Migne Reading Room

PG 31 · cols. 212–221 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:212Read from the page
τῶν; Ἔγκυψον τοῖς τάφοις, ει δυνήσῃ διακρῖναι τίς ὁ οἰκέτης, καὶ τίς ὁ δεσπότης· τίς ὁ πτωχὸς, καὶ τίς ὁ πλούσιος. Διάκρινον, εἴ τίς σοι δύναμις, τὸν δέσμιον ἀπὸ τοῦ βασιλέως· τὸν ἰσχυρὸν ἀπὸ τοῦ ἀσθενοῦς, τὸν εὐπρεπῆ ἀπὸ τοῦ δυσειδοῦς. Μεμνημένος οὖν τῆς φύσεως, οὐκ ἐπαρθήσῃ ποτέ· μεμνήσῃ δὲ σαυτοῦ, ἐὰν προσέχῃς σεαυτῷ.
them? Stoop and peer into the tombs, whether you will be able to distinguish who is the household slave and who the master, who is the poor man and who the rich. Distinguish, if you have any power to do so, the prisoner from the king, the strong man from the weak, the comely from the deformed. Remembering your nature, therefore, you will never be puffed up; and you will remember yourself if you give heed to yourself.
6. Πάλιν δυσγενής τις εἶ καὶ ἄδοξος, πτωχὸς ἐκ πτωχῶν, ἀνέστιος, ἄπολις, ἀσθενὴς, τῶν ἐφ' ἡμέραν ἐνδεὴς, τρέμων τοὺς ἐν δυναστείᾳ, πάντας ὑποπτήσσων διὰ ταπεινότητα βίου; Πτωχὸς γὰρ, φησὶν, οὐχ ὑφίσταται ἀπειλήν. Μὴ τοίνυν ἀπογνῷς σεαυτοῦ, μηδ' ὅτι οὐδὲν ζηλωτὸν ἐν τῷ παρόντι σοι πρόσεστι, πᾶσαν ἀγαθὴν ἀποῤῥίψῃς ἐλπίδα· ἀλλ' ἀνάγαγε σεαυτοῦ τὴν ψυχὴν πρός τε τὰ ἤδη ὑπηργμένα σοι παρὰ τοῦ Θεοῦ ἀγαθὰ, καὶ πρὸς τὰ δι' ἐπαγγελίας ὕστερον ἀποκείμενα. Πρῶτον μὲν οὖν ἄνθρωπος εἶ, μόνον τῶν ζώων θεόπλαστον· ἆρ' οὐκ ἐξαρκεῖ τοῦτο, σωφρόνως λογιζομένῳ, πρὸς εὐθυμίαν τὴν ἀνωτάτω, τὸ ὑπ' αὐτῶν τῶν χειρῶν τοῦ Θεοῦ τοῦ τὰ πάντα συστησαμένου διαπλασθῆναι; ἔπειθ' ὅτι καὶ, κατ' εἰκόνα γενόμενος τοῦ κτίσαντός σε, δύνασαι πρὸς τὴν τῶν ἀγγέλων ὁμοτιμίαν δι' ἀγαθῆς πολιτείας ἀναδραμεῖν; Ψυχὴν ἔλαβες νοερὰν, δι' ἧς Θεὸν περινοεῖς, τῶν ὄντων τὴν φύσιν λογισμῷ καθορᾷς, σοφίας δρέπῃ καρπὸν ἥδιστον. Πάντα μέν σοι τὰ χερσαῖα ζῶα, ἥμερά τε καὶ ἄγρια, πάντα δὲ τὰ ἐν ὕδασι διαιτώμενα, καὶ ὅσα τὸν ἀέρα διαπέταται τοῦτον, δοῦλά ἐστι καὶ ὑποχείρια. Οὐ σὺ μέντοι τέχνας ἐξεῦρες, καὶ πόλεις συνεστήσω, καὶ ὅσα ἀναγκαῖα, καὶ ὅσα πρὸς τρυφὴν ἐπενόησας; Οὐ βάσιμά σοι τὰ πελάγη διὰ τὸν λόγον; Οὐ γῆ καὶ θάλαττα ὑπηρετεῖ τῷ βίῳ τῷ σῷ; Οὐκ ἀὴρ καὶ οὐρανὸς, καὶ ἀστέρων χορεῖαι σοὶ τὴν ἑαυτῶν ἐπιδείκνυνται τάξιν; Τί οὖν μικροψυχεῖς, ὅτι ἵππος σοι οὐκ ἔστιν ἀργυροχάλινος; Ἀλλ' ἥλιον ἔχεις ὀξυτάτῳ δρόμῳ διὰ πάσης ἡμέρας δᾳδουχοῦντά σοι τὴν λαμπάδα. Οὐκ ἔχεις ἀργύρου καὶ χρυσοῦ λαμπηδόνας, ἀλλὰ σελήνην ἔχεις μυρίῳ σε τῷ παρ' αὐτῆς φωτὶ περιλάμπουσαν. Οὐκ ἐπιβέβηκας ἁρμάτων χρυσοκολλήτων, ἀλλὰ πόδας ἔχεις οἰκεῖον ὄχημα καὶ συμφυὲς σεαυτῷ. Τί οὖν μακαρίζεις τοὺς τὸ ἁδρὸν βαλάντιον κεκτημένους, καὶ ἀλλοτρίων ποδῶν εἰς τὴν μετάβασιν δεομένους; Οὐ καθεύδεις ἐπὶ κλίνης ἐλεφαντίνης, ἀλλ' ἔχεις τὴν γῆν πολλῶν ἐλεφάντων τιμιωτέραν, καὶ γλυκεῖαν ἐπ'
6. Again, are you someone low-born and obscure, a poor man sprung from poor folk, hearthless, cityless, weak, in want of daily sustenance, trembling before those in power, cowering before everyone because of the lowliness of your life? For a poor man, he says, does not withstand a threat. Do not, therefore, despair of yourself, nor cast away every good hope because nothing enviable attaches to you in the present; rather, lift up your soul both towards the good things already conferred upon you by God and towards those laid up hereafter through His promise. First of all, then, you are a human being, alone among living creatures moulded by God: does not this suffice for one who reasons soundly, unto the highest cheerfulness, to have been fashioned by the very hands of the God Who framed all things? And next, that having also been made according to the image of Him Who created you, you are able through a good manner of life to ascend to equal honour with the angels? You received an intellectual soul, through which you apprehend God, survey by reason the nature of existing things, and pluck the sweetest fruit of wisdom. All land creatures, both tame and wild, and all those that dwell in the waters, and all that fly through this air, are your servants and subject to your hand. Did you yourself not invent arts, and establish cities, and devise both whatever things are necessary and whatever minister to luxury? Are not the seas passable for you through reason? Do not earth and sea minister to your life? Do not air and sky and the dances of the stars display to you their own order? Why, then, are you faint-hearted because you do not have a horse with a silver bridle? Yet you have the sun carrying its torch for you in swiftest course throughout the whole day. You do not have the gleamings of silver and gold, yet you have the moon shining round about you with her myriad light. You have not mounted chariots inlaid with gold, yet you have feet as a vehicle of your own and congenital with yourself. Why, then, do you count blessed those who possess a fat purse and stand in need of others' feet for getting about? You do not sleep upon an ivory couch, yet you have the earth, more precious than many elephants, and sweet upon
Notes, col. 212

On the reading

Printed ει, for εἰ.

PG 31:213Read from the page
αὐτῆς τὴν ἀνάπαυσιν, ταχὺν τὸν ὕπνον καὶ μερίμνης ἀπηλλαγμένον. Οὐ κατάκεισαι ὑπὸ χρυσοῦν ὄροφον· ἀλλ' οὐρανὸν ἔχεις τοῖς ἀῤῥήτοις τῶν ἀστέρων κάλλεσι περιστίλβοντα. Ταῦτα μὲν δὴ τὰ ἀνθρώπινα· τὰ δ' ἔτι μείζω. Διὰ σὲ Θεὸς ἐν ἀνθρώποις, Πνεύματος ἁγίου διανομὴ, θανάτου κατάλυσις, ἀναστάσεως ἐλπὶς, θεῖα προστάγματα τελειοῦντά σου τὴν ζωὴν, πορεία πρὸς Θεὸν διὰ τῶν ἐντολῶν, βασιλεία τῶν οὐρανῶν εὐτρεπὴς, στέφανοι δικαιοσύνης ἕτοιμοι τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους μὴ ἀποδράντι.
it is your repose, swift your sleep, and freed from care. You do not lie beneath a golden ceiling, yet you have the sky flashing round about with the ineffable beauties of the stars. Now these are human blessings; what follows is greater still: for your sake God among men, the distribution of the Holy Spirit, the abolition of death, the hope of resurrection, divine commands perfecting your life, a journey towards God through the commandments, the kingdom of heaven made ready, and crowns of righteousness prepared for him who has not shrunk from the labours on behalf of virtue.
7. Ἐὰν προσέχῃς σεαυτῷ, ταῦτα καὶ ἔτι πλείω εὑρήσεις περὶ σεαυτόν· καὶ ἀπολαύσεις μὲν τῶν παρόντων, οὐ μικροψυχήσεις δὲ πρὸς τὸ ἐνδέον. Πανταχοῦ σοι παριστάμενον τὸ παράγγελμα μεγάλην παρέξεται τὴν βοήθειαν. Οἷον, ὀργή σου τῶν λογισμῶν κατεκράτησε, καὶ ἐκφέρῃ ὑπὸ θυμοῦ πρός τε ῥήματα ἀπρεπῆ καὶ πράξεις χαλεπὰς καὶ θηριώδεις; Ἐὰν προσέχῃς σεαυτῷ, καταστελεῖς μὲν τὸν θυμὸν ὥσπερ τινὰ πῶλον ἀπειθῆ καὶ δυσήνιον, τῇ πληγῇ τοῦ λόγου οἱονεὶ μάστιγι καθαπτόμενος. Κρατήσεις δέ καὶ γλώσσης, τὰς δὲ χεῖρας οὐκ ἐπαφήσεις τῷ παροξύναντι. Πάλιν ἐπιθυμίαι πονηραὶ ἐξοιστρῶσαί σου τὴν ψυχὴν, εἰς ὁρμὰς ἀκρατεῖς καὶ ἀκολάστους ἐμβάλλουσιν. Ἐὰν οὖν προσέχῃς σεαυτῷ, καὶ μνησθῇς, ὅτι τοῦτο μέν σοι τὸ παρὸν ἡδὺ εἰς πικρὸν καταντήσει πέρας, καὶ ὁ νῦν ἐκ τῆς ἡδονῆς ἐγγινόμενος τῷ σώματι ἡμῶν γαργαλισμὸς, οὗτος γεννήσει τὸν ἰοβόλον σκώληκα ἀθάνατα κολάζοντα ἡμᾶς ἐν τῇ γεέννῃ, καὶ ἡ πύρωσις τῆς σαρκὸς μήτηρ γενήσεται τοῦ αἰωνίου πυρός· εὐθὺς οἰχήσονται φυγαδευθεῖσαι αἱ ἡδοναὶ, καὶ θαυμαστή τις ἔνδον γαλήνη περὶ τὴν ψυχὴν καὶ ἡσυχία γενήσεται, οἷον θεραπαινίδων ἀκολάστων θορύβου κατασιγασθέντος δεσποίνης τινὸς σώφρονος παρουσίᾳ. Πρόσεχε τοίνυν σεαυτῷ, καὶ γνῶθι, ὅτι τὸ μὲν λογικόν ἐστι καὶ νοερὸν τῆς ψυχῆς, τὸ δὲ παθητικόν τε καὶ ἄλογον. Καὶ τῷ μὲν φύσει τὸ κρατεῖν ὑπάρχει, τοῖς δὲ τὸ ὑπακούειν τῷ λόγῳ καὶ καταπείθεσθαι. Μήποτε οὖν ἐάσῃς ἐξανδραποδισθέντα τὸν νοῦν δοῦλον γενέσθαι τῶν παθῶν· μηδ' αὖ πάλιν ἐπιτρέψῃς τοῖς πάθεσι κατεξαναστῆναι τοῦ λόγου, καὶ εις ἑαυτὰ τὸ κράτος τῆς ψυχῆς περιστῆσαι. Ὅλως δέ σοι ἡ ἀκριβὴς σεαυτοῦ κατανόησις αὐτάρκη παρέξει χειραγωγίαν καὶ πρὸς τὴν ἔννοιαν τοῦ Θεοῦ. Ἐὰν γὰρ προσέχῃς σεαυτῷ, οὐδὲν δεήσῃ ἐκ τῆς τῶν ὅλων κατασκευῆς τὸν Δημιουργὸν ἐξιχνεύειν, ἀλλ' ἐν σεαυτῷ,
7. If you give heed to yourself, you will find these and still more things besides about yourself; and you will enjoy what is present, and not lose heart over what is lacking. Standing beside you everywhere, the precept will afford great help. Suppose, for instance, anger has mastered your thoughts, and you are carried away by wrath towards unseemly words and harsh and brutish deeds? If you give heed to yourself, you will quell your wrath like some unruly and hard-mouthed colt, striking it with the blow of reason as though with a whip; and you will master your tongue, and will not lay your hands upon him who provoked you. Again, evil desires, goading your soul to frenzy, cast it into unrestrained and licentious impulses. If, therefore, you give heed to yourself and remember that this present pleasure of yours will end in a bitter outcome, and that the tickling now engendered in our body from pleasure will itself beget the venomous worm that punishes us immortally in Gehenna, and the burning of the flesh will become the mother of the eternal fire, at once pleasures will take flight and vanish, and a marvellous inward calm and stillness will arise about the soul, just as when the uproar of unruly handmaids is hushed by the presence of some temperate mistress. Give heed, accordingly, to yourself, and know that one part of the soul is rational and intellectual, while the other is passible and irrational; and to the former belongs by nature sovereignty, whereas to the affections it belongs to obey reason and yield persuasion to it. Never, therefore, allow your mind to be enslaved and become a bondservant to the passions; nor, on the other hand, permit the passions to rise up in rebellion against reason and transfer to themselves the dominion over the soul. Altogether, the exact comprehension of yourself will furnish you with sufficient guidance by the hand even towards the conception of God. For if you give heed to yourself, you will have no need to trace out the Creator from the structure of the universe, but in yourself,
Notes, col. 213

On the reading

Printed δέ, for δὲ.

Printed εις, for εἰς.

PG 31:216Read from the page
οἱονεὶ μικρῷ τινι διακόσμῳ τὴν μεγάλην κατόψει τοῦ Κτίσαντός σε σοφίαν. Ἀσώματον νόει τὸν Θεὸν ἐκ τῆς ἐνυπαρχυύσης σοι ψυχῆς ἀσωμάτου, μὴ περιγραφόμενον τόπῳ· ἐπειδὴ οὐδὲ ὁ σὸς νοῦς προηγουμένην ἔχει τὴν ἐν τόπῳ διατριβὴν, ἀλλὰ διὰ τῆς πρὸς τὸ σῶμα συναφείας ἐν τόπῳ γίνεται. Ἀόρατον εἶναι τὸν Θεὸν πίστευε, τὴν σεαυτοῦ ψυχὴν ἐννοήσας, ἐπειδὴ καὶ αὐτὴ σωματικοῖς ὀφθαλμοῖς ἄληπτός ἐστιν. Οὔτε γὰρ κέχρωσται, οὔτε ἐσχημάτισται, οὔτε τινὶ σωματικῷ χαρακτῆρι περιείληπται, ἀλλ' ἐκ τῶν ἐνεργειῶν γνωρίζεται μόνον. Ὥστε μήτε ἐπὶ Θεοῦ ζητήσῃς τὴν δι' ὀφθαλμῶν κατανόησιν, ἀλλὰ τῇ διανοίᾳ ἐπιτρέψας τὴν πίστιν, νοητὴν ἔχε τὴν περὶ αὐτοῦ κατάληψιν. Θαύμαζε τὸν τεχνίτην, πῶς τῆς ψυχῆς σου τὴν δύναμιν πρὸς τὸ σῶμα συνέδησεν, ὡς μέχρι τῶν περάτων αὐτοῦ διικνουμένην, τὰ πλεῖστον διεστῶτα μέλη πρὸς μίαν σύμπνοιαν καὶ κοινωνίαν ἄγειν. Σκόπει τίς ἡ ἀπὸ ψυχῆς ἐνδιδομένη τῇ σαρκὶ δύναμις· τίς ἡ ἀπὸ σαρκὸς πρὸς ψυχὴν ἐπανιοῦσα συμπάθεια· πῶς δέχεται μὲν τὴν ζωὴν ἐκ τῆς ψυχῆς τὸ σῶμα, δέχεται δὲ ἀλγηδόνας ἀπὸ τοῦ σώματος ἡ ψυχή· ποίας ἀποθήκας τῶν μαθημάτων ἔχει· διὰ τί οὐκ ἐπισκοτεῖ τῇ γνώσει τῶν προλαβόντων ἡ τῶν ἐπιγινομένων προσθήκη, ἀλλ' ἀσύγχυτοι καὶ εὐκρινεῖς αἱ μνῆμαι, οἷον χαλκῇ τινι στήλῃ τῷ ἡγεμονικῷ τῆς ψυχῆς ἐγκεχαραγμέναι, διαφυλάττονται· πῶς μὲν, πρὸς τὰ τῆς σαρκὸς ὑπολισθαίνουσα πάθη, τὸ οἰκεῖον ἀπόλλυσι κάλλος· πῶς δὲ πάλιν, τὸ ἀπὸ κακίας αἶσχος ἀποκαθηραμένη, δι' ἀρετῆς πρὸς τὴν ὁμοίωσιν ἀνατρέχει τοῦ Κτίσαντος.
as though in a kind of miniature cosmos, you will behold the great wisdom of Him Who created you. Conceive of God as incorporeal from the incorporeal soul dwelling within you, not circumscribed by place, since not even your own mind has its primary abode in a place, but comes to be in a place through its conjunction with the body. Believe that God is invisible by reflecting upon your own soul, since it too cannot be grasped by bodily eyes. For it is neither coloured, nor shaped, nor encompassed by any bodily impress, but is known from its activities alone. Accordingly, neither in the case of God seek comprehension through the eyes, but committing faith to your mind, hold an intellectual apprehension concerning Him. Marvel at the Craftsman, how He bound the power of your soul to the body so that, reaching to its farthest extremities, it brings the most widely separated members into one harmony and fellowship. Observe what power is imparted to the flesh by the soul, what sympathy returns from the flesh to the soul; how the body receives life from the soul, while the soul receives pains from the body; what storehouses of learning it possesses; why the addition of subsequent things does not obscure the knowledge of prior things, but memories are preserved unconfused and distinct, as though engraved upon some bronze pillar on the ruling faculty of the soul; how, slipping away towards the passions of the flesh, it loses its proper beauty; and how again, having purged away the disgrace that comes from vice, it runs back through virtue towards the likeness of Him Who created it.
8. Πρόσεχε, εἰ δοκεῖ σοι, μετὰ τὴν τῆς ψυχῆς θεωρίαν, καὶ τῇ τοῦ σώματος κατασκευῇ, καὶ θαύμασον ὅπως πρέπον αὐτὸ καταγώγιον τῇ λογικῇ ψυχῇ ὁ ἀριστοτέχνης ἐδημιούργησεν. Ὄρθιον ἔπλασε μόνον τῶν ζώων τὸν ἄνθρωπον, ἵν' ἐξ αὐτοῦ τοῦ σχήματος ειδῇς, ὅτι ἐκ τῆς ἄνωθεν συγγενείας ἐστὶν ἡ ζωή σου. Τὰ μὲν γὰρ τετράποδα πάντα πρὸς τὴν γῆν βλέπει, καὶ πρὸς τὴν γαστέρα νένευκεν· ἀνθρώπῳ δὲ ἑτοίμη πρὸς οὐρανὸν ἡ ἀνάβλεψις, ὥστε μὴ σχολάζειν γαστρὶ, μηδὲ τοῖς ὑπὸ γαστέρα πάθεσιν, ἀλλ' ὅλην ἔχειν τὴν ὁρμὴν πρὸς τὴν ἄνω πορείαν. Ἔπειτα τὴν κεφαλὴν ἐπὶ τῶν ὑψηλοτάτων θεὶς, ἐν αὐτῇ τὰς πλείστου ἀξίας τῶν αισθήσεων καθιδρύσατο. Ἐκεῖ ὄψις καὶ ἀκοὴ, καὶ γεῦσις, καὶ ὄσφρησις, πᾶσαι ἐγγὺς ἀλλήλων κατῳκισμέναι. Καὶ οὕτως περὶ βραχὺ χωρίον στενοχωρούμεναι, οὐδὲν ἑκάστη παρεμποδίζει τῇ ἐνεργείᾳ τῆς γείτονος. Ὀφθαλμοὶ μέν γε τὴν ὑψηλοτάτην σκοπιὰν κατειλήφασιν, ὥστε μηθὲν αὐτοῖς τῶν τοῦ σώματος μορίων ἐπιπροσθεῖν, ἀλλὰ
8. Give heed, if it seems good to you, after the contemplation of the soul, also to the structure of the body, and marvel at how fitting a lodging the Supreme Craftsman fashioned it to be for the rational soul. Upright He moulded man alone among living creatures, so that from his very form you might know that your life is from the kinship above. For all quadrupeds look towards the earth and are bent down towards the belly; whereas for man the upward gaze towards heaven is ready at hand, so that he may not devote himself to the belly or to the passions beneath the belly, but keep his whole impulse directed towards the upward journey. Next, having set the head in the highest parts, He established in it the most valuable of the senses. There are sight and hearing, and taste, and smell, all settled close to one another; and though thus crowded together within a narrow space, none of them in any way hinders the activity of its neighbour. The eyes, indeed, have occupied the highest watchtower, so that none of the parts of the body may obstruct them, but
Notes, col. 216

On the reading

Printed ἐνυπαρχυύσης, for ἐνυπαρχούσης.

Printed ειδῇς, for εἰδῇς.

Printed αισθήσεων, for αἰσθήσεων.

PG 31:217Read from the page
μικρᾷ τινι προβολῇ τῶν ὀφρύων ὑποκαθήμενοι, ἐκ τῆς ἄνωθεν ἐξοχῆς πρὸς τὸ εὐθὲς ἀποτείνονται. Πάλιν ἡ ἀκοὴ οὐκ ἐπ' εὐθείας ἤνοικται, ἀλλ' ἑλικοειδεῖ τῷ πόρῳ τῶν ἐν τῷ ἀέρι ψόφων ἀντιλαμβάνεται. Σοφίας καὶ τοῦτο τῆς ἀνωτάτω, ὥστε τὴν μὲν φωνὴν ἀκωλύτως διιέναι, ἢ καὶ μᾶλλον ἐνηχεῖν, περικλωμένην ταῖς σκολιότησι, μηδὲν δὲ τῶν ἔξωθεν παρεμπιπτόντων κώλυμα εἶναι δύνασθαι τῇ αἰσθήσει. Κατάμαθε τῆς γλώττης τὴν φύσιν, ὅπως ἁπαλή τέ ἐστι καὶ εὔστροφος, καὶ πρὸς πᾶσαν χρείαν λόγου τῷ ποικίλῳ τῆς κινήσεως ἐξαρκοῦσα. Ὀδόντες ὁμοῦ μὲν φωνῆς ὄργανα, ἰσχυρὰν τῇ γλώττῃ τὴν ἀντέρεισιν παρεχόμενοι, ὁμοῦ δὲ καὶ τροφῆς ὑπηρέται· οἱ μὲν τέμνοντες αὐτήν, οἱ δὲ λεαίνοντες. Καὶ οὕτω πάντα λογισμῷ ἐπιπορευόμενος τῷ προσήκοντι, καὶ καταμανθάνων ὁλκὴν ἀέρος διὰ τοῦ πνεύμονος, τοῦ θερμοῦ φυλακὴν ἐπὶ τῆς καρδίας, ὄργανα πέψεως, ὀχετοὺς αἵματος· ἐκ πάντων τούτων τὴν ἀνεξιχνίαστον σοφίαν τοῦ ποιήσαντός σε κατόψει, ὡς ἂν καὶ αὐτόν σε εἰπεῖν μετὰ τοῦ Προφήτου· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ. Πρόσεχε οὖν σεαυτῷ, ἵνα προσέχῃς Θεῷ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
seated beneath a slight projection of the eyebrows, are directed straight ahead from the prominence above. Again, the hearing does not lie open in a straight line, but apprehends the sounds in the air by a winding passage. This too belongs to the highest wisdom, so that the voice may pass through unhindered, or rather resound all the more as it is refracted in the windings, while nothing of what falls in from outside can become an impediment to perception. Observe thoroughly the nature of the tongue, how soft it is and supple, and sufficient for every need of speech through the variety of its movement. The teeth are at once instruments of the voice, lending strong support to the tongue, and at once ministers of nourishment, some cutting it and others grinding it fine. And as you thus traverse all things with fitting reasoning, and consider carefully the drawing in of air through the lung, the preservation of heat at the heart, the organs of digestion, the channels of blood, from all these you will behold the unsearchable wisdom of Him Who made you, so that you yourself also may say with the Prophet: Thy knowledge was made wonderful from me (Ps. 138:6). Give heed therefore to yourself, that you may give heed to God, to Whom be the glory and the dominion unto the ages of ages. Amen.
ΠΕΡΙ ΕΥΧΑΡΙΣΤΙΑΣ,
ON THANKSGIVING,
Λόγος.
Homily.
1. Ἠκούσατε τῶν ῥημάτων τοῦ Ἀποστόλου, δι' ὧν Θεσσαλονικεῦσι διαλέγεται, παντὶ νομοθετοῦντος τῷ βίῳ. Ἡ μὲν γὰρ διδασκαλία πρὸς τοὺς ἑκάστοτε αὐτῷ παρατυγχάνοντας ἦν· τὸ δὲ ἀπ' αὐτῆς ὠφέλιμον ἐπὶ πᾶσαν διαβαίνει τὴν τῶν ἀνθρώπων ζωήν. Πάντοτε χαίρετε, φησίν· ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Τί μὲν οὖν τὸ χαίρειν αὐτὸ, καὶ τί τὸ ἐξ αὐτοῦ ὠφέλιμον, καὶ πῶς δυνατὸν τὴν ἀδιάλειπτον προσευχὴν κατορθοῦν, καὶ τὴν ἐπὶ πᾶσιν εὐχαριστίαν ἀποδιδόναι τῷ Θεῷ, ὡς δυνατὸν μικρὸν ὕστερον διηγησόμεθα. Ἅ γε μὴν παρὰ τῶν ἐναντίων ἡμῖν ἀπαντᾷ, διαβαλλόντων τὸ τῆς νομοθεσίας ἀδύνατον, ταῦτα προδιαλαβεῖν ἀναγκαῖον. Τίς γάρ ἐστιν ἀρετὴ, φησὶ, νυκτὸς καὶ ἡμέρας ἐν διαχύσει ψυχῆς φαιδρὸν καὶ γεγανωμένον διάγειν; Πῶς δὲ καὶ δυνατὸν κατορθωθῆναι τοῦτο, μυρίων περισταμένων ἡμᾶς ἀβουλήτων κακῶν, ἀναγκαίαν τῇ ψυχῇ τὴν κατήφειαν ἐμποιούντων, ἐξ ὧν χαίρειν καὶ διευθυμεῖσθαι πλέον ἀδύνατον, ἢ τὸν ἀποτηγανιζόμενον μὴ ἀλγεῖν, καὶ τὸν κατακεντούμενον μὴ ὀδυνᾶσθαι; Ἤ πού τις καὶ τῶν περιεστώτων ἡμᾶς ἐνταῦθα, τὴν ἀσθένειαν ταύτην τῶν λογισμῶν
1. You have heard the words of the Apostle, through which he discourses with the Thessalonians, laying down a law for the whole of life. For the teaching was addressed to those who happened to be present with him on each occasion, yet the benefit derived from it passes over to the whole life of mankind. Rejoice always, he says; pray without ceasing, in everything give thanks (1 Thess. 5:16-18). What rejoicing itself is, then, and what benefit comes from it, and how it is possible to achieve unceasing prayer and to render thanksgiving over all things to God, we shall recount as far as possible a little later. Those objections, however, which meet us from our opponents when they traduce the impossibility of this legislation, it is necessary to take up beforehand. For what virtue is it, one says, by night and by day to pass one's life cheerful and brightened in an expansion of soul? And how is it even possible for this to be achieved, when countless unwelcome evils surround us, producing an unavoidable dejection in the soul, amidst which to rejoice and keep in good spirits is more impossible than for a man being fried in a pan not to feel pain, and for one being stabbed all over not to suffer anguish? Or perhaps someone even among those standing around us here, in this weakness of thoughts
PG 31:220Read from the page
ἀῤῥωστῶν, προφασίζεται προφάσεις ἐν ἁμαρτίαις, ὃς διὰ τὸ περὶ τὴν τήρησιν τῶν ἐντολῶν ὀκνηρὸν τῷ νομοθέτῃ περιτρέπειν τὰς μέμψεις ἐπιχειρεῖ, ὡς ἀδύνατα διορίζοντι. Καί φησι· Πῶς δυνατόν μοι πάντοτε χαίρειν, τῶν αἰτιῶν τῆς χαρᾶς οὐκ ἐπ' ἐμοὶ κειμένων; Ἔξωθεν γάρ ἐστι τὰ ποιητικὰ τοῦ χαίρειν, καὶ οὐκ ἐν ἡμῖν ἀποκείμενα· φίλου παρουσία, γονέων χρονία συντυχία, χρημάτων εὑρέσεις, τιμαὶ παρὰ τῶν ἀνθρώπων, πρὸς ὑγείαν ἐκ χαλεπῆς ἀῤῥωστίας ἀποκατάστασις, ἡ λοιπὴ τοῦ βίου εὐημερία· οἶκος εὐθηνῶν διὰ πάντων, τράπεζα πλήθουσα, κοινωνοὶ τῆς εὐφροσύνης οἱ ἐπιτήδειοι, ἀκούσματα καὶ θεάματα ἡδονὴν φέροντα, ὑγεία τῶν οἰκειοτάτων, καὶ ἡ λοιπὴ αὐτοῖς τοῦ βίου εὔροια. Λυπηρὰ γὰρ οὐ τὰ ἡμῖν προσπίπτοντα μόνον τῶν ἀλγεινῶν, ἀλλὰ καὶ τὰ φίλους καὶ συγγενεῖς ἀνιῶντα. Ὥστε ἐκ πάντων τούτων ἀνάγκη ἀθροίζεσθαι τὸ περιχαρὲς καὶ εὔθυμον τῆς ψυχῆς. Καὶ πρὸς τούτοις, ὅταν ὁρᾷν ὑπάρχῃ ἐχθρῶν καταπτώσεις, ἐπιβούλων πληγὰς, εὐεργετῶν ἀμοιβὰς, καὶ ἁπαξαπλῶς ἐὰν μήτε παρόν τι τῶν δυσκόλων, μήτε προσδοκώμενον ὅλως τὴν ζωὴν ἡμῶν ἐπιταράσσῃ· τότε δυνατὸν ἐγγίνεσθαι τῇ ψυχῇ τὴν χαράν. Πῶς οὖν πρόσταγμα ἡμῖν δέδοται τὸ μὴ ἐκ προαιρέσεως κατορθούμενον, ἀλλ' ἐπακολούθημα ἑτέρων προηγουμένων ὑπάρχον; Πῶς δὲ καὶ ἀδιαλείπτως προσεύξομαι, τῶν τοῦ σώματος χρειῶν ἀναγκαίως τὴν ἔννοιαν τῆς ψυχῆς περιστρεφουσῶν πρὸς ἑαυτὰς, ἀδυνάτου ὄντος κατὰ ταυτὸν πρὸς δύο μερίμνας τὴν διάνοιαν κατατέμνεσθαι;
being sick, makes excuses in sins (Ps. 140:4), who on account of his sluggishness regarding the keeping of the commandments attempts to turn his reproaches back upon the lawgiver, as one ordaining impossibilities. And he says: How is it possible for me to rejoice always, when the causes of joy do not rest with me? For the things productive of rejoicing come from without, and are not stored up within us: the arrival of a friend, prolonged company with parents, windfalls of wealth, honours from men, restoration to health out of a grievous sickness, the rest of life's prosperity; a household thriving throughout, a laden table, congenial companions in gladness, sights and sounds bringing pleasure, the health of those closest to us, and the smooth flow of the rest of life for them. For distressing are not only the painful things that befall ourselves, but also those that grieve our friends and kinsfolk. Consequently it is out of all these things that gladness and cheerfulness of soul must needs be gathered together. And besides these, when it falls to one's lot to behold the downfalls of enemies, blows upon plotters, requitals for benefactors, and, in a word, if nothing untoward either present or expected disturbs our life at all, then it is possible for joy to arise in the soul. How then has a command been given to us which is not achieved by deliberate choice, but exists as the consequence of other antecedent things? And how too shall I pray without ceasing, when the needs of the body necessarily turn the attention of the soul round towards themselves, since it is impossible at one and the same time for the mind to be divided towards two cares?
2. Ἀλλὰ καὶ ἐν παντί μοι εὐχαριστεῖν διατέτακται. Εὐχαριστήσω στρεβλούμενος, αἰκιζόμενος, ἐπὶ τροχοῦ κατατεινόμενος, τοὺς ὀφθαλμοὺς ἐκκοπτόμενος; Εὐχαριστήσω τυπτόμενος τὴν ἄτιμον πληγὴν παρὰ τοῦ μισοῦντος; πηγνύμενος ὑπὸ τοῦ κρύους, λιμῷ καταγχόμενος, ἐπὶ τοῦ ξύλου δεδεμένος, ἀτεκνωθεὶς ἀθρόως, ἢ καὶ τῆς γυναικὸς αὐτῆς ἐστερημένος; ἐκ ναυαγίων ἐξαίφνης ἐκπεσὼν εὐπορίας; πειραταῖς κατὰ θάλασσαν, ἢ λῃσταῖς κατ' ἤπειρον περιτυχών; τραύματα ἔχων, συκοφαντούμενος, ἀλητεύων, τὸ δεσμωτήριον οἰκῶν; Ταῦτα καὶ ἔτι πλείω τούτων, κατηγοροῦντες τοῦ νομοθέτου, συνείρουσιν, ἀπολογίαν τῶν ἁμαρτημάτων ἑαυτοῖς εὐτρεπίζειν ἡγούμενοι τὴν ἐπὶ τοῖς διατεταγμένοις ἡμῖν, ὡς ἀδυνάτοις, διαβολήν. Τί οὖν φαμεν; Ὅτι, πρὸς ἕτερα βλέποντος τοῦ Ἀποστόλου, καὶ τὰς ψυχὰς ἡμῶν πειρωμένου χαμόθεν πρὸς ὕψος μετεωρίζειν, καὶ ἐπὶ τὸ οὐράνιον μετατιθέναι πολίτευμα, οἱ μὴ ἐφικνούμενοι τῆς μεγαλονοίας τοῦ νομοθέτου, περὶ γῆν καὶ σάρκας, ὡς περὶ τέλμα σκώληκες, ἰλυσπώμενοι ἐν τοῖς τοῦ σώματος πάθεσι, τὸ δυνατὸν τῶν
2. Yet I have also been commanded to give thanks in everything. Shall I give thanks while being racked, maltreated, stretched out upon the wheel, having my eyes gouged out? Shall I give thanks when struck a dishonourable blow by one who hates me? When stiffened by the cold, choked by famine, bound upon the stocks, bereaved of children all at once, or deprived even of my wife herself? When suddenly cast out of affluence through shipwrecks? Having fallen among pirates at sea, or brigands on dry land? Bearing wounds, slandered, wandering as a vagabond, dwelling in prison? These things and still more than these they string together, accusing the lawgiver, supposing that slandering the things enjoined upon us as impossible prepares for themselves a defence of their sins. What then do we say? That while the Apostle looks towards other things, and endeavours to lift our souls from the ground on high and transfer them to the heavenly commonwealth, those who do not attain to the lofty mind of the lawgiver, wriggling about earth and flesh in the passions of the body like worms about a marsh, the possibility of the
PG 31:221Read from the page
ἀποστολικῶν διατάξεων ἀπαιτοῦσιν. Ὁ δὲ προκαλεῖται εἰς τὸ πάντοτε χαίρειν οὐχὶ τὸν τυχόντα, ἀλλὰ τὸν οἷος αὐτὸς ἦν, οὐκέτι ζῶν ἐν σαρκὶ, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, ὡς τῆς πρὸς τὸ ἀκρότατον τῶν ἀγαθῶν συναφείας μηδαμῶς τὴν ἀπὸ τῶν ὀχληρῶν τῆς σαρκὸς συμπάθειαν δεχομένης. Ἀλλὰ κἂν διακόπτηται ἡ σὰρξ, ἡ τῆς συνεχείας διάλυσις ἐναπομένει τῷ πεπονθότι τοῦ σώματος μέρει, τῆς διαδόσεως τοῦ λυποῦντος οὐ δυναμένης διικνεῖσθαι πρὸς τὸ νοερὸν τῆς ψυχῆς. Εἰ γὰρ ἐνεκρώσαμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, κατὰ τὰς ὑποθήκας τοῦ Ἀποστόλου, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιεφέρομεν, ἀναγκαίως ἡ ἀπὸ τοῦ νενεκρωμένου σώματος πληγὴ πρὸς τὴν ἀπολελυμένην τῆς συναφείας αὐτοῦ ψυχὴν οὐ χωρήσει. Ἀτιμίαι δὲ καὶ ζημίαι, καὶ οἰκείων θάνατοι οὐκ ἀναβήσονται πρὸς τὸν νοῦν, οὐδὲ καταστρέψουσι τὸ ὑψηλὸν τῆς ψυχῆς πρὸς τὴν ὧδε συμπάθειαν. Εἰ μὲν γὰρ τὰ αὐτὰ φρονοῦσι τῷ σπουδαίῳ οἱ ταῖς δυσκολίαις περιπεσόντες, οὐ παρέξουσι λύπας ἑτέρῳ, οἵ γε μηδ' αὐτοὶ λυπηρῶς διαφέροντες τὰ συμπίπτοντα· εἰ δὲ κατὰ σάρκα ζῶσιν, οὐδ' οὕτω λυπήσουσιν, ἀλλ' ἐλεεινοὶ κριθήσονται, οὐ τῶν περιστάσεων μᾶλλον, ἢ τοῦ μὴ προαιρεῖσθαι τὰ δέοντα. Ὅλως δὲ ψυχὴ, ἡ ἅπαξ προσδεθεῖσα τῷ πόθῳ τοῦ Κτίσαντος, καὶ τοῖς ἐκεῖ κάλλεσιν ἐνειθισμένη φαιδρύνεσθαι, τὸ περιχαρὲς αὐτῆς καὶ εὔθυμον ὑπὸ τῆς ποικίλης μεταπτώσεως τῶν σαρκικῶν παθημάτων οὐ μεταβαλεῖ· ἀλλὰ τὰ τοῖς ἄλλοις λυπηρὰ προσθήκην εὐφροσύνης ποιήσεται. Οἷος ἦν ὁ Ἀπόστολος, εὐδοκῶν ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, καυχήματα ἑαυτοῦ τὰς ἐνδείας ποιούμενος· ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ἐφ' οἷς ἄλλοι δυσανασχετοῦσι καὶ πρὸς τὸν βίον ἀπαγορεύουσιν, ἐπὶ τούτοις αὐτὸς ἀγαλλιώμενος. Οἱ τοίνυν ἀπαιδεύτως ἔχοντες τῆς ἀποστολικῆς διανοίας, καὶ μὴ συνιέντες, ὅτι πρὸς τὴν εὐαγγελικὴν ἡμᾶς προσκαλεῖται ζωὴν, τολμῶσι κατηγορεῖν τοῦ Παύλου, ὡς ἀδύνατα ἡμῖν διορίζοντος. Αλλὰ μὴν διδασκέσθωσαν ὅσαι τοῦ χαίρειν εὐλόγως αἱ ἀφορμαὶ διὰ τῆς τοῦ Θεοῦ μεγαλοδωρεᾶς ἡμῖν πρόκεινται. Παρήχθημεν εἰς τὸ εἶναι, μὴ ὄντες· κατ' εἰκόνα τοῦ κτίσαντος ἐγενήθημεν· νοῦν καὶ λόγον συμπληροῦντα ἡμῶν τὴν φύσιν ἔχομεν, δι' οὗ Θεὸν ἐγνωρίσαμεν. Καὶ τὰ κάλλη τῆς κτίσεως ἐντέχνως καταμανθάνοντες, δι' αὐτῶν, οἱονεὶ διὰ γραμμάτων τινῶν, τὴν μεγάλην τοῦ Θεοῦ περὶ πάντα
apostolic ordinances demand. Yet he summons to rejoice always not just any chance person, but one such as he himself was, no longer living in the flesh, but having Christ living in himself (Gal. 2:20), inasmuch as union with the highest of goods in no way admits fellow-suffering from the troubles of the flesh. Rather, even if the flesh be cut through, the dissolution of continuity abides in the affected part of the body, since the transmission of what causes pain cannot penetrate to the intellectual part of the soul. For if we put to death our members that are upon the earth, according to the counsels of the Apostle (Col. 3:5), and carried about in the body the dying of Jesus (2 Cor. 4:10), necessarily the blow coming from the deadened body will not advance to the soul released from union with it. Dishonours and losses and deaths of kinsfolk will not ascend to the mind, nor will they cast down the loftiness of the soul into fellow-feeling with things here below. For if those who have fallen into hardships are of the same mind with the earnest man, they will cause no griefs to another, since they do not even themselves bear sorrowfully what befalls them; whereas if they live according to the flesh, not even so will they grieve him, but they will be judged pitiable, not so much for their circumstances as for not choosing what ought to be done. Altogether, the soul that has once been bound fast to longing for the Creator, and has grown accustomed to be gladdened by the beauties yonder, will not exchange its exceeding joy and cheerfulness under the varied shifting of fleshly passions, but will make the things grievous to others an increase of gladness. Such was the Apostle, taking pleasure in weaknesses, in afflictions, in persecutions, in distresses, making his wants his own boasts (2 Cor. 12:9-10); in hunger and thirst, in cold and nakedness (2 Cor. 11:27), in persecutions and straits, exulting himself over the very things at which others chafe and despair of life. Those, therefore, who are uninstructed in the apostolic mind, and do not understand that he summons us to the evangelical life, dare to accuse Paul of ordaining things impossible for us. Yet surely let them be taught how many reasonable occasions for rejoicing lie before us through the munificence of God. We were brought into being when we were not; we were made according to the image of the Creator (Gen. 1:26); we possess mind and reason completing our nature, whereby we came to know God. And studying skilfully the beauties of creation, through them, as though through certain letters, God's great, concerning all things,
Notes, col. 221

On the reading

Printed Αλλὰ, for Ἀλλὰ.