Migne Reading Room

PG 31 · cols. 284–293 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:284Read from the page
2. Ἀλλὰ τί χρήσῃ τῷ πλούτῳ; Ἐσθῆτι πολύτιμήτῳ περιβαλεῖς σεαυτόν; Οὐκοῦν δύο μέν σοι πηχῶν χιτωνίσκος ἀρκέσει, ἑνὸς δὲ ἱματίου περιβολὴ πᾶσαν τῶν ἐνδυμάτων ἐκπληρώσει τὴν χρείαν. Ἀλλ' εἰς τροφὴν καταχρήσῃ τῷ πλούτῳ; Εἷς ἄρτος ἱκανὸς ἀποπληρῶσαι γαστέρα. Τί οὖν λυπῇ; ὡς τίνος στερούμενος; δόξης τῆς ἀπὸ τοῦ πλούτου; Ἀλλ' ἐὰν μὴ χαμαὶ ζητήσῃς τὴν δόξαν, εὑρήσεις τὴν ἀληθινὴν ἐκείνην καὶ λαμπρὰν προάγουσάν σε ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἀλλ' αὐτὸ τὸ ἔχειν τὸν πλοῦτον ἀγαπητόν ἐστι, κἂν μηδὲν ἀπ' αὐτοῦ περιγίνηται ὄφελος. Ὅτι μὲν οὖν ἀνόητός ἐστιν ἡ τῶν ἀχρήστων σπουδὴ, παντὶ γνώριμον. Πλὴν ἀλλὰ παράδοξον ἴσως φανεῖταί σοι ὃ μέλλω λέγειν· παντὸς δέ ἐστιν ἀληθέστερον. Σκορπιζόμενος ὁ πλοῦτος, καθ' ὃν ὁ Κύριος ὑποτίθεται τρόπον, πέφυκε παραμένειν· συνεχόμενος δὲ, ἀλλοτριοῦσθαι. Ἐὰν φυλάσσῃς, οὐχ ἕξεις· ἐὰν σκορπίσῃς, οὐκ ἀπολεῖς· Ἐσκόρπισε γὰρ, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αιῶνα. Ἀλλ' οὐ γὰρ ἱματίων ἕνεκεν οὐδὲ τροφῶν ὁ πλοῦτός ἐστι τοῖς πολλοῖς περισπούδαστος, ἀλλά τις ἐπινενόηται μεθοδεία τῷ διαβόλῳ, μυρίας τοῖς πλουσίοις δαπάνης ἀφορμὰς ὑποβάλλουσα, ὥστε τὰ περιττὰ καὶ ἄχρηστα ὡς ἀναγκαῖα σπουδάζεσθαι, μηδὲν δὲ αὐτοῖς ἐξαρκεῖν πρὸς τὴν τῶν ἀναλωμάτων ἐπίνοιαν. Καταμερίζουσι γὰρ τὸν πλοῦτον πρός τε τὴν παροῦσαν χρείαν, καὶ πρὸς τὴν μέλλο⟨…⟩σαν· καὶ τὸν μὲν ἑαυτοῖς, τὸν δὲ παισὶν ἀποτίθενται. Εἶτα καὶ διαιροῦσι τὸν αὐτὸν εἰς ἀφορμὰς δαπάνης ποικίλης. Οἷαι γὰρ αὐτῶν αἱ διατάξεις, ἄκουσον. Ἔστω, φησὶν, ὁ μὲν ἐν χρήσει πλοῦτος, ὁ δὲ ἀπόθετος· καὶ ὁ ταῖς χρείαις ὑπηρετούμενος ὑπερβαινέτω τῶν ἀναγκαίων τὸν ὅρον· οὗτος πρὸς τὰς κατ' οἶκον πολυτελείας παρέστω, ἐκεῖνος πρὸς τὰς ἔξωθεν φαντασίας ὑπηρετείτω· ὁ μὲν ὁδοιποροῦντι χορηγείτω τὴν πολυτέλειαν, ὁ δὲ ἐφ' ἑστίας μένοντι λαμπρὸν καὶ περίβλεπτον κατασκευαζέτω τὸν βίον· ὥστε μοι θαυμάζειν ἔπεισι τῶν περιττῶν τὴν ἐπίνοιαν. Ὀχήματά ἐστι μυρία, τὰ μὲν σκευαγωγοῦντα. τὰ δὲ αὐτοὺς περιφέροντα, χαλκῷ καὶ ἀργύρῳ κεκα-
2. Yet to what use will you put your wealth? Will you clothe yourself in costly raiment? Surely a tunic of two cubits will suffice you, and the wrap of a single cloak will fulfil every need of clothing. Or will you spend your wealth upon food? One loaf is sufficient to fill the belly. Why then do you grieve? As being deprived of what? Of the glory that comes from wealth? Yet if you do not seek glory upon the ground, you will find that true and radiant glory leading you forward in the kingdom of the heavens. Nay, the very possessing of wealth is desirable, even if no benefit accrues from it. Now that the pursuit of useless things is senseless is well known to everyone. Nevertheless what I am about to say will perhaps appear paradoxical to you; yet it is truer than anything. Wealth, when scattered abroad in the manner the Lord enjoins, naturally abides; when held fast, however, it passes to others. If you guard it, you will not have it; if you scatter it, you will not lose it: For he has scattered abroad, he has given to the poor; his righteousness abides unto the age. Yet it is not for the sake of garments or of food that wealth is so eagerly sought by most men; rather, a certain artifice has been devised by the devil, suggesting to the rich ten thousand occasions of expenditure, so that superfluous and useless things are pursued as though necessary, and nothing suffices them for the invention of outlays. For they parcel out their wealth both for present need and for future need; and part they lay aside for themselves, part for their children. Then they divide the same wealth again into occasions of varied expenditure. Hear indeed what sort of dispositions they make. Let part of our wealth, says one, be in use, and part laid away; and let that which ministers to our needs surpass the bound of necessities; let this portion stand ready for domestic luxuries, let that portion minister to outward displays; let the one supply luxury to us when travelling abroad, and let the other furnish a splendid and conspicuous life when remaining at our hearth; so that it comes over me to marvel at their invention of superfluities. Countless are the carriages, some carrying baggage, others bearing the men themselves, with bronze and silver
Notes, col. 284

On the reading

Printed πολύτιμήτῳ, for πολυτιμήτῳ.

Printed αιῶνα, for αἰῶνα.

Printed σκευαγωγοῦντα., for σκευαγωγοῦντα,.

PG 31:285Read from the page
λυμμένα. Ἵπποι παμπληθεῖς, καὶ οὗτοι γενεαλογούμενοι ἀπὸ εὐγενείας πατέρων, ὥσπερ οἱ ἄνθρωποι. Οἱ μὲν τρυφῶντας αὐτοὺς κατὰ τὴν πόλιν περιφέρουσιν· ἄλλοι συνθηρεύουσιν, ἄλλοι πρὸς ὁδοιπορίαν ἐξησκημένοι. Χαλινοὶ καὶ ζῶναι καὶ περιδέῤῥαια, πάντα ἀργυρᾶ, πάντα χρυσόπαστα. Τάπητες ἀλουργοὶ, κοσμοῦντες τοὺς ἵππους ὥσπερ νυμφίους· ἡμιόνων πλῆθος, κατὰ χρόαν διῃρημένων· ἡνίοχοι τούτων, αλλήλων διάδοχοι, οἱ προτρέχοντες, οἱ παρεπόμενοι. Τῶν ἄλλων οἰκετῶν ἀριθμὸς ἄπειρος πρὸς πᾶσαν αὐτοῖς πολυτέλειαν ἐξαρκῶν· ἐπίτροποι, ταμίαι, γεωργοὶ, παντοδαπῆς ἔμπειροι τέχνης, τῆς τε ἀναγκαίας καὶ τῆς πρὸς ἀπόλαυσιν καὶ τρυφὴν εὑρημένης· μάγειροι, σιτοποιοὶ, οἰνοχόοι, θηρευταὶ, πλάσται, ζωγράφοι, ἡδονῆς παντοίας δημιουργοί. Ἀγέλαι καμήλων, τῶν μὲν ἀχθοφόρων, τῶν δὲ νομάδων, ἵππων ἀγέλαι, βουκόλια, ποίμνια, συφόρβια, οἱ τούτων νομεῖς, γῆ ἡ πᾶσι τούτοις πρὸς τροφὴν ἐξαρκοῦσα, καὶ ἔτι ταῖς προσόδοις τὸν πλοῦτον αὔξουσα· λουτρὰ ἐν πόλει· λουτρὰ κατ' ἀγρούς· οἶκοι παντοδαποῖς μαρμάροις περιλαμπόμενοι, ὁ μὲν Φρυγίου λίθου, ἄλλος Λακωνικῆς ἢ Θεσσαλικῆς πλακός· καὶ τούτων οἱ μὲν ἐν χειμῶνι θάλποντες, οἱ δὲ ἀναψύχοντες ἐν τῷ θέρει. Ἔδαφος ταῖς ψηφῖσι διηνθισμένον, χρυσὸς ὑπαλείφων τὸν ὄροφον. Ὅσον δὲ τῶν τοίχων διαφεύγει τὴν πλάκα, τοῖς τῆς γραφικῆς ἄνθεσι καλλωπίζεται.
overlaid. Horses in vast multitudes, and these too with pedigrees traced from the nobility of their sires, just like men. Some carry their owners revelling in luxury through the city; others join them in the hunt, others are trained for journeying. Bridles and girths and collars, all of silver, all spangled with gold. Purple saddle-cloths, adorning the horses like bridegrooms; a multitude of mules, sorted by colour; their drivers, succeeding one another in relays, those running ahead, those following beside. Of the remaining household servants a boundless number sufficing them for every luxury: stewards, treasurers, husbandmen, men skilled in every kind of craft, both what is necessary and what has been invented for enjoyment and luxury; cooks, bakers, cupbearers, huntsmen, sculptors, painters, artificers of every sort of pleasure. Herds of camels, some burden-bearing, others pasturing at large; herds of horses, droves of cattle, flocks of sheep, herds of swine, the herdsmen over these; land sufficing to feed all these, and furthermore increasing their wealth by its revenues; baths in the city; baths in the countryside; houses gleaming all around with marbles of every kind, one of Phrygian stone, another of Laconian or Thessalian slab; and of these houses, some warming in winter, others cooling in summer. A pavement variegated with mosaic tesserae, gold gilding the ceiling. And whatever part of the walls escapes the marble slab is beautified with the blossoms of the painter's art.
3. Ἐπειδὰν δὲ εἰς μυρία διασπώμενος ο πλοῦτος ἔτι περιττεύῃ, κατὰ γῆς ὠθεῖται, καὶ ἐν ἀποῤῥήτοις φυλάττεται. Ἄδηλον γὰρ τὸ μέλλον, μήπου τινὲς ἀδόκητοι ἡμᾶς καταλάβωσι χρεῖαι. Ἄδηλον μὲν οὖν, εἰ ἥξεις πρὸς τὴν χρείαν τοῦ κατορωρυγμένου χρυσίου· οὐκ ἄδηλος δὲ ἡ ζημία τῆς ἀπανθρωπίας τῶν τρόπων. Ὅτε γὰρ οὐκ ἠδυνήθης ταῖς μυρίαις ἐπινοίαις ἐκδαπανῆσαι τὸν πλοῦτον, τότε αὐτὸν εἰς τὴν γῆν ἀπεκρύψω. Μανία δεινὴ, ἕως μὲν ἐν μετάλλοις ἦν ὁ χρυσὸς, ἀνερευνᾷν τὴν γῆν· ὅτε δὲ φανερὸς ἐγένετο, πάλιν ἐν τῇ γῇ αὐτὸν ἀφανίζειν. Εἶτα, οἶμαι, συμβαίνει σοι κατορύσσοντι τὸν πλοῦτον συγκατορύσσειν καὶ τὴν καρδίαν· Ὅπου γὰρ ὁ θησαυρός σου, φησὶν, ἐκεῖ καὶ ἡ καρδία. Διὰ τοῦτο λυποῦσιν αἱ ἐντολαί· ἀβίωτον γὰρ ἑαυτοῖς τὸν βίον τίθενται, μὴ ταῖς ἀνωφελέσι δαπάναις ἐνασχολούμενοι. Καί μοι δοκεῖ τὸ πάθος τοῦ νεανίσκου, ἢ τῶν παραπλησίων αὐτῷ, παρόμοιον εἶναι, ὥσπερ ἂν εἴ τις ὁδοιπόρος ἐπιθυμίᾳ πόλεώς τινος συντόνως τὴν μέχρις αὐτῆς ὁδὸν διανύσας, εἶτα αὐτοῦ που περὶ τὰ πρὸ τῶν τειχῶν καταλύσειε πανδοχεῖα, ὄκνῳ μικρᾶς κινήσεως τόν τε προϋπάρξαντα πόνον ἀχρειῶν, καὶ τῆς ἱστορίας τῶν ἐν τῇ πόλει καλῶν ἑαυτὸν ἀποκλείων. Τοιοῦτοί εἰσιν οἱ τὰ μὲν ἄλλα ποιεῖν καταδεχόμενοι, ἀντιβαίνοντες δὲ πρὸς τὴν τῶν ὑπαρχόντων ἀπόθεσιν.
3. And whenever wealth, though torn apart into ten thousand uses, still overflows, it is thrust beneath the earth and guarded in secret places. For the future is uncertain, lest perchance some unexpected needs overtake us. Uncertain indeed it is whether you will come to need the buried gold; yet not uncertain is the penalty of the inhumanity of your ways. For when you were unable by your ten thousand devices to spend away your wealth, then you hid it away in the earth. Dreadful madness: while gold was in the mines, to ransack the earth; and once it came to light, to hide it away again in the earth. Then, I suppose, it befalls you as you bury your wealth to bury your heart along with it; For where your treasure is, says He, there also is your heart. On this account the commandments cause grief; for men reckon life not worth living for themselves unless they are busied with unprofitable expenditures. And to me the affliction of the young man, or of those like him, seems to be just as if some traveller, out of desire for a certain city, having strenuously completed the road right up to it, should then lodge right there somewhere among the inns outside the walls, through reluctance for a slight movement both rendering his previous labour useless and shutting himself out from beholding the beauties within the city. Such are those who consent to do the other things, yet resist the laying aside of their possessions.
Notes, col. 285

On the reading

Printed ἀλουργοὶ, for ἁλουργοὶ.

Printed αλλήλων, for ἀλλήλων.

Printed ο, for ὁ.

PG 31:288Read from the page
Οἶδα πολλοὺς νηστεύοντας, προσευχομένους, στενάζοντας, πᾶσαν τὴν ἀδάπανον εὐλάβειαν ἐνδεικνυμένους, ὀβολὸν δὲ ἕνα μὴ προϊεμένους τοῖς θλιβομένοις. Τί ὄφελος τούτοις τῆς λοιπῆς ἀρετῆς; Οὐ γὰρ παραδέχεται αὐτοὺς ἡ βασιλεία τῶν οὐρανῶν· διότι Εὐκοπώτερον, φησὶ, κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλ' ἡ μὲν ἀπόφασις οὕτως ἐναργὴς, καὶ ὁ εἰπὼν ἀψευδής· οἱ δὲ πειθόμενοι σπάνιοι. Καὶ πῶς βιωσόμεθα πάντα ἀποκτησάμενοι; φησί· τί δὲ τὸ σχῆμα τοῦ βίου ἔσται, πάντων πωλούντων καὶ πάντων ἀποκτωμένων; Μὴ ἐρώτα με διάνοιαν δεσποτικῶν προσταγμάτων. Οἶδεν ὁ νομοθετήσας καὶ τὸ ἀδύνατον συναρμόσαι τῷ νόμῳ. Σοῦ δὲ ὥσπερ ἐπὶ τρυτάνης δοκιμάζεται ἡ καρδία, πότερον πρὸς τὴν ζωήν τὴν ἀληθινὴν ἢ πρὸς τὴν παροῦσαν ἀπόλαυσιν καταῤῥέπει. Οἰκονομικὴν γὰρ τοῦ πλούτου τὴν χρῆσιν, ἀλλ' οὐκ ἀπολαυτικὴν τοὺς σωφρόνως λογιζομένους νομίζειν προσῆκε· καὶ ἀποτιθεμένους, χαίρειν ὡς ἀλλοτρίων χωριζομένους, ἀλλ' οὐχὶ δυσχεραίνειν ὡς τῶν οἰκείων ἐκπίπτοντας. Τί οὖν λυπῇ; τί καταπενθεῖς τῇ ψυχῇ, ἀκούων· Πώλησόν σου τὰ ὑπάρχοντα; Εἰ μὲν γὰρ ἠκολούθει σοι πρὸς τὸ μέλλον, οὐδὲ οὕτως ἂν ἦν περισπούδαστα, ὑπὸ τῶν ἐκεῖ τιμίων ἐπισκοτούμενα· εἰ δὲ ἀνάγκη μένειν ἐνταῦθα, τί μὴ, πωλήσαντες, τὸ ἀπ' αὐτῶν κέρδος ἀπενεγκώμεθα; Σὺ δὲ, χρυσὸν μὲν διδοὺς, καὶ ἵππον κτώμενος, οὐκ ἀθυμεῖς· φθαρτὰ δὲ προϊέμενος, καὶ βασιλείαν οὐρανῶν ἀντιλαμβάνων, δακρύεις, καὶ ἀρνῇ τὸν αἰτοῦντα, καὶ ἀνανεύεις τὴν δόσιν, μυρίας προφάσεις ἀναλωμάτων ἐπινοῶν.
I know many who fast, pray, groan, display every costless piety, yet do not part with a single obol for the afflicted. What profit is the rest of virtue to these men? For the kingdom of the heavens does not admit them; because It is easier, says He, for a camel to pass through the eye of a needle, than for a rich man into the kingdom of the heavens. Now the pronouncement is thus clear, and He Who spoke it is truthful; yet those who obey are few. And how shall we live once we have divested ourselves of everything? says one; and what will the state of life be when everyone sells and everyone divests himself? Do not ask of me the intent of the Master's injunctions. He Who gave the law knows how to harmonize even what seems impossible with the law. Meanwhile your heart is tested as though upon a balance, whether it inclines towards the true life or towards present enjoyment. For those who reason soberly ought to regard the use of wealth as stewardship, and not as self-indulgence; and when laying it aside, to rejoice as parting from alien things, and not to be vexed as losing their own. Why then do you grieve? Why are you cast down in soul upon hearing: Sell your possessions? For if they followed you towards the life to come, not even so would they deserve eager pursuit, being eclipsed by the precious things there; and if they must needs remain here, why do we not sell them and carry away for ourselves the gain that comes from them? Yet you, when giving gold and acquiring a horse, are not disheartened; whereas when parting with perishable things and receiving in exchange the kingdom of the heavens, you weep, and turn away the petitioner, and refuse the gift, devising ten thousand pretexts of expenditures.
4. Τί ἀποκριθήσῃ τῷ κριτῇ ὁ τοὺς τοίχους ἀμφιεννὺς, ἄνθρωπον οὐκ ἐνδύεις; ὁ τοὺς ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις: ὁ τὸν χρυσὸν κατορύσσων, τοῦ ἀγχομένου καταφρονεῖς; Ἐὰν δὲ δὴ καὶ γυνὴ φιλόπλουτος συνοικῇ, διπλασίων ἡ νόσος· τάς τε γὰρ τρυφὰς ἀναφλέγει; καὶ τὰς φιληδονίας συναύξει, καὶ κέντρα ταῖς περιέργοις ἐπιθυμίαις ἐνίησι, λίθους τινὰς ἐπινοοῦσα, μαργαρίτας
4. What will you answer to the Judge, you who clothe your walls, and do not clothe a fellow man? Who adorn your horses, and overlook your brother in unseemly nakedness? Who let your grain rot away, and do not feed the hungry? Who bury your gold, and despise the man who is being throttled? And if indeed a wealth-loving wife also dwells with you, the malady is twofold: for she kindles luxuries, and swells the love of pleasure, and implants goads for extravagant desires, devising certain stones, pearls
Notes, col. 288

On the reading

Printed ζωήν, for ζωὴν.

Printed τρέφεις:, for τρέφεις;.

Printed ἀναφλέγει;, for ἀναφλέγει,.

PG 31:289Read from the page
καὶ σμαράγδους και υακίνθους, και χρυσὸν, τὸν μὲν χαλκεύουσα, τὸν δὲ ἐξυφαίνουσα, καὶ διὰ πάσης ἀπειροκαλίας τὴν νόσον αὔξουσα. Οὐ γὰρ ἐκ παρέργου ἡ περὶ ταῦτα σπουδὴ, ἀλλα καὶ νύκτες καὶ ἡμέραι τὰς περ⟨ὶ⟩ τούτων μερίμνας ἔχουσι. Καὶ μυρίοι τινὲς κόλακες, ταῖς ἐπιθυμίαις αὐτων ὑποτρέχοντες, συνάγουσι τοὺς ἀνθοβαφεῖς, τοὺς χρυσοχόους, τοὺς μυρεψοὺς, τοὺς ὑφάντας, τοὺς ποικιλτά⟨ς⟩. Οὐδένα χρόνον ἀναπνεῖν δίδωσι τῷ ἀνδρὶ ἐκ τῶν συνεχῶν αὐτῆς ἐπιταγμάτων. Οὐδεὶς ἐξαρκεῖ πλοῦτος ταῖς γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος, οὐδ' ἂν ἐκ ποταμ⟨ῶ⟩ν ἐπιῤῥέῃ· ὅταν σπουδάζηται μὲν παρ' αὐταῖς τὸ βαρβαρικὸν μύρον, ὡς τὸ ἐξ ἀγορᾶς ἐλαιον, τὰ δὲ ἐκ θαλάττης ἄνθη, ἡ κόχλος, ἡ πίννα, ὑπὲρ τὸ ἐκ τῶν προβάτων ἔριον. Χρυσὸς δὲ, περισφίγγων τοὺς βαρυτίμους των λίθων, ὁ μέν τ⟨ι⟩ς αὐταῖς προμετωπίδιος γίνεται κόσμο⟨ς⟩, ὁ δὲ περιαυχένιος· καὶ ἄλλος ἐν ζώναις, καὶ ἄλλος τας χεῖρας δεσμεῖ καὶ τοὺς πὸδας. Χαίρουσι γὰρ αἱ φιλόχρυσοι δεδεμέναι ταῖς χειροπέδαις, μόνον ἐὰν χρυσὸς ὁ δεσμῶν αὐτὰς ᾖ. Πότε οὖν ψυχῆς ἐπιμελήσεται ὁ γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος; Ὥσπερ γὰρ τὰ ὑπόσαθρα τῶν πλοίων καταιγίδες καὶ ζάλαι, οὕτως αἱ πονηραὶ τῶν γυναικῶν διαθέσεις τὰς ἀσθενεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσι. Πρὸς τοσαῦτα δὴ οὖν διελκόμενος ὁ πλοῦτος ὑπὸ ἀνδρὸς καὶ γυναικὸς, ἀλλήλους νικώντων ταῖς ἐφευρέσεσι τῶν ματαίων, εικότως οὐδένα καιρὸν εχει πρὸς τοὺς ἔξωθεν παρακύπτειν. Ἀλλ' ἐὰν μὲν ἀκούσῃς, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δος πτωχοίς, ἵνα ἔχῃς ἐφόδια πρὸς τὴν αἰωνίαν ἀπόλαυσιν, ἀπέρχῃ λυπούμενος· ἐὰν δὲ ἀκούσῃς, Δὸς χρήματα γυναιξὶ χλιδώσαις, δὸς λιθοξόοις, τέκτοσι, ψηφοθέτα⟨ι⟩ς, ζωγράφοις, χαίρεις ὡς δή τι χρημάτω⟨ν⟩ τιμιώτερον κατακτώμενος. Οὐχ ὁρ⟨ᾷ⟩ς τοὺς τοίχους τούτους τοὺς ὑπὸ τοῦ χρόνου καταῤῥυέντας, ων τὰ λείψανα, ὥσπερ σκόπελοί τινες, διὰ τῆς πόλεως πάσης ἀνέχουσι; Πόσον ἦσαν κατὰ τὴν πόλιν πένητες, τούτων ἐγειρομένων, οἳ διὰ τὴν περὶ ταῦτα σπουδὴν ὑπὸ τῶν τότε πλουσ⟨ί⟩ων παρεωρῶντο; Ποῦ τοίνυν ἡ λαμπρὰ τῶν ἔργων κατασκευή; ποῦ δὲ ὁ ἐπὶ τῇ τούτων μεγαλουργίᾳ ζηλούμενος; Οὐ ταῦτα μὲν συγκέχυται καὶ ἠφάνισται, ὥσπερ τὰ κατὰ παιδιὰν ἐν ταῖς ψάμμοις ὑπὸ τῶν παίδων φιλοτεχνούμενα, ὁ δὲ ἐν τῷ ᾅδῃ κεῖται, ἐπὶ τῇ σπουδῇ τῶν ματαίων μεταμελόμενος; Μεγάλην ἔχε τὴν ψυχήν· τοῖχοι δὲ καὶ μικροὶ καὶ μείζους την αὐτὴν χρείαν πληροῦσιν. Ὅταν παρέλθω εις οἰκίαν ἀνδρὸς ἀπειροκάλου καὶ ὀψιπλούτου, καὶ ἴδω αὐτὴν παντοίοις
and emeralds and jacinths, and gold, forging part of it and weaving part of it into fabric, and increasing the malady through every sort of vulgar extravagance. For their eagerness over these things is no side pursuit, rather both nights and days hold anxieties over them. And countless flatterers of some sort, catering to their desires, gather together the flower-dyers, the goldsmiths, the perfumers, the weavers, the embroiderers. She allows her husband no time to catch his breath amidst her continual demands. No wealth suffices when placed at the service of women's desires, not even if it should flow in from rivers: when foreign perfume is prized among them like oil from the market-place, and the blooms from the sea—the purple-shell and the pinna-pearl—more than wool from sheep. And gold, clasping the costly stones, becomes in one piece an ornament for their foreheads, and in another one for their necks; and another is set in girdles, and another binds their hands and their feet. For gold-loving women delight to be bound with handcuffs, provided only it is gold that binds them. When, then, will the man who serves women's desires care for his soul? For just as squalls and tempests sink rotten vessels, so the wicked dispositions of wives plunge under the weak souls of those who live with them. Wealth, accordingly, being dragged in so many directions by husband and wife as they outdo one another in contriving vanities, naturally has no opportunity to peep out towards outsiders. Yet if you hear, Sell your possessions, and give to the poor, so that you may have provision towards eternal enjoyment, you go away grieving; whereas if you hear, Give money to pampered women, give to stone-carvers, carpenters, mosaic-layers, painters, you rejoice as though acquiring something more precious than money. Do you not see these walls collapsed through lapse of time, whose remnants jut up like crags throughout the whole city? How many poor people were there across the city while these were being erected, who because of the eagerness spent on these things were overlooked by the rich men of that time? Where now is the splendid array of those works? And where is the man once envied for his grand scale in building them? Have not these things been confounded and swept from sight, just like the things cleverly fashioned in play upon the sands by children, while he himself lies in Hades, repenting over his eagerness for vanities? Keep a great soul; walls both small and larger fulfil the very same need. Whenever I pass into the house of a vulgar and newly rich man, and see it with all manner of
Notes, col. 289

On the reading

Printed και, for καὶ.

Printed υακίνθους, for ὑακίνθους.

Printed ἀλλα, for ἀλλὰ.

Printed αὐτων, for αὐτῶν.

Printed ἐλαιον, for ἔλαιον.

Printed των, for τῶν.

Printed τας, for τὰς.

Printed πὸδας, for πόδας.

Printed εικότως, for εἰκότως.

Printed εχει, for ἔχει.

Printed δος, for δὸς.

Printed πτωχοίς, for πτωχοῖς.

Printed ων, for ὧν.

Printed Πόσον, for Πόσοι.

Printed την, for τὴν.

Printed εις, for εἰς.

PG 31:292Read from the page
γεγανωμένην ἄνθεσιν, οἶδα, ὅτι οὗτος οὐδὲν τῶν ὁρωμένων τιμιώτερον κέκτηται, ἀλλὰ τὰ μὲν ἄψυχα καλλωπίζει, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Ποίαν, ειπέ μοι, χρείαν περισσοτέραν παρέχουσιν ἀργυραῖ κλῖναι καὶ τράπεζαι ἀργυραῖ, ἐλεφάντιναι στιβάδες καὶ ἐλεφάντινοι δίφροι, ὥστε τὸν πλοῦτον διὰ ταῦτα μὴ διαβαίνειν πρὸς τοὺς πτωχοὺς, καίτοι μυρίοι ἐφεστᾶσι τῇ θύρᾳ, πᾶσαν ἐλεεινὴν ἀφιέντες φωνήν; Σὺ δὲ ἀρνῇ τὴν δόσιν, ἀδύνατον εἶναι λέγων ἐπαρκεῖν τοῖς αἰτοῦσι. Καὶ τῇ μὲν γλώσσῃ ἐξόμνυσαι, ὑπὸ δὲ τῆς χειρὸς διελέγχῃ· σιωπῶσα γάρ σου ἡ χεὶρ τὴν ψευδολογίαν κηρύσσει, περιαστραπτομένη ὑπὸ τῆς ἐπὶ τοῦ δακτυλίου σφενδόνης. Πόσους δύναται εἷς σου δακτύλιος χρεῶν ἀπολῦσαι; πόσους οἴκους καταπίπτοντας ἀνορθῶσαι; Μία σου κιβωτὸς ἱματίων δύναται δῆμον ὅλον ῥιγῶντα περιβαλεῖν· ἀλλ' ὑπομένεις ἄπρακτον ἀποπέμψαι τὸν πένητα, οὐ φοβούμενος τὸ δίκαιον τῆς ἀνταποδόσεως τοῦ κριτοῦ. Οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ· οὐκ ἤνοιξας τὴν οἰκίαν, ἀποπεμφθήσῃ τῆς βασιλείας· οὐκ ἔδωκας τὸν ἄρτον, οὐ λήψῃ τὴν αἰώνιον ζωήν.
bright hues gleaming, I know that this man possesses nothing more precious than visible things, rather he embellishes lifeless objects while keeping his soul unadorned. What fuller service, tell me, do silver couches and silver tables, ivory divans and ivory seats afford, that because of these things wealth should not pass over to the poor, even though countless people stand at the door uttering every pitiable cry? Yet you refuse to give, claiming that it is impossible to suffice for those who beg. With your tongue you swear off, yet by your hand you are refuted; for even while silent your hand proclaims your falsehood, flashing all round from the bezel upon your ring. How many debtors could a single ring of yours release from debt? How many collapsing households could it set upright again? One wardrobe chest of yours could clothe a whole shivering populace; yet you endure sending the poor man away empty-handed, without fearing the justice of the Judge's recompense. You showed no mercy, you shall receive no mercy; you did not open your house, you shall be turned away from the Kingdom; you did not give bread, you shall not receive eternal life.
5. Ἀλλὰ πένητα λέγεις σαυτόν· κἀγω συντίθεμαι. Πένης γάρ ἐστιν ὁ πολλῶν ἐνδεής Πολλῶν δὲ ὑμᾶς ἐνδεεῖς ποιεῖ τὸ τῆς ἐπιθυμίας ἀκόρεστον. Τοῖς δέκα ταλάντοις δέκα ἕτερα προστιθέναι σπουδάζεις· ἐπειδὰν εἴκοσι γένηται, ἄλλα τοσαῦτα ἐπιζητεῖς, καὶ ἀεί σοι τὸ προστιθέμενον, οὐχὶ τὴν ὁρμὴν ἵστησιν, ἀλλ' ἀναφλέγει τὴν ὄρεξιν. Ὥσπερ γὰρ τοῖς μεθύουσιν ἀφορμὴ τοῦ πίνειν ἡ προσθήκη τοῦ οἴνου γίνεται, οὕτω καὶ οἱ νεόπλουτοι, πολλὰ κτησάμενοι, πλειόνων ἐπιθυμοῦσι, τῷ ἀεὶ προστιθεμένῳ τὴν νόσον τρέφοντες, καὶ περιτρέπεται αὐτοῖς ἡ σπουδὴ πρὸς τὸ ἐναντίον. Οὐ γὰρ εὐφραίνει αὐτοὺς τὰ παρόντα τοσαῦτα ὄντα, ὅσον λυπεῖ τὰ ἐνδέοντα ἅπερ ἂν αὐτοῖς ἐλλείπειν ὑπόθωνται· ὥστε ἀεὶ τὴν ψυχὴν αὐτοῖς ταῖς μερίμναις ἐκτήκεσθαι, πρὸς τὸ ὑπερβάλλον τὴν ἅμιλλαν ποιουμένοις. Δέον γὰρ αὐτοὺς εὐφραίνεσθαι καὶ χάριν ἔχειν, τοσούτων ὄντας εὐπορωτέρους· οἱ δὲ δυσφοροῦσι καὶ ὀδυνῶνται, ὅτι ἑνός που ἢ δευτέρου τῶν ὑπερπλουτούντων ἀπολιμπάνονται. Ὅταν τοῦτον τὸν πλούσιον καταλάβωσιν, εὐθὺς τῷ πλουσιωτέρῳ παρισωθῆναι φιλονεικοῦσι· κἂν ἐπ' ἐκεῖνον φθάσωσιν, ἐπὶ τὸν ἄλλον τὴν σπουδὴν μεταφέρουσιν. Ὥσπερ οἱ τὰς κλίμακας ἀναβαίνοντες, ἀεὶ πρὸς τὴν ὑπερκειμένην βαθμίδα τὸ ἴχνος αἴροντες, οὐ πρότερον ἵστανται πρὶν ἂν τῆς ἄκρας ἐφίκωνται· οὕτω καὶ οὗτοι οὐ παύονται τῆς κατὰ τὴν δυναστείαν ὁρμῆς, ἕως ἂν
5. Yet you call yourself poor; and I too agree. For poor is the one who stands in need of many things. And the insatiability of desire makes you stand in need of many things. To ten talents you strive to add ten others; once there are twenty, you seek as many more again, and for you each addition never checks the impulse, rather it inflames the appetite. For just as with drunkards the addition of wine becomes an incentive for drinking, so too the newly rich, having acquired much, desire still more, feeding their malady with whatever is continually added, and their eagerness turns round for them into the opposite result. For their present possessions, great though they are, do not gladden them so much as the things still wanting—whatever they suppose themselves to lack—grieve them; so that their soul is forever wasting away with anxieties as they carry on their rivalry towards excess. For whereas they ought to rejoice and be thankful at being better off than so many, they instead chafe and feel pain because they fall short of some one or two among the exceedingly wealthy. Whenever they overtake this rich man, straightway they contend to match themselves with a richer one still; and even if they reach him, they shift their eagerness onto the next. Just as men climbing ladders, ever lifting their step towards the rung overhead, do not halt before they attain the top, so too these men do not cease from their drive after dominance until
Notes, col. 292

On the reading

Printed ειπέ, for εἰπέ.

Printed κἀγω, for κἀγὼ.

Printed ἐνδεής, for ἐνδεής..

PG 31:293Read from the page
ὑψωθέντες, ἀπὸ μετεωρου τοῦ πτώματος ἑαυτοὺς καταῤῥάξωσι. Τὴν σελευκίδα τὸ ὄρνεον ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀκόρεστον εἶναι ὁ κτίστης τῶν ὅλων ἐμηχανήσατο· σὺ δὲ ἐπὶ βλάβῃ τῶν πολλῶν ἀκόρεστον σεαυτοῦ τὴν ψυχὴν κατεσκεύασας. Ὅσα βλέπει ὁ ὀφθαλμὸς, τοσούτων ἐπιθυμεῖ ὁ πλεονέκτης. Οὐ πλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ κορεσθήσεται φιλάργυρος τοῦ λαμβάνειν. Ὁ ᾅδης οὐκ εἶπεν, Ἀρκεῖ, οὐδὲ ὁ πλεονέκτης εἶπέ ποτε, Αρκεῖ. Πότε χρήσῃ τοῖς παροῦσι; πότε ἀπολαύσεις αὐτῶν, ἀεὶ τοῖς πόνοις τῆς κτήσεως συνεχόμενος; Οὐαὶ οἱ συνάπτοντες οικίαν πρὸς οικίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Σὺ δὲ τί ποιεῖς; Οὐ προφασίζῃ μυρία, ἵνα λάβῃς τὰ τοῦ πλησίον; Ἐπισκοτεῖ μοι, φησὶν, ἡ τοῦ γείτονος οἰκία, θορύβους ἐνίησιν, ἢ τὸ πλανώμενον ὑποδέχεται, ἢ ὅ τι ἂν τύχῃ αἰτιασάμενος, περιελαύνων, καὶ ἐξωθῶν, καὶ ἕλκων ἀεὶ, καὶ σπαράσσων, οὐ πρότερον παύεται, πρὶν ἂν ἐπαγάγῃ αὐτοῖς ἀνάγκην μεταναστάσεως. Τί τὸν Ναβουθὰν τὸν Ἰεζραηλίτην ἀπέκτεινεν; Οὐχ ἡ τοῦ Ἀχαὰβ ἐπιθυμία τοῦ ἀμπελῶνος; Πονηρὸς ἐν πόλει σύνοικος, πονηρὸς ἐν ἀγροῖς, ὁ πλεονέκτης. Ἡ θάλασσα οἶδε τὰ ὅρια αὐτῆς· ἡ νὺξ οὐχ ὑπερβαίνει ὁροθεσίας ἀρχαίας. Ὁ δὲ πλεονέκτης οὐκ αἰδεῖται χρόνον, οὐ γνωρίζει ὅρον, οὐ συγχωρεῖ ἀκολουθίᾳ διαδοχῆς, ἀλλὰ μιμεῖται τοῦ πυρὸς τὴν βίαν· πάντα ἐπιλαμβάνει, πάντα ἐπινέμεται. Καὶ ὥσπερ οἱ ποταμοὶ, ἐκ μικρᾶς τῆς πρώτης ἀρχῆς ὁρμηθέντες, εἶτα ταῖς κατ' ὀλίγον προσθήκαις ἀνυπόστατον λαβόντες τὴν αὔξησιν, τῷ βιαίῳ τῆς φορᾶς τὸ ἐνιστάμενον παρασύρουσιν· οὕτω καὶ οἱ ἐπὶ μέγα τῆς δυνάμεως προελθόντες, ἐκ τῶν ἤδη καταδυναστευθέντων τὴν τοῦ πλεῖον ἀδικεῖν δύναμιν προσλαμβάνοντες, τοῖς προηδικημένοις τοὺς λειπομένους καταδουλοῦνται, καὶ γίνεται αὐτοῖς δυνάμεως αὔξησις ἡ περιουσία τῆς πονηρίας. Οἱ γὰρ προπεπονθότες κακῶς, ἠναγκασμένην αὐτοῖς παρεχόμενοι την βοήθειαν, τὰς καθ' ἑτέρων βλάβας και ἀδικίας συνεκπονοῦσι. Ποῖος γὰρ γείτων, ποῖος σύνοικος, τίς συναλλάκτης οὐ παρασύρεται; Οὐδὲν ὑφίσταται τὴν βίαν τοῦ πλούτου· πάντα ὑποκύπτει τῇ τυραννίδι, πάντα ὑποπτήσσει τὴν δυναστείαν, πλείονα λόγον ἑκάστου τῶν ἠδικημένων ἔχοντος μὴ προσπαθεῖν τι κακὸν, ἢ δίκην λαβεῖν ὑπὲρ τῶν φθασάντων. Ἐπάγει τὰ ζεύγη τῶν βοῶν, ἀροτριᾷ, κατασπείρει, θερίζει τὰ μὴ προσήκοντα. Ἐὰν ἀντείπῃς, αἱ πληγαί· ἐὰν ὀδύρῃ, ὕβρεων γραφαὶ, ἀγώγιμος εἶ,
lifted on high, they dash themselves down in a fall from aloft. The Creator of all things contrived the seleucis-bird to be insatiable for the benefit of mankind; whereas you have rendered your own soul insatiable to the harm of the multitude. All that the eye sees, the grasping man desires. The eye shall not be filled with seeing, nor shall the lover of money be sated with taking. Hades never said, Enough, nor did the grasping man ever say, Enough. When will you use what you already have? When will you enjoy it, held fast forever in the toils of acquisition? Woe to those who join house to house, and bring field close to field, so that they may take away something of their neighbour's. And what do you do? Do you not invent countless pretexts so that you may seize what belongs to your neighbour? My neighbour's house blocks my light, says he, it lets in uproar, or harbours vagrants; or alleging whatever charge happens to come to hand, harassing, thrusting out, dragging away continually, and tearing at them, he does not stop before he brings upon them the necessity of moving away. What slew Naboth the Jezreelite? Was it not Ahab's desire for his vineyard? A wicked neighbour in the city, wicked in the countryside, is the grasping man. The sea knows its bounds; night does not transgress ancient boundary-marks. Yet the grasping man respects no time, recognizes no boundary, yields not to the order of succession, rather he imitates the violence of fire: he seizes hold of everything, he devours everything. And just as rivers, setting out from a small first source and then through gradual additions gaining an irresistible swell, sweep away whatever stands in their path by the violence of their rush, so too those who have advanced to great power, drawing from those already oppressed the strength to commit still greater injustice, enslave those who remain by means of those wronged earlier, and the abundance of their wickedness becomes for them an increase of power. For those who have previously suffered ill, lending them coerced assistance, help carry through the harms and injustices against others. For what neighbour, what house-mate, what partner in dealings is not swept away? Nothing withstands the violence of wealth; all things bow beneath its tyranny, all things cower before its dominance, since each of the wronged takes greater thought not to suffer some further ill than to obtain justice for past wrongs. He drives in his yokes of oxen, he ploughs, he sows over, he reaps what does not belong to him. If you speak against him, blows follow; if you lament, indictments for insult, you are haled off,
Notes, col. 293

On the reading

Printed μετεωρου, for μετεώρου.

Printed Αρκεῖ, for Ἀρκεῖ.

Printed οικίαν, for οἰκίαν.

Printed την, for τὴν.

Printed και, for καὶ.