Migne Reading Room

PG 31 · cols. 200–209 · Read from the page

Homilies and sermons

Homilies and sermons

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 31:200Read from the page
ἐποχουμένη, διαπερῶσα τὸν ἀέρα, ἐκ τοῦ φθεγγομένου μεταβαίνει πρὸς τὸν ἀκούοντα· κἂν μὲν εὕρῃ γαλήνην βαθεῖαν καὶ ἡσυχίαν, ὥσπερ λιμέσιν εὐδίοις καὶ ἀχειμάστοις ταῖς ἀκοαῖς τῶν μανθανόντων ὁ λόγος ἐγκαθορμίζεται· ἐὰν δὲ οἷον ζάλη τις τραχεῖα ὁ παρὰ τῶν ἀκουόντων θόρυβος ἀντιπνεύσῃ, ἐν μέσῳ τῷ ἀέρι διαλυθεὶς ἐναυάγησε. Ποιήσατε τοίνυν γαλήνην τῷ λόγῳ διὰ τῆς σιωπῆς. Ἴσως γὰρ ἄν τι φανείη χρήσιμον ἔχων τῶν ἀγωγίμων. Δυσθήρατός ἐστιν ὁ τῆς ἀληθείας λόγος, ῥᾳδίως δυνάμενος ἐκφεύγειν τοὺς μὴ προσέχοντας, οὕτω τοῦ Πνεύματος οἰκονομήσαντος συνεσταλμένον αὐτὸν εἶναι καὶ βραχὺν, ὥστε πολλὰ ἐν ὀλίγοις δηλοῦν, καὶ διὰ συντομίαν εὔκολον εἶναι τῇ μνήμῃ παρακατασχέσθαι. Καὶ γὰρ φύσει ἀρετὴ λόγου μήτε ἀσαφείᾳ κρύπτειν τὰ σημαινόμενα, μήτε περιττὸν εἶναι καὶ μάταιον εἰκῇ τοῖς πράγμασι περιῤῥέοντα. Ὁποῖος οὖν δή ἐστι καὶ ὁ ἀρτίως ἡμῖν ἐκ τῶν Μωϋσέως βίβλων ἀνεγνωσμένος λόγος, οὗ μέμνησθε πάντως οἵ γε φιλόπονοι, πλὴν εἰ μή που διὰ βραχύτητα παρέδραμεν ὑμῶν τὰς ἀκοάς. Ἔχει δὲ ἡ λέξις οὕτως· Πρόσεχε σεαυτῷ, μή ποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα. Εὔκολοί ἐσμεν πρὸς τὰς κατὰ διάνοιαν ἁμαρτίας οἱ ἄνθρωποι. Διόπερ ὁ πλάσας καταμόνας τὰς καρδίας ἡμῶν, εἰδὼς, ὅτι τὸ πλεῖστον τῆς ἁμαρτίας ἐν τῇ ὁρμῇ πληροῦται τῇ κατὰ πρόθεσιν, τὴν ἐν τῷ ἡγεμονικῷ καθαρότητα πρώτην ἡμῖν διετάξατο. ᾯ γὰρ μάλιστα προχείρως ἐξαμαρτάνομεν, τοῦτο πλείονος φυλακῆς καὶ ἐπιμελείας ἠξίωσεν. Ὥσπερ γὰρ τῶν σωμάτων τὰ ἀσθενέστερα οἱ προμηθέστεροι τῶν ἰατρῶν ταῖς προφυλακτικαῖς ὑποθήκαις πόῤῥωθεν ἀσφαλίζονται· οὕτως ὁ κοινὸς κηδεμὼν, καὶ ἀληθινὸς τῶν ψυχῶν ἰατρὸς, ὃ μάλιστα ἡμῶν οἶδε πρὸς ἁμαρτίαν ὀλισθηρότερον, τοῦτο ἰσχυροτέραις προκατελάβετο φυλακαῖς. Αἱ μὲν γὰρ διὰ τοῦ σώματος πράξεις καὶ χρόνου δέονται, καὶ εὐκαιρίας, καὶ καμάτων, καὶ συνεργῶν, καὶ τῆς λοιπῆς χορηγίας· αἱ δὲ τῆς διανοίας κινήσεις ἀχρόνως ἐνεργοῦνται, ἀκόπως ἐπιτελοῦνται, ἀπραγματεύτως συνίστανται, πάντα καιρὸν ἐπιτήδειον ἔχουσι. Καί πού τις τῶν σοβαρῶν καὶ κατωφρυωμένων ἐπὶ σεμνότητι, πλάσμα σωφροσύνης ἔξωθεν περικείμενος, ἐν μέσοις καθεζόμενος πολλάκις τοῖς ἐπ' ἀρετῇ αὐτὸν μακαρίζουσιν, ἀπέδραμε τῇ διανοίᾳ πρὸς τὸν τῆς ἁμαρτίας τόπον ἐν τῷ ἀφανεῖ τῆς καρδίας κινήματι. Εἶδε τῇ φαντασίᾳ τὰ σπουδαζόμενα, ἀνετυπώσατό τινα ὁμιλίαν οὐκ εὐπρεπῆ, καὶ ὅλως ἐν τῷ κρυφαίῳ τῆς καρδίας ἐργαστηρίῳ, ἐναργῆ ἐν ἑαυτῷ τὴν ἡδονὴν ζωγραφήσας, ἀμάρτυρον ἔσω τὴν ἁμαρτίαν ειργάσατο, ἄγνωστον πᾶσιν, ἕως ἂν ἔλθῃ ὁ ἀποκαλύπτων τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερῶν τὰς βουλὰς τῶν καρδιῶν. Φύλαξαι οὖν, μή ποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα. Ὁ γὰρ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ.
borne along, crossing through the air, it passes over from the speaker to the hearer; and if it finds deep calm and quietness, speech comes to anchor in the ears of the learners as in fair and stormless harbours; whereas if the clamour from the hearers blows against it like some rough squall, dissolved in mid-air it suffers shipwreck. Make calm therefore for speech through silence. For perhaps it might appear holding something useful among its freight. Hard to catch is the word of truth, easily able to escape those who do not pay heed, the Spirit having so dispensed that it should be compact and brief, so as to signify many things in few words, and through brevity to be easy for the memory to retain. For indeed by nature the virtue of speech is neither to hide the things signified by obscurity, nor to be superfluous and idle, flowing aimlessly around matters. Of just such a kind indeed is also the word read aloud to us just now from the books of Moses, which you who are diligent surely remember, unless perchance through its brevity it slipped past your ears. And the wording runs thus: Give heed to yourself, lest perchance there come to be a hidden word in your heart, an iniquity. Easy are we men towards sins in thought. Wherefore He Who fashioned our hearts individually, knowing that the greatest part of sin is fulfilled in the impulse according to purpose, ordained for us purity in the ruling faculty first of all. For that wherein we most readily sin, this He deemed worthy of greater safeguard and care. For just as the more provident of physicians secure beforehand from afar the weaker parts of bodies with preventive precepts, so the common guardian and true physician of souls secured beforehand with stronger safeguards that in us which He knows to be more prone to slip towards sin. For actions through the body require time, and opportunity, and toils, and helpers, and the rest of the equipment; whereas the movements of thought are enacted timelessly, are accomplished effortlessly, are formed without trouble, have every season suitable. And perchance someone among those who are solemn and knit their brows over dignity, wearing an outward pretence of sobriety, sitting oftentimes in the midst of those who count him blessed for virtue, has run off in thought towards the place of sin in the unseen movement of his heart. He beheld in imagination the things eagerly sought, fashioned for himself some unseemly intercourse, and altogether in the secret workshop of the heart, having painted the pleasure vividly within himself, wrought the sin inwardly without witness, unknown to all, until He comes Who uncovers the hidden things of darkness and makes manifest the counsels of hearts. Guard yourself therefore, lest perchance there come to be a hidden word in your heart, an iniquity. For he who looks upon a woman to lust after her has already committed adultery in his heart.
Notes, col. 200

On the reading

Printed ειργάσατο, for εἰργάσατο.

PG 31:201Read from the page
Διότι αἱ μὲν τοῦ σώματος πράξεις ὑπὸ πολλῶν διακόπτονται, ὁ δὲ κατὰ πρόθεσιν ἁμαρτάνων, τῷ τάχει τῶν νοημάτων συναπαρτιζομένην ἔχει τὴν ἁμαρτίαν. Ὅπου οὖν ὀξὺ τὸ παράπτωμα, ταχεῖα δέδοται ἡμῖν ἡ φυλακή. Διαμαρτύρεται γὰρ, Μήποτε γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου ἀνόμημα. Μᾶλλον δὲ ἐπ' αὐτὴν τοῦ λόγου τὴν ἀρχὴν ἀναδράμωμεν.
Because the actions of the body are interrupted by many things, whereas he who sins by intention has his sin brought to completion along with the swiftness of his thoughts. Where, therefore, the transgression is swift, swift too is the safeguard that has been given to us. For he solemnly testifies, Lest there come to be a secret word in your heart, an iniquity. Rather, let us run back to the very beginning of the saying.
2. Πρόσεχε, φησὶ, σεαυτῷ. Τῶν ζώων ἕκαστον παρὰ τοῦ τὰ πάντα συστησαμένου Θεοῦ οἴκοθεν ἔχει τὰς ἀφορμὰς πρὸς τὴν φυλακὴν τῆς οἰκείας συστάσεως. Καὶ εὕροις ἂν, εἰ καταμάθοις ἐπιμελῶς, τῶν ἀλόγων τὰ πλεῖστα ἀδίδακτον ἔχοντα τὴν πρὸς τὸ βλάπτον διαβολήν· καὶ φυσικῇ τινι πάλιν ὁλκῇ πρὸς τὴν τῶν ὠφελούντων ἀπόλαυσιν ἐπειγόμενα. Διὸ καὶ ἡμῖν ὁ παιδεύων ἡμᾶς Θεὸς τὸ μέγα τοῦτο παράγγελμα δέδωκεν, ἵνα, ὅπερ ἐκείνοις ἐκ φύσεως, τοῦτο ἡμῖν ἐκ τῆς τοῦ λόγου βοηθείας προσγένηται· καὶ ὅπερ κατορθοῦται τοῖς ἀλόγοις ἀνεπιστάτως, τοῦτο παρ' ἡμῶν ἐπιτελῆται διὰ τῆς προσοχῆς καὶ τῆς συνεχοῦς τῶν λογισμῶν ἐπιστάσεως· καὶ φύλακες ὦμεν ἀκριβεῖς τῶν παρὰ Θεοῦ δεδομένων ἡμῖν ἀφορμῶν· φεύγοντες μὲν τὴν ἁμαρτίαν, ὥσπερ τὰ ἄλογα φεύγει τῶν βρωμάτων τὰ δηλητήρια· διώκοντες δὲ τὴν δικαιοσύνην, ὥσπερ κἀκεῖνα μεταδιώκει τῆς πόας τὸ τρόφιμον. Πρόσεχε οὖν σεαυτῷ, ἵνα δυνατὸς ᾖς διακρίνειν τὸ βλάπτον ἀπὸ τοῦ σώζοντος. Ἐπειδὴ δὲ διπλοῦν τὸ προσέχειν· τὸ μὲν, σωματικοῖς ὀφθαλμοῖς ἐνατενίζειν τοῖς ὁρατοῖς· τὸ δὲ, τῇ νοερᾷ τῆς ψυχῆς δυνάμει ἐπιβάλλειν τῇ θεωρίᾳ τῶν ἀσωμάτων· ἐὰν μὲν ἐπὶ τῆς τῶν ὀφθαλμῶν ἐνεργείας κεῖσθαι εἴπωμεν τὸ παράγγελμα, εὐθὺς αὐτοῦ τὸ ἀδύνατον ἀπελέγξομεν. Πῶς γὰρ ἄν τις ὅλον ἑαυτὸν τῷ ὀφθαλμῷ καταλάβοι; Οὐδὲ γὰρ αὐτὸς ἐφ' ἑαυτὸν ὁ ὀφθαλμὸς κέχρηται τῷ ὁρᾷν· οὐ κορυφῆς ἐφικνεῖται, οὐ τὰ νῶτα οἶδεν, οὐ πρόσωπα, οὐ τὴν ἐν τῷ βάθει τῶν σπλάγχνων διάθεσιν. Ἀσεβὲς οὖν τὸ λέγειν ἀδύνατα εἶναι τὰ τοῦ Πνεύματος παραγγέλματα. Λείπεται τοίνυν ἐπὶ τῆς κατὰ νοῦν ἐνεργείας τοῦ προστάγματος ἐξακούειν. Πρόσεχε οὖν σεαυτῷ· τουτέστι, Πανταχόθεν σεαυτὸν περισκόπει. Ἀκοίμητον ἔχε πρὸς τὴν σεαυτοῦ φυλακὴν τὸ τῆς ψυχῆς ὄμμα. Ἐν μέσῳ παγίδων διαβαίνεις. Κεκρυμμένοι βρόχοι παρὰ τοῦ ἐχθροῦ πολλαχόθεν καταπεπήγασι. Πάντα οὖν περισκόπει, Ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Ἡ μὲν γὰρ δορκὰς ἀνάλωτός ἐστι τοῖς βρόχοις δι' ὀξύτητα τῆς ὁράσεως· ὅθεν καὶ ἐπώνυμός ἐστι τῆς οἰκείας ὀξυδορκίας· τὸ δὲ ὄρνεον κούφῳ τῷ πτερῷ ὑψηλότερον τῆς ἐπιβουλῆς
2. Give heed, he says, to yourself. Each of the living creatures has from within, from the God Who framed all things, the impulses towards the preservation of its own constitution. And you would find, if you observed carefully, that most of the irrational creatures possess untaught an aversion towards what harms them, and again are urged on by a certain natural attraction towards the enjoyment of things beneficial. Wherefore to us also the God Who instructs us has given this great precept, so that what belongs to them by nature may accrue to us through the aid of reason; and what is rightly accomplished by irrational creatures without reflection may be fulfilled by us through attentiveness and the continuous application of our thoughts; and that we may be exact guardians of the resources given to us by God, fleeing sin just as irrational creatures flee poisonous foods, and pursuing righteousness just as those creatures too seek out what is nutritious in the herbage. Give heed, therefore, to yourself, that you may be able to distinguish what harms from what saves. Now since giving heed is twofold—the one, gazing intently with bodily eyes at visible things; the other, applying the intellectual power of the soul to the contemplation of incorporeal things—if we say that the precept lies in the activity of the eyes, we shall at once expose its impossibility. For how could anyone apprehend the whole of himself with the eye? For the eye does not even use sight upon itself: it does not reach the crown of the head, it does not know the back, nor the face, nor the disposition deep within the inward parts. It is impious, therefore, to say that the precepts of the Spirit are impossible. It remains, accordingly, to understand the command of the activity according to the mind. Give heed, therefore, to yourself; that is, survey yourself from every side. Keep the eye of your soul sleepless for your own guarding. You walk in the midst of snares. Hidden nooses have been set fast in many places by the enemy. Survey all things, therefore, That you may be saved like a gazelle from nooses, and like a bird from a snare. For the gazelle cannot be caught by nooses owing to the keenness of its sight—whence also it takes its name from its own sharp-sightedness—while the bird on light wing, higher than the plotting
PG 31:204Read from the page
τῶν ἀγρευόντων, ὅταν προσέχῃ, γίνεται. Ὅρα οὖν μὴ χείρων φανῇς τῶν ἀλόγων πρὸς τὴν σεαυτοῦ φυλακήν· μήποτε, ταῖς παγίσιν ἁλοὺς, θήραμα γένῃ τοῦ διαβόλου, ἐζωγρημένος ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
of the hunters, proves to be whenever it gives heed. See to it, therefore, lest you show yourself inferior to the irrational creatures with respect to guarding yourself; lest ever, caught in the snares, you become prey to the devil, taken captive by him to do his will.
3. Πρόσεχε οὖν σεαυτῷ· τουτέστι, Μήτε τοῖς σοῖς μήτε τοῖς περὶ σὲ, ἀλλὰ σεαυτῷ μόνῳ πρόσεχε. Ἄλλο γάρ ἐσμεν ἡμεῖς αὐτοὶ, καὶ ἄλλο τὰ ἡμέτερα, καὶ ἄλλο τὰ περὶ ἡμᾶς. Ἡμεῖς μὲν οὖν ἐσμεν ἡ ψυχὴ καὶ ὁ νοῦς, καθὸ κατ' εἰκόνα τοῦ κτίσαντος γεγενήμεθα· ἡμέτερον δὲ τὸ σῶμα καὶ αἱ δι' αὐτοῦ αἰσθήσεις· περὶ ἡμᾶς δὲ, χρήματα, τέχναι καὶ ἡ λοιπὴ τοῦ βίου κατασκευή. Τί οὖν φησιν ὁ λόγος; Μὴ τῇ σαρκὶ πρόσεχε, μηδὲ τὸ ταύτης ἀγαθὸν ἐκ παντὸς τρόπου δίωκε· ὑγείαν καὶ κάλλος καὶ ἡδονῶν ἀπολαύσεις, καὶ μακροβίωσιν· μηδὲ χρήματα καὶ δόξαν, καὶ δυναστείαν θαύμαζε· μηδὲ ὅσα σοι τῆς προσκαίρου ζωῆς τὴν ὑπηρεσίαν πληροῖ, ταῦτα μεγάλα νομίσας, τῇ περὶ ταῦτα σπουδῇ τῆς προηγουμένης σεαυτοῦ ζωῆς καταμέλει· ἀλλὰ πρόσεχε σεαυτῷ· τουτέστι, τῇ ψυχῇ σου. Ταύτην κατακόσμει, καὶ ταύτης ἐπιμελοῦ, ὥστε πάντα μὲν τὸν ἐκ τῆς πονηρίας ἐπιγινόμενον αὐτῇ ῥύπον ἀποικονομεῖσθαι διὰ τῆς προσοχῆς, πᾶν δὲ τὸ ἀπὸ κακίας αἶσχος ἀποκαθαίρεσθαι, παντὶ δὲ τῷ ἐξ ἀρετῆς κάλλει κατακοσμεῖν αὐτὴν καὶ φαιδρύνειν. Ἐξέτασον σεαυτὸν τίς εἶ, γνῶθι σαυτοῦ τὴν φύσιν· ὅτι θνητὸν μέν σου τὸ σῶμα, ἀθάνατος δὲ ἡ ψυχή· καὶ ὅτι διπλῆ τίς ἐστιν ἡμῶν ἡ ζωή· ἡ μὲν οἰκεία τῇ σαρκὶ, ταχὺ παρερχομένη· ἡ δὲ συγγενὴς τῇ ψυχῇ, μὴ δεχομένη περιγραφήν. Πρόσεχε οὖν σεαυτῷ, μήτε τοῖς θνητοῖς ὡς ἀϊδίοις ἐναπομείνῃς, μήτε τῶν ἀϊδίων ὡς παρερχομένων καταφρονήσῃς. Ὑπερόρα σαρκὸς, παρέρχεται γάρ· ἐπιμελοῦ ψυχῆς, πράγματος ἀθανάτου. Ἐπίστηθι μετὰ πάσης ἀκριβείας σεαυτῷ, ἵνα εἰδῇς διανέμειν ἑκατέρῳ τὸ πρόσφορον, σαρκὶ μὲν διατροφὰς καὶ σκεπάσματα, ψυχῇ δὲ δόγματα εὐσεβείας, ἀγωγὴν ἀστείαν, ἀρετῆς ἄσκησιν, παθῶν ἐπανόρθωσιν· μήτε ὑπερπιαίνειν τὸ σῶμα, μήτε περὶ τὸν ὄχλον τῶν σαρκῶν ἐσπουδακέναι. Ἐπειδὴ γὰρ Ἐπιθυμεῖ ἡ σὰρξ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ταῦτα δὲ ἀλλήλοις ἀντίκειται, ὅρα μή ποτε, προσθέμενυς τῇ σαρκὶ, πολλὴν παράσχῃ τὴν δυναστείαν τῷ χείρονι. Ὥσπερ γὰρ ἐν ταῖς ῥοπαῖς τῶν ζυγῶν, ἐὰν μίαν καταβαρύνῃς πλάστιγγα, κουφοτέραν πάντως τὴν ἀντικειμένην ποιήσεις· οὕτω καὶ ἐπὶ σώματος καὶ ψυχῆς, ὁ τοῦ ἑτέρου πλεονασμὸς ἀναγκαίαν ποιεῖ τὴν ἐλάττωσιν τοῦ ἑτέρου. Σώματος μὲν γὰρ εὐπαθοῦντος καὶ πολυσαρκίᾳ βαρυνομένου, ἀνάγκη ἀδρανῆ καὶ ἄτονον εἶναι πρὸς τὰς οἰκείας ἐνεργείας τὸν νοῦν· ψυχῆς δὲ εὐεκτούσης καὶ διὰ τῆς τῶν ἀγαθῶν μελέτης πρὸς τὸ οἰκεῖον μέγεθος
3. Give heed, therefore, to yourself; that is, give heed neither to the things that are yours nor to the things around you, but to yourself alone. For we ourselves are one thing, and what is ours is another, and the things around us are another. We ourselves, then, are the soul and the mind, inasmuch as we have been made according to the image of Him Who created us; what is ours is the body and the senses that operate through it; and around us are wealth, arts, and the rest of the equipment of life. What, then, does the word say? Do not give heed to the flesh, nor pursue its good by every means—health and beauty and enjoyments of pleasures, and longevity—nor admire wealth and glory and dominion; nor, deeming great whatever things fulfil the service of your temporal life, neglect through eagerness over these things your own primary life; rather, give heed to yourself, that is, to your soul. Adorn this, and care for this, so that by attentiveness all the defilement accruing to it from wickedness may be cleared away, and every disgrace arising from vice may be purged off, and you may adorn and brighten it with every beauty that comes from virtue. Examine yourself, who you are; know your own nature: that your body is mortal, whereas your soul is immortal; and that our life is twofold: the one peculiar to the flesh, swiftly passing away; the other akin to the soul, admitting no circumscription. Give heed, therefore, to yourself: neither linger among mortal things as though they were everlasting, nor despise everlasting things as though they were passing away. Look down upon the flesh, for it passes away; care for the soul, an immortal thing. Attend to yourself with all exactness, that you may know how to apportion to each what is fitting: to the flesh nourishment and coverings, and to the soul doctrines of piety, refined conduct, the practice of virtue, and the correction of passions; neither fattening the body to excess, nor being zealous over the bulk of flesh. For since The flesh lusts against the spirit, and the spirit against the flesh, and these are opposed to one another, see to it lest ever, by siding with the flesh, one grant great dominion to the worse part. For just as in the inclinations of balances, if you weigh down one scale-pan, you will certainly make the opposite one lighter, so too with body and soul, the excess of the one necessarily brings about the diminution of the other. For when the body thrives in comfort and is weighed down with fleshiness, the mind must of necessity be sluggish and slack towards its proper activities; whereas when the soul is in vigorous health and through meditation on good things towards its proper greatness
Notes, col. 204

On the reading

Printed προσθέμενυς, for προσθέμενος.

PG 31:205Read from the page
ὑψουμένης, ἑπόμενόν ἐστι τὴν τοῦ σώματος ἕξιν καταμαραίνεσθαι.
is being exalted, it follows that the condition of the body wastes away.
4. Τὸ αὐτὸ δὲ τοῦτο παράγγελμα καὶ ἀσθενοῦσι χρήσιμον, καὶ ἐῤῥωμένοις ἁρμοδιώτατον. Ἐν μέν γε ταῖς ἀσθενείαις οἱ ἰατροὶ τοῖς κάμνουσι παρεγγυῶσι προσέχειν αὐτοὺς ἑαυτοῖς, καὶ μηδενὸς τῶν εἰς θεραπείαν ἡκόντων καταμελεῖν. Ὁμοίως δὲ καὶ ὁ ἰατρὸς τῶν ψυχῶν ἡμῶν λόγος τὴν ὑπὸ τῆς ἁμαρτίας κεκακωμένην ψυχὴν διὰ τοῦ μικροῦ τούτου βοηθήματος ἐξιᾶται. Πρόσεχε οὖν σεαυτῷ, ἵνα κατὰ ἀναλογίαν τοῦ πλημμελήματος καὶ τὴν ἐκ τῆς θεραπείας βοήθειαν καταδέξῃ. Μέγα καὶ χαλεπὸν τὸ ἁμάρτημα· πολλῆς σοι χρεία τῆς ἐξομολογήσεως, δακρύων πικρῶν, συντόνου τῆς ἀγρυπνίας, ἀδιαλείπτου τῆς νηστείας. Κοῦφον καὶ φορητὸν τὸ παράπτωμα· ἐξισαζέσθω καὶ ἡ μετάνοια. Μόνον πρόσεχε σεαυτῷ, ἵνα γνωρίζῃς ψυχῆς εὐρωστίαν καὶ νόσον. Πολλοὶ γὰρ ἀπὸ τῆς ἄγαν ἀπροσεξίας μεγάλα καὶ ἀνίατα νοσοῦντες, οὐδὲ αὐτὸ τοῦτο ἴσασιν, ὅτι νοσοῦσι. Μέγα δὲ τὸ ἐκ τοῦ παραγγέλματος ὄφελος καὶ τοῖς ἐῤῥωμένοις περὶ τὰς πράξεις· ὥστε τὸ αὐτὸ καὶ νοσοῦντας ἰᾶται, καὶ ὑγιαίνοντας τελειοῖ. Ἕκαστος γὰρ ἡμῶν τῶν μαθητευομένων τῷ λόγῳ μιᾶς τινος πράξεώς ἐστιν ὑπηρέτης, τῶν κατὰ τὸ Εὐαγγέλιον διατεταγμένων ἡμῖν. Ἐν γὰρ τῇ μεγάλῃ οἰκίᾳ τῇ Ἐκκλησίᾳ ταύτῃ οὐ μόνον σκεύη ἐστὶ παντοδαπὰ, χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ξύλινα καὶ ὀστράκινα, ἀλλὰ καὶ τέχναι παντοῖαι. Ἔχει γὰρ ὁ οἶκος τοῦ Θεοῦ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, θηρευτὰς, ὁδοιπόρους, ἀρχιτέκτονας, οἰκοδόμους, γεωργοὺς, ποιμένας, ἀθλητὰς, στρατιώτας. Πᾶσι τούτοις ἐφαρμόσει τὸ βραχὺ τοῦτο ῥῆμα, ἑκάστῳ καὶ ἀκρίβειαν τοῦ ἔργου καὶ σπουδὴν τῆς προαιρέσεως ἐμποιοῦν. Θηρευτὴς εἶ ἀπεσταλμένος ὑπὸ τοῦ Κυρίου τοῦ εἰπόντος· Ἰδοὺ ἐγὼ ἀποστέλλω πολλοὺς θηρευτὰς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους. Πρόσεχε οὖν ἐπιμελῶς, μή πού σε διαφύγῃ τὸ θήραμα, ἵνα, συλλαβόμενος τῷ λόγῳ τῆς ἀληθείας, τοὺς ὑπὸ τῆς κακίας ἀγριωθέντας προσαγάγῃς τῷ σώζοντι. Ὁδοιπόρος εἶ ὁμοίως τῷ εὐχομένῳ· Τὰ διαβήματά μου κατεύθυνον. Πρόσεχε σεαυτῷ, μὴ παρατραπῇς τῆς ὁδοῦ, μὴ ἐκκλίνῃς δεξιᾷ ἢ ἀριστερᾷ· ὁδῷ βασιλικῇ πορεύου. Ὁ ἀρχιτέκτων ἀσφαλῶς τὸν θεμέλιον καταβαλλέσθω τῆς πίστεως, ὅς ἐστιν Ἰησοῦς ὁ Χριστός. Ὁ οἰκοδόμος βλεπέτω πῶς ἐποικοδομεῖ· μὴ ξύλα, μὴ χόρτον, μὴ καλάμην, ἀλλὰ χρυσίον, ἀργύριον, λίθους τιμίους. Ὁ ποιμὴν, πρόσεχε μή τι παρέλθῃ τῶν ἐπιβαλ-
4. Now this same precept is both useful to those who are weak and most fitting for those who are strong. In illnesses, indeed, physicians charge the sick to give heed to themselves and to neglect nothing of what pertains to healing. In like manner too the word, the physician of our souls, heals the soul harmed by sin through this small remedy. Give heed, therefore, to yourself, so that in proportion to your offence you may also accept the aid that comes from healing. Great and grievous is the sin: you have need of much confession, bitter tears, strenuous vigil, unceasing fasting. Light and bearable is the transgression: let the repentance also be matched to it. Only give heed to yourself, that you may recognize the soul's health and disease. For many, suffering from great and incurable diseases out of excessive heedlessness, do not even know this very thing, that they are sick. Great too is the benefit from the precept even for those who are strong in their actions, so that the same precept both heals the sick and perfects the healthy. For each of us who are discipled to the word is a minister of some single work among those appointed for us according to the Gospel. For in this great house, the Church, there are not only vessels of every kind, golden and silver and wooden and earthen, but also crafts of all sorts. For the house of God, which is the Church of the living God, has hunters, wayfarers, master-builders, builders, husbandmen, shepherds, athletes, soldiers. To all these this brief saying will apply, instilling in each both exactness in his work and zeal of purpose. You are a hunter sent forth by the Lord Who said: Behold, I send many hunters, and they shall hunt them upon every mountain. Give heed carefully, therefore, lest somehow the quarry escape you, so that, taking captive by the word of truth those grown wild through wickedness, you may bring them to Him Who saves. You are a wayfarer like him who prayed: Direct my steps. Give heed to yourself, lest you turn aside from the road, lest you swerve to the right hand or to the left; walk on the royal road. Let the master-builder securely lay down the foundation of the faith, which is Jesus Christ. Let the builder look to how he builds upon it: not wood, not hay, not stubble, but gold, silver, precious stones. You, the shepherd, give heed lest anything slip past you of the duties that fall
PG 31:208Read from the page
λόντων τῇ ποιμαντικῇ. Ταῦτα δέ εἰσι ποῖα; Τὸ πεπλανημένον ἐπίστρεφε, τὸ συντετριμμένον ἐπίδησον, τὸ νοσοῦν ἴασαι. Ὁ γεωργὸς, περίσκαπτε τὴν ἄκαρπον συκῆν, καὶ ἐπίβαλλε τὰ πρὸς βοήθειαν τῆς καρπογονίας. Ὁ στρατιώτης, συγκακοπάθησον τῷ Εὐαγγελίῳ, στρατεύου τὴν καλὴν στρατείαν κατὰ τῶν πνευμάτων τῆς πονηρίας, κατὰ τῶν παθῶν τῆς σαρκὸς, ἀνάλαβε πᾶσαν τὴν πανοπλίαν τοῦ Θεοῦ· μὴ ἐμπλέκου ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃς. Ὁ ἀθλητὴς, πρόσεχε σεαυτῷ, μή πού τινα παραβῇς τῶν ἀθλητικῶν νόμων. Οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Μιμοῦ τὸν Παῦλον, καὶ τρέχοντα, καὶ παλαίοντα, καὶ πυκτεύοντα· καὶ αὐτὸς, ὡς ἀγαθὸς πύκτης, ἀμετεώριστον ἔχε τὸ τῆς ψυχῆς βλέμμα. Σκέπε τὰ καίρια τῇ προβολῇ τῶν χειρῶν· ἀτενὲς τὸ ὄμμα πρὸς τὸν ἀντίπαλον ἔστω. Ἐν τοῖς δρόμοις τοῖς ἔμπροσθεν ἐπεκτείνου. Οὕτω τρέχε, ἵνα καταλάβῃς. Ἐν τῇ πάλῃ τοῖς ἀοράτοις ἀνταγωνίζου. Τοιοῦτόν σε εἶναι διὰ βίου ὁ λόγος βούλεται, μὴ ἀναπεπτωκότα, μηδὲ καθεύδοντα, ἀλλὰ νηφόντως καὶ ἐγρηγορότως ἑαυτοῦ προεστῶτα.
to the pastoral art. And what sort of duties are these? Turn back what has strayed, bind up what is crushed, heal what is sick. You, the husbandman, dig round the barren fig-tree, and apply what aids fruitfulness. You, the soldier, suffer hardship together with the Gospel, wage the good warfare against the spirits of wickedness, against the passions of the flesh, take up the whole armour of God; do not entangle yourself in the affairs of life, that you may please him who enlisted you. You, the athlete, give heed to yourself, lest somehow you transgress one of the laws of the games. For no one is crowned unless he contends lawfully. Imitate Paul, both running, and wrestling, and boxing; and do you yourself, like a good boxer, keep the gaze of your soul undistracted. Guard your vital parts by holding out your hands before them; let your eye be fixed steadily upon the adversary. In the foot-races stretch forward to the things ahead. So run that you may lay hold. In the wrestling-match contend against invisible foes. Such does the word wish you to be throughout life, neither sunken in slackness nor sleeping, but soberly and watchfully presiding over yourself.
5. Ἐπιλείψει με ἡ ἡμέρα διηγούμενον τά τε ἐπιτηδεύματα τῶν συνεργούντων εἰς τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ τὴν δύναμιν τοῦ προστάγματος, ὅπως εὐαρμόστως ἔχει πρὸς ἅπαντας. Πρόσεχε σεαυτῷ· νηφάλιος ἔσο, βουλευτικὸς, τῶν παρόντων φύλαξ, προνοητικὸς τοῦ μέλλοντος. Μὴ τὸ μὲν ἤδη παρὸν διὰ ῥᾳθυμίας προΐεσο, τῶν δὲ μήτε ὄντων μήτε ἐσομένων τυχὸν, ὡς ἐν χερσὶν ὄντων, τὴν ἀπόλαυσιν ὑποτίθεσο. Ἢ οὐχὶ φύσει ὑπάρχει τὸ ἀῤῥώστημα τοῦτο τοῖς νέοις, κουφότητι γνώμης ἔχειν ἤδη νομίζειν τὰ ἐλπισθέντα; Ὅταν γάρ ποτε ἠρεμίας λάβωνται, ἢ ἡσυχίας νυκτερινῆς, ἀναπλάττουσιν ἑαυτοῖς φαντασίας ἀνυποστάτους, τῇ εὐκολίᾳ τῆς διανοίας ἐπὶ πάντα φερόμενοι· ὑποτιθέμενοι περιφανείας βίου, γάμους λαμπροὺς, εὐπαιδίαν, γῆρας βαθὺ, τὰς παρὰ πάντων τιμάς. Εἶτα μηδαμοῦ στῆναι τῶν ἐλπίδων δυνάμενοι, πρὸς τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ὑπερφυσῶνται. Οἴκους κτῶνται καλοὺς καὶ μεγάλους· πληρώσαντες τούτους παντοδαπῶν κειμηλίων, γῆν περιβάλλονται, ὅσην ἂν αὐτοῖς ἡ ματαιότης τῶν λογισμῶν τῆς ὅλης κτίσεως ἀποτέμηται. Πάλιν τὰς ἐντεῦθεν εὐπορίας ταῖς τῆς ματαιότητος ἀποθήκαις ἐναποκλείουσι. Προστιθέασι τούτοις βοσκήματα, οἰκετῶν πλῆθος ἀριθμὸν ὑπερβαῖνον, ἀρχὰς πολιτικὰς, ἡγεμονίας ἐθνῶν, στρατηγίας, πολέμους, τρόπαια, βασιλείαν αὐτήν. Πάντα ταῦτα τοῖς διακένοις τῆς διανοίας ἀναπλασμοῖς ἐπελθόντες, ὑπὸ τῆς
5. Time will fail me as I recount both the pursuits of those who labour together for the Gospel of Christ and the force of the command, how harmoniously suited it is to all. Give heed to yourself: be sober, deliberate in counsel, a guardian of things present, provident for the future. Do not through remissness cast away what is already present, while picturing to yourself the enjoyment of things that neither exist nor perhaps will exist, as though they were already in your hands. Or does not this infirmity belong by nature to the young, through lightness of judgement to suppose that they already possess what they have hoped for? For whenever they find quiet, or nocturnal stillness, they fashion for themselves insubstantial fantasies, carried off towards everything by the facility of their mind: imagining for themselves distinctions in life, brilliant marriages, fair offspring, deep old age, honours from all men. Then, unable to halt anywhere in their hopes, they are puffed up towards the greatest things among men. They acquire fine and spacious houses; having filled these with treasures of every kind, they encompass as much land as the vanity of their thoughts may carve out for them from the whole creation. Again, they lock away the revenues therefrom in the storehouses of vanity. To these they add herds, a multitude of household slaves surpassing number, civil magistracies, governorships of nations, generalships, wars, trophies, kingship itself. Having gone through all these things in the empty figments of their mind, out of their
PG 31:209Read from the page
ἄγαν ἀνοίας ἀπολαύειν δοκοῦσι τῶν ἐλπισθέντων ὡς ἤδη παρόντων καὶ ἐν ποσὶ κειμένων αὐτοῖς. Ἴδιον ἀῤῥώστημα τοῦτο ἀργῆς καὶ ῥᾳθύμου ψυχῆς, ἐνύπνια βλέπειν ἐγρηγορότος τοῦ σώματος. Ταύτην τοίνυν τὴν χαυνότητα τῆς διανοίας, καὶ τὴν φλεγμονὴν τῶν λογισμῶν καταπιέζων ὁ λόγος, καὶ οἷον χαλινῷ τινι ἀνακρούων τῆς διανοίας τὸ ἄστατον, παραγγέλλει τὸ μέγα τοῦτο καὶ σοφὸν παράγγελμα· Σεαυτῷ, φησὶ, πρόσεχε· μὴ ὑποτιθέμενος τὰ ἀνύπαρκτα, ἀλλὰ τὰ παρόντα πρὸς τὸ συμφέρον διατιθέμενος. Οἶμαι δὲ, κἀκεῖνο τὸ πάθος ἐξαιροῦντα τῆς συνηθείας, ταύτῃ χρήσασθαι τῇ παραινέσει τὸν νομοθέτην. Ἐπειδὴ ῥᾴδιον ἑκάστῳ ἡμῶν πολυπραγμονεῖν τὰ ἀλλότρια, ἢ τὰ οἰκεῖα ἑαυτοῦ διασκέπτεσθαι· ἵνα μὴ τοῦτο πάσχωμεν, Παῦσαι, φησὶ, τὰ τοῦ δεῖνος κακὰ περιεργαζόμενος· μὴ δίδου σχολὴν τοῖς λογισμοῖς τὸ ἀλλότριον ἐξετάζειν ἀῤῥώστημα· ἀλλὰ σαυτῷ πρόσεχε· τουτέστιν, ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε σου τὸ ὄμμα τῆς ψυχῆς. Πολλοὶ γὰρ, κατὰ τὸν λόγον τοῦ Κυρίου, τὸ μὲν κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ κατανοοῦσι, τὴν δὲ ἐν τῷ οἰκείῳ ὀφθαλμῷ δοκὸν οὐκ ἐμβλέπουσι. Μὴ παύσῃ τοίνυν διερευνώμενος σεαυτὸν, εἴ σοι κατ' ἐντολὴν ὁ βίος πρόεισιν· ἀλλὰ μὴ τὰ ἔξω περισκόπει, εἴ πού τινος μῶμον ἐξευρεῖν δυνηθείης, κατὰ τὸν Φαρισαῖον τὸν βαρὺν ἐκεῖνον καὶ ἀλαζόνα, ὃς εἱστήκει ἑαυτὸν δικαιῶν, καὶ τὸν τελώνην κατευτελίζων· ἀλλὰ σεαυτὸν ἀνακρίνων μὴ διαλίπῃς, μή τι κατὰ τὰς ἐνθυμήσεις ἥμαρτες, μή τι ἡ γλῶσσα παρώλισθε τῆς διανοίας προεκδραμοῦσα, μὴ ἐν τοῖς ἔργοις τῶν χειρῶν πέπρακταί τι τῶν ἀβουλήτων. Κἂν εὕρῃς ἐν τῷ βίῳ σεαυτοῦ πολλὰ τὰ ἁμαρτήματα (εὑρήσεις δὲ πάντως ἄνθρωπος ὢν), λέγε τὰ τοῦ τελώνου· Ὁ Θεὸς, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Πρόσεχε οὖν σεαυτῷ. Τοῦτό σοι τὸ ῥῆμα καὶ λαμπρῶς εὐημεροῦντί ποτε, καὶ παντὸς τοῦ βίου κατὰ ῥοῦν φερομένου, χρησίμως παραστήσεται, ὥσπερ τις ἀγαθὸς σύμβουλος ὑπόμνησιν φέρων τῶν ἀνθρωπίνων. Καὶ μέντοι καὶ ὑπὸ περιστάσεων πιεζομένῳ ἐν καιρῷ ἂν γένοιτο τῇ καρδίᾳ κατεπᾳδόμενον, ὡς μήτε τύφῳ πρὸς ἀλαζονείαν ὑπέρογκον ἐπαρθῆναι, μήτε ἀπογνώσει πρὸς ἀγενῆ δυσθυμίαν καταπεσεῖν. Πλούτῳ κομᾷς, καὶ ἐπὶ προγόνοις μέγα φρονεῖς; καὶ ἐπαγάλλῃ πατρίδι καὶ κάλλει σώματος, καὶ ταῖς παρὰ πάντων τιμαῖς; Πρόσεχε σεαυτῷ, ὅτι θνητὸς εἶ, Ὅτι γῆ εἶ, καὶ εις γῆν ἀπελεύσῃ. Περίβλεψαι τοὺς πρὸ σοῦ ἐν ταῖς ὁμοίαις περιφανείαις ἐξετασθέντας. Ποῦ οἱ τὰς πολιτικὰς δυναστείας περιβεβλημένοι; ποῦ οἱ δυσμαχώτατοι ῥήτορες; ποῦ οἱ τὰς πανηγύρεις διατιθέντες; οἱ λαμπροὶ ἱπποτρόφοι, οἱ στρατηγοὶ, οἱ σατράπαι, οἱ τύραννοι; Οὐ πάντα κόνις; οὐ πάντα μῦθος; Οὐκ ἐν ὀλίγοις ὀστέοις τὰ μνημόσυνα τῆς ζωῆς αὐ-
excessive folly they suppose that they are enjoying the things hoped for as though already present and lying at their feet. This is the peculiar infirmity of an idle and indolent soul, to see dreams while the body is awake. Suppressing, therefore, this slackness of mind and inflammation of thoughts, and checking as if with a bridle the instability of the mind, the word enjoins this great and wise precept: Give heed, he says, to yourself, not imagining non-existent things, but ordering present things to your advantage. And I think that the lawgiver made use of this exhortation in order to remove that passion also from custom: since it is easier for each of us to meddle in others' affairs than to examine thoroughly what is properly his own, lest we suffer this, Cease, he says, prying into so-and-so's evils; do not give leisure to your thoughts to investigate another's infirmity; rather, give heed to yourself, that is, turn the eye of your soul to the scrutiny of what is your own. For many, according to the word of the Lord, observe the speck in their brother's eye, yet do not perceive the beam in their own eye. Do not cease, therefore, searching yourself thoroughly, whether your life is advancing in accordance with the commandment; do not survey outward things, to see whether somewhere you might be able to find out someone's blemish, like that overbearing and boastful Pharisee who stood justifying himself and disparaging the tax-collector; rather, do not leave off examining yourself, whether in anything you have sinned in your inward thoughts, whether in anything your tongue has slipped by running ahead of your mind, whether in the works of your hands anything unconsidered has been done. And if you find many sins in your life (and you will certainly find them, being human), speak the words of the tax-collector: O God, be merciful to me the sinner. Give heed, therefore, to yourself. This saying will stand usefully beside you even when at times you prosper brilliantly and the whole of your life runs with the stream, like some good counsellor bringing to mind the nature of human affairs. And indeed, even when you are hard pressed by circumstances, it may come seasonably as a chant sung over your heart, so that neither through pride may you be lifted up to swollen boastfulness, nor through despair sink down into ignoble despondency. Do you plume yourself on wealth, and think highly of yourself on account of your ancestors, and glory in your fatherland and bodily beauty and honours from all men? Give heed to yourself, that you are mortal, That you are earth, and into earth you shall depart. Look round at those before you who were numbered in the like splendours. Where are those who were invested with civil dominions? Where are the most irresistible orators? Where are those who marshalled the public festivals—the splendid breeders of horses, the generals, the satraps, the tyrants? Is not all dust? Is not all fable? Are not in a few bones the memorials of the life of
Notes, col. 209

On the reading

Printed εις, for εἰς.