἀφανισμοὶ, σεισμοί τε καὶ ἐπικλύσεις, καὶ στρατοπέδων ἀπώλειαι, καὶ ναυάγια, καὶ πᾶσαι πολυάνθρωποι φθοραὶ, εἴτε ἐκ γῆς, εἴτε ἐκ θαλάσσης, εἴτε ἐξ ἀέρος, ἢ πυρὸς, ἢ ἐξ ὁποιασοῦν αἰτίας ἐπιγινόμεναι, εἰς τὸν τῶν ὑπολειπομένων σωφρονισμὸν γίνονται, τὴν πάνδημον πονηρίαν δημοσίαις μάστιξι τοῦ Θεοῦ σωφρονίζοντος. Τὸ μὲν οὖν κυρίως κακὸν ἡ ἁμαρτία, ὅπερ μάλιστά ἐστι τῆς τοῦ κακοῦ προσηγορίας ἄξιον,
5. On this account come diseases of cities and nations, droughts of the air and barrennesses of the earth, and the harsher vicissitudes that befall each person in life, cutting back the growth of wickedness. Consequently such evils come to pass from God, removing the generation of true evils. For both bodily afflictions and external hardships have been devised for the restraint of sin. God, therefore, does away with evil, and evil is not from God; since the physician too removes disease, and does not implant disease in the body. And destructions of cities, earthquakes and floods, and routs of armies, and shipwrecks, and all destructions of multitudes of people, whether arising from earth, or from sea, or from air, or fire, or from whatever cause, come to pass for the chastening of the survivors, as God chastens public wickedness with public scourges. Now evil in the proper sense, namely sin, which is above all worthy of the appellation of evil,
PG 31:340Read from the page
ἐκ τῆς ἡμετέρας προαιρέσεως ἤρτηται, ἐφ' ἡμῖν ὄντος ἢ ἀπέχεσθαι τῆς πονηρίας, ἢ μοχθηροῖς εἶναι· τῶν δὲ λοιπῶν τὰ μὲν ὡς ἀγωνίσματα εἰς ἐπίδειξιν ἀνδρείας προβάλλεται, ὡς τῷ Ἰὼβ ἡ τῶν παίδων στέρησις, ὁ τοῦ πλούτου παντὸς ἐν μιᾷ καιροῦ ῥοπῇ ἀφανισμὸς, ἡ διὰ τοῦ ἕλκους πληγή· τὰ δὲ ὡς θεραπεία τῶν ἡμαρτημένων, ὡς τῷ Δαβὶδ ἡ περὶ τὸν οἶκον αἰσχύνη, παρανόμου ἐπιθυμίας δίκας ἀποτιννύντι. Καὶ πάλιν κατενοήσαμεν ἄλλο τι εἶδος τῶν φοβερῶν παρὰ τῆς δικαίας τοῦ Θεοῦ κρίσεως ἐπαγόμενον, ἐπὶ τῷ σωφρονεστέρους ποιῆσαι τοὺς πρὸς ἁμαρτίαν εὐολισθήτους· ὡς ὁ Δαθὰν καὶ Ἀβειρὼν ὑπὸ τῆς γῆς κατεπόθησαν, βαράθρων αὐτοῖς καὶ χασμάτων ὑποῤῥαγέντων. Ἐνταῦθα γὰρ οὐκ αὐτοί τι τῷ τοιούτῳ τρόπῳ τῆς κολάσεως βελτίους γεγόνασι (πῶς γὰρ οἱ καταβάντες εἰς ᾅδου;), ἀλλὰ τοὺς λοιποὺς σωφρονεστέρους τῷ ὑποδείγματι πεποιήκασιν. Οὕτω καὶ Φαραὼ κατεποντίσθη πανστρατιᾷ. Οὕτως ἐξετρίβησαν οἱ προενοικοῦντες τὴν Παλαιστίνην. Ὥστε, κἂν λέγῃ ποτὲ ὁ Ἀπόστολος, Σκεύη ὀργῆς κατηρτισμένα εἰς ἀπώλειαν, μὴ κατασκευήν τινα πονηρὰν οἰηθῶμεν εἶναι τοῦ Φαραὼ (οὕτω γὰρ ἐπὶ τὸν κατασκευάσαντα δικαιότερον ἡ αἰτία μετενεχθήσεται)· ἀλλ' ὅταν ἀκούσῃς σκεύη, νόει, ὅτι πρός τι χρήσιμον ἕκαστος ἡμῶν πεποίηται. Καὶ ὥσπερ ἐν τῇ μεγάλῃ οἰκίᾳ τὸ μέν τοι χρυσοῦν ἐστι σκεῦος, τὸ δὲ ἀργυροῦν, τὸ δὲ ὀστράκινον, τὸ δὲ ξύλινον (τῆς προαιρέσεως ἑκάστου τὴν πρὸς τὰς ὕλας ὁμοιότητα παρεχομένης· καὶ χρυσοῦν μὲν ἔστι σκεῦος ὁ καθαρὸς τὸν τρόπον καὶ ἄδολος· ἀργυροῦν δὲ, ὁ ὑποδεέστερος ἐκείνου κατὰ τὴν ἀξίαν· ὀστράκινον δὲ, ὁ τὰ γήινα φρονῶν καὶ πρὸς συντριβὴν ἐπιτήδειος· καὶ ξύλινον, ὁ εὐκόλως διὰ τῆς ἁμαρτίας καταῤῥυπούμενος καὶ ὕλη γινόμενος τῷ αἰωνίῳ πυρί)· οὕτω καὶ ὀργῆς σκεῦος, ὁ πᾶσαν τὴν τοῦ διαβόλου ἐνέργειαν, ὥσπερ ἀγγεῖον, χωρήσας, καὶ διὰ τὴν ἐγγενομένην αὐτῷ ἐκ τῆς φθορᾶς δυσωδίαν οὐκέτι ἀχθῆναι πρὸς χρῆσιν δυνάμενος, ἀλλ' ἀφανισμοῦ μόνου καὶ ἀπωλείας ἄξιος. Διόπερ, ἐπειδὴ ἔδει συντριβῆναι αὐτὸν, ὁ φρόνιμος καὶ σοφὸς τῶν ψυχῶν οἰκονόμος
depends upon our deliberate choice, it being in our power either to abstain from wickedness or to be depraved; while of the rest, some are put forward as contests for a display of courage, as for Job the bereavement of his children, the wiping out of all his wealth in a single turn of a moment, the blow inflicted through the ulcer; and others as a healing of sins committed, as for David the shame concerning his household, when he paid the penalties of unlawful desire. And again, we have observed another kind of fearful things brought on from the righteous judgement of God, with a view to making more sober-minded those who slip easily into sin: as Dathan and Abiron were swallowed up by the earth when pits and chasms burst open beneath them. For here they themselves did not become any better by such a manner of chastisement (for how could those who went down into Hades?), yet by their example they made the rest more sober-minded. Thus too Pharaoh was plunged into the sea with all his host. Thus those who previously inhabited Palestine were wiped out. Consequently, even if the Apostle sometimes says, "Vessels of wrath fitted for destruction," let us not suppose that there was some evil framing of Pharaoh (for thus the blame will more justly be transferred to Him Who framed him); rather, when you hear "vessels," understand that each of us has been made for something useful. And just as in the great house one vessel indeed is golden, another silver, another earthen, and another wooden (the deliberate choice of each person supplying the likeness to the materials: and a golden vessel is he who is pure in character and guileless; a silver one, he who is inferior to that man in worth; an earthen one, he who minds earthly things and is fit for shattering; and a wooden one, he who is easily defiled through sin and becomes fuel for the eternal fire), so too a vessel of wrath is he who, like a jar, has taken in all the working of the devil, and on account of the stench engendered in him from corruption can no longer be brought to any use, but is worthy of obliteration and destruction alone. Wherefore, since it was necessary that he be shattered, the wise and prudent Steward of souls
PG 31:341Read from the page
διῳκήσατο αὐτὸν περιφανῆ γενέσθαι καὶ πᾶσιν ἐξάκουστον, ἵνα ἄλλοις γοῦν ὠφέλιμος διὰ τοῦ πάθους γένηται, ἐπειδὴ αὐτὸς ὑπὸ τῆς ἄγαν κακίας ἀνίατος ἦν. Ἐσκλήρυνε δὲ αὐτὸν, τῇ μακροθυμίᾳ καὶ τῇ τῆς τιμωρίας ἀναβολῇ ἐπιτείνων αὐτοῦ τὴν κακίαν, ἵνα, εἰς τὸν ἔσχατον ὅρον αὐξηθείσης αὐτοῦ τῆς πονηρίας, τὸ δίκαιον ἐπ' αὐτῷ τῆς θείας κρίσεως διαφανῇ. Διὰ τοῦτο ἀπὸ μικροτέρων πληγῶν ἀεὶ προστιθεὶς καὶ ἐπιτείνων τὰς μάστιγας, οὐκ ἐμάλαξεν αὐτοῦ τὸ ἀνυπότακτον, ἀλλ' εὕρισκεν αὐτὸν καὶ τῆς ἀνοχῆς τοῦ Θεοῦ καταφρονοῦντα, καὶ τοῖς ἐπαγομένοις αὐτῷ δεινοῖς ὑπὸ τῆς συνηθείας ἐμμελετήσαντα. Καὶ οὐδὲ οὕτως αὐτὸν παρέδωκε τῷ θανάτῳ, ἕως αὐτὸς ἑαυτὸν ἐποίησεν ὑποβρύχιον, ἐν τῇ ὑπερηφανίᾳ τῆς καρδίας αὐτοῦ τῆς τῶν δικαίων πορείας κατατολμήσας, καὶ νομίσας ὥσπερ τῷ λαῷ τοῦ Θεοῦ, οὕτω καὶ αὐτῷ βάσιμον ἔσεσθαι τὴν Ἐρυθρὰν θάλασσαν. Ταῦτα δὴ οὖν εἰδὼς παρὰ Θεοῦ, καὶ διῃρημένα ἔχων παρὰ σεαυτῷ τοῦ κακοῦ τὰ εἴδη, καὶ εἰδὼς τί μὲν τὸ ὄντως κακὸν, ὅτι ἡ ἁμαρτία, ἧς τὸ τέλος ἀπώλεια· τί δὲ τὸ δοκοῦν μὲν κακὸν διὰ τὸ τῆς αἰσθήσεως ἀλγεινὸν, ἀγαθοῦ δὲ δύναμιν ἔχον, ὡς αἱ κακώσεις αἱ πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἐπαγόμεναι, ὧν οἱ καρποὶ σωτηρία ψυχῶν αἰώνιος· παῦσαι δυσαρεστούμενος ταῖς θείαις οἰκονομίαις· ὅλως δὲ μήτε Θεὸν αἴτιον ἡγοῦ τῆς ὑπάρξεως τοῦ κακοῦ, μήτε ἰδίαν ὑπόστασιν τοῦ κακοῦ εἶναι φαντάζου. Οὐ γάρ ἐστιν ὑφεστὼς, ὥσπερ τι ζῶον, ἡ πονηρία· οὔτε οὐσίαν αὐτῆς ἐνυπόστατον παραστῆσαι ἔχομεν. Στέρησις γὰρ ἀγαθοῦ ἐστι τὸ κακόν. Ὀφθαλμὸς ἐκτίσθη· τυφλότης δὲ τῇ ἀπωλείᾳ τῶν ὀφθαλμῶν ἐπεγένετο. Ὥστε, εἰ μὴ ἦν φθαρτῆς φύσεως ὁ ὀφθαλμὸς, οὐκ ἂν ἔσχεν ἡ τυφλότης παρείσδυσιν. Οὕτω καὶ τὸ κακὸν οὐκ ἐν ἰδίᾳ ὑπάρξει ἐστὶν, ἀλλὰ τοῖς τῆς ψυχῆς πηρώμασιν ἐπιγίνεται. Οὔτε γὰρ ἀγέννητόν ἐστιν, ὡς ὁ τῶν ἀσεβῶν λόγος, ὁμότιμον ποιούντων τῇ ἀγαθῇ φύσει τὴν πονηρὰν, εἴπερ ἀμφότερα ἄναρχα καὶ γενέσεώς ἐστιν ἀνώτερα· οὔτε μὴν γεννητόν. Εἰ γὰρ πάντα ἐκ τοῦ Θεοῦ, πῶς τὸ κακὸν ἐκ τοῦ ἀγαθοῦ; Οὐδὲ γὰρ τὸ αἰσχρὸν ἀπὸ τοῦ καλοῦ, οὔτε ἡ κακία ἀπὸ τῆς ἀρετῆς. Ἀνάγνωθι τὴν κοσμοποιίαν, καὶ εὑρήσεις, ὅτι ἐκεῖ Πάντα καλὰ, καὶ καλὰ λίαν. Οὐ τοίνυν τὸ κακὸν τοῖς καλοῖς συνεκτίσθη. Ἀλλ' οὐδὲ ἡ νοητὴ κτίσις, γενομένη παρὰ τοῦ Δημιουργοῦ, ἀναμεμιγμένη τῇ πονηρίᾳ εἰς τὸ εἶναι παρήχθη. Εἰ γὰρ τὰ σωματικὰ οὐκ ἔσχεν ἐν ἑαυτοῖς τὸ κακὸν συγκτι-
arranged for him to become conspicuous and heard of by all, so that through his suffering he might at least become profitable to others, since through his excessive malice he himself was incurable. And He hardened him, intensifying his malice by His long-suffering and by the postponement of punishment, so that, when his wickedness had increased to the utmost limit, the justice of the divine judgement upon him might shine forth. On this account, starting from lesser blows and continually adding and intensifying the scourges, He did not soften his unruliness, but found him both despising the forbearance of God and grown accustomed through habit to the terrors brought upon him. And not even thus did He hand him over to death, until he himself plunged himself beneath the waves, having dared in the arrogance of his heart upon the journey of the righteous, and having supposed that, just as for the people of God, so also for himself the Red Sea would be passable. Knowing these things, therefore, from God, and keeping the kinds of evil distinguished within yourself, and knowing what is truly evil—namely sin, whose end is destruction—and what appears to be evil because of the painfulness of sensation, yet has the power of good, such as the afflictions brought on for the restraint of sin, whose fruits are the eternal salvation of souls: cease being displeased with the divine dispensations; and altogether neither deem God the cause of the existence of evil, nor imagine that there is an independent subsistence of evil. For wickedness is not something subsistent, like some living creature; nor can we set forth any hypostatic substance of it. For evil is the privation of good. An eye was created; and blindness arose through the loss of the eyes. Consequently, if the eye had not been of a corruptible nature, blindness would not have had admission. Thus evil too does not exist in an independent existence, but supervenes upon the maimings of the soul. For neither is it unbegotten, as the account of the ungodly has it, who make the wicked nature equal in honour to the good, seeing that both are without beginning and superior to generation; nor yet is it begotten. For if all things are from God, how is evil from the good? For neither is the base from the noble, nor vice from virtue. Read the account of the creation of the world, and you will find that there, All things were good, and exceedingly good. Evil, therefore, was not created together with good things. Yet neither was the intelligible creation, coming into being from the Creator, brought forward into existence mingled with wickedness. For if bodily things did not have in themselves evil created